Παλατινή Ανθολογία/IX/360 Μητροδώρου

Από Βικιθήκη
Παντοίην βιότοιο τάμοις τρίβον;
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο)
Μητροδώρου, Παλατινή Ανθολογία IX, 360, «Παντοίην βιότοιο τάμοις τρίβον;»


IX 360 Μητροδώρου[Επεξεργασία]

Παντοίην βιότοιο τάμοις τρίβον; εἰν ἀγορῇ μὲν κύδεα καὶ πινυταὶ πρήξιες· ἐν δὲ δόμοις
ἄμπαυμ᾿· ἐν δ᾿ ἀγροῖς Φύσιος χάρις· ἐν δὲ θαλάσσῃ κέρδος. ἐπὶ ξείνης δ᾿, ἢν μὲν ἔχεις τι, κλέος·
ἢν δ᾿ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος ἔσσεται· οὐ γαμέεις; ζῇς ἔτ᾿ ἐλαφρότερος.
τέκνα πόθος, ἄφροντις ἄπαις βίος· αἱ νεότητες ῥωμαλέαι, πολιαὶ δ᾿ ἔμπαλιν εὐσεβέες.
οὐκ ἄρα τῶν δισσῶν ἐνὸς αἵρεσις, ἢ τὸ γενέσθαι μηδέποτ᾿, ἢ τὸ θανεῖν· πάντα γὰρ ἐσθλὰ βίῳ.


Δείτε και μια άλλη άποψη για το ίδιο θέμα στο προηγούμενο επίγραμμα: Παλατινή Ανθολογία/IX/359 Ποσειδίππου ή Πλάτωνος του κωμικού