Παλατινή Ανθολογία/IX/769 Αγαθία

Από Βικιθήκη
AP IX 769 Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ' ἀκολάστοις λύσσα
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ' ἀκολάστοις λύσσα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 769 (AP IX 769)


IX 769 Αγαθία[Επεξεργασία]

Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ' ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.
ἀλλὰ σὺ μὴ λέξηις τι θεημάχον ὕστατος ἕρπων, μηδ' ἀναροιβδήσηις ῥινοβόλωι πατάγωι.
δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι μήτε τι παίζειν ἐν σπουδῆι, καιρῶι δ' ἴσθι νέμειν τὸ πρέπον.