Μετάβαση στο περιεχόμενο

Παιδικόν αιολικόν βʹ

Από Βικιθήκη
(Ανακατεύθυνση από Παιδικά)
Παιδικὸν αἰολικὸν βʹ
Συγγραφέας:


῎Ωιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος·
τετορταῖος ἔχει παῖδὸς ἔρος μῆνά με δεύτερον,
κάλος μὲν μετρίως, ἀλλ’ ὁπόσον τῷ πόδι περρέχει
τᾶς γᾶς, τοῦτο χάρις, ταῖς δὲ παραύαις γλυκὺ μειδίᾳ. 5
καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μ’ οὐκ ἔχει· 4
τάχα δ’ οὐδ’ ὄσον ὕπνω ’πιτύχην ἔσσετ’ ἐρωΐα·
ἔχθες γὰρ παριὼν ἔδρακε λέπτ’ ἄμμε δι’ ὀφρύγων
αἰδέσθεις προτίδην ἄντίος, ἠρεύθετο δὲ χρόα.
ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὦρος ἐδράξατο·
εἰς οἶκον δ’ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δάκων 10
πόλλα δ’ εἰσκαλέσας θῦμον ἐμαύτῳ διελεξάμαν·
«τί δὴ ταῦτ’ ἐπόης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
λευκὰς οὐκὶ ἴσαισθ’ ὅττι φόρης ἐν κροτάφοις τρίας;
ὧρά τοι φρονέην μὴ ωὐκὶ νέος τὰν ἰδέαν πέλῃ
πάντ’ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτια γεύμενοι.
καὶ μὰν ἄλλα σε λάθει· τὸ δ’ ἄρ’ ἦς λώϊον, ἔμμεναι

ξέννον τῶν χαλέπων παῖδος ἔρων ἢ τόον ἔντ’ ἔραν.
τῷ μὲν γὰρ βίος ἕρπει ἶσα γόννοις ἐλάφω θόας,
τελάσσαι δ’ ἀτέρᾳ ποντοπόρην ἆ αὔριον ἀμέραν,
οὐδ’ αὔτω γλυκέρας ἄνθεμον ἅβας πεδ’ ὐμαλίκω 20
μένει· τῷ δ’ ὀ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
ὀμμιμνᾳσκομένῳ, πόλλα δ’ ὄρη νυκτὸς ἐνύπνια,
παύσασθαι δ’ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἴκονος δύας—.»
ταῦτα κἄτερα πολλὰ προτ’ ἔμον θῦμον ἐμεμψάμαν.
ὁ δὲ τοῦτ’ ἔφατ’· «ὄττις δοκίμοι τὸν δολομάχανον
νικάσην Ἔρον, οὖτος δοκίμοι τοὶς ὑπὲρ ἀμμέων
εὔρειν βραϊδίως ἀστέρας, ὀπποσσάκιν ἔννεα.
καὶ νῦν, εἴτε θέλω, χρή με μάκρον σχόντα τὸν ἄμφενα
ἔλκειν τὸν ζυγόν, εἴτ’ οὐκὶ θέλω· ταῦτα γὰρ, ὤγαθε,
βόλλεται θέος ὃς καὶ Δίος ἔσφαλε μέγαν νόον 30
καὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον
σμίκρας δεύμενον αὔρας, ὀνέλων ᾆ κε φόρη φόρη.»