Βυζαντινή Ιστορία
Βυζαντινή Ιστορία Συγγραφέας: |
Ducae historia byzantina ed. I. Bekker, Bonn 1834, pp. 290/92 |
Το παρόν κείμενο παρατίθεται αποσπασματικά ή του λείπουν τμήματα. Μπορείτε να βοηθήσετε τη Βικιθήκη εντoπίζοντας την πηγή του και συμπληρώνοντάς το. |
…ἐγένετο οὖν ἐν μιᾶι ὥραι ὁ ὑπερμεγέθης ἐκεῖνος ναὸς πλήρης ἀνδρῶν τε καὶ γυναικῶν καὶ κάτω καὶ ἄνω καὶ ἐν τοῖς περιαυλίοις καὶ ἐν πάντὶ τόπωι ὄχλος ἀναρίθμητος. κλείσαντες δὲ τὰς θύρας εἱστήκεσαν τὴν παρ᾽ αὐτοῦ σωτηρίαν ἐλπίζοντες.
ὦ δύστηνοι Ῥωμαῖοι, ὦ ἄθλιοι, τὸν ναόν, ὃν ἐκαλεῖτε χθὲς καὶ πρὸ τὴν χθὲς σπήλαιον καὶ βωμὸν αἱρετικῶν καὶ ἄνθρωπος οὐκ εἰσήρχετο ἐξ ὑμῶν ἐντός, ἵνα μὴ μιανθῆι διὰ τὸ ἱερουργῆσαι ἔνδον τοὺς τὴν ἕνωσις τῆς ἐκκλησίας ἀσπαζομένους, νῦν ἔνεκα τῆς ἐπελθούσης ὀργῆς ὡς σωτήριον λύτρον ἐνδύεσθε. ἀλλ᾽ οὐδὲ τῆς δικαίας ὀργῆς ἐπελθούσης ἐκίνησεν ἂν τὰ σπλάχνα ὑμῶν πρὸς εἰρήνην. καὶ γὰρ ἐν τοσαύτηι περιστάσει εἰ ἄγγελος κατήρχετο ἀπ᾽ οὐρανοῦ ἐρωτῶν ὑμᾶς· <εἰ δέχεσθε τὴν ἕνωσιν καὶ τὴν εἰρηνικὴν κατάστασιν τῆς ἐκκλησίας, διώξω τοὺς ἐχθροὺς ἐκ τῆς πόλεως>, οὐκ ἂν συνετίθεσθε. εἰ δὲ καὶ συνετίθεσθε, ψεῦδος ἂν ἦν τὸ συντιθέμενον. ἴσασιν οἱ λέγοντες πρὸ ὀλίγων ἡμερῶν· <κρεῖττον ἐμπεσεῖν εἰς χεῖρας τῶν Τούρκων ἢ Φράγκων>.
τότε οἱ Τοῦρκοι κουρσεύοντες, σφάττοντες, αἰχμαλωτίζοντες ἔφθασαν ἐν τῶι ναῶι οὔπω πρώτης ὥρας παρελθούσης καὶ εὑρόντες τὰς πύλας κεκλεισμένας σὺν τοῖς πελέκεσιν ἔβαλον κάτω μὴ βραδύναντες. ἐλθόντες δὲ ξιφήρεις ἐντὸς καὶ ἰδόντες τὸν μυριάριθμον δῆμον, ἕκαστος τὸν ἴδιον αἰχμάλωτον ἐδέσμει· οὐ γὰρ ἦν ἐκεῖ ὁ ἀντιλέγων ἢ ὁ μὴ προδιδοὺς ἑαυτὸν ὡς πρόβατον.
τίς ἐστιν ὃς διηγήσεται τὴν ἐκεῖ συμφοράν; τίς τοὺς γεγονότας τότε κλαυθμοὺς καὶ τὰς φωνὰς τῶν νηπίων καὶ τὰ σὺν βοῆι δάκρυα τῶν μητέρων καὶ τῶν πατέρων τοὺς ὀδυρμούς, τίς διηγήσεται; ὁ τυχὼν Τοῦρκος τὴν τρυφερωτέραν ἐρευνᾶι. τὴν ὡραίαν ἐν μοναζούσαις προκατεῖχε μὴν εἷς, ἄλλος δὲ δυνάστης ἁρπάζων ἐδέσμει· ἡ δὲ τῆς ἁρπαγῆς καὶ τοῦ ἑκλυσμοῦ αἰτία πλόκαμοι τριχῶν, στηθέων καὶ μασθῶν ἀποκαλύψεις, βραχιόνων ἐκτάσεις. τότε ἐδεσμεῖτο δούλη σὺν τῆι κυρίαι, δεσπότης σὺν τῶι ἀργυρωνήτωι, ἀρχιμανδρίτης σὺν τῶι θυρωρῶι, τρυφεροὶ νέοι σὺν παρθένοις, παρθένους ἃς οὐχ ἑώρα ἥλιος, παρθένους ἃς ὁ γεννήσας μόλις ἔβλεπεν, ἑλκόμεναι, εἰ δὲ καὶ βίαι ἀντωθοῦντο, καὶ ῥαβδιζόμεναι· ἠβούλετο γὰρ ὁ σκυλεύσας εἰς τόπον ἄγειν καὶ παρακαταθέμενος ἐν ἀσφαλείαι στραφῆναι καὶ δευτέραν πραῖδαν ποιῆσαι καὶ τρίτην.
ἐβιάζοντο οἱ ἅρπαγες, οἱ εκδικηταὶ τοῦ θεοῦ, καὶ πάντας μὲν ἰδεῖν ἐν μιᾶι ὥραι δεσμωθέντας, τοὺς μὲν ἄρρενας σὺν καλωδίοις, τὰς δὲ γυναῖκας σὺν τοῖς σουδαρίοις αὐτῶν· καὶ ἦν ἰδεῖν ὁρμαθοὺς ἐξερχομένους ἀπείρους ἐκ τοῦ ναοῦ καὶ ἐκ τῶν ἀδύτων τοῦ ναοῦ ὥσπερ ἀγέλας καὶ ποίμνια προβάτων. κλαίοντες, ὀδυρόμενοι καὶ ὁ ἐλεῶν οὐκ ἦν.…