Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/IX/569 Εμπεδοκλέους

Από Βικιθήκη
AP ΙΧ 569 'Ηδη γάρ ποτ' εγώ γενόμην κούρός τε
Συγγραφέας:
Παλατινή Ανθολογία, ΙΧ (βιβλίο 9ο)
ἤδη γάρ ποτ᾽ ἐγὼ γενόμην κοῦρός τε κόρη τε, Εμπεδοκλέους, Παλατινή Ανθολογία, βιβλίο 9ο (AP ΙΧ 569)


ΙΧ 569 Εμπεδοκλέους

[Επεξεργασία]

ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε,
θάμνος τʼ, οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς.
ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος
ναίετʼ ἀνʼ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων,
χαίρετʼ· ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός,
πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν,
ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις,