Θύρσις

Από Βικιθήκη
(Ανακατεύθυνση από Θυρσις)
Θύρσις
Συγγραφέας:


ΘΥΡΣΙΣ

Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα
ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ
συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.
αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ·
αἴκα δ’ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ
ἁ χίμαρος· χιμάρῳ δὲ καλὸν κρέας, ἔστε κ’ ἀμέλξῃς.

ΑΙΠΟΛΟΣ

ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς
τῆν’ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.
αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται,
ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κ’ ἀρέσκῃ 10
τήνας ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄϊν ὕστερον ἀξῇ.

ΘΥΡΣΙΣ

λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,
συρίσδεν; τὰς δ’ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.

ΑΙΠΟΛΟΣ

οὐ θέμις, ὦ ποιμήν, τὸ μεσαμβρινὸν οὐ θέμις ἄμμιν
συρίσδεν. Τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπ’ ἄγρας
τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός,
καὶ οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.
ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγε’ ἀείδες
καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο Μοίσας, 20
δεῦρ’ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα τῶ τε Πριήπω
καὶ τᾶν Κραναιᾶν κατεναντίον, αἷπερ ὁ θῶκος
τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. Αἰ δὲ κ’ ἀείσῃς
ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν αἶσας ἐρίσδων,
αἶγά τέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,
ἃ δύ’ ἔχοισ’ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,
καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέϊ κηρῷ,
ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.
τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,
κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατ’ αὐτὸν 30
καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.
ἔντοσθεν δὲ γυνά, τι θεῶν δαίδαλμα, τέτυκται,
ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι· πὰρ δέ οἱ ἄνδρες
καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος
νεικείουσ ἐπέεσσι· τὰ δ’ οὐ φρενὸς ἅπτεται αὐτᾶς·
ἀλλ’ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γέλαισα,
ἄλλοκα δ’ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον· οἳ δ’ ὑπ’ ἔρωτος
δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.

τοῖς δὲ μέτα γριπεύς τε γέρων πέτρα τε τέτυκται
λεπράς, ἐφ’ αἷ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει 40
ὁ πρέσβυς κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς·
φαίης κα γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν·
ὧδέ οἱ ᾠδήκαντι κατ’ αὐχένα πάντοθεν ἶνες
καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.
τυτθὸν δ’ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος
πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,
τὰν ὀλίγος τις κῶρος ἐφ’ αἱμασιαῖσι φυλάσσει
ἥμενος· ἀμφὶ δέ νιν δύ’ ἀλωπεκες, ἁ μὲν ἀν’ ὄρχως
φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δ’ ἐπὶ πήρᾳ
πάντα δόλον τεύχοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν 50
φατὶ πρὶν ἢ ’κράτιστον ἐπὶ ξηροῖσι καθίξῃ·
αὐτὰρ ὅγ’ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν
σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτε τι πήρας
οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.
παντᾷ δ’ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος.
αἰολιχὸν θάημα· τέρας κέ τυ θυμὸν ἀτύξαι.
τῶ μὲν ἐγὼ πορθμῆϊ Καλυδνίῳ αἶγά τ’ ἔδωκα
ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος·

οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ’ ἔτι κεῖται
ἄχραντον. τῷ κά τυ μάλα πρόφρων ἀρεσαίμαν, 60
αἴκα μοι τύ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.
κοὔ τί τυ κερτομέω. πόταγ’ ὠγαθέ· τὰν γὰρ ἀοιδὰν
οὔ τί πᾳ εἰς Ἀΐδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς;

ΘΥΡΣΙΣ

Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ ἀοιδᾶς.
Θύρσις ὅδ’ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
πᾷ ποκ’ ἄρ’ ἦσθ’, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;
ἦ κατὰ Πηνειῶ καλὰ τέμπεα, ἢ κατὰ Πίνδω;
οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ’ Ἀνάπω,
οὐδ’ Αἴτνας σκοπιάν, οὐδ’ Ἄκιδος ἱερὸν ὕδωρ.
 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ ἀοιδᾶς. 70
τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,
τῆνον χὠκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ ἀοιδᾶς.
πολλαὶ οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,
πολλαὶ δὲ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ ἀοιδᾶς.
ἦνθ’ Ἑρμᾶς πράτιστος ἀπ’ ὤρεος, εἶπε δέ· «Δάφνι,
τίς τυ κατατρύχει; τίνος ὠγαθὲ τόσσον ἔρασαι;»
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ ἀοιδᾶς.

ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον· 80
πάντες ἀνηρώτευν, τί πάθοι κακὸν. ἦνθ’ ὁ Πρίηπος
κἤφα· «Δάφνι τάλαν, τί νυ τάκεαι; ἁ δέ τυ κώρα
πάσας ἀνὰ κράνας, πάντ’ ἄλσεα ποσσὶ φορεῖται—
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ ἀοιδᾶς—
ζάτεισ’· ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
βούτας μὰν ἐλέγευ, νῦν δ’ αἰπόλῳ ἀνδρὶ ἔοικας·
ᾡπόλος ὅκκ’ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,
τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο,—
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ ἀοιδᾶς—
καὶ τὺ δ’ ἐπεὶ κ’ ἐσορῇς τὰς παρθένος οἷα γελᾶντι, 90
τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.»
τὼς δ’ οὐδὲν ποτελέξαθ’ ὁ βουκόλος, ἀλλὰ τὸν αὑτῶ
ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ ἀοιδᾶς
ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,
λάθρη μὲν γελάοισα, βαρὺν δ’ ἀνὰ θυμὸν ἔχοισα,
κεἶπε· «τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι, λυγιξεῖν·

ἦρ’ οὐκ αὐτὸς Ἔρωτος ὑπ’ ἀργαλέω ἐλυγίχθης;»
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ ἀοιδᾶς.
τὰν δ’ ἄρα χὠ Δάφνις ποταμείβετο· «Κύπρι βαρεῖα, 100
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής,
ἤδη γὰρ φράσδῃ πάνθ’ ἅλιον ἄμμι δεδυκεῖν;
Δάφνις κἠν Ἀΐδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι·—
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ ἀοιδᾶς—
οὐ λέγεται τὰν Κύπριν ὁ βουκόλος; ἕρπε ποτ’ Ἴδαν,
ἕρπε ποτ’ Ἀγχίσαν· τηνεὶ δρύες ἠδὲ κύπειρος,
αἱ δὲ καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι·
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ ἀοιδᾶς.
ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μῆλα νομεύει
καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει. 110
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ ἀοιδᾶς.
αὖτις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
καὶ λέγε· τὸν βοῦταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ ἀοιδᾶς.
ὦ λύκοι, ὦ θῶες, ὦ ἀν’ ὤρεα φωλάδες ἄρκτοι,
χαίρεθ’· ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ’ ἀν’ ὕλαν,

οὐκέτ’ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ’ Ἀρέθοισα
καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θυμβρίδος ὕδωρ.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ ἀοιδᾶς.
Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὦδε νομεύων, 120
Δάφνις ὁ τὼς ταύρως και πόρτιας ὧδε ποτίσδων.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ ἀοιδᾶς.
ὦ Πὰν Πάν, εἴτ’ ἐσσὶ κατ’ ὤρεα μακρὰ Λυκαίω,
εἴτε τύγ’ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ’ ἐπὶ νᾶσον
τὰν Σικελάν, Ἑλίκας δὲ λίπε ῥίον αἰπύ τε σᾶμα
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν·
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ’ ἀοιδᾶς.
ἔνθ’ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
ἐκ κηρῶ σύριγγα καλὰν περὶ χεῖλος ἑλικτάν·
ἦ γὰρ ἐγὼν ὑπ’ ἔρωτος ἐς Ἄϊδος ἕλκομαι ἤδη. 130
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ’ ἀοιδᾶς.
νῦν ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ’ ἄκανθαι,
ἁ δὲ καλὰ νάρκισσος ἐπ’ ἀρκεύθοισι κομάσαι·
πάντα δ’ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι,
Δάφνις ἐπεὶ θνάσκει, καὶ τὼς κύνας ὥλαφος ἕλκοι,

κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι δηρίσαιντο.»
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε, λήγετ’ ἀοιδᾶς.
χὠ μὲν τόσσ’ εἰπὼν ἀπεπαύσατο· τὸν δ’ Ἀφροδίτα
ἤθελ’ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει
ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον· ἔκλυσε δίνα 140
τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε, λήγετ’ ἀοιδᾶς.
καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι, Μοῖσαι,
χαίρετ’· ἐγὼ δ’ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον αἰσῶ.

ΑΙΠΩΛΟΣ

πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα, Θύρσι, γένοιτο,
πλῆρές τοι σχαδόνων, καὶ ἀπ’ Αἰγίλω ἰσχάδα τρώγοις
ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις.
ἠνίδε τοι τὸ δέπας· θᾶσαι, φίλος, ὡς καλὸν ὄσδει·
Ὡρᾶν πεπλύσθαι νιν ἐπὶ κράναισι δοκησεῖς. 150
ὧδ’ ἴθι, Κισσαίθα· τὺ δ’ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,
οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.