Παλατινή Ανθολογία/VII/574 Αγαθία

Από Βικιθήκη
AP VI 574 Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκωι
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκωι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 574 (AP VII 574)


VII 574 Αγαθία[Επεξεργασία]

Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκωι· Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·
ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων, οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.
οἰκτρὰ δ' ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι, κείμενον οὗ θιάσου κόσμον ὀδυρόμενοι·
ἡ δὲ κόμην τίλλουσα γόωι πληκτίζετο μήτηρ, αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη.
ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.