Μετάβαση στο περιεχόμενο

Ιππαρχικός

Από Βικιθήκη
(Ανακατεύθυνση από Ιππαρχικός/I)
Ἱππαρχικός
Συγγραφέας:
Προέλευση κειμένου: E. C. Marchant επιμ. (1966) [1920]. Xenophontis Opera omnia, vol. 5. Oxonii: E typographeo Clarendoniano


I.  Πρῶτον μὲν θύοντα χρὴ αἰτεῖσθαι θεοὺς ταῦτα διδόναι καὶ νοεῖν καὶ λέγειν καὶ πράττειν, ἀφ’ ὧν θεοῖς μὲν κεχαρισμενώτατα ἄρξαις ἄν, σαυτῷ δὲ καὶ φίλοις καὶ τῇ πόλει προσφιλέστατα καὶ εὐκλεέστατα καὶ πολυωφελέστατα. 2 θεῶν δὲ ἵλεων ὄντων ἀναβιβαστέον μέν σοι ἱππέας, καὶ ὅπως ἀναπληρῶται ὁ κατὰ τὸν νόμον ἀριθμὸς καὶ ὅπως τὸ ὂν ἱππικὸν μὴ μειῶται. εἰ δὲ μὴ προσαναβήσονται ἱππεῖς, μείονες ἀεὶ ἔσονται. ἀνάγκη γὰρ τοὺς μὲν γήρᾳ ἀπαγορεύειν, τοὺς δὲ καὶ ἄλλως ἐκλείπειν. 3 πληρουμένου γε μὴν τοῦ ἱππικοῦ ἐπιμελητέον μὲν ὅπως τρέφωνται οἱ ἵπποι ὡς ἂν δύνωνται πόνους ὑποφέρειν· οἱ γὰρ ἥττους τῶν πόνων οὔτε αἱρεῖν οὔτε ἀποφεύγειν δύναιντ’ ἄν. ἐπιμελητέον δὲ ὅπως εὔχρηστοι ὦσιν· οἱ γὰρ αὖ ἀπειθεῖς τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς φίλοις συμμαχοῦσι. 4 καὶ οἱ λακτίζοντες δὲ ἀναβεβαμένοι ἵπποι ἐκποδὼν ποιητέοι· οἱ γὰρ τοιοῦτοι πολλάκις πλείω κακὰ ἢ οἱ πολέμιοι ποιοῦσι. δεῖ δὲ καὶ τῶν ποδῶν ἐπιμελεῖσθαι, ὅπως δύνωνται καὶ ἐν τραχείᾳ χώρᾳ ἱππεύειν, εἰδότα ὅτι ὅπου ἂν ἀλγῶσιν ἐλαυνόμενοι, ἐνταῦθα οὐ χρήσιμοί εἰσι. 5 τῶν γε μὴν ἵππων ὑπαρχόντων οἵων δεῖ τοὺς ἱππέας αὖ ἀσκητέον, πρῶτον μὲν ὅπως ἐπὶ τοὺς ἵππους ἀναπηδᾶν δύνωνται· πολλοῖς γὰρ ἤδη ἡ σωτηρία παρὰ τοῦτο ἐγένετο· δεύτερον δὲ ὅπως ἐν παντοίοις χωρίοις ἱππάζεσθαι δυνήσονται· καὶ γὰρ οἱ πόλεμοι ἄλλοτε ἐν ἀλλοίοις τόποις γίγνονται. 6 ὅταν δὲ ἤδη ἔποχοι ὦσι, δεῖ αὖ σκοπεῖσθαι ὅπως ἀκοντιοῦσί τε ὡς πλεῖστοι ἀπὸ τῶν ἵππων καὶ τἆλλα δυνήσονται ποιεῖν ἃ δεῖ τοὺς ἱππικούς. μετὰ ταῦτα ὁπλιστέον καὶ ἵππους καὶ ἱππέας ὡς αὐτοὶ μὲν ἥκιστα τιτρώσκοιντ’ ἄν, βλάπτειν δὲ τοὺς πολεμίους μάλιστα δύναιντ’ ἄν. 7 ἐκ τούτων παρασκευαστέον ὅπως εὐπειθεῖς οἱ ἄνδρες ὦσιν· ἄνευ γὰρ τούτου οὔθ’ ἵππων ἀγαθῶν οὔθ’ ἱππέων ἐπόχων οὔθ’ ὅπλων καλῶν ὄφελος οὐδέν. προστατεύειν μὲν οὖν τούτων πάντων ὅπως καλῶς γίγνηται τὸν ἵππαρχον εἰκός ἐστιν. 8 ἐπεὶ δὲ καὶ ἡ πόλις χαλεπὸν ἡγησαμένη πάντα ταῦτα τὸν ἵππαρχον μόνον ὄντα ἀπεργάζεσθαι προσαιρεῖται μὲν αὐτῷ συνεργοὺς φυλάρχους, προσέταξε δὲ τῇ βουλῇ συνεπιμελεῖσθαι τοῦ ἱππικοῦ, ἀγαθόν μοι δοκεῖ εἶναι τοὺς μὲν φυλάρχους παρασκευάζειν συνεπιθυμεῖν σοι τῶν καλῶν τῷ ἱππικῷ, ἐν δὲ τῇ βουλῇ ἔχειν ῥήτορας ἐπιτηδείους, ὅπως λέγοντες φοβῶσί τε τοὺς ἱππέας ̔(βελτίονες γὰρ ἂν εἶεν φοβούμενοι), καταπραύ̈νωσί τε τὴν βουλήν, ἤν τι παρὰ καιρὸν χαλεπαίνῃ. 9 ταῦτα μὲν οὖν ὑπομνήματα ὧν δεῖ σε ἐπιμελεῖσθαι· ὡς δ’ ἂν ἕκαστα τούτων βέλτιστα περαίνοιτο, τοῦτο δὴ πειράσομαι λέγειν.

Τοὺς μὲν τοίνυν ἱππέας δῆλον ὅτι καθιστάναι δεῖ κατὰ τὸν νόμον τοὺς δυνατωτάτους καὶ χρήμασι καὶ σώμασιν ἢ εἰσάγοντα εἰς δικαστήριον ἢ πείθοντα. 10 ἐγὼ δὲ οἶμαι εἰς μὲν τὸ δικαστήριον τούτους εἰσακτέον εἶναι οὓς μὴ εἰσάγων διὰ κέρδος ἄν τις δοκοίη τοῦτο ποιεῖν· καὶ γὰρ τοῖς ἧττον δυναμένοις εὐθὺς ἂν εἴη ἀποστροφή, εἰ μὴ τοὺς δυνατωτάτους πρώτους ἀναγκάζοις. 11 ἔστι δὲ καὶ οὓς ἄν μοι δοκεῖ τις νέους μὲν τὰ ἐν ἱππικῇ λαμπρὰ λέγων εἰς ἐπιθυμίαν καθιστάναι τοῦ ἱππεύειν, τοὺς δὲ κυρίους αὐτῶν ἧττον ἀντιτείνοντας ἔχειν, τάδε διδάσκων ὡς ἀναγκασθήσονται μὲν ἱπποτροφεῖν, ἢν μὴ ὑπὸ σοῦ, ὑπ’ ἄλλου ⟨γε⟩ διὰ τὰ χρήματα· 12 ἢν δ’ ἐπὶ σοῦ ἀναβῶσιν, ὡς ἀποτρέψεις μὲν τοὺς παῖδας αὐτῶν τῶν πολυτελῶν τε καὶ μανικῶν ἱππωνιῶν, ἐπιμελήσῃ δὲ ὡς ἂν ταχὺ ἱππικοὶ γίγνοιντο· λέγοντα δὲ οὕτω καὶ ποιεῖν ταῦτα πειρατέον.

13 Τούς γε μὴν ὄντας ἱππέας ἡ βουλὴ ἄν μοι δοκεῖ προειποῦσα ὡς τὸ λοιπὸν δεήσει διπλάσια ἱππάζεσθαι ⟨καὶ⟩ ὡς τὸν μὴ δυνάμενον ἵππον ἀκολουθεῖν ἀποδοκιμάσει ἐπιτεῖναι ἂν τρέφειν τε ἄμεινον καὶ ἐπιμελεῖσθαι μᾶλλον τῶν ἵππων. 14 καὶ τοὺς βιαίους δὲ ἵππους ἀγαθόν μοι δοκεῖ εἶναι προρρηθῆναι ὅτι ἀποδοκιμασθήσονται. αὕτη γὰρ ἡ ἀπειλὴ πωλεύειν ἂν τοὺς τοιούτους μᾶλλον παρορμήσειε καὶ ἱππωνεῖν σωφρονέστερον. 15 ἀγαθὸν δὲ καὶ τοὺς ἐν ταῖς ἱππασίαις λακτίζοντας ἵππους προρρηθῆναι ὅτι ἀποδοκιμασθήσονται· οὐδὲ γὰρ συντάττειν τοὺς τοιούτους δυνατόν, ἀλλ’ ἀνάγκη, ἄν ποι ἐπὶ πολεμίους δέῃ ἐλαύνειν, ὑστάτους [ἂν] αὐτοὺς ἕπεσθαι, ὥστε διὰ τὴν τοῦ ἵππου κακουργίαν ἄχρηστος καὶ ὁ ἱππεὺς καθίσταται.

16 Ὡς δ’ ἂν καὶ οἱ πόδες εἶεν τῷ ἵππῳ κράτιστοι, εἰ μέν τις ἄλλην ἔχει ῥᾴω καὶ εὐτελεστέραν ἄσκησιν, ἐκείνη ἔστω· εἰ δὲ μή, ἐγώ φημι χρῆναι πεῖραν ἔχων χύδην καταβαλόντα λίθους τῶν ἐκ τῆς ὁδοῦ ὅσον μνααίους καὶ πλέον καὶ μεῖον ἐν τούτοις τὸν ἵππον καὶ ψήχειν καὶ ἐνιστάναι ὅταν ἀπὸ τῆς φάτνης ἀποβῇ· βαδίζων γὰρ ἐν τοῖς λίθοις οὔποτε ὁ ἵππος παύσεται οὔθ’ ὅταν ψήχηται οὔθ’ ὅταν μυωπίζηται. ὁ δὲ πειραθεὶς τά τε ἄλλα ἃ λέγω πιστεύσει καὶ στρογγύλους τοὺς πόδας τοῦ ἵππου ὄψεται.

17 Ὁπότε γε μὴν οἱ ἵπποι εἰσὶν οἵους δεῖ, ὡς ἂν αὐτοὶ οἱ ἱππεῖς ἄριστοι γίγνοιντο, τοῦτο διηγήσομαι. τὸ μὲν τοίνυν τοὺς νέους αὐτῶν ἀναπηδᾶν ἐπὶ τοὺς ἵππους πείθοιμεν ἂν αὐτοὺς μανθάνειν· τὸν διδάξοντα δὲ παρασχὼν ἐπαίνου δικαίως ἂν τυγχάνοις. τούς γε μὴν πρεσβυτέρους τὸν Περσικὸν τρόπον ἀναβάλλεσθαι ὑπ’ ἄλλων προσεθίσας καὶ τούτους ὠφελήσαις ἄν. 18 ὅπως γε μὴν ἐν παντοδαποῖς χωρίοις ἔποχοι οἱ ἱππεῖς δυνήσονται εἶναι, τὸ μὲν πυκνὰ ἐξάγειν μὴ πολέμου ὄντος ἴσως ὀχληρόν· συγκαλέσαντα δὲ χρὴ τοὺς ἱππέας συμβουλεῦσαι αὐτοῖς μελετᾶν, καὶ ὅταν εἰς χώραν ἐλαύνωσι καὶ ὅταν ἄλλοσέ ποι, ἐκβιβάζοντας τῶν ὁδῶν καὶ ταχὺ ἐλαύνοντας ἐν τόποις παντοδαποῖς. τοῦτο γὰρ ὠφελεῖ μὲν παραπλησίως τῷ ἐξάγειν, ὄχλον δ’ οὐχ ὁμοίως παρέχει. 19 ἐπιτήδειον δὲ ὑπομιμνῄσκειν ὅτι καὶ ἡ πόλις ἀνέχεται δαπανῶσα εἰς τὸ ἱππικὸν ἐγγὺς τετταράκοντα τάλαντα τοῦ ἐνιαυτοῦ, ὡς ἢν πόλεμος γίγνηται, μὴ ζητεῖν δέῃ ἱππικόν, ἀλλ’ ἐξ ἑτοίμου ἔχῃ παρεσκευασμένῳ χρῆσθαι. ταῦτα γὰρ ἐνθυμουμένους εἰκὸς καὶ τοὺς ἱππέας μᾶλλον ⟨ἂν⟩ ἀσκεῖν τὴν ἱππικήν, ὅπως, ἢν πόλεμος ἐγείρηται, μὴ ἀμελετήτους ὄντας ἀγωνίζεσθαι δέῃ περί τε τῆς πόλεως καὶ περὶ εὐκλείας καὶ περὶ τῆς ψυχῆς. 20 ἀγαθὸν δὲ καὶ τοῦτο προειπεῖν τοῖς ἱππεῦσιν, ὅτι ἐξάξεις ποτὲ καὶ σὺ αὐτοὺς καὶ διὰ παντοίων χωρίων ἡγήσῃ. καὶ ἐν ταῖς μελέταις δὲ ταῖς πρὸ τῆς ἀνθιππασίας καλὸν ἐξάγειν ἄλλοτ’ εἰς ἀλλοῖον τόπον· καὶ γὰρ τοῖς ἱππεῦσι καὶ τοῖς ἵπποις βέλτιον.

21 Ἀκοντίζειν γε μὴν ἀπὸ τῶν ἵππων ὧδ’ ἂν πλεῖστοι μοι δοκοῦσι μελετᾶν, εἰ τοῦτ’ αὖ προείποις τοῖς φυλάρχοις, ὅτι αὐτοὺς δεήσει ἡγουμένους τοῖς τῆς φυλῆς ἀκοντισταῖς ἐλαύνειν ἐπὶ τὸ ἀκόντιον. φιλοτιμοῖντο γὰρ ἄν, ᾗ τὸ εἰκός, ὡς πλείστους ἕκαστος ἀποδεῖξαι ἀκοντιστὰς τῇ πόλει. 22 ἀλλὰ μὴν ⟨καὶ⟩ τοῦ καλῶς γε ὁπλισθῆναι τοὺς ἱππέας οἱ φύλαρχοι ἄν μοι δοκοῦσι μέγιστον συλλαμβάνειν, εἰ πεισθείησαν ὅτι πολύ ἐστι πρὸς τῆς πόλεως εὐδοξότερον τῇ τῆς φυλῆς λαμπρότητι κεκοσμῆσθαι ἢ μόνον τῇ ἑαυτῶν στολῇ. 23 εἰκὸς δὲ μὴ δυσπείστους εἶναι αὐτοὺς τὰ τοιαῦτα, οἵ γε φυλαρχεῖν ἐπεθύμησαν δόξης καὶ τιμῆς ὀρεγόμενοι, δυνατοὶ δ’ εἰσὶ [καὶ] τὰ ἐν τῷ νόμῳ πορίσαι καὶ ἄνευ τοῦ αὐτοὶ δαπανᾶν τῷ μισθῷ ἐπαναγκάζοντες κατὰ τὸν νόμον ὁπλίζεσθαι. 24 εἴς γε μὴν τὸ εὐπειθεῖς εἶναι τοὺς ἀρχομένους μέγα μὲν τὸ [καὶ] λόγῳ διδάσκειν ὅσα ἀγαθὰ ἔνι ἐν τῷ πειθαρχεῖν, μέγα δὲ καὶ τὸ ἔργῳ [κατὰ τὸν νόμον] πλεονεκτεῖν μὲν ποιεῖν τοὺς εὐτάκτους, μειονεκτεῖν δὲ ἐν πᾶσι τοὺς ἀτακτοῦντας. 25 ἰσχυροτάτη δέ μοι δοκεῖ εἶναι παρόρμησις τῶν φυλάρχων εἰς τὸ φιλοτιμεῖσθαι αὐτοὺς καλῶς παρεσκευασμένης ἕκαστον τῆς φυλῆς ἡγεῖσθαι, ⟨εἰ⟩ τοὺς ἀμφὶ σὲ προδρόμους κοσμήσαις μὲν ὅπλοις ὡς κάλλιστα, ἀκοντίζειν δὲ μελετᾶν ἐξαναγκάσαις ὡς μάλιστα, ἡγοῖο δὲ αὐτοῖς ἐπὶ τὸ ἀκόντιον αὐτὸς εὖ μάλα μεμελετηκώς. 26 εἰ δὲ καὶ ἆθλά τις δύναιτο προτιθέναι ταῖς φυλαῖς πάντων ὁπόσα ἀγαθὰ νομίζουσιν ἀσκεῖσθαι ἐν ταῖς θέαις ὑπὸ τοῦ ἱππικοῦ, τοῦτο πάντας οἶμαι Ἀθηναίους γε μάλιστ’ ἂν προτρέπειν εἰς φιλονικίαν. δῆλον δὲ τοῦτο καὶ ἐν τοῖς χοροῖς, ὡς μικρῶν ἄθλων ἕνεκεν πολλοὶ μὲν πόνοι, μεγάλαι δὲ δαπάναι τελοῦνται. τοὺς μέντοι κριτὰς τοιούτους δεῖ εὑρίσκειν παρ’ οἷς νικῶντες μάλιστ’ ἂν ἀγάλλοιντο.

II.  Ἢν δὲ δή σοι ταῦτα πάντα ἐξησκημένοι ὦσιν οἱ ἱππεῖς, δεῖ δήπου καὶ τάξιν τινὰ ἐπίστασθαι αὐτοὺς ἐξ ἧς καλλίστας μὲν θεοῖς πομπὰς πέμψουσι, κάλλιστα δὲ ἱππάσονται, ἄριστα δὲ μαχοῦνται, ἢν δέῃ, ῥᾷστα δὲ καὶ ἀταρακτότατα ὁδοὺς πορεύσονται καὶ διαβάσεις περάσουσιν. ᾗ τοίνυν χρώμενοι τάξει δοκοῦσιν ἄν μοι ταῦτα κάλλιστα διαπράττεσθαι, ταύτην νῦν ἤδη πειράσομαι δηλοῦν. 2 οὐκοῦν ὑπὸ μὲν τῆς πόλεως ὑπάρχουσι διῃρημέναι φυλαὶ ⟨δέκα⟩. τούτων δ’ ἐγώ φημι χρῆναι πρῶτον μὲν δεκαδάρχους σὺν τῇ τῶν φυλάρχων ἑκάστου γνώμῃ καταστῆσαι ἐκ τῶν ἀκμαζόντων τε καὶ φιλοτιμοτάτων καλόν τι ποιεῖν καὶ ἀκούειν· καὶ τούτους μὲν πρωτοστάτας δεῖ εἶναι. 3 μετὰ δὲ τούτους ἴσους χρὴ τούτοις ἀριθμὸν ἐκ τῶν πρεσβυτάτων τε καὶ φρονιμωτάτων ἑλέσθαι οἵτινες τελευταῖοι τῶν δεκάδων ἔσονται. εἰ γὰρ δεῖ καὶ ἀπεικάσαι, οὕτω καὶ σίδηρος μάλιστα διατέμνει σίδηρον, ὅταν τό τε ἡγούμενον τοῦ τομέως ἐρρωμένον ᾖ καὶ τὸ ἐπελαυνόμενον ἱκανόν. 4 τούς γε μὴν ἐν μέσῳ τῶν πρώτων καὶ τῶν τελευταίων, εἰ οἱ δεκάδαρχοι ἐπιστάτας ἕλοιντο καὶ οἱ ἄλλοι ἐφέλοιντο, οὕτως εἰκὸς ἑκάστῳ πιστότατον τὸν ἐπιστάτην εἶναι. 5 τὸν μέντοι ἀφηγούμενον ἐκ παντὸς τρόπου δεῖ ἱκανὸν ἄνδρα καθιστάναι. ἀγαθὸς γὰρ ὤν, εἴτε ποτὲ δέοι ἐπὶ πολεμίους ἐλαύνειν, ἐγκελεύων ῥώμην ἂν ἐμβάλλοι τοῖς ἔμπροσθεν, εἴτ’ αὖ καὶ ἀποχωρεῖν καιρὸς συμβαίνοι, φρονίμως ἀφηγούμενος μᾶλλον ἄν, ὡς τὸ εἰκός, σῴζοι τοὺς φυλέτας. 6 οἱ μέντοι δεκάδαρχοι ἄρτιοι ὄντες πλείω ἴσα μέρη παρέχοιεν ἂν διαιρεῖν ἢ εἰ περιττοὶ εἶεν. αὕτη δέ μοι ἡ τάξις ἀρέσκει διὰ τάδε, ὅτι πρῶτον μὲν οἱ πρωτοστάται πάντες ἄρχοντες γίγνονται· οἱ δ’ αὐτοὶ ἄνδρες ὅταν ἄρχωσι, μᾶλλόν πως οἴονται ἑαυτοῖς προσήκειν καλόν τι ποιεῖν ἢ ὅταν ἰδιῶται ὦσιν· ἔπειτα δὲ καὶ ὅταν πρακτέον τι ᾖ, τὸ παραγγέλλειν μὴ ἰδιώταις ἀλλ’ ἄρχουσι πολὺ ἁνυτικώτερον. 7 τεταγμένων γε μὴν οὕτω χρή, ὥσπερ καὶ τοῖς φυλάρχοις προαγορεύεται ἡ χώρα ὑπὸ τοῦ ἱππάρχου ἐν ᾗ ἑκάστῳ ἐλατέον, οὕτω καὶ τοῖς δεκαδάρχοις παρηγγέλθαι ὑπὸ τῶν φυλάρχων ὅπῃ πορευτέον ἑκάστῳ. οὕτω γὰρ προειρημένων πολὺ εὐτακτοτέρως ἂν ἔχοι ἢ εἰ ὥσπερ ἐκ θεάτρου ὡς ἂν τύχωσιν ἀπιόντες λυποῦσιν ἀλλήλους. 8 καὶ μάχεσθαι δὲ μᾶλλον ἐθέλουσιν οἵ τε πρῶτοι, ἤν τι ἐκ τοῦ πρόσθεν προσπίπτῃ, ὅταν εἰδῶσιν ὅτι αὕτη ἡ χώρα αὐτῶν, καὶ οἱ τελευταῖοι, ἤν τι ὄπισθεν ἐπιφαίνηται, ἐπιστάμενοι ὅτι αἰσχρὸν λιπεῖν τὴν τάξιν. 9 ἄτακτοι δ’ ὄντες ἀλλήλους μὲν ταράττουσι καὶ ἐν στεναῖς ὁδοῖς καὶ ἐν διαβάσεσι, τοῖς δὲ πολεμίοις οὐδεὶς ἑκὼν ἑαυτὸν τάττει μάχεσθαι. καὶ ταῦτα μὲν δὴ πάντα ὑπάρχειν δεῖ ἐκπεπονημένα πᾶσι τοῖς ἱππεῦσιν, εἰ μέλλουσιν ἀπροφάσιστοι ἔσεσθαι συνεργοὶ τῷ ἡγουμένῳ.

III.  Τῶνδέ γε μὴν αὐτῷ ἤδη μέλειν δεῖ τῷ ἱππάρχῳ· πρῶτον μὲν ὅπως καλλιερήσει τοῖς θεοῖς ὑπὲρ τοῦ ἱππικοῦ, ἔπειτα ὅπως τὰς πομπὰς ἐν ταῖς ἑορταῖς ἀξιοθεάτους ποιήσει, ἔτι δὲ καὶ τἆλλα ὅσα ἐπιδεικνύναι δεῖ τῇ πόλει ὅπως ᾗ δυνατὸν κάλλιστα ἐπιδείξει, τά τε ἐν Ἀκαδημείᾳ καὶ τὰ ἐν Λυκείῳ καὶ τὰ Φαληροῖ καὶ τὰ ἐν τῷ ἱπποδρόμῳ. καὶ ταῦτα μὲν ἄλλα ὑπομνήματα· ὡς δὲ τούτων ἕκαστα κάλλιστ’ ἂν πράττοιτο, νῦν αὐτὰ ταῦτα λέξω.

2 Τὰς μὲν οὖν πομπὰς οἴομαι ἂν καὶ τοῖς θεοῖς κεχαρισμενωτάτας καὶ τοῖς θεαταῖς εἶναι εἰ, ὅσων ἱερὰ καὶ ἀγάλματα ἐν τῇ ἀγορᾷ ἐστι, ταῦτα ἀρξάμενοι ἀπὸ τῶν Ἑρμῶν κύκλῳ [περὶ τὴν ἀγορὰν καὶ τὰ ἱερὰ] περιελαύνοιεν τιμῶντες τοὺς θεούς. καὶ ἐν τοῖς Διονυσίοις δὲ οἱ χοροὶ προσεπιχαρίζονται ἄλλοις τε θεοῖς καὶ τοῖς δώδεκα χορεύοντες. ἐπειδὰν δὲ πάλιν πρὸς τοῖς Ἑρμαῖς γένωνται περιεληλακότες, ἐντεῦθεν καλόν μοι δοκεῖ εἶναι κατὰ φυλὰς εἰς τάχος ἀνιέναι τοὺς ἵππους μέχρι τοῦ Ἐλευσινίου. 3 οὐδὲ δόρατα μὴν παραλείψω ὡς ἥκιστα ἂν ἀλλήλοις ἐπαλλάττοιτο. δεῖ γὰρ μεταξὺ τοῖν ὤτοιν τοῦ ἵππου ἕκαστον σχεῖν, εἰ μέλλει φοβερά τε καὶ εὐκρινῆ ἔσεσθαι καὶ ἅμα πολλὰ φανεῖσθαι. 4 ἐπειδὰν δὲ τῆς εἰς τάχος διελάσεως λήξωσι, τὴν ἄλλην καλὸν ἤδη σχέδην εἰς τὰ ἱερά, ᾗπερ καὶ πρόσθεν, διελαύνειν. καὶ οὕτως ὅσα ἔστιν ἡδέα ἰδεῖν ἐν ἵππῳ ἀναβεβαμένῳ πάντα ἐπιδεδειγμένα ἔσται καὶ τοῖς θεοῖς καὶ τοῖς ἀνθρώποις. 5 καὶ ὅτι μὲν ταῦτα οὐκ εἰθισμένοι ποιεῖν οἱ ἱππεῖς εἰσιν οἶδα· γιγνώσκω δὲ ὅτι ἀγαθὰ καὶ καλὰ καὶ τοῖς θεαταῖς ἡδέα ἔσται. αἰσθάνομαι δὲ καὶ ἄλλα ἀγωνίσματα τοὺς ἱππέας κεκαινουργηκότας, ἐπειδὴ οἱ ἵππαρχοι ἱκανοὶ ἐγένοντο πεῖσαι ἃ ἐβουλήθησαν. 6 ὅταν γε μὴν πρὸ τοῦ ἀκοντισμοῦ διελαύνωσιν ἐν Λυκείῳ, καλὸν ἑκατέρας τὰς πέντε φυλὰς ἐπὶ [τοῦ] μετώπου ἐλαύνειν, ὥσπερ εἰς μάχην ἡγουμένου τοῦ ἱππάρχου καὶ τῶν φυλάρχων ἐν τοιαύτῃ τάξει ἀφ’ ἧς πληρώσεται τοῦ δρόμου τὸ πλάτος. 7 ἐπειδὰν δ’ ὑπερβάλωσι τὸ κεφάλαιον τοῦ ἀντιπροσώπου θεάτρου, χρήσιμον ἂν οἴομαι φανῆναι καὶ εἰ καθ’ ὁπόσους μέτριον εἰς τὸ κάταντες δυναμένους ταχὺ ἐλαύνειν ἐπιδείξαις τοὺς ἱππέας. 8 οὐ μέντοι ἀγνοῶ ὅτι, ἢν μὲν πιστεύωσι δυνήσεσθαι ταχὺ ἐλαύνειν, πάνυ ἂν ἡδέως ἐπιδείξαιντο· ἢν δὲ ἀμελέτητοι ὦσιν, ὁρᾶν χρὴ ὅπως μὴ οἱ πολέμιοι αὐτοὺς τοῦτο δρᾶν ἀναγκάσουσιν.

9 Ἔν γε μὴν ταῖς δοκιμασίαις ἡ μὲν τάξις εἴρηται μεθ’ ἧς ἂν κάλλιστα ἱππάζοιντο. ἢν δὲ ὁ ἡγούμενος, ἤνπερ ἔχῃ δυνατὸν ἵππον, ἐν τῷ ἔξωθεν ἀεὶ στίχῳ περιφέρηται, οὕτως αὐτὸς μὲν ἀεὶ ταχὺ ἐλᾷ καὶ οἱ σὺν αὐτῷ ἔξωθεν γιγνόμενοι πάλιν αὖ ταχὺ ἐλῶσιν· ὥστε ἡ μὲν βουλὴ ἀεὶ τὸ ταχὺ ἐλαυνόμενον θεάσεται, οἱ δὲ ἵπποι οὐκ ἀπεροῦσιν ἐν μέρει ἀναπαυόμενοι. 10 ὅταν γε μὴν ἐν τῷ ἱπποδρόμῳ ἡ ἐπίδειξις ᾖ, καλὸν μὲν οὕτω πρῶτον τάξασθαι ὡς ἂν ἐπὶ μετώπου ἐμπλήσαντες ἵππων τὸν ἱππόδρομον ἐξελάσειαν τοὺς ἐκ τοῦ μέσου ἀνθρώπους· 11 καλὸν δ’, ἐπεὶ αἱ φυλαὶ ἐν τῇ ἀνθιππασίᾳ φεύγουσί τε ἀλλήλας καὶ διώκουσι ταχέως, ὅταν οἱ ἵππαρχοι ἡγῶνται ταῖς πέντε φυλαῖς, ἑκατέρας διελαύνειν τὰς φυλὰς δι’ ἀλλήλων. ταύτης γὰρ τῆς θέας τό τε ἀντιμετώπους προσελαύνειν ἀλλήλοις γοργόν, τό τε διελάσαντας τὸν ἱππόδρομον ἀντίους πάλιν στῆναι ἀλλήλοις σεμνόν, 12 καὶ τὸ ὑπὸ σάλπιγγος αὖ τὸ δεύτερον θᾶττον ἐπελαύνειν καλόν. στάντας δὲ ἤδη τὸ τρίτον αὖ ὑπὸ τῆς σάλπιγγος χρὴ τάχιστα ἀλλήλοις ἐπελαύνειν, καὶ διελάσαντας εἰς κατάλυσιν ἤδη ἐπὶ φάλαγγος ἅπαντας καταστάντας, ὥσπερ εἰώθατε, πρὸς τὴν βουλὴν προσελαύνειν. 13 ταῦτά μοι δοκεῖ πολεμικώτερά τε φαίνεσθαι ἂν καὶ καινότερα. τὸ δὲ βραδύτερον μὲν τῶν φυλάρχων ἐλαύνειν, τὸν δ’ αὐτὸν τρόπον ἐκείνοις ἱππεύειν, οὐκ ἄξιον ἱππαρχίας. 14 ὅταν γε μὴν ἐν τῷ ἐπικρότῳ ἐν Ἀκαδημέᾳ ἱππεύειν δέῃ, ἔχω τάδε παραινέσαι· εἰς μὲν τὸ μὴ ἀποκρούεσθαι ἀπὸ τῶν ἵππων, ὑπτίους ἀναπεπτωκότας ἐλαύνειν, εἰς δὲ τὸ μὴ πίπτειν, τοὺς ἵππους ὑπολαμβάνειν ἐν ταῖς ἀναστροφαῖς. τὰ μέντοι ὀρθὰ ταχὺ ἐλαύνειν χρή· οὕτω γὰρ τὸ ἀσφαλὲς καὶ τὸ καλὸν θεάσεται ἡ βουλή.

IV.  Ἔν γε μὴν ταῖς πορείαις ἀεὶ δεῖ τὸν ἵππαρχον προνοεῖν ὅπως ἀναπαύῃ μὲν τῶν ἵππων τὰς ἕδρας, ἀναπαύῃ δὲ τοὺς ἱππέας τῷ βαδίζειν, μέτριον μὲν ὀχοῦντα, μέτριον δὲ πεζοποροῦντα. τοῦ δὲ μετρίου ἐννοῶν οὐκ ἂν ἁμαρτάνοις· αὐτὸς γὰρ μέτρον ἕκαστος τοῦ μὴ λαθεῖν ὑπερπονοῦντας. 2 ὅταν μέντοι ἀδήλου ὄντος εἰ πολεμίοις ἐντεύξῃ πορεύῃ ποι, κατὰ μέρος χρὴ τὰς φυλὰς ἀναπαύειν. χαλεπὸν γὰρ εἰ πᾶσι καταβεβηκόσι πλησιάσειαν οἱ πολέμιοι. 3 καὶ ἢν μέν γε διὰ στενῶν ὁδῶν ἐλαύνῃς, ἀπὸ παραγγέλσεως εἰς κέρας ἡγητέον· ἢν δὲ πλατείαις ἐπιτυγχάνῃς ὁδοῖς, ἀπὸ παραγγέλσεως αὖ πλατυντέον τῆς φυλῆς ἑκάστης τὸ μέτωπον· ὅταν γε μὴν εἰς πεδίον ἀφικνῆσθε, ἐπὶ φάλαγγος πάσας τὰς φυλὰς […] ἀγαθὸν γὰρ καὶ μελέτης ἕνεκα ταῦτα ποιεῖν καὶ τοῦ ἥδιον διαπερᾶν τὰς ὁδοὺς ποικίλλοντας ἱππικαῖς τάξεσι τὰς πορείας. 4 ὅταν μέντοι ἔξω τῶν ὁδῶν διὰ δυσχωριῶν ἐλαύνητε, μάλα χρήσιμον καὶ ἐν πολεμίᾳ καὶ ἐν φιλίᾳ προελαύνειν τῆς φυλῆς ἑκάστης τῶν ὑπηρετῶν οἵτινες, ἢν ἀπόροις νάπαις ἐντυγχάνωσι, παριόντες ἐπὶ τὰ εὔπορα δηλώσουσι τοῖς ἱππεῦσιν ᾗ χρὴ τὴν ἔλασιν ποιεῖσθαι, ὡς μὴ ὅλαι αἱ τάξεις πλανῶνται. 5 ἢν δὲ δι’ ἐπικινδύνων ἐλαύνητέ που, φρονίμου ἱππάρχου τὸ τῶν προόδων ἄλλους προόδους διερευνωμένους προηγεῖσθαι ̔(τὸ γὰρ ὡς ἐκ πλείστου προαισθάνεσθαι πολεμίων χρήσιμον καὶ πρὸς τὸ ἐπιθέσθαι καὶ πρὸς τὸ φυλάξασθαἰ), καὶ τὸ ἀναμένειν δὲ ἐπὶ ταῖς διαβάσεσιν, ὡς μὴ κατακόπτωσι τοὺς ἵππους οἱ τελευταῖοι τὸν ἡγεμόνα διώκοντες. ἴσασι μὲν οὖν ταῦτα σχεδὸν ἅπαντες, καρτερεῖν δ’ ἐπιμελούμενοι οὐ πολλοὶ ἐθέλουσι.

6 Προσήκει δὲ ἱππάρχῳ ἔτι ἐν εἰρήνῃ ἐπιμελεῖσθαι ὅπως ἐμπείρως ἕξει τῆς τε πολεμίας καὶ τῆς φιλίας χώρας· ἢν δ’ ἄρα αὐτὸς ἀπείρως ἔχῃ, τῶν ἄλλων γε δὴ τοὺς ἐπιστημονεστάτους ἑκάστων τόπων παραλαμβάνειν. πολὺ γὰρ διαφέρει ἡγούμενος ὁ εἰδὼς τὰς ὁδοὺς τοῦ μὴ εἰδότος, καὶ ἐπιβουλεύων δὲ πολεμίοις ὁ εἰδὼς τοὺς τόπους τοῦ μὴ εἰδότος πολὺ διαφέρει. 7 καὶ κατασκόπων δὲ πρὶν πόλεμον εἶναι δεῖ μεμεληκέναι, ὅπως ἔσονται καὶ ἐκ πόλεων ἀμφοτέροις φιλίων καὶ ἐξ ἐμπόρων· πᾶσαι γὰρ αἱ πόλεις τοὺς εἰσάγοντάς τι ἀεὶ ὡς εὐμενεῖς δέχονται· καὶ ψευδαυτόμολοι δ’ ἔστιν ὅτε χρήσιμον. 8 οὐ μέντοι τοῖς γε κατασκόποις δεῖ ποτε πιστεύοντα φυλακῆς ἀμελεῖν, ἀλλ’ ἀεὶ οὕτως κατεσκευάσθαι χρή, ὥσπερ ἢν ἥξοντες εἰσηγγελμένοι ὦσιν οἱ πολέμιοι. καὶ γὰρ ἢν πάνυ πιστοὶ ὦσιν οἱ κατάσκοποι, χαλεπὸν ἐν καιρῷ ἀπαγγέλλειν· πολλὰ γὰρ ἐν πολέμῳ τὰ ἐμπόδια συμπίπτει. 9 τάς γε μὴν ἐξαγωγὰς τοῦ ἱππικοῦ ἧττον ἂν οἱ πολέμιοι αἰσθάνοιντο, εἰ ἀπὸ παραγγέλσεως γίγνοιντο μᾶλλον ἢ εἰ ὑπὸ κήρυκος ἢ εἰ ἀπὸ προγραφῆς. ἀγαθὸν οὖν καὶ [τὸ] πρὸς τὸ διὰ παραγγέλσεως ἐξάγειν τὸ δεκαδάρχους καθιστάναι, καὶ ⟨ἐπὶ⟩ τοῖς δεκαδάρχοις πεμπαδάρχους, ἵνα ὡς ἐλαχίστοις ἕκαστος παραγγέλλῃ· 10 καὶ τὸ μέτωπον δὲ οὕτως μηκύνοιεν ἂν τῆς τάξεως ἀταράκτως οἱ πεμπάδαρχοι παράγοντες, ὁπότε τούτου καιρὸς εἴη. ὅταν γε μὴν προφυλάττειν δέῃ, ἐγὼ μὲν ἀεὶ ἐπαινῶ τὰς κρυπτὰς σκοπάς τε καὶ φυλακάς· οὕτω γὰρ ἅμα μὲν τῶν φίλων φυλακαὶ γίγνονται, ἅμα δὲ τοῖς πολεμίοις ἐνέδραι κατασκευάζονται. 11  καὶ αὐτοὶ μὲν δυσεπιβουλευτότεροί εἰσιν ἀφανεῖς ὄντες, τοῖς δὲ πολεμίοις φοβερώτεροι. τὸ γὰρ εἰδέναι μὲν ὅτι εἰσί που φυλακαί, ὅπου δ’ εἰσὶ καὶ ὁπόσαι μὴ εἰδέναι, τοῦτο θαρσεῖν μὲν κωλύει τοὺς πολεμίους, ὑποπτεύειν δὲ ἀναγκάζει πάντα τὰ χωρία· αἱ δὲ φανεραὶ φυλακαὶ δῆλα παρέχουσι καὶ τὰ δεινὰ καὶ τὰ εὐθαρσῆ. 12 ἔτι δὲ τῷ [μὲν] κρυπτὰς ἔχοντι φυλακὰς ἐξέσται μὲν φανεροῖς ὀλίγοις ἔμπροσθεν τῶν κρυπτῶν φυλάττοντα πειρᾶσθαι τοὺς πολεμίους εἰς ἐνέδρας ὑπάγειν· ἀγρευτικὸν δὲ καὶ ὄπισθεν τῶν κρυπτῶν ἄλλοις φανεροῖς ἔστιν ὅτε φυλάττειν· καὶ τοῦτο γὰρ ἐξαπατητικὸν τῶν πολεμίων ὁμοίως τῷ πρόσθεν εἰρημένῳ.

13 Ἀλλὰ μὴν φρονίμου γε ἄρχοντος καὶ τὸ μήποτε κινδυνεύειν ἑκόντα, πλὴν ὅπου ἂν πρόδηλον ᾖ ὅτι πλέον ἕξει τῶν πολεμίων· τὸ δὲ ὑπηρετεῖν τὰ ἥδιστα τοῖς πολεμίοις προδοσία τῶν ξυμμάχων δικαίως ἂν μᾶλλον ἢ ἀνδρεία κρίνοιτο. 14 σῶφρον δὲ καὶ τὸ ἐκεῖσε ὁρμᾶν ὅπου ἂν ἀσθενῆ τὰ τῶν πολεμίων ᾖ, κἂν πρόσω ὄντα τυγχάνῃ. τὸ γὰρ σφόδρα πονῆσαι ἀκινδυνότερον ἢ πρὸς τοὺς κρείττους ἀγωνίζεσθαι. 15 ἢν δέ πῃ εἰς μέσον φιλίων τειχέων εἰσίωσιν οἱ πολέμιοι, κἂν πολὺ κρείττους ὄντες, καλὸν μὲν ἐντεῦθεν ἐπιχειρεῖν ὁποτέρωθι ἂν λελήθῃς παρών, καλὸν δὲ καὶ ἅμα ἀμφοτέρωθεν. ὅταν γὰρ οἱ ἕτεροι ἀποχωρῶσιν, οἱ ἐκ τοῦ ἐπὶ θάτερα ἐλαύνοντες ταράττοιεν μὲν ἂν τοὺς πολεμίους, σῴζοιεν δ’ ἂν τοὺς φίλους. 16 καὶ τὸ μὲν διὰ κατασκόπων πειρᾶσθαι εἰδέναι τὰ τῶν πολεμίων πάλαι εἴρηται ὡς ἀγαθόν ἐστιν· ἐγὼ δὲ πάντων ἄριστον νομίζω εἶναι τὸ αὐτὸν πειρᾶσθαι, ἢν ᾖ ποθεν ἐξ ἀσφαλοῦς, θεώμενον τοὺς πολεμίους ἀθρεῖν ἤν τι ἁμαρτάνωσι. 17 καὶ τὸ μὲν κλαπῆναι δυνατὸν πέμπειν χρὴ τοὺς ἐπιτηδείους κλέψοντας, τὸ δ’ ἁρπασθῆναι ἐγχωροῦν ἐφιέναι τοὺς ἁρπάσοντας. ἢν δὲ πορευομένων ποι τῶν πολεμίων ἀπαρτᾶταί τι ἀσθενέστερον τῆς αὑτοῦ δυνάμεως ἢ θαρροῦν ἀποσκεδαννύηται, οὐδὲ τοῦτο χρὴ λανθάνειν· ἀεὶ μέντοι ⟨τῷ⟩ ἰσχυροτέρῳ τὸ ἀσθενέστερον θηρᾶν. 18 δυνατὸν δὲ προσέχοντι τὸν νοῦν ταῦτα καταμανθάνειν, ἐπεὶ καὶ τὰ βραχυγνωμονέστερα ἀνθρώπου θηρία, οἵ τε ἴκτινοι δύνανται ὃ ἂν ἀφύλακτον ᾖ ἀφαρπάσαντες εἰς τὸ ἀσφαλὲς ἀποχωρεῖν πρὶν ληφθῆναι, καὶ οἱ λύκοι δὲ τά τε ἐρημούμενα φυλακῆς ἀγρεύουσι καὶ τὰ ἐν τοῖς δυσοράτοις κλέπτουσι, 19 κἂν μεταθέων γέ τις ἐπιγίγνηται κύων, ἢν μὲν ἥττων ᾖ, τούτῳ ἐπιτίθεται, ἢν δὲ κρείττων, ἀποσπάσας ὅ τι ἂν ἔχῃ ἀποχωρεῖ. ὅταν δέ γε φυλακῆς καταφρονήσωσι λύκοι, τάξαντες ἑαυτῶν τοὺς μὲν ἀπελάσαι τὴν φυλακήν, τοὺς δὲ ἁρπάζειν, οὕτω τὰ ἐπιτήδεια πορίζονται. 20 θηρίων γε μὴν δυναμένων τὰ τοιαῦτα φρονίμως λῄζεσθαι, πῶς οὐκ ἄνθρωπόν γε ὄντα εἰκὸς σοφώτερον τούτων φαίνεσθαι ἃ καὶ αὐτὰ τέχνῃ ὑπ’ ἀνθρώπου ἁλίσκεται;

V.  Κἀκεῖνό γε μὴν εἰδέναι ἱππικοῦ ἀνδρός, ἐκ πόσου ἂν ἵππος πεζὸν ἕλοι καὶ ἐξ ὁπόσου βραδεῖς ἵπποι ταχεῖς ἂν ἀποφύγοιεν. ἱππαρχικὸν δὲ καὶ χωρία γιγνώσκειν ἔνθα πεζοὶ κρείττους ἱππέων καὶ ἔνθα πεζῶν κρείττους ἱππῆς. 2 χρὴ δὲ μηχανητικὸν εἶναι καὶ τοῦ πολλοὺς μὲν φαίνεσθαι τοὺς ὀλίγους ἱππέας, πάλιν δ’ ὀλίγους τοὺς πολλούς, καὶ τοῦ δοκεῖν παρόντα μὲν ἀπεῖναι, ἀπόντα δὲ παρεῖναι, καὶ τοῦ μὴ τὰ τῶν πολεμίων μόνον κλέπτειν ἐπίστασθαι, ἀλλὰ καὶ τοὺς ἑαυτοῦ ἱππέας ἅμα κλέπτοντα ἐξ ἀπροσδοκήτου τοῖς πολεμίοις ἐπιτίθεσθαι. 3 ἀγαθὸν δὲ μηχάνημα καὶ τὸ δύνασθαι, ὅταν μὲν τὰ ἑαυτοῦ ἀσθενῶς ἔχῃ, φόβον παρασκευάζειν τοῖς πολεμίοις ὡς μὴ ἐπίθωνται, ὅταν δ’ ἐρρωμένως, θάρσος αὐτοῖς ἐμποιεῖν ὡς ἐγχειρῶσιν. οὕτω γὰρ αὐτὸς μὲν ἂν ἥκιστα κακῶς πάσχοις, τοὺς δὲ πολεμίους μάλιστ’ ἂν ἁμαρτάνοντας λαμβάνοις.

4 Ὅπως δὲ μὴ προστάττειν δοκῶ ἀδύνατα, γράψω καὶ ὡς ἂν γίγνοιτο τὰ δοκοῦντα αὐτῶν χαλεπώτατα εἶναι. τὸ μὲν τοίνυν μὴ σφάλλεσθαι ἐγχειροῦντα διώκειν ἢ ἀποχωρεῖν ἐμπειρία ποιεῖ ἵππων δυνάμεως. πῶς δ’ ἂν ἐμπείρως ἔχοις; εἰ προσέχοις τὸν νοῦν ἐν ταῖς μετὰ φιλίας ἀνθιππασίαις οἷοι ἀποβαίνουσιν ἐκ τῶν διώξεων τε καὶ φυγῶν. 5 ὅταν μέντοι βούλῃ τοὺς ἱππέας πολλοὺς φαίνεσθαι, ἓν μὲν πρῶτον ὑπαρχέτω, ἤνπερ ἐγχωρῇ, μὴ ἐγγὺς τῶν πολεμίων ἐγχειρεῖν ἐξαπατᾶν· καὶ γὰρ ἀσφαλέστερον τὸ πρόσω καὶ ἀπατητικώτερον. ἔπειτα δὲ χρὴ εἰδέναι ὅτι ἁθρόοι μὲν ἵπποι πολλοὶ φαίνονται διὰ τὸ μέγεθος τοῦ ζῴου, διασπειρόμενοι δ’ εὐαρίθμητοι γίγνονται. 6 ἔτι δ’ ἂν πλέον σοι τὸ ἱππικὸν τοῦ ὄντος φαίνοιτο, εἰ τοὺς ἱπποκόμους εἰς τοὺς ἱππέας ἐνισταίης μάλιστα μὲν δόρατα, εἰ δὲ μή, ὅμοια δόρασιν ἔχοντας, ἤν τε ἑστηκὸς ἐπιδεικνύῃς τὸ ἱππικὸν ἤν τε παράγῃς· ἀνάγκη γὰρ τὸν ὄγκον τῆς τάξεως οὕτω μείζω τε καὶ πυκνότερον φαίνεσθαι. 7 ἢν δ’ αὖ τοὺς πολλοὺς ὀλίγους βούλῃ δοκεῖν εἶναι, ἢν μέν σοι χωρία ὑπάρχῃ οἷα συγκρύπτειν, δῆλον ὅτι τοὺς μὲν ἐν τῷ φανερῷ ἔχων, τοὺς δ’ εἰς τὸ ἄδηλον ἀποκρύπτων κλέπτοις ἂν τοὺς ἱππέας· ἢν δὲ πᾶν καταφανὲς ᾖ τὸ χωρίον, δεκάδας χρὴ στοιχούσας ποιήσαντα διαλειπούσας παράγειν, καὶ τοὺς μὲν πρὸς τῶν πολεμίων ἱππέας ἑκάστης δεκάδος ὀρθὰ τὰ δόρατα ἔχειν, τοὺς δ’ ἄλλους ταπεινὰ καὶ μὴ ὑπερφανῆ. 8 φοβεῖν γε μὴν τοὺς πολεμίους καὶ ψευδενέδρας οἷόν τε καὶ ψευδοβοηθείας καὶ ψευδαγγελίας ποιοῦντα. θαρσοῦσι δὲ μάλιστα πολέμιοι, ὅταν τοῖς ἐναντίοις πράγματα καὶ ἀσχολίας πυνθάνωνται. 9 τούτων δὲ γεγραμμένων μηχανᾶσθαι αὐτὸν χρὴ πρὸς τὸ παρὸν ἀεὶ ἀπατᾶν· ὄντως γὰρ οὐδὲν κερδαλεώτερον ἀπάτης ἐν πολέμῳ. 10 ὁπότε γὰρ καὶ οἱ παῖδες, ὅταν παίζωσι ποσίνδα, δύνανται ἀπατᾶν προί̈σχοντες ὥστε ὀλίγους τ’ ἔχοντες πολλοὺς δοκεῖν ἔχειν καὶ πολλοὺς προέχοντες ὀλίγους φαίνεσθαι ἔχειν, πῶς οὐκ ἄνδρες γε τῷ ἐξαπατᾶν προσέχοντες τὸν νοῦν δύναιντ’ ἂν τοιαῦτα μηχανᾶσθαι; 11 καὶ ἐνθυμούμενος δ’ ἂν τὰ ἐν τοῖς πολέμοις πλεονεκτήματα εὕροι ἄν τις τὰ πλεῖστα καὶ μέγιστα σὺν ἀπάτῃ γεγενημένα. ὧν ἕνεκα ἢ οὐκ ἐγχειρητέον ἄρχειν ἢ τοῦτο σὺν τῇ ἄλλῃ παρασκευῇ καὶ παρὰ θεῶν αἰτητέον δύνασθαι ποιεῖν καὶ αὐτῷ μηχανητέον. 12 οἷς δὲ θάλαττα πρόσεστιν, ἀπατητικὸν καὶ τὸ πλοῖα παρασκευαζόμενον πεζῇ τι πρᾶξαι καὶ τὸ πεζῇ προσποιούμενον ἐπιβουλεύειν κατὰ θάλατταν ἐπιχειρῆσαι.

13 Ἱππαρχικὸν δὲ καὶ τὸ διδάσκειν τὴν πόλιν ὡς ἀσθενὲς τὸ πεζῶν ἔρημον ἱππικὸν πρὸς τὸ ἁμίππους πεζοὺς ἔχον. ἱππαρχικὸν δὲ καὶ τὸ λαβόντα πεζοὺς αὐτοῖς χρῆσθαι· ἔστι δὲ πεζοὺς οὐ μόνον ἐντὸς ἀλλὰ καὶ ὄπισθεν ἱππέων ἀποκρύψασθαι· πολὺ γὰρ μείζων ὁ ἱππεὺς τοῦ πεζοῦ. 14 ταῦτα δὲ πάντα ἐγὼ καὶ ὅσα πρὸς τούτοις τις μηχανήσεται ἢ βίᾳ ἢ τέχνῃ αἱρεῖν τοὺς ἐναντίους βουλόμενος σὺν τῷ θεῷ πράττειν συμβουλεύω, ἵνα καὶ ἡ τύχη συνεπαινῇ θεῶν ἵλεων ὄντων. 15 ἔστι δ’ ὅτε πάνυ ἀπατητικὸν καὶ τὸ λίαν φυλακτικὸν προσποιήσασθαι εἶναι καὶ μηδαμῶς φιλοκίνδυνον· τοῦτο γὰρ τοὺς πολεμίους πολλάκις προάγεται ἀφυλακτοῦντας μᾶλλον ἁμαρτάνειν. ἢν δ’ ἅπαξ δόξῃ τις φιλοκίνδυνος εἶναι, ἔξεστι καὶ ἡσυχίαν ἔχοντα, προσποιούμενον δὲ πράξειν τι, πράγματα παρέχειν τοῖς πολεμίοις.

VI.  Ἀλλὰ γὰρ οὐδὲν ἄν τις δύναιτο πλάσαι οἷον βούλεται, εἰ μὴ ἐξ ὧν γε πλάττοιτο παρεσκευασμένα εἴη ὡς πείθεσθαι τῇ τοῦ χειροτέχνου γνώμῃ· οὐδέ γ’ ἂν ἐξ ἀνδρῶν, εἰ μὴ σὺν θεῷ οὕτω παρεσκευασμένοι ἔσονται ὡς φιλικῶς τε ἔχειν πρὸς τὸν ἄρχοντα καὶ φρονιμώτερον σφῶν αὐτὸν ἡγεῖσθαι περὶ τῶν πρὸς τοὺς πολεμίους ἀγώνων.

2 Εὐνοϊκῶς μὲν οὖν ἔχειν [καὶ] ἐκ τῶνδε εἰκὸς τοὺς ἀρχομένους, ὅταν φιλοφρόνως τε ἔχῃ πρὸς αὐτοὺς καὶ προνοῶν φαίνηται ὅπως τε σῖτον ἕξουσι καὶ ὅπως ἀσφαλῶς μὲν ἀποχωρήσουσι, πεφυλαγμένως δὲ ἀναπαύσονται. 3 ἐν δὲ ταῖς φρουραῖς χρὴ καὶ χιλοῦ καὶ σκηνῶν καὶ ὕδατος καὶ φρυγάνων καὶ τῶν ἄλλων ἐπιτηδείων φανερὸν εἶναι ἐπιμελόμενον καὶ προνοοῦντά τε καὶ ἀγρυπνοῦντα ἕνεκα τῶν ἀρχομένων. καὶ ὅταν γε πλέον ἔχῃ τι, τὸ μεταδοῦναι κερδαλέον τῷ προεστηκότι.

4 Ἥκιστα δ’ ἂν καταφρονοῖεν ἄρχοντος, ὡς μὲν συνελόντι εἰπεῖν, εἰ ὁπόσα ἐκείνοις παραινοίη, αὐτὸς ταῦτα βέλτιον ἐκείνων φαίνοιτο ποιῶν. 5 ἀρξάμενον οὖν δεῖ ἀπὸ τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾶν, ὅπως ὁρῶσι τὸν ἄρχοντα δυνάμενον ἐπὶ τοῦ ἵππου καὶ τάφρους ἀσφαλῶς περᾶν καὶ τειχία ὑπερακρίζειν καὶ ἀπ’ ὄχθων κατορούειν καὶ ἀκοντίζειν ἱκανῶς· πάντα γὰρ ταῦτα προκόπτει τι εἰς τὸ μὴ καταφρονεῖσθαι. 6  ἢν δὲ δὴ καὶ τάττειν γνῶσιν ἐπιστάμενόν τε καὶ δυνάμενον παρασκευάζειν ὡς ἂν πλέον ἔχοιεν τῶν πολεμίων, πρὸς δὲ τούτοις κἀκεῖνο λάβωσιν εἰς τὴν γνώμην, ὡς οὔτ’ ἂν εἰκῇ οὔτ’ ἄνευ θεῶν οὔτε παρὰ τὰ ἱερὰ ἡγήσαιτ’ ἂν ἐπὶ πολεμίους, πάντα ταῦτα πιθανωτέρους τῷ ἄρχοντι τοὺς ἀρχομένους ποιεῖ.

VII.  Παντὶ μὲν οὖν προσήκει ἄρχοντι φρονίμῳ εἶναι· πολὺ μέντοι τὸν Ἀθηναίων ἵππαρχον διαφέρειν δεῖ καὶ τῷ τοὺς θεοὺς θεραπεύειν καὶ τῷ πολεμικὸν εἶναι, ᾧ γε ὑπάρχουσι μὲν ὅμοροι ἀντίπαλοι ἱππεῖς τε παραπλήσιοι τὸ πλῆθος καὶ ὁπλῖται πολλοί. 2 κἂν μὲν εἰς τὴν πολεμίαν ἐμβάλλειν ἐπιχειρῇ ἄνευ τῆς ἄλλης πόλεως, πρὸς ἀμφοτέρους τούτους μόνοις ἂν τοῖς ἱππεῦσι διακινδυνεύοι. ἢν δ’ οἱ πολέμιοι εἰς τὴν Ἀθηναίων χώραν ἐμβάλωσι, πρῶτον μὲν οὐκ ἂν ἄλλως ἔλθοιεν εἰ μὴ σὺν ἄλλοις τε ἱππεῦσι πρὸς τοῖς ἑαυτῶν καὶ πρὸς τούτοις ὁπλίταις ὁπόσοις ἂν οἴωνται πάντας Ἀθηναίους μὴ ἱκανοὺς εἶναι μάχεσθαι. 3 πρὸς οὖν τοσούτους πολεμίους ἢν μὲν ἡ πόλις πᾶσα ἐπεξίῃ ἀρήξουσα τῇ χώρᾳ, ἐλπίδες καλαί. ἱππεῖς τε γὰρ σὺν θεῷ ἀμείνους, ἤν τις αὐτῶν ἐπιμελῆται ὡς δεῖ, ὁπλῖταί τε οὐ μείους ἔσονται καὶ τὰ σώματα τοίνυν οὐ χείρω ἔχοντες καὶ τὰς ψυχὰς φιλοτιμότεροι, ἢν ὀρθῶς ἀσκηθῶσι σὺν θεῷ. καὶ μὴν ἐπί γε τοῖς προγόνοις οὐ μεῖον Ἀθηναῖοι ἢ Βοιωτοὶ φρονοῦσιν. 4 ἢν δὲ ἡ μὲν πόλις τρέπηται ἐπὶ τὰ ναυτικὰ καὶ ἀρκῇ αὐτῇ τὰ τείχη διασῴζειν, ὥσπερ καὶ ὁπότε Λακεδαιμόνιοι σὺν ἅπασι τοῖς Ἕλλησιν ἐνέβαλον, τοὺς δὲ ἱππέας ἀξιώσῃ τά τε ἐκτὸς τοῦ τείχους διασῴζειν καὶ αὐτοὺς μόνους διακινδυνεύειν πρὸς πάντας τοὺς ἐναντίους, ἐνταῦθα δὴ θεῶν μὲν οἶμαι πρῶτον συμμάχων ἰσχυρῶν δεῖ, ἔπειτα δὲ καὶ τὸν ἵππαρχον προσήκει ἀποτετελεσμένον ἄνδρα εἶναι. καὶ γὰρ φρονήσεως δεῖ πολλῆς πρὸς τοὺς πολὺ πλείους καὶ τόλμης, ὁπότε καιρὸς παραπέσοι· 5 δεῖ δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ αὐτὸν προνοεῖν ἱκανὸν εἶναι. πρὸς μὲν γὰρ τὸ παρὸν στράτευμα διακινδυνεύων, ᾧ μηδὲ ὅλη ἡ πόλις θέλοι ἀντικαθίστασθαι, δῆλον ὅτι πάσχοι ἂν ὅ τι οἱ κρείττους βούλοιντο, ποιεῖν δὲ οὐδὲν ἂν ἱκανὸς εἴη, 6 εἰ δὲ φυλάττοι μὲν τὰ ἔξω τείχους τοσούτοις ὅσοι σκοπεύειν τε τοὺς πολεμίους ἱκανοὶ ἔσονται καὶ ἀναχωρίζειν εἰς τὸ ἀσφαλὲς τὰ δεόμενα ὡς ἐκ πλείστου — ἱκανοὶ δὲ καὶ προορᾶν οὐδὲν ἧττον οἱ ὀλίγοι τῶν πολλῶν, καὶ φυλάττειν τοίνυν καὶ ἀναχωρίζειν τὰ φίλια οὐκ ἀκαιρότεροι οἱ μήτε αὑτοῖς μήτε τοῖς ἵπποις πιστεύοντες· 7 ὁ γὰρ φόβος δεινὸς δοκεῖ συμφύλαξ εἶναι — τοὺς μὲν ⟨οὖν⟩ φύλακας ἐκ τούτων ἄν τις ποιῶν ἴσως ὀρθῶς βουλεύοιτο· τοὺς δὲ περιττοὺς τῆς φυλακῆς εἰ μέν τις στρατιὰν ἔχειν ἡγήσεται, ὀλίγη αὐτῷ φανεῖται· τοῦ παντὸς γὰρ ἐνδεήσεται ὥστε ἐκ τοῦ ἐμφανοῦς διακινδυνεύειν· ἢν δὲ ὡς λῃσταῖς αὐτοῖς χρῆται, πάνυ ἂν ὡς τὸ εἰκὸς ἱκανὴν τοῦτο πράττειν ἔχοι δύναμιν. 8 δεῖ δέ, ὡς ἐμοὶ δοκεῖ, τούτους παρεσκευασμένους ἀεὶ ἔχοντα ὡς ποιεῖν τι μὴ καταφανῆ ὄντα φυλάττειν, ἤν τι ἁμαρτάνῃ τὸ τῶν πολεμίων στράτευμα. 9 φιλοῦσι δέ πως στρατιῶται, ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ πλείω ἁμαρτάνειν. ἢ γὰρ ἐπὶ τὰ ἐπιτήδεια ἐπιμελείᾳ σκεδάννυνται ἢ πορευομένων ἀταξίᾳ οἱ μὲν προέρχονται, οἱ δ’ ὑπολείπονται πλέον τοῦ καιροῦ. 10 τὰ οὖν τοιαῦτα ἁμαρτήματα οὐ χρὴ παριέναι ἀκόλαστα ̔(εἰ δὲ μή, ὅλη ἡ χώρα στρατόπεδον ἔσταἰ) ἐκεῖνο καλῶς προνοοῦντα, καὶ ποιήσαντά τι φθάσαι ἀποχωρήσαντα πρὶν τὸ πολὺ βοηθοῦν ἐπιγενέσθαι. 11 πολλάκις δὲ πορευόμενον στράτευμα καὶ εἰς ὁδοὺς ἔρχεται ἐν αἷς οὐδὲν πλέον οἱ πολλοὶ τῶν ὀλίγων δύνανται. καὶ ἐν διαβάσεσί γε ἔστι τῷ προσέχοντι τὸν νοῦν ἀσφαλῶς ἐφεπομένῳ ταμιεύσασθαι ὥστε ὁπόσοις ἂν βούληται τῶν πολεμίων ἐπιτίθεσθαι. 12 ἔστι δ’ ὅτε καλὸν καὶ στρατοπεδευομένοις καὶ ἀριστῶσι καὶ δειπνοποιουμένοις ἐπιχειρεῖν, καὶ ἐκ κοίτης γε ἀνισταμένοις. ἐν πᾶσι γὰρ τούτοις ἄοπλοι στρατιῶται γίγνονται, μείονα μὲν χρόνον οἱ ὁπλῖται, πλείονα δὲ οἱ ἱππεῖς. 13 σκοποῖς μέντοι καὶ προφυλακαῖς οὐδέποτε δεῖ παύεσθαι ἐπιβουλεύοντα. οὗτοι γὰρ αὖ ὀλίγοι μὲν ἀεὶ καθίστανται, πολὺ δὲ τοῦ ἰσχυροῦ ἐνίοτε ἀποστατοῦσιν. 14 ὅταν δὲ τὰ τοιαῦτα ἤδη καλῶς φυλάττωνται οἱ πολέμιοι, καλόν ἐστι σὺν θεῷ λαθόντα ἐλθεῖν εἰς τὴν πολεμίαν μεμελετηκότα ὡς […] ⟨πόσ⟩οι τε ἑκασταχοῦ καὶ ποῦ τῆς χώρας προφυλάττουσιν. οὐδεμία γὰρ οὕτω καλὴ λεία ὡς αἱ φυλακαί, ἢν κρατηθῶσι. 15 καὶ εὐεξαπάτητοι δ’ εἰσὶν οἱ φύλακες· διώκουσι γὰρ ὅ τι ἂν ὀλίγον ἴδωσι, νομίζοντες σφίσι τοῦτο προστετάχθαι. τὰς μέντοι ἀποχωρήσεις σκοπεῖν δεῖ ὅπως μὴ ἐναντίαι τοῖς βοηθοῦσιν ἔσονται.

VIII.  Τοὺς μέντοι μέλλοντας δυνήσεσθαι ἀσφαλῶς τὸ πολὺ κρεῖττον στράτευμα κακουργεῖν σαφῶς δεῖ τοσοῦτον διαφέρειν ὥστε αὐτοὺς μὲν ἀσκητὰς φαίνεσθαι τῶν πολεμικῶν ἐν ἱππικῇ ἔργων, τοὺς δὲ πολεμίους ἰδιώτας. 2 τοῦτο δ’ ἂν εἴη πρῶτον μὲν ⟨εἰ οἱ⟩ λῄζεσθαι μέλλοντες ἐκπεπονημένοι εἶεν τῇ ἐλάσει, ὥστε δύνασθαι στρατιωτικοὺς πόνους ὑποφέρειν· οἱ γὰρ πρὸς ταῦτα ἀμελῶς ἔχοντες καὶ ἵπποι καὶ ἄνδρες εἰκότως ἂν ὥσπερ γυναῖκες πρὸς ἄνδρας ἀγωνίζοιντο. 3 οἱ δέ γε δεδιδαγμένοι τε καὶ εἰθισμένοι τάφρους διαπηδᾶν καὶ τειχία ὑπεραίρειν καὶ ἐπ’ ὄχθους ἀνάλλεσθαι καὶ ἀφ’ ὑψηλῶν ἀσφαλῶς κατιέναι καὶ τὰ κατάντη ταχὺ ἐλαύνεσθαι, οὗτοι δ’ αὖ τοσοῦτον διαφέροιεν ἂν τῶν ἀμελετήτων ταῦτα ὅσονπερ πτηνοὶ πεζῶν· οἱ δέ γε αὖ τοὺς πόδας ἐκπεπονημένοι τῶν ἀτριβῶν πρὸς τραχέα ὅσονπερ ὑγιεῖς χωλῶν· καὶ οἵ γε τῶν τόπων ἔμπειροι πρὸς τοὺς ἀπείρους τοσοῦτον ἐν ταῖς προελάσεσι καὶ ἀποχωρήσεσι διαφέροιεν ἂν ὅσονπερ οἱ ὁρῶντες τῶν τυφλῶν.

4 Καὶ τοῦτο δὲ χρὴ εἰδέναι, ὅτι [οἱ] εὐωχούμενοι ⟨μὲν οἱ⟩ ἵπποι, [μὴ] ἐκπεπονημένοι δὲ ὥστε ⟨μὴ⟩ ἀποπνίγεσθαι ἐν τοῖς πόνοις, εὖ παρεσκευασμένοι εἰσί. χρὴ δέ, ἐπείπερ χαλινοὶ καὶ ἐφίππια ἐξ ἱμάντων ἠρτημένα ἐστί [χρήσιμα], μήποτε τὸν ἵππαρχον τούτων ἔρημον εἶναι· μικρᾷ γὰρ δαπάνῃ τοὺς ἀποροῦντας χρησίμους ἂν παρέχοιτο.

5 Εἰ δέ τις νομίζοι πολλὰ ἔχειν ἂν πράγματα, εἰ οὕτω δεήσει ἀσκεῖν τὴν ἱππικήν, ἐνθυμηθήτω ὅτι οἱ εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀσκοῦντες πολὺ πλείω πράγματα καὶ χαλεπώτερα ἔχουσιν ἢ οἱ τὴν ἱππικὴν τὰ μάλιστα μελετῶντες. 6 καὶ γὰρ τῶν μὲν γυμνικῶν ἀσκημάτων τὰ πολλὰ σὺν ἱδρῶτι ἐκπονοῦνται, τῆς δὲ ἱππικῆς τὰ πλεῖστα μεθ’ ἡδονῆς. ὅπερ γὰρ εὔξαιτ’ ἄν τις πτηνὸς γενέσθαι, οὐκ ἔστιν ὅ τι μᾶλλον τῶν ἀνθρωπίνων ἔργων ἔοικεν αὐτῷ. 7 καὶ μὴν τό γ’ ἐν πολέμῳ νικᾶν πολλῷ ἐνδοξότερον ἢ πυγμῇ· μετέχει μὲν γάρ τι καὶ ἡ πόλις ταύτης τῆς δόξης· ὡς δὲ τὰ πολλὰ ἐπὶ τῇ τοῦ πολέμου νίκῃ καὶ εὐδαιμονίᾳ οἱ θεοὶ τὰς πόλεις στεφανοῦσιν, ὥστ’ οὐκ οἶδ’ ἔγωγε τί προσήκει ἄλλ’ ἄττα μᾶλλον ἀσκεῖσθαι ἢ τὰ πολεμικά. 8 ἐννοεῖν δὲ χρὴ ὅτι καὶ οἱ κατὰ θάλατταν λῃσταὶ διὰ τὸ πονεῖν ἠσκηκέναι δύνανται ζῆν καὶ ἀπὸ τῶν πολὺ κρειττόνων. προσήκει γε μὴν καὶ κατὰ γῆν οὐ τοῖς καρπουμένοις τὰ ἑαυτῶν ἀλλὰ τοῖς στερισκομένοις τῆς τροφῆς λῄζεσθαι· ἢ γὰρ ἐργαστέον ἢ ἀπὸ τῶν εἰργασμένων θρεπτέον· ἄλλως δ’ οὐ ῥᾴδιον οὔτε βιοτεύειν οὔτε εἰρήνης τυχεῖν.

9 Μεμνῆσθαι δὲ κἀκεῖνο χρή, μήποτε ἐπὶ τοὺς κρείττους ἐλαύνειν ὄπισθεν ἵπποις δύσβατα ποιούμενον· οὐ γὰρ ὅμοιον φεύγοντι καὶ διώκοντι σφαλῆναι. 10 ἔτι δὲ βούλομαι ὑπομνῆσαι καὶ τόδε φυλάττεσθαι. εἰσὶ γάρ τινες οἵ, ὅταν μὲν ἴωσιν ἐπὶ τούτους ὧν ἂν οἴωνται κρείττους εἶναι, παντάπασιν ἀσθενεῖ δυνάμει ἔρχονται, ὥστε πολλάκις ἔπαθον ἃ ᾤοντο ποιήσειν· ὅταν δ’ ἐπὶ τούτους ὧν ἂν σαφῶς ἐπίστωνται ἥττους ὄντες, πᾶσαν ὅσην ἂν ἔχωσι δύναμιν ἄγουσιν. 11 ἐγὼ δέ φημι χρῆναι τἀναντία τούτων ποιεῖν· ὅταν μὲν κρατήσειν οἰόμενος ἄγῃ, μὴ φείδεσθαι τῆς δυνάμεως ὅσην ἂν ἔχῃ· τὸ γὰρ πολὺ νικᾶν οὐδενὶ πώποτε μεταμέλειαν παρέσχεν· 12 ὅταν δὲ τοῖς πολὺ κρείττοσιν ἐπιχειρῇ καὶ προγιγνώσκῃ ὅτι ποιήσαντα ὅ τι ἂν δύνηται φευκτέον ἐστίν, εἰς τὰ τοιαῦτά φημι πολὺ κρεῖττον εἶναι ὀλίγους ἢ πάντας προσάγειν, τοὺς μέντοι ἀπειλεγμένους καὶ ἵππους καὶ ἄνδρας τοὺς κρατίστους. τοιοῦτοι γὰρ ὄντες καὶ ποιῆσαι ἄν τι καὶ ἀποχωρῆσαι ἀσφαλέστερον ἂν δύναιντο. 13 ὅταν δὲ πρὸς τοὺς κρείττους πάντας προσαγαγὼν ἀποχωρεῖν βούληται, ἀνάγκη τοὺς μὲν ἐπὶ τῶν βραδυτάτων ἵππων ἁλίσκεσθαι, τοὺς δὲ καὶ δι’ ἀφιππίαν πίπτειν, τοὺς δὲ διὰ δυσχωρίας ἀπολαμβάνεσθαι· καὶ γὰρ πολὺν τόπον χαλεπὸν εὑρεῖν οἷον ἄν τις εὔξαιτο. 14 ὑπό γε μὴν τοῦ πλήθους καὶ συμπίπτοιεν ἂν καὶ ἐμποδίζοντες πολλὰ ἂν ἀλλήλους κακουργοῖεν. οἱ δ’ ἀγαθοὶ ἵπποι καὶ ἱππεῖς δυνατοὶ καὶ ἐξ αὐτῶν διαφεύγειν ἄλλως τε ἂν καὶ μηχανᾶταί τις τοῖς διώκουσι φόβον ἀπὸ τῶν περιττῶν ἱππέων. 15 σύμφορον δ’ εἰς τοῦτο καὶ αἱ ψευδενέδραι· χρήσιμον δὲ κἀκεῖνο, τὸ εὑρίσκειν πόθεν ἂν οἱ φίλοι ἐξ ἀσφαλοῦς ἐπιφαινόμενοι βραδυτέρους τοὺς διώκοντας παρέχοιεν. 16 ἀλλὰ μὴν καὶ τόδε δῆλον, ὡς πόνοις καὶ τάχει οἱ ὀλίγοι τῶν πολλῶν πολὺ μᾶλλον ἢ οἱ πολλοὶ τῶν ὀλίγων περιγίγνοιντ’ ἄν. καὶ οὐ λέγω ὡς διὰ τὸ ὀλίγοι εἶναι καὶ πονεῖν μᾶλλον δυνήσονται καὶ θάττους ἔσονται, ἀλλ’ ὅτι ῥᾷον εὑρεῖν ὀλίγους ἢ πολλοὺς τοὺς καὶ τῶν ἵππων ἐπιμελησομένους ὡς δεῖ καὶ αὐτοὺς φρονίμως μελετήσοντας τὴν ἱππικήν.

17 Ἢν δέ ποτε συμβαίνῃ ἀγωνίζεσθαι πρὸς παραπλησίους ἱππέας, ἐγὼ μὲν οἶμαι οὐκ ἂν χεῖρον εἶναι εἴ τις δύο τάξεις ἐκ τῆς φυλῆς ποιήσειεν, καὶ τῆς μὲν ὁ φύλαρχος ἡγοῖτο, 18 τῆς δὲ ἄλλης ὅστις ἄριστος δοκοίη εἶναι, οὗτος δὲ τέως μὲν ἕποιτο κατ’ οὐρὰν τῆς μετὰ τοῦ φυλάρχου τάξεως, ἐπεὶ δ’ ἐγγὺς ἤδη εἶεν οἱ ἀντίπαλοι, ἀπὸ παραγγέλσεως παρελαύνοι ἐπὶ τοὺς πολεμίους. οὕτω γὰρ οἶμαι καὶ ἐκπληκτικωτέρους τοῖς ἐχθροῖς ἂν εἶναι καὶ δυσμαχωτέρους. 19 εἰ δὲ καὶ πεζοὺς ἔχοιεν ἑκάτεροι, καὶ οὗτοι ἀποκεκρυμμένοι ὄπισθεν τῶν ἱππέων, ἐξαπίνης δὲ παραφαινόμενοι καὶ ὁμόσε ἰόντες δοκοῦσιν ἄν μοι τὴν νίκην πολὺ μᾶλλον κατεργάζεσθαι. ὁρῶ γὰρ τὰ παράδοξα ἢν μὲν ἀγαθὰ ᾖ, μᾶλλον εὐφραίνοντα τοὺς ἀνθρώπους, ἢν δὲ δεινά, μᾶλλον ἐκπλήττοντα. 20 ταῦτα δὲ γνοίη ἄν τις μάλιστα ἐνθυμούμενος ὡς οἵ τε ἐνέδραις ἐμπίπτοντες ἐκπλήττονται, καὶ ἐὰν πολὺ πλείους ὦσι, καὶ ὅταν πολέμιοι ἀλλήλοις ἀντικάθωνται, ὡς πολὺ ταῖς πρώταις ἡμέραις φοβερώτατα ἔχουσιν. 21 ἀλλὰ τὸ μὲν διατάξαι ταῦτα οὐ χαλεπόν· τὸ δ’ εὑρεῖν τοὺς φρονίμως καὶ πιστῶς καὶ προθύμως καὶ εὐψύχως παρελῶντας ἐπὶ τοὺς πολεμίους, τοῦτο ἤδη ἀγαθοῦ ἱππάρχου. 22 δεῖ γὰρ καὶ λέγειν αὐτὸν ἱκανὸν εἶναι καὶ ποιεῖν τοιαῦτα ἀφ’ ὧν οἱ ἀρχόμενοι γνώσονται ἀγαθὸν εἶναι τό τε πείθεσθαι καὶ τὸ ἕπεσθαι καὶ τὸ ὁμόσε ἐλαύνειν τοῖς πολεμίοις καὶ ἐπιθυμήσουσι τοῦ καλόν τι ἀκούειν καὶ δυνήσονται ἃ ἂν γνῶσιν ἐγκαρτερεῖν. 23 ἐὰν δέ ποτε αὖ ἢ φαλάγγων ἀντιτεταγμένων ἢ χωρίων ἑκατέροις ὑπαρχόντων ἐν τῷ μέσῳ τοῖς ἱππεῦσιν ἀναστροφαί τε καὶ διώξεις καὶ ἀποχωρήσεις γίγνωνται, εἰώθασι μὲν ὡς τὰ πολλὰ ἐκ τῶν τοιούτων ὁρμᾶν μὲν [ἐκ τῶν ἀναστροφῶν] βραδέως ἀμφότεροι, τὸ δ’ ἐν μέσῳ τάχιστα ἐλαύνειν. 24 ἢν δέ τις οὕτω προδείξας ἔπειτα [δ’] ἐκ τῶν ἀναστροφῶν ταχέως τε διώκῃ καὶ ταχέως ἀποχωρῇ, βλάπτειν τ’ ἂν μάλιστα τοὺς πολεμίους δύναιτο καὶ ὡς τὸ εἰκὸς ἀσφαλέστατ’ ἂν διάγοι, ταχὺ μὲν διώκων ἐν ᾧ ἂν ἐγγὺς ᾖ τοῦ ἑαυτοῦ ἰσχυροῦ, ταχὺ δὲ ἀποχωρῶν ἀπὸ τῶν τοῖς πολεμίοις ἰσχυρῶν. 25 εἰ δὲ καὶ λαθεῖν δύναιτο ἀπὸ τῆς τάξεως ἑκάστης καταλιπὼν ἢ τέτταρας ἢ πέντε τῶν κρατίστων ἵππων τε καὶ ἀνδρῶν, πολὺ ἂν προέχοιεν εἰς τὸ ἐπαναστρεφομένοις τοῖς πολεμίοις ἐμπίπτειν.

IX.  Ταῦτα δὲ ἀναγιγνώσκειν μὲν καὶ ὀλιγάκις ἀρκεῖ, ἐννοεῖν δὲ τὸ παρατυγχάνον αὐτῷ ἀεὶ δεῖ, καὶ πρὸς τὸ παριστάμενον σκοποῦντα τὸ συμφέρον ἐκπονεῖν. γράψαι δὲ πάντα ὁπόσα δεῖ ποιεῖν οὐδὲν μᾶλλον οἷόν τέ ἐστιν ἢ τὰ μέλλοντα πάντα εἰδέναι. 2  πάντων δὲ τῶν ὑπομνημάτων ἔμοιγε δοκεῖ κράτιστον εἶναι τὸ ὅσα ἂν γνῷ ἀγαθὰ εἶναι ἐπιμελεῖσθαι ὡς ἂν πραχθῇ. ὀρθῶς δὲ γιγνωσκόμενα οὐ φέρει καρπὸν οὔτ’ ἐν γεωργίᾳ οὔτ’ ἐν ναυκληρίᾳ οὔτ’ ἐν ἀρχῇ, ἢν μή τις ἐπιμέληται ὡς ἂν ταῦτα σὺν τοῖς θεοῖς ἐκπεραίνηται.

3 Φημὶ δ’ ἐγὼ [ταῦτα] καὶ τὸ πᾶν ἱππικὸν ὧδ’ ἂν πολὺ θᾶττον ἐκπληρωθῆναι εἰς τοὺς χιλίους ἱππεῖς καὶ πολὺ ῥᾷον τοῖς πολίταις, εἰ διακοσίους ἱππέας ξένους καταστήσαιντο· δοκοῦσι γὰρ ἄν μοι οὗτοι προσγενόμενοι καὶ εὐπειστότερον ἂν πᾶν τὸ ἱππικὸν ποιῆσαι καὶ φιλοτιμότερον πρὸς ἀλλήλους περὶ ἀνδραγαθίας. 4 οἶδα δ’ ἔγωγε καὶ Λακεδαιμονίοις ἱππικὸν ἀρξάμενον εὐδοκιμεῖν, ἐπεὶ ξένους ἱππέας προσέλαβον. καὶ ἐν ταῖς ἄλλαις δὲ πόλεσι πανταχοῦ τὰ ξενικὰ ὁρῶ εὐδοκιμοῦντα· ἡ γὰρ χρεία μεγάλην προθυμίαν συμβάλλεται. 5 εἰς δὲ τιμὴν τῶν ἵππων νομίζω ἂν αὐτοῖς χρήματα ὑπάρξαι καὶ παρὰ τῶν σφόδρα ἀπεχομένων μὴ ἱππεύειν, ὅτι καὶ οἷς καθίστησι τὸ ἱππικὸν ἐθέλουσι τελεῖν ἀργύριον ὡς μὴ ἱππεύειν, ⟨καὶ⟩ παρὰ πλουσίων μέν, ἀδυνάτων δὲ τοῖς σώμασιν, οἴομαι δὲ καὶ παρ’ ὀρφανῶν τῶν δυνατοὺς οἴκους ἐχόντων. 6 νομίζω δὲ καὶ μετοίκων φιλοτιμεῖσθαι ἄν τινας εἰς ἱππικὸν καθισταμένους· ὁρῶ γὰρ καὶ τῶν ἄλλων ὁπόσων ἂν καλῶν ὄντων μεταδιδῶσιν αὐτοῖς οἱ πολῖται, φιλοτίμως ἐνίους ἐθέλοντας τὸ προσταχθὲν διαπράττεσθαι. 7 δοκεῖ δ’ ἄν μοι καὶ πεζὸν σὺν τοῖς ἵπποις ἐνεργότατον εἶναι, εἰ συσταθείη ἐξ ἀνδρῶν τῶν ἐναντιωτάτων τοῖς πολεμίοις. 8 ταῦτα δὲ πάντα θεῶν συνεθελόντων γένοιτ’ ἄν. εἰ δέ τις τοῦτο θαυμάζει, ὅτι πολλάκις γέγραπται τὸ σὺν θεῷ πράττειν, εὖ ἴστω ὅτι ἢν πολλάκις κινδυνεύῃ, ἧττον τοῦτο θαυμάσεται, καὶ ἤν γε κατανοῇ ὅτι, ὅταν πόλεμος ᾖ, ἐπιβουλεύουσι μὲν ἀλλήλοις οἱ ἐναντίοι, ὀλιγάκις δὲ ἴσασι πῶς ἔχει τὰ ἐπιβουλευόμενα. 9 τὰ οὖν τοιαῦτα οὐδ’ ὅτῳ συμβουλεύσεταί τις οἷόν τε εὑρεῖν πλὴν θεῶν· οὗτοι δὲ πάντα ἴσασι καὶ προσημαίνουσιν ᾧ ἂν ἐθέλωσι καὶ ἐν ἱεροῖς καὶ ἐν οἰωνοῖς καὶ ἐν φήμαις καὶ ἐν ὀνείρασιν. εἰκὸς δὲ μᾶλλον ἐθέλειν αὐτοὺς συμβουλεύειν τούτοις, οἳ ἂν μὴ μόνον ὅταν δέωνται ἐπερωτῶσι τί χρὴ ποιεῖν, ἀλλὰ καὶ ἐν ταῖς εὐτυχίαις θεραπεύωσιν ὅ τι ἂν δύνωνται τοὺς θεούς.