Εὕδουσιν δ' ὀρέων

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Εὕδουσιν δ' ὀρέων
Συγγραφέας: Αλκμάν


Εὕδουσιν δ' ὀρέων κορυφαί τε καὶ φάραγγες,
πρώονές τε καὶ χαράδραι,
φῦλά θ' ἑρπετὰ τόσσᾱ τρέφει μέλαινα γαῖα,
θῆρές τ' ὀρεσκῷοι καὶ γένος μελισσᾶν
καὶ κνώδαλ' ἐν βένθεσσι πορφθρέᾱς ἁλός.
εὕδουσιν δ' ὀϊωνῶν
φῦλα τανυπτερύγων.