Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/V/41 Ρουφίνου

Από Βικιθήκη
Τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν;
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
Τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 41)


V 41 Ρουφίνου

[Επεξεργασία]
Τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν; τίς ψυχὴν λιθίνην εἶχε καὶ οὐκ ἔβλεπεν;
μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών; γινόμενον· πᾶσαι τοῦτο ποοῦσι͵ τέκνον.
πλὴν ἀπὸ νῦν͵ ὅταν ἐστὶν ἔσω͵ κεῖνος δ΄ ὅταν ἔξω͵ τὸ πρόθυρον σφήνου͵ μὴ πάλι ταὐτὸ πάθῃς.