Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/VII/551 Αγαθία

Από Βικιθήκη
AP VI 551 Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 551 (AP VII 551)


VII 551 Αγαθία

[Επεξεργασία]
Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,
ξυνὰ δὲ καὶ μοίρης λαχέτην λίνα καὶ παρὰ θίνα Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.
οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην, ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.
χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ' ὑμέων ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.