Μετάβαση στο περιεχόμενο

Ιλιάς/Μ

Από Βικιθήκη
(Ανακατεύθυνση από Ιλιάς Μ)
Ἰλιάς
Συγγραφέας:
Ῥαψωδία Μ


Ὣς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
ἰᾶτ’ Εὐρύπυλον βεβλημένον· οἱ δὲ μάχοντο
Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδ’ ἄρ’ ἔμελλε
τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 5
ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ’ ἀέκητι τέτυκτο
ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεὺς 10
καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο,
πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, 15
Ἀργεῖοι δ’ ἐν νηυσὶ φίλην ἐς πατρίδ’ ἔβησαν,
δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
ὅσσοι ἀπ’ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε 20

Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
τῶν πάντων ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων,
ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον· ὗε δ’ ἄρα Ζεὺς 25
συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
ἡγεῖτ’, ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε
φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
λεῖα δ’ ἐποίησεν παρ’ ἀγάῤῥοον Ἐλλήσποντον, 30
αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
τεῖχος ἀμαλδύνας· ποταμοὺς δ’ ἔτρεψε νέεσθαι
κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίῤῥοον ὕδωρ.
Ὣς ἄρ’ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
θησέμεναι· τότε δ’ ἀμφὶ μάχη ἐνοπή τε δεδήει 35
τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
βαλλόμεν’· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο,
Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
αὐτὰρ ὁ γ’ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· 40
ὡς δ’ ὅτ’ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
οἱ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
αἰχμὰς ἐκ χειρῶν· τοῦ δ’ οὔ ποτε κυδάλιμον κῆρ 45
ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
ὅππῃ τ’ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·

ὣς Ἕκτωρ ἀν’ ὅμιλον ἰὼν ἐλλίσσεθ’ ἑταίρους
τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι 50
τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ’ ἄκρῳ
χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
εὐρεῖ’, οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν 55
ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
ἔνθ’ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 60
«Ἕκτορ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
ἡ δὲ μάλ’ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
ὀξέες ἑστᾶσιν, ποτὶ δ’ αὐτοὺς τεῖχος Ἀχαιῶν,
ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι 65
ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ’ ἀρήγειν,
ἦ τ’ ἂν ἔγωγ’ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς· 70
εἰ δέ χ’ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
οὐκέτ’ ἔπειτ’ ὀΐω οὐδ’ ἄγγελον ἀπονέεσθαι
ἄψοῤῥον προτὶ ἄστυ ἑλιχθέντων ὑπ’ Ἀχαιῶν.
ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 75
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,

αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
Ἕκτορι πάντες ἑπώμεθ’ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
οὐ μενέουσ’ εἰ δή σφιν ὀλέθρου πείρατ’ ἐφῆπται.»
Ὣς φάτο Πουλυδάμας, ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων, 80
αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ’ ἵππων ἠγερέθοντο,
ἀλλ’ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ· 85
οἱ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο.
Οἱ μὲν ἅμ’ Ἕκτορ’ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
οἱ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. 90
καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ’ ἄρ’ ὄχεσφιν
ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
τῶν δ’ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
υἷε δύω Πριάμοιο· τρίτος δ’ ἦν Ἄσιος ἥρως, 95
Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο,
Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε,
Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. 100
Σαρπηδὼν δ’ ἡγήσατ’ ἀγακλειτῶν ἐπικούρων,
πρὸς δ’ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
οἱ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
τῶν ἄλλων μετά γ’ αὐτόν· ὃ δ’ ἔπρεπε καὶ διὰ πάντων.
οἱ δ’ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι, 105
βάν ῥ’ ἰθὺς Δαναῶν λελιημένοι, οὐδ’ ἔτ’ ἔφαντο

σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
Ἔνθ’ ἄλλοι Τρῶες τηλεκλειτοί τ’ ἐπίκουροι
βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ Ἄσιος ὄρχαμος ἀνδρῶν 110
αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι,
νήπιος, οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· 115
πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά, τῇ περ Ἀχαιοὶ
ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
τῇ ῥ’ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν 120
εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν’ ἑταίρων
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
τῇ ῥ’ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ’ ἅμ’ ἕποντο
ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτ’ Ἀχαιοὺς 125
σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι·
νήπιοι, ἐν δὲ πύλῃσι δύ’ ἀνέρας εὗρον ἀρίστους
υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. 130
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
αἵ τ’ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα,
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ’ ἀραρυῖαι·

ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι 135
μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
οἱ δ’ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
ὑψόσ’ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
Ἀσιάδην τ’ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. 140
οἱ δ’ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην, 145
ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ’ ἐν ὄρεσσιν
ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
δοχμώ τ’ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται· 150
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο,
λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
οἱ δ’ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
βάλλον ἀμυνόμενοι σφῶν τ’ αὐτῶν καὶ κλισιάων 155
νηῶν τ’ ὠκυπόρων· νιφάδες δ’ ὡς πῖπτον ἔραζε,
ἅς τ’ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας,
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ’ ἀμφ’ αὖον ἀΰτευν 160
βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
δή ῥα τότ’ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ

Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
«Ζεῦ πάτερ, ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
πάγχυ μάλ’· οὐ γὰρ ἔγωγ’ ἐφάμην ἥρωας Ἀχαιοὺς 165
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
οἱ δ’, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
οὐδ’ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, 170
ὣς οἵ γ’ οὐκ ἐθέλουσι πυλάων καὶ δύ’ ἐόντε
χάσσασθαι πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.»
Ὣς ἔφατ’, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ’ ἀγορεύων·
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
Ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· 175
ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ’ ἀγορεῦσαι·
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
νηῶν ἠμύνοντο· θεοὶ δ’ ἀκαχήατο θυμὸν
πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάῤῥοθοι ἦσαν. 180
σὺν δ’ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
Ἔνθ’ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης,
δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
αἰχμὴ χαλκείη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲ 185
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
υἱὸν δ’ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος,
Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
αὖτις δ’ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ 190
Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι’ ὁμίλου,
πλῆξ’ αὐτοσχεδίην· ὁ δ’ ἄρ’ ὕπτιος οὔδει ἐρείσθη·
αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην

πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
Ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα, 195
τόφρ’ οἱ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
οἱ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν 200
αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
ζωὸν ἔτ’ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
ἰδνωθεὶς ὀπίσω· ὁ δ’ ἀπὸ ἕθεν ἧκε χαμᾶζε 205
ἀλγήσας ὀδύνῃσι, μέσῳ δ’ ἐνὶ κάββαλ’ ὁμίλῳ,
αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
Τρῶες δ’ ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 210
«Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ’ ἐνὶ βουλῇ
οὔτέ ποτ’ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
νῦν αὖτ’ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. 215
μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
Τρωσὶν ὅδ’ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον 220
ζωόν· ἄφαρ δ’ ἀφέηκε πάρος φίλα οἰκί’ ἱκέσθαι,
οὐδ’ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.

ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ’ Ἀχαιοί,
οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ’ αὐτὰ κέλευθα· 225
πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.»
Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· 230
«Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι 235
βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
τύνη δ’ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
πείθεσθαι, τῶν οὔ τι μετατρέπομ’ οὐδ’ ἀλεγίζω,
εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε,
εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. 240
ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
εἴ περ γάρ τ’ ἄλλοι γε περὶ κτεινώμεθα πάντες 245
νηυσὶν ἐπ’ Ἀργείων, σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι·
οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν’ ἄλλον
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
αὐτίκ’ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.» 250
Ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντο
ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος

ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
ἥ ῥ’ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. 255
τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ’ Ἀχαιοὶ
πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. 260
τὰς οἵ γ’ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
ἀλλ’ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
βάλλον ἀπ’ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
Ἀμφοτέρω δ’ Αἴαντε κελευτιόωντ’ ἐπὶ πύργων 265
πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
«ὦ φίλοι Ἀργείων ὅς τ’ ἔξοχος ὅς τε μεσήεις
ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι 270
ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
καὶ δ’ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς 275
νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.»
Ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
τῶν δ’, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
ἤματι χειμερίῳ, ὅτε τ’ ὤρετο μητίετα Ζεὺς
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· 280
κοιμήσας δ’ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους

καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
καί τ’ ἐφ’ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα 285
εἴλυται καθύπερθ’, ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος·
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
αἱ μὲν ἄρ’ ἐς Τρῶας, αἱ δ’ ἐκ Τρώων ἐς Ἀχαιούς,
βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
Οὐδ’ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ 290
τείχεος ἐῤῥήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
εἰ μὴ ἄρ’ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
ὦρσεν ἐπ’ Ἀργείοισι λέονθ’ ὣς βουσὶν ἕλιξιν.
αὐτίκα δ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντοσ’ ἐΐσην,
καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς 295
ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
τὴν ἄρ’ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
βῆ ῥ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ’ ἐπιδευὴς
δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ 300
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
εἴ περ γάρ χ’ εὕρῃσι παρ’ αὐτόφι βώτορας ἄνδρας
σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
οὔ ῥά τ’ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
ἀλλ’ ὅ γ’ ἄρ’ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς 305
ἔβλητ’ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
ὥς ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ’ Ἱππολόχοιο·
«Γλαῦκε, τίη δὴ νῶϊ τετιμήμεσθα μάλιστα 310
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,

καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ’ ὄχθας,
καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας 315
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
ὄφρά τις ὧδ’ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
“οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
οἶνόν τ’ ἔξαιτον μελιηδέα· ἀλλ’ ἄρα καὶ ἲς 320
ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.”
ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε
ἔσσεσθ’, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· 325
νῦν δ’ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι,
ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.»
Ὣς ἔφατ’, οὐδὲ Γλαῦκος ἀπετράπετ’ οὐδ’ ἀπίθησε·
τὼ δ’ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. 330
τοὺς δὲ ἰδὼν ῥίγησ’ υἱὸς Πετεῶο Μενεσθεύς·
τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
πάπτηνεν δ’ ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν’ ἴδοιτο
ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
ἐς δ’ ἐνόησ’ Αἴαντε δύω πολέμου ἀκορήτω, 335
ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
ἐγγύθεν· ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ’ οὐρανὸν ἷκε,
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ’ αὐτὰς 340

ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
αἶψα δ’ ἐπ’ Αἴαντα προΐει κήρυκα Θοώτην·
«ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντων
εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. 345
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.» 350
Ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
στῆ δὲ παρ’ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
«Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς 355
κεῖσ’ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον,
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντων
εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. 360
εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.»
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
αὐτίκ’ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· 365
«Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,

ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι καὶ ἀντιόω πολέμοιο·
αἶψα δ’ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.»
Ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, 370
καί οἱ Τεῦκρος ἅμ’ ᾖε κασίγνητος καὶ ὄπατρος·
τοῖς δ’ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ’ ἵκοντο,
οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι 375
ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
σὺν δ’ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ’ ἀϋτή.
Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα,
Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον,
μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς 380
κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
χείρεσσ’ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν,
οἷοι νῦν βροτοί εἰσ’· ὁ δ’ ἄρ’ ὑψόθεν ἔμβαλ’ ἀείρας,
θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ’ ὀστέ’ ἄραξε
πάντ’ ἄμυδις κεφαλῆς· ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς 385
κάππεσ’ ἀφ’ ὑψηλοῦ πύργου, λίπε δ’ ὀστέα θυμός.
Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ’ Ἱππολόχοιο,
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
ἂψ δ’ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν 390
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ’ ἐπέεσσι.
Σαρπήδοντι δ’ ἄχος γένετο Γλαύκου ἀπιόντος
αὐτίκ’ ἐπεί τ’ ἐνόησεν· ὅμως δ’ οὐ λήθετο χάρμης,
ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας

νύξ’, ἐκ δ’ ἔσπασεν ἔγχος· ὁ δ’ ἑσπόμενος πέσε δουρὶ 395
πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
ἕλχ’, ἣ δ’ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
Τὸν δ’ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ’ ὁ μὲν ἰῷ 400
βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. 405
χώρησεν δ’ ἄρα τυτθὸν ἐπάλξιος· οὐδ’ ὅ γε πάμπαν
χάζετ’, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
κέκλετο δ’ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
«ὦ Λύκιοι τί τ’ ἄρ’ ὧδε μεθίετε θούριδος ἀλκῆς;
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι 410
μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
ἀλλ’ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.»
Ὣς ἔφαθ’, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας 415
τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
οὔτέ ποτ’ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. 420
ἀλλ’ ὥς τ’ ἀμφ’ οὔροισι δύ’ ἀνέρε δηριάασθον,
μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,

ὥ τ’ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἱ δ’ ὑπὲρ αὐτέων
δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας 425
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
πολλοὶ δ’ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν 430
ἐῤῥάδατ’ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
ἀλλ’ οὐδ’ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
ἰσάζουσ’, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· 435
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
πρίν γ’ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
«ὄρνυσθ’, ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος 440
Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.»
Ὣς φάτ’ ἐποτρύνων, οἱ δ’ οὔασι πάντες ἄκουον,
ἴθυσαν δ’ ἐπὶ τεῖχος ἀολλέες· οἱ μὲν ἔπειτα
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ’ ἔχοντες,
Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων 445
ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
ὀξὺς ἔην· τὸν δ’ οὔ κε δύ’ ἀνέρε δήμου ἀρίστω
ῥηϊδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν,
οἷοι νῦν βροτοί εἰσ’· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. 450

ὡς δ’ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λαᾶν ἀείρας,
αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
δικλίδας ὑψηλάς· δοιοὶ δ’ ἔντοσθεν ὀχῆες 455
εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
ῥῆξε δ’ ἀπ’ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
βριθοσύνῃ, μέγα δ’ ἀμφὶ πύλαι μύκον, οὐδ’ ἄρ’ ὀχῆες 460
ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
λᾶος ὑπὸ ῥιπῆς· ὃ δ’ ἄρ’ ἔσθορε φαίδιμος Ἕκτωρ
νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
δοῦρ’ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας 465
νόσφι θεῶν ὅτ’ ἐσᾶλτο πύλας· πυρὶ δ’ ὄσσε δεδήει.
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ’ ὅμιλον
τεῖχος ὑπερβαίνειν· τοὶ δ’ ὀτρύνοντι πίθοντο.
αὐτίκα δ’ οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ δὲ κατ’ αὐτὰς
ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν 470
νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ’ ἀλίαστος ἐτύχθη.