Μετάβαση στο περιεχόμενο

Ιλιάς/Θ

Από Βικιθήκη
(Ανακατεύθυνση από Ιλιας Θ)
Ἰλιάς
Συγγραφέας:
Ῥαψωδία Θ


Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν,
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
αὐτὸς δέ σφ’ ἀγόρευε, θεοὶ δ’ ὑπὸ πάντες ἄκουον·
«κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, 5
ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ’ ἅμα πάντες
αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω 10
ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
τῆλε μάλ’, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, 15
τόσσον ἔνερθ’ Ἀΐδεω ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης·
γνώσετ’ ἔπειθ’ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
εἰ δ’ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
πάντές τ’ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· 20

ἀλλ’ οὐκ ἂν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίονδε
Ζῆν’ ὕπατον μήστωρ’, οὐδ’ εἰ μάλα πολλὰ κάμοιτε.
ἀλλ’ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ·
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο 25
δησαίμην, τὰ δέ κ’ αὖτε μετήορα πάντα γένοιτο.
τόσσον ἐγὼ περί τ’ εἰμὶ θεῶν περί τ’ εἴμ’ ἀνθρώπων.»
Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 30
«ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’ ὡς σὺ κελεύεις· 35
βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ ἥ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.»
Τὴν δ’ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
«θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.» 40
Ὣς εἰπὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ’ ἱμάσθλην
χρυσείην εὔτυκτον, ἑοῦ δ’ ἐπεβήσετο δίφρου,
μάστιξεν δ’ ἐλάαν· τὼ δ’ οὐκ ἀέκοντε πετέσθην 45
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
Ἴδην δ’ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
ἔνθ’ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε

λύσας ἐξ ὀχέων, κατὰ δ’ ἠέρα πουλὺν ἔχευεν. 50
αὐτὸς δ’ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων,
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
Οἱ δ’ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
ῥίμφα κατὰ κλισίας, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο.
Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο, 55
παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
πᾶσαι δ’ ὠΐγνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαός,
πεζοί θ’ ἱππῆές τε· πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.
Οἱ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, 60
σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα. 65
Ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός.
ἦμος δ’ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, 70
Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν.
αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
αὐτὸς δ’ ἐξ Ἴδης μεγάλ’ ἔκτυπε, δαιόμενον δὲ 75
ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἱ δὲ ἰδόντες
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
Ἔνθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ’ Ἀγαμέμνων,

οὔτε δύ’ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν 80
οὔ τι ἑκών, ἀλλ’ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ἀλγήσας δ’ ἀνέπαλτο, βέλος δ’ εἰς ἐγκέφαλον δῦ, 85
σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
ὄφρ’ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
φασγάνῳ ἀΐσσων, τόφρ’ Ἕκτορος ὠκέες ἵπποι
ἦλθον ἀν’ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
Ἕκτορα· καί νύ κεν ἔνθ’ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν 90
εἰ μὴ ἄρ’ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
«διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ· 95
ἀλλὰ μέν’ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.»
Ὣς ἔφατ’, οὐδ’ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
Τυδεΐδης δ’ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
στῆ δὲ πρόσθ’ ἵππων Νηληϊάδαο γέροντος, 100
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 105
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.

τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
Τρωσὶν ἐφ’ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ 110
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.»
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε κομείτην
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
τὼ δ’ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· 115
Νέστωρ δ’ ἐν χείρεσσι λάβ’ ἡνία σιγαλόεντα,
μάστιξεν δ’ ἵππους· τάχα δ’ Ἕκτορος ἄγχι γένοντο.
τοῦ δ’ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν, ὃ δ’ ἡνίοχον θεράποντα
υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα, 120
ἵππων ἡνί’ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες· τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου, 125
κεῖσθαι, ὃ δ’ ἡνίοχον μέθεπε θρασύν· οὐδ’ ἄρ’ ἔτι δὴν
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ’ ἵππων
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
Ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 130
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
βροντήσας δ’ ἄρα δεινὸν ἀφῆκ’ ἀργῆτα κεραυνόν,
κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, 135
τὼ δ’ ἵππω δείσαντε καταπτήτην ὑπ’ ὄχεσφι·

Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
«Τυδεΐδη ἄγε δ’ αὖτε φόβον δ’ ἔχε μώνυχας ἵππους.
ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ’ ἀλκή; 140
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ’ ἐθέλῃσι,
δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
οὐδὲ μάλ’ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· 145
«ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων·
“Τυδεΐδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.”
ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.» 150
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
«ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
εἴ περ γάρ σ’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
ἀλλ’ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, 155
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.»
Ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
αὖτις ἀν’ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· 160
«Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
νῦν δέ σ’ ἀτιμήσουσι· γυναικὸς ἄρ’ ἀντὶ τέτυξο.
ἔῤῥε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας 165
ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.»

Ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν,
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
τρὶς δ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς 170
σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
«Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
γιγνώσκω δ’ ὅτι μοι πρόφρων κατένευσε Κρονίων 175
νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
ἀβλήχρ’ οὐδενόσωρα· τὰ δ’ οὐ μένος ἁμὸν ἐρύξει·
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
ἀλλ’ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, 180
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.»
Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
«Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε, 185
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
οἶνόν τ’ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. 190
ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
αὐτὰρ ἀπ’ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. 195

εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.»
Ὣς ἔφατ’ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· 200
«ὢ πόποι ἐννοσίγαι’ εὐρυσθενές, οὐδέ νυ σοί περ
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι
πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
εἴ περ γάρ κ’ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, 205
Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.»
Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
«Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι 210
ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.»
Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε,
πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 215
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
καί νύ κ’ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 220
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο

ἠδ’ ἐπ’ Ἀχιλλῆος, τοί ῥ’ ἔσχατα νῆας ἐΐσας 225
εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
«αἰδὼς Ἀργεῖοι, κάκ’ ἐλέγχεα, εἶδος ἀγητοί·
πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, 230
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος
στήσεσθ’ ἐν πολέμῳ· νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμεν
Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. 235
Ζεῦ πάτερ, ἦ ῥά τιν’ ἤδη ὑπερμενέων βασιλήων
τῇδ’ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔῤῥων,
ἀλλ’ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί’ ἔκηα 240
ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.»
Ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, 245
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ’ ἀπολέσθαι.
αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
νεβρὸν ἔχοντ’ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. 250
οἳ δ’ ὡς οὖν εἴδονθ’ ὅ τ’ ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις,
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

Ἔνθ’ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
τάφρου τ’ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, 255
ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδ’ ἔτραπεν ἵππους·
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
ἤριπε δ’ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 260
Τὸν δὲ μετ’ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
τοῖσι δ’ ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
τοῖσι δ’ ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· 265
Τεῦκρος δ’ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
στῆ δ’ ἄρ’ ὑπ’ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ’ ἥρως
παπτήνας, ἐπεὶ ἄρ τιν’ ὀϊστεύσας ἐν ὁμίλῳ
βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, 270
αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
εἰς Αἴανθ’· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
Ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ’ Ὀφελέστην
Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην 275
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
στῆ δὲ παρ’ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε· 280
«Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
βάλλ’ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
πατρί τε σῷ Τελαμῶνι, ὅ σ ἔτρεφε τυτθὸν ἐόντα,

καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
τὸν καὶ τηλόθ’ ἐόντα ἐϋκλείης ἐπίβησον. 285
σοὶ δ’ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
αἴ κέν μοι δώῃ Ζεύς τ’ αἰγίοχος καὶ Ἀθήνη
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
πρώτῳ τοι μετ’ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
ἢ τρίποδ’ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν 290
ἠὲ γυναῖχ’, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.»
Τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
«Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
παύομαι, ἀλλ’ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ’ αὐτούς, 295
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
πάντες δ’ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.»
Ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν 300
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
καὶ τοῦ μέν ῥ’ ἀφάμαρθ’, ὃ δ’ ἀμύμονα Γοργυθίωνα
υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
τόν ῥ’ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι. 305
μήκων δ’ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ’ ἐνὶ κήπῳ,
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
ὣς ἑτέρωσ’ ἤμυσε κάρη πήληκι βαρυνθέν.
Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. 310
ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
ἀλλ’ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα,

ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες· τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε. 315
Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
Κεβριόνην δ’ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
ἵππων ἡνί’ ἑλεῖν· ὃ δ’ ἄρ’ οὐκ ἀπίθησεν ἀκούσας.
αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος 320
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
βῆ δ’ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
θῆκε δ’ ἐπὶ νευρῇ· τὸν δ’ αὖ κορυθαίολος Ἕκτωρ
αὐερύοντα παρ’ ὦμον, ὅθι κληῒς ἀποέργει 325
αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
τῇ ῥ’ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
Αἴας δ’ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, 330
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
Ἂψ δ’ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· 335
οἳ δ’ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
Ἕκτωρ δ’ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, 340
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.

αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 345
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος·
Ἕκτωρ δ’ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
Γοργοῦς ὄμματ’ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
Τοὺς δὲ ἰδοῦσ’ ἐλέησε θεὰ λευκώλενος Ἥρη, 350
αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
«ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ ὑστάτιόν περ;
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶς 355
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.»
Τὴν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«καὶ λίην οὗτός γε μένος θυμόν τ’ ὀλέσειε
χερσὶν ὑπ’ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι 360
σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
τειρόμενον σώεσκον ὑπ’ Εὐρυσθῆος ἀέθλων.
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
τῷ ἐπαλεξήσουσαν ἀπ’ οὐρανόθεν προΐαλλεν. 365
εἰ γὰρ ἐγὼ τάδε ᾔδε’ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
νῦν δ’ ἐμὲ μὲν στυγέει, Θέτιδος δ’ ἐξήνυσε βουλάς, 370
ἥ οἱ γούνατ’ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
ἔσται μὰν ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.

ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
ὄφρ’ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο 375
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ’ οἰωνοὺς
δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.» 380
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει 385
ποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
ἣ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ ἔγχος
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 390
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους·
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι. 395
τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ’ ἄρ’ αἰνῶς,
Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
«βάσκ’ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ’ ἔα ἄντην
ἔρχεσθ’· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. 400
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,

αὐτὰς δ’ ἐκ δίφρου βαλέω κατά θ’ ἅρματα ἄξω·
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· 405
ὄφρα ἰδῇ γλαυκῶπις ὅτ’ ἂν ᾧ πατρὶ μάχηται.
Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.»
Ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. 410
πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
ἀντομένη κατέρυκε, Διὸς δέ σφ’ ἔννεπε μῦθον·
«πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, 415
γυιώσειν μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,
αὐτὰς δ’ ἐκ δίφρου βαλέειν κατά θ’ ἅρματα ἄξειν·
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
ὄφρα ἰδῇς γλαυκῶπι ὅτ’ ἂν σῷ πατρὶ μάχηαι. 420
Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
ἀλλὰ σύ γ’ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.»
Ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις, 425
αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
«ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ’ ἔγωγε
νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ 430
Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.»

Ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
τῇσιν δ’ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
καὶ τοὺς μὲν κατέδησαν ἐπ’ ἀμβροσίῃσι κάπῃσιν,
ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα· 435
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
μίγδ’ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
Οὔλυμπον δὲ δίωκε, θεῶν δ’ ἐξίκετο θώκους.
τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, 440
ἅρματα δ’ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
ἕζετο, τῷ δ’ ὑπὸ ποσσὶ μέγας πελεμίζετ’ Ὄλυμπος.
αἳ δ’ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο· 445
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
«τίφθ’ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, 450
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ.
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ 455
ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν’ ἀθανάτων ἕδος ἐστίν.»
Ὣς ἔφαθ’, αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· 460

Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
«αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. 465
ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’, εἰ σὺ κελεύεις·
βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ ἥ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.»
Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
«ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα 470
ὄψεαι, αἴ κ’ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη,
ὀλλύντ’ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
ἤματι τῷ ὅτ’ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται 475
στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω
χωομένης, οὐδ’ εἴ κε τὰ νείατα πείραθ’ ἵκηαι
γαίης καὶ πόντοιο, ἵν’ Ἰάπετός τε Κρόνος τε
ἥμενοι οὔτ’ αὐγῇς Ὑπερίονος Ἠελίοιο 480
τέρποντ’ οὔτ’ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
οὐδ’ ἢν ἔνθ’ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.»
Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη λευκώλενος Ἥρη.
ἐν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, 485
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
Τρωσὶν μέν ῥ’ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
Τρώων αὖτ’ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ,

νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, 490
ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
ἐξ ἵππων δ’ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
τόν ῥ’ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δ’ ἄρα χειρὶ
ἔγχος ἔχ’ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, 495
τῷ ὅ γ’ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
«κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·
νῦν ἐφάμην νῆάς τ’ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα 500
Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
δόρπά τ’ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
λύσαθ’ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ’ ἐδωδήν·
ἐκ πόλιος δ’ ἄξεσθε βόας καὶ ἴφια μῆλα 505
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
σῖτόν τ’ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
ὥς κεν παννύχιοι μέσφ’ ἠοῦς ἠριγενείης
καίωμεν πυρὰ πολλά, σέλας δ’ εἰς οὐρανὸν ἵκῃ,
μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ 510
φεύγειν ὁρμήσωνται ἐπ’ εὐρέα νῶτα θαλάσσης.
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος 515
Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
κήρυκες δ’ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας

λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη 520
πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
ὧδ’ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
τὸν δ’ ἠοῦς Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω. 525
ἔλπομαι εὐχόμενος Διί τ’ ἄλλοισίν τε θεοῖσιν
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
ἀλλ’ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 530
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
εἴσομαι εἴ κέ μ’ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ’ ἐμὸν ἔγχος 535
μείνῃ ἐπερχόμενον· ἀλλ’ ἐν πρώτοισιν ὀΐω
κείσεται οὐτηθείς, πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων, 540
ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισιν.»
Ὣς Ἕκτωρ ἀγόρευ’, ἐπὶ δὲ Τρῶες κελάδησαν.
οἳ δ’ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
δῆσαν δ’ ἱμάντεσσι παρ’ ἅρμασιν οἷσιν ἕκαστος·
ἐκ πόλιος δ’ ἄξοντο βόας καὶ ἴφια μῆλα 545
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,

σῖτόν τ’ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο. 547
κνίσην δ’ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω. 549
Οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας 553
εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
φαίνετ’ ἀριπρεπέα, ὅτε τ’ ἔπλετο νήνεμος αἰθήρ·
ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι· οὐρανόθεν δ’ ἄρ’ ὑπεῤῥάγη ἄσπετος αἰθήρ,
πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων 560
Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
χίλι’ ἄρ’ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
ἑσταότες παρ’ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον. 565