Ειρήνη
| Εἰρήνη Συγγραφέας: |
| Μεταγραφή από [1]. |
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ
[Επεξεργασία]- ΤΡΥΓΑΙΟΣ
- ΟΙΚΕΤΑΙ ΔΥΟ Τρυγαίου
- ΚΟΡΑΙ θυγατέρες Τρυγαίου
- ΕΡΜΗΣ
- ΠΟΛΕΜΟΣ
- ΚΥΔΟΙΜΟΣ
- ΧΟΡΟΣ ΓΕΩΡΓΩΝ
- ΙΕΡΟΚΛΗΣ μάντις
- ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ
- ΠΑΙΣ ΛΑΜΑΧΟΥ
- ΠΑΙΣ ΚΛΕΩΝΥΜΟΥ
- ΕΙΡΗΝΗ
- κωφὰ πρόσωπα
- ΟΠΩΡΑ
- ΘΕΟΡΙΑ
- ΚΡΑΝΟΠΟΙΟΣ
- ΔΟΡΥΞΟΣ
ΕΙΡΗΝΗ
[Επεξεργασία]|
(ed. F.W. Hall and W.M. Geldart, Oxford 1907) Οἰκέτης Α αἶρ᾽ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
Οἰκέτης Β ἰδού. δὸς αὐτῷ, τῷ κάκιστ᾽ ἀπολουμένῳκαὶ μήποτ᾽ αὐτῆς μᾶζαν ἡδίω φάγοι. Οἰκέτης Α δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
Οἰκέτης Β ἰδοὺ μάλ᾽ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ᾽φερες; 5κατέφαγεν; Οἰκέτης Α οὐ μὰ τὸν Δἴ ἀλλ᾽ ἐξαρπάσαςὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν. Οἰκέτης Β ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,εἰ μή με βούλεσθ᾽ ἀποπνιγέντα περιιδεῖν. 10 Οἰκέτης Α ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·τετριμμένης γάρ φησιν ἐπιθυμεῖν. Οἰκέτης Β ἰδού.ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ· Οἰκέτης Α αἰβοῖ, φέρ᾽ ἄλλην χἀτέραν μοι χἀτέραν, 15καὶ τρῖβ᾽ <ἔθ᾽> ἑτέρας. Οἰκέτης Β μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ·οὐ γὰρ ἔθ᾽ οἶός τ᾽ εἴμ᾽ ὑπερέχειν τῆς ἀντλίας. Οἰκέτης Α αὐτὴν ἄρ᾽ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οἰκέτης Β νὴ τὸν Δί᾽ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.ὑμῶν δέ γ᾽ εἴ τις οἶδ᾽ ἐμοὶ κατειπάτω, 20 Οἰκέτης Α τοῦ γάρ ἐστ᾽;
Οἰκέτης Β οὐκ ἔσθ᾽ ὅπωςτοῦτ᾽ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου. Οἰκέτης Α οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοινεανίας δοκησίσοφος, “τὸ δὲ πρᾶγμα τί; Οἰκέτης Β ἀλλ᾽ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
Οἰκέτης Α ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις 50καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν Τρυγαῖος ὦ Ζεῦ τί δρασείεις ποθ᾽ ἡμῶν τὸν λεών;λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας. Οἰκέτης Α τοῦτ᾽ ἔστι τουτὶ τὸ κακὸν αὔθ᾽ οὑγὼ ᾽λεγον.τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· 65 Τρυγαῖος ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·μή μοι σοβαρῶς χώρει λίαν Οἰκέτης Α ὦ δέσποτ᾽ ἄναξ ὡς παραπαίεις. 90
Τρυγαῖος σίγα σίγα.
Οἰκέτης Α ποῖ δῆτ᾽ ἄλλως μετεωροκοπεῖς;
Τρυγαῖος ὑπὲρ Ἑλλήνων πάντων πέτομαιτόλμημα νέον παλαμησάμενος. Οἰκέτης Α τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις; 95
Τρυγαῖος εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρονμηδὲν γρύζειν ἀλλ᾽ ὀλολύζειν· Οἰκέτης Α οὐκ ἔσθ᾽ ὅπως σιγήσομ᾽, ἢν μή μοι φράσῃςὅποι πέτεσθαι διανοεῖ. Τρυγαῖος τί δ᾽ ἄλλο γ᾽ ἢὡς τὸν Δί᾽ ἐς τὸν οὐρανόν; Οἰκέτης Α τίνα νοῦν ἔχων;
Τρυγαῖος ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι 105ἁπαξαπάντων ὅ τι ποιεῖν βουλεύεται. Οἰκέτης Α ἐὰν δὲ μή σοι καταγορεύῃ;
Τρυγαῖος γράψομαιΜήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα. Οἰκέτης Α μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γ᾽ ἐμοῦ.
Τρυγαῖος οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλ᾽. 110
Οἰκέτης Α ἰοὺ ἰοὺ ἰού·ὦ παιδί᾽ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται Παιδίον ὦ πάτερ ὦ πάτερ ἆρ᾽ ἔτυμός γεδώμασιν ἡμετέροις φάτις ἥκει, 115 Τρυγαῖος δοξάσαι ἔστι κόραι, τὸ δ᾽ ἐτήτυμον ἄχθομαι ὑμῖν,ἡνίκ᾽ ἂν αἰτίζητ᾽ ἄρτον πάππαν με καλοῦσαι, 120 Παιδίον καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν. 125 Τρυγαῖος πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
Παιδίον τίς δ᾽ ἡ ᾽πίνοιά σοὐστὶν ὥστε κάνθαρονζεύξαντ᾽ ἐλαύνειν ἐς θεοὺς ὦ παππία; Τρυγαῖος ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθημόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος. 130 Παιδίον ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς. Τρυγαῖος ἦλθεν κατ᾽ ἔχθραν αἰετοῦ πάλαι ποτέ,ᾤ᾽ ἐκκυλίνδων κἀντιτιμωρούμενος. Παιδίον οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, 135ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος. Τρυγαῖος ἀλλ᾽ ὦ μέλ᾽ ἄν μοι σιτίων διπλῶν ἔδει·νῦν δ᾽ ἃττ᾽ ἂν αὐτὸς καταφάγω τὰ σιτία, Παιδίον τί δ᾽ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος; 140πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται; Τρυγαῖος ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος. Παιδίον λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
Τρυγαῖος ἐν Πειραιεῖ δήπου ᾽στὶ Κανθάρου λιμήν. 145
Παιδίον ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇςἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ Τρυγαῖος ἐμοὶ μελήσει ταῦτά γ᾽. ἀλλὰ χαίρετε.ὑμεῖς δέ γ᾽, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ, 150 Ἑρμῆς πόθεν βροτοῦ με προσέβαλ᾽; ὦναξ Ἡράκλεις 180τουτὶ τί ἐστι τὸ κακόν; Τρυγαῖος ἱπποκάνθαρος.
Ἑρμῆς ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺκαὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, Τρυγαῖος μιαρώτατος.
Ἑρμῆς ποδαπὸς τὸ γένος δ᾽ εἶ; φράζε μοι.
Τρυγαῖος μιαρώτατος.
Ἑρμῆς πατὴρ δέ σοι τίς ἐστ᾽;
Τρυγαῖος ἐμοί; μιαρώτατος.
Ἑρμῆς οὔτοι μὰ τὴν γῆν ἔσθ᾽ ὅπως οὐκ ἀποθανεῖ,εἰ μὴ κατερεῖς μοι τοὔνομ᾽ ὅ τι ποτ᾽ ἔστι σοι. Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός, 190οὐ συκοφάντης οὐδ᾽ ἐραστὴς πραγμάτων. Ἑρμῆς ἥκεις δὲ κατὰ τί;
Τρυγαῖος τὰ κρέα ταυτί σοι φέρων.
Ἑρμῆς ὦ δειλακρίων πῶς ἦλθες;
Τρυγαῖος ὦ γλίσχρων ὁρᾷςὡς οὐκέτ᾽ εἶναί σοι δοκῶ μιαρώτατος; Ἑρμῆς ἰὴ ἰὴ ἰή,ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν· Τρυγαῖος ποῖ γῆς;
Ἑρμῆς ἰδοὺ γῆς.
Τρυγαῖος ἀλλὰ ποῖ;
Ἑρμῆς πόρρω πάνυ;ὑπ᾽ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον. Τρυγαῖος πῶς οὖν σὺ δῆτ᾽ ἐνταῦθα κατελείφθης μόνος; 200
Ἑρμῆς τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,χυτρίδια καὶ σανίδια κἀμφορείδια. Τρυγαῖος ἐξῳκίσαντο δ᾽ οἱ θεοὶ τίνος οὕνεκα;
Ἑρμῆς Ἕλλησιν ὀργισθέντες. εἶτ᾽ ἐνταῦθα μὲνἵν᾽ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν, 205 Τρυγαῖος τοῦ δ᾽ οὕνεχ᾽ ἡμᾶς ταῦτ᾽ ἔδρασαν; εἰπέ μοι. 210
Ἑρμῆς ὁτιὴ πολεμεῖν ᾑρεῖσθ᾽ ἐκείνων πολλάκιςσπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ Τρυγαῖος ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων. 220
Ἑρμῆς ὧν οὕνεκ᾽ οὐκ οἶδ᾽ εἴ ποτ᾽ Εἰρήνην ἔτιτὸ λοιπὸν ὄψεσθ᾽. Τρυγαῖος ἀλλὰ ποῖ γὰρ οἴχεται;
Ἑρμῆς ὁ Πόλεμος αὐτὴν ἐνέβαλ᾽ εἰς ἄντρον βαθύ.
Τρυγαῖος ἐς ποῖον;
Ἑρμῆς ἐς τουτὶ τὸ κάτω, κἄπειθ᾽ ὁρᾷςὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων, 225 Τρυγαῖος εἰπέ μοι,ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται; Ἑρμῆς οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέραςὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο. Τρυγαῖος τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται; 230
Ἑρμῆς τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.ἀλλ᾽ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν Τρυγαῖος οἴμοι δείλαιος.φέρ᾽ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην Πόλεμος ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε. Τρυγαῖος ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος. Πόλεμος ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκιςκαὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον. Τρυγαῖος τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω·τὸ γὰρ κακὸν τοῦτ᾽ ἐστὶ τῆς Λακωνικῆς. 245 Πόλεμος ὦ Μέγαρα Μέγαρ᾽ ὡς ἐπιτετρίψεσθ᾽ αὐτίκαἁπαξάπαντα καταμεμυττωτευμένα. Τρυγαῖος βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέατοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα. Πόλεμος ἰὼ Σικελία καὶ σὺ δ᾽ ὡς ἀπόλλυσαι. 250
Τρυγαῖος οἵα πόλις τάλαινα διακναισθήσεται.
Πόλεμος φέρ᾽ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
Τρυγαῖος οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.τετρώβολον τοῦτ᾽ ἐστί· φείδου τἀττικοῦ. Πόλεμος παῖ παῖ Κυδοιμέ. 255
Κύδοιμος τί με καλεῖς;
Πόλεμος κλαύσει μακρά.ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος. Κύδοιμος ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον; Πόλεμος οἴσεις ἀλετρίβανον τρέχων;
Κύδοιμος ἀλλ᾽ ὦ μέλεοὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα. 260 Πόλεμος οὔκουν παρ᾽ Ἀθηναίων μεταθρέξει ταχὺ <πάνυ>;
Κύδοιμος ἔγωγε νὴ Δί᾽· εἰ δὲ μή γε, κλαύσομαι.
Τρυγαῖος ἄγε δὴ τί δρῶμεν ὦ πόνηρ᾽ ἀνθρώπια;ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας· Πόλεμος οὗτος.
Κύδοιμος τί ἔστιν;
Πόλεμος οὐ φέρεις;
Κύδοιμος τὸ δεῖνα γὰρἀπόλωλ᾽ Ἀθηναίοισιν ἁλετρίβανος, Τρυγαῖος εὖ γ᾽ ὦ πότνια δέσποιν᾽ Ἀθηναία ποιῶνἀπόλωλ᾽ ἐκεῖνος κἀν δέοντι τῇ πόλει, Πόλεμος οὔκουν ἕτερον δῆτ᾽ ἐκ Λακεδαίμονος μέτειἀνύσας τι; 275 Κύδοιμος ταῦτ᾽ ὦ δέσποθ᾽.
Πόλεμος ἧκέ νυν ταχύ.
Τρυγαῖος ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.ἀλλ᾽ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει Κύδοιμος οἴμοι τάλας, οἴμοι γε κἄτ᾽ οἴμοι μάλα. 280
Πόλεμος τί ἔστι; μῶν οὐκ αὖ φέρεις;
Κύδοιμος ἀπόλωλε γὰρκαὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος. Πόλεμος πῶς ὦ πανοῦργ᾽;
Κύδοιμος ἐς τἀπὶ Θρᾴκης χωρίαχρήσαντες ἑτέροις αὐτὸν εἶτ᾽ ἀπώλεσαν. Τρυγαῖος εὖ γ᾽ εὖ γε ποιήσαντες ὦ Διοσκόρω. 285ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτ᾽ ὦ βροτοί. Πόλεμος ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·ἐγὼ δὲ δοίδυκ᾽ εἰσιὼν ποιήσομαι. Τρυγαῖος νῦν τοῦτ᾽ ἐκεῖν᾽ ἥκει τὸ Δάτιδος μέλος,ὃ δεφόμενός ποτ᾽ ᾖδε τῆς μεσημβρίας, 290 Χορός δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε, Τρυγαῖος οὐ σιωπήσεσθ᾽, ὅπως μὴ περιχαρεῖς τῷ πράγματιτὸν Πόλεμον ἐκζωπυρήσετ᾽ ἔνδοθεν κεκραγότες; 310 Χορός ἀλλ᾽ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί᾽ ἡμερῶν τριῶν. Τρυγαῖος εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκ᾽ ἐνθάδ᾽ ἦν, Χορός οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ. Τρυγαῖος ἐξολεῖτέ μ᾽ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν. Χορός ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω, 320οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ᾽ ἄν. Τρυγαῖος τί τὸ κακόν; τί πάσχετ᾽ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶνπρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα. Χορός ἀλλ᾽ ἔγωγ᾽ οὐ σχηματίζειν βούλομ᾽, ἀλλ᾽ ὑφ᾽ ἡδονῆςοὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον. 325 Τρυγαῖος μή τι καὶ νυνί γ᾽ ἔτ᾽, ἀλλὰ παῦε παῦ᾽ ὀρχούμενος.
Χορός ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
Τρυγαῖος φῄς γε, παύει δ᾽ οὐδέπω.
Χορός ἓν μὲν οὖν τουτί μ᾽ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
Τρυγαῖος τοῦτό νυν, καὶ μηκέτ᾽ ἄλλο μηδὲν ὀρχήσησθ᾽ ἔτι.
Χορός οὐκ ἂν ὀρχησαίμεθ᾽, εἴπερ ὠφελήσαιμέν τί σε. 330
Τρυγαῖος ἀλλ᾽ ὁρᾶτ᾽ οὔπω πέπαυσθε.
Χορός τουτογὶ νὴ τὸν Δίατὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν. Τρυγαῖος ἐπιδίδωμι τοῦτό γ᾽ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
Χορός ἀλλὰ καὶ τἀριστερόν τοί μ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον.ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ 335 Τρυγαῖος μή τι καὶ νυνί γε χαίρετ᾽· οὐ γὰρ ἴστε πω σαφῶς·ἀλλ᾽ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε Χορός εἰ γὰρ ἐκγένοιτ᾽ ἰδεῖν ταύτην με τὴν ἡμέραν [ποτέ].πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς Τρυγαῖος φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
Ἑρμῆς ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
Τρυγαῖος οὐδὲν πονηρόν, ἀλλ᾽ ὅπερ καὶ Κιλλικῶν.
Ἑρμῆς ἀπόλωλας ὦ κακόδαιμον.
Τρυγαῖος οὐκοῦν ἢν λάχω.Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδ᾽ ὅτι. 365 Ἑρμῆς ἀπόλωλας, ἐξόλωλας.
Τρυγαῖος ἐς τίν᾽ ἡμέραν;
Ἑρμῆς εἰς αὐτίκα μάλ᾽.
Τρυγαῖος ἀλλ᾽ οὐδὲν ἠμπόληκά πω, Ἑρμῆς καὶ μὴν ἐπιτέτριψαί γε.
Τρυγαῖος κᾆτα τῷ τρόπῳοὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών; 370 Ἑρμῆς ἆρ᾽ οἶσθα θάνατον ὅτι προεῖφ᾽ ὁ Ζεὺς ὃς ἂνταύτην ἀνορύττων εὑρεθῇ; Τρυγαῖος νῦν ἆρά μεἅπασ᾽ ἀνάγκη ᾽στ᾽ ἀποθανεῖν; Ἑρμῆς εὖ ἴσθ᾽ ὅτι.
Τρυγαῖος ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι. 375 Ἑρμῆς ὦ Ζεῦ κεραυνοβρόντα.
Τρυγαῖος μὴ πρὸς τῶν θεῶνἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα. Ἑρμῆς οὐκ ἂν σιωπήσαιμι.
Τρυγαῖος ναὶ πρὸς τῶν κρεῶν,ἁγὼ προθύμως σοι φέρων ἀφικόμην. Ἑρμῆς ἀλλ᾽ ὦ μέλ᾽ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, 380εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι. Τρυγαῖος μή νυν λακήσῃς, λίσσομαί σ᾽ ὦρμῄδιον.εἰπέ μοι, τί πάσχετ᾽ ὦνδρες; ἕστατ᾽ ἐκπεπληγμένοι. Χορός μηδαμῶς ὦ δέσποθ᾽ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς, 385εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρ᾽ ἐμοῦ γε κατεδηδοκώς, Τρυγαῖος οὐκ ἀκούεις οἷα θωπεύουσί σ᾽ ὦναξ δέσποτα;
Χορός “μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν”, 390ὥστε τήνδε μὴ λαβεῖν· Τρυγαῖος ἴθ᾽, ἀντιβολῶ σ᾽, ἐλέησον αὐτῶν τὴν ὄπα, 400ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ. Ἑρμῆς ἴθι δὴ κάτειπ᾽· ἴσως γὰρ ἂν πείσαις ἐμέ. 405
Τρυγαῖος ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιοςὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον Ἑρμῆς ἵνα δὴ τί τοῦτο δρᾶτον;
Τρυγαῖος ὁτιὴ νὴ Δίαἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ 410 Ἑρμῆς ταῦτ᾽ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτηνκαὶ τοῦ κύκλου παρέτρωγον ὑφ᾽ ἁμαρτωλίας. 415 Τρυγαῖος ναὶ μὰ Δία. πρὸς ταῦτ᾽ ὦ φίλ᾽ Ἑρμῆ ξύλλαβε Ἑρμῆς οἴμ᾽ ὡς ἐλεήμων εἴμ᾽ ἀεὶ τῶν χρυσίδων. 425
Τρυγαῖος ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες. ἀλλὰ ταῖς ἄμαιςεἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε. Χορός ταῦτα δράσομεν· σὺ δ᾽ ἡμῖν ὦ θεῶν σοφώτατεἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς· Τρυγαῖος ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπωςἔργῳ ᾽φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς. Ἑρμῆς σπονδὴ σπονδή·εὐφημεῖτε εὐφημεῖτε. Τρυγαῖος σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν 435 Χορός μὰ Δί᾽ ἀλλ᾽ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,ἔχονθ᾽ ἑταίραν καὶ σκαλεύοντ᾽ ἄνθρακας. 440 Τρυγαῖος ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
Χορός μηδέποτε παύσασθ᾽ αὐτὸν ὦ Διόνυσ᾽ ἄναξἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον. Τρυγαῖος κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖἐς φῶς ἀνελθεῖν ὦ πότνι᾽, ἐν ταῖσιν μάχαις 445 Χορός πάσχοι γε τοιαῦθ᾽ οἷάπερ Κλεώνυμος.
Τρυγαῖος κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,ἵν᾽ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν Χορός ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
Τρυγαῖος κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι, 450ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος Χορός ἐπὶ τοῦ τροχοῦ γ᾽ ἕλκοιτο μαστιγούμενος.
Τρυγαῖος ἡμῖν δ᾽ ἀγαθὰ γένοιτ᾽. ἰὴ παιὼν ἰή.
Χορός ἄφελε τὸ παίειν ἀλλ᾽ ἰὴ μόνον λέγε.
Τρυγαῖος ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω. 455Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ. Χορός μὴ μή.
Τρυγαῖος μηδ᾽ Ἐνυαλίῳ γε;
Χορός μή.
Τρυγαῖος ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
Ἑρμῆς ὦ εἶα.
Χορός εἶα μάλα. 460
Ἑρμῆς ὦ εἶα.
Χορός εἶα ἔτι μάλα.
Ἑρμῆς ὦ εἶα, ὦ εἶα.
Τρυγαῖος ἀλλ᾽ οὐχ ἕλκουσ᾽ ἅνδρες ὁμοίως.οὐ ξυλλήψεσθ᾽; οἷ᾽ ὀγκύλλεσθ᾽· 465 Ἑρμῆς εἶά νυν.
Τρυγαῖος εἶα ὦ.
Χορός <ἀλλ᾽> ἄγετε ξυνανέλκετε καὶ σφώ.
Τρυγαῖος οὔκουν ἕλκω κἀξαρτῶμαι 470κἀπεμπίπτω καὶ σπουδάζω; Χορός πῶς οὖν οὐ χωρεῖ τοὔργον;
Τρυγαῖος ὦ Λάμαχ᾽ ἀδικεῖς ἐμποδὼν καθήμενος.οὐδὲν δεόμεθ᾽ ὦνθρωπε τῆς σῆς μορμόνος. Ἑρμῆς οὐδ᾽ οἵδε γ᾽ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι 475ἀλλ᾽ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων, Τρυγαῖος ἀλλ᾽ οἱ Λάκωνες ὦγάθ᾽ ἕλκουσ᾽ ἀνδρικῶς.
Χορός ἆρ᾽ οἶσθ᾽ ὅσοι γ᾽ αὐτῶν ἔχονται τοῦ ξύλου,μόνοι προθυμοῦντ᾽· ἀλλ᾽ ὁ χαλκεὺς οὐκ ἐᾷ. 480 Ἑρμῆς οὐδ᾽ οἱ Μεγαρῆς δρῶσ᾽ οὐδέν· ἕλκουσιν δ᾽ ὅμωςγλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια, Τρυγαῖος οὐδὲν ποιοῦμεν ὦνδρες· ἀλλ ὁμοθυμαδὸνἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον. 485 Ἑρμῆς ὦ εἶα.
Τρυγαῖος εἶα μάλα.
Ἑρμῆς ὦ εἶα.
Τρυγαῖος εἶα νὴ Δία.
Χορός μικρόν γε κινοῦμεν. 490
Τρυγαῖος οὔκουν δεινὸν . . .τοὺς μὲν τείνειν τοὺς δ᾽ ἀντισπᾶν; Ἑρμῆς εἶά νυν.
Τρυγαῖος εἶα ὦ. 495
Χορός ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
Τρυγαῖος ὑμεῖς μὲν γοῦν οἱ κιττῶντεςτῆς εἰρήνης σπᾶτ᾽ ἀνδρείως. Χορός ἀλλ᾽ εἴσ᾽ οἳ κωλύουσιν.
Ἑρμῆς ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε; 500μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη· Χορός ἄγ᾽ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθ᾽ οἱ γεωργοί.
Ἑρμῆς χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
Χορός χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ. 510
Τρυγαῖος οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
Χορός ἄγε νυν ἄγε πᾶς.
Ἑρμῆς καὶ μὴν ὁμοῦ ᾽στιν ἤδη.
Χορός μή νυν ἀνῶμεν ἀλλ᾽ ἐπεντείνωμενἀνδρικώτερον. 515 Ἑρμῆς ἤδη ᾽στὶ τοῦτ᾽ ἐκεῖνο.
Χορός ὦ εἶα νῦν, ὦ εἶα πᾶς.ὦ εἶα εἶα εἶα εἶα εἶα εἶα. Τρυγαῖος ὦ πότνια βοτρυόδωρε τί προσείπω σ᾽ ἔπος; 520πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον Ἑρμῆς μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
Τρυγαῖος ἀπέπτυσ᾽ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας, Ἑρμῆς κλαύσἄρα σὺταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται Τρυγαῖος κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων, 535“κόλπου” γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν, Ἑρμῆς ἴθι νυν ἄθρειοἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις Τρυγαῖος καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπειτὰ πρόσωφ᾽, ἵνα γνῷς τὰς τέχνας. Ἑρμῆς αἰβοῖ τάλας,
Τρυγαῖος ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς 545τίλλονθ᾽ ἑαυτόν; Ἑρμῆς ὁ δέ γε τὰς σμινύας ποιῶνκατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ᾽κεινουί. Τρυγαῖος ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν; Ἑρμῆς ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι. 550
Τρυγαῖος ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναιτὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν Χορός ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,ἄσμενός σ᾽ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους, Τρυγαῖος νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ, 560ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας· Ἑρμῆς ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεταικαὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία. 565 Τρυγαῖος νὴ Δἴ ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρ᾽ ἐξωπλισμένη,αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον. Χορός χαῖρε χαῖρ᾽, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη.σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι 585 ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ὦ ποθουμένη Χορός ἀλλὰ ποῦ ποτ᾽ ἦν ἀφ᾽ ἡμῶν τὸν πολὺν τοῦτον χρόνονἥδε; τοῦθ᾽ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε. Ἑρμῆς ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετεῥήματ᾽, εἰ βούλεσθ᾽ ἀκοῦσαι τήνδ᾽ ὅπως ἀπώλετο. Τρυγαῖος ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ᾽γὼ ᾽πεπύσμην οὐδενός, 615οὐδ᾽ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη. Χορός οὐδ᾽ ἔγωγε πλήν γε νυνί. ταῦτ᾽ ἄρ᾽ εὐπρόσωπος ἦν,οὖσα συγγενὴς ἐκείνου. πολλά γ᾽ ἡμᾶς λανθάνει. Ἑρμῆς κᾆτ᾽ ἐπειδὴ ᾽γνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετεἠγριωμένους ἐπ᾽ ἀλλήλοισι καὶ σεσηρότας, 620 Τρυγαῖος ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μουἐξέκοψαν, ἣν ἐγὼ ᾽φύτευσα κἀξεθρεψάμην. Χορός νὴ Δί᾽ ὦ μέλ᾽ ἐνδίκως <γε> δῆτ᾽, ἐπεὶ κἀμοῦ λίθον 630ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν. Ἑρμῆς κᾆτα δ᾽ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν, Τρυγαῖος παῦε παῦ᾽ ὦ δέσποθ᾽ Ἑρμῆ, μὴ λέγε,ἀλλ᾽ ἔα τὸν ἄνδρ᾽ ἐκεῖνον οὗπερ ἔστ᾽ εἶναι κάτω· Τρυγαῖος ἀλλ᾽ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.
Ἑρμῆς ἀλλ᾽ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει. Τρυγαῖος ἡ δ᾽ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον. 660
Ἑρμῆς εἴφ᾽ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ᾽ ὦ φιλτάτη.ἴθ᾽ ὦ γυναικῶν μισοπορπακιστάτη. Τρυγαῖος ἡμάρτομεν ταῦτ᾽· ἀλλὰ συγγνώμην ἔχε·ὁ νοῦς γὰρ ἡμῶν ἦν τότ᾽ ἐν τοῖς σκύτεσιν. Ἑρμῆς ἴθι νυν ἄκουσον οἷον ἄρτι μ᾽ ἤρετο, 670ὅστις κακόνους αὐτῇ μάλιστ᾽ ἦν ἐνθάδε, Τρυγαῖος εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
Ἑρμῆς ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰὁ Κλεώνυμος; 675 Τρυγαῖος ψυχήν γ᾽ ἄριστος πλήν γ᾽ ὅτιοὐκ ἦν ἄρ᾽ οὗπέρ φησιν εἶναι τοῦ πατρός. Ἑρμῆς ἔτι νῦν ἄκουσον οἷον ἄρτι μ᾽ ἤρετο,ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ᾽ν τῇ πυκνί. 680 Τρυγαῖος Ὑπέρβολος νῦν τοῦτ᾽ ἔχει τὸ χωρίον.αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις; Ἑρμῆς ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσ᾽ ὅτιαὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο. Τρυγαῖος ἀλλ᾽ οὐκέτ᾽ αὐτῷ χρησόμεθ᾽ οὐδέν, ἀλλὰ νῦν 685ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν Ἑρμῆς πῶς οὖν ξυνοίσει ταῦτ᾽ ἐρωτᾷ τῇ πόλει.
Τρυγαῖος εὐβουλότεροι γενησόμεθα.
Ἑρμῆς τρόπῳ τίνι;
Τρυγαῖος ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν 690ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα, Ἑρμῆς ὢ ὤ,οἷά μ᾽ ἐκέλευσεν ἀναπυθέσθαι σου. Τρυγαῖος τὰ τί;
Ἑρμῆς πάμπολλα καὶ τἀρχαῖ᾽ ἃ κατέλιπεν τότε·πρῶτον δ᾽ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο. 695 Τρυγαῖος εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.
Ἑρμῆς τὸ τί;
Τρυγαῖος ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
Ἑρμῆς Σιμωνίδης; πῶς;
Τρυγαῖος ὅτι γέρων ὢν καὶ σαπρὸςκέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι. Ἑρμῆς τί δαί; Κρατῖνος ὁ σοφὸς ἔστιν; 700
Τρυγαῖος ἀπέθανενὅθ᾽ οἱ Λάκωνες ἐνέβαλον. Ἑρμῆς τί παθών;
Τρυγαῖος ὅ τι;ὼρακιάσας· οὐ γὰρ ἐξηνέσχετο Ἑρμῆς ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανεγυναῖκα σαυτῷ τήνδε· κᾆτ᾽ ἐν τοῖς ἀγροῖς Τρυγαῖος ὦ φιλτάτη δεῦρ᾽ ἐλθὲ καὶ δός μοι κύσαι.ἆρ᾽ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ 710 Ἑρμῆς οὐκ εἴ γε κυκεῶν᾽ ἐπιπίοις βληχωνίαν.ἀλλ᾽ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν Τρυγαῖος ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας, 715ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν, Ἑρμῆς καὶ σύ γεὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου. Τρυγαῖος ὦ κάνθαρ᾽ οἴκαδ᾽ οἴκαδ᾽ ἀποπετώμεθα. 720
Ἑρμῆς οὐκ ἐνθάδ᾽ ὦ τᾶν ἔστι.
Τρυγαῖος ποῖ γὰρ οἴχεται;
Ἑρμῆς ὑφ᾽ ἅρματ᾽ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
Τρυγαῖος πόθεν οὖν ὁ τλήμων ἐνθάδ᾽ ἕξει σιτία;
Ἑρμῆς τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
Τρυγαῖος πῶς δῆτ᾽ ἐγὼ καταβήσομαι; 725
Ἑρμῆς θάρρει, καλῶς·τῃδὶ παρ᾽ αὐτὴν τὴν θεόν. Τρυγαῖος δεῦρ᾽ ὦ κόραιἕπεσθον ἅμ᾽ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ Χορός ἀλλ᾽ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντεςτοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα 730 Χορός χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴςαὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις· 735 Χορός πρὸς ταῦτα χρεὼν εἶναι μετ᾽ ἐμοῦ 765καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας· Χορός Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετ᾽ ἐμοῦτοῦ φίλου χόρευσον, 775 Χορός τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων 797τὸν σοφὸν ποιητὴν Τρυγαῖος ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρ᾽ εὐθὺ τῶν θεῶν.ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει. 820 Οἰκέτης ὦ δέσποθ᾽ ἥκεις;
Τρυγαῖος ὡς ἐγὼ ᾽πυθόμην τινός.
Οἰκέτης τί δ᾽ ἔπαθες; 825
Τρυγαῖος ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸνδιεληλυθώς. Οἰκέτης ἴθι νυν κάτειπέ μοι--
Τρυγαῖος τὸ τί;
Οἰκέτης ἄλλον τιν᾽ εἶδες ἄνδρα κατὰ τὸν ἀέραπλανώμενον πλὴν σαυτόν; Τρυγαῖος οὔκ, εἰ μή γέ πουψυχὰς δύ᾽ ἢ τρεῖς διθυραμβοδιδασκάλων. Οἰκέτης τί δ᾽ ἔδρων; 830
Τρυγαῖος ξυνελέγοντ᾽ ἀναβολὰς ποτώμεναι Οἰκέτης οὐκ ἦν ἄρ᾽ οὐδ᾽ ἃ λέγουσι, κατὰ τὸν ἀέραὡς ἀστέρες γιγνόμεθ᾽, ὅταν τις ἀποθάνῃ; Τρυγαῖος μάλιστα. Οἰκέτης καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;
Τρυγαῖος Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι 835ἐνθάδε τὸν ἀοῖόν ποθ᾽· ὡς δ᾽ ἦλθ᾽, εὐθέως Οἰκέτης τίνες γάρ εἰσ᾽ οἱ διατρέχοντες ἀστέρες,οἳ καόμενοι θέουσιν; Τρυγαῖος ἀπὸ δείπνου τινὲςτῶν πλουσίων οὗτοι βαδίζουσ᾽ ἀστέρων, 840 Οἰκέτης πόθεν δ᾽ ἔλαβες ταύτας;
Τρυγαῖος ὁπόθεν; ἐκ τοὐρανοῦ.
Οἰκέτης οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,εἰ πορνοβοσκοῦσ᾽ ὥσπερ ἡμεῖς οἱ βροτοί. Τρυγαῖος οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές. 850ἄγε νυν ἴωμεν. Οἰκέτης εἰπέ μοι, δῶ καταφαγεῖνταύτῃ τι; Τρυγαῖος μηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖνοὔτ᾽ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖ᾽ ἀεὶ Οἰκέτης λείχειν ἄρ᾽ αὐτῇ κἀνθάδε σκευαστέον. 855
Χορός εὐδαιμονικῶς γ᾽ ὁ πρεσβύτης,ὅσα γ᾽ ὧδ᾽ ἰδεῖν, Τρυγαῖος τί δῆτ᾽ ἐπειδὰν νυμφίον μ᾽ ὁρᾶτε λαμπρὸν ὄντα;
Χορός ζηλωτὸς ἔσει, γέρον, 860αὖθις νέος ὢν πάλιν, Τρυγαῖος οἶμαι. τί δῆθ᾽ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
Χορός εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
Τρυγαῖος οὔκουν δικαίως; ὅστις εἰς 865ὄχημα κανθάρου ᾽πιβὰς 865β Οἰκέτης ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται. Τρυγαῖος ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίανἀνύσαντε τῇ βουλῇ. Οἰκέτης τίς αὑτηί;
Τρυγαῖος τί φῄς;αὕτη Θεωρία ᾽στίν. Οἰκέτης ἣν ἡμεῖς ποτεἐπαίομεν Βραυρωνάδ᾽ ὑποπεπωκότες; Τρυγαῖος σάφ᾽ ἴσθι, κἀλήφθη γε μόλις. 875
Οἰκέτης ὦ δέσποταὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα. Τρυγαῖος εἶεν, τίς ἐσθ᾽ ὑμῶν δίκαιος, τίς ποτε;τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών; Οἰκέτης τὸ δεῖν᾽ εἰς Ἴσθμιασκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω. 880 Τρυγαῖος οὔπω λέγεθ᾽ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων. Οἰκέτης ἐκεινοσὶ νεύει.
Τρυγαῖος τίς;
Οἰκέτης ὅστις; Ἀριφράδης,ἄγειν παρ᾽ αὑτὸν ἀντιβολῶν. Τρυγαῖος ἀλλ᾽ ὦ μέλετὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται. 885 Οἰκέτης διὰ ταῦτα καὶ κεκάπνικ᾽ ἄρ᾽· ἐνταυθοῖ γὰρ <οὖν> Τρυγαῖος ἔπειτ᾽ ἀγῶνά γ᾽ εὐθὺς ἐξέσται ποιεῖνταύτην ἔχουσιν αὔριον καλὸν πάνυ, 895 Χορός ἦ χρηστὸς ἀνὴρ πολίτης 910ἐστὶν ἅπασιν ὅστις Τρυγαῖος ὅταν τρυγᾶτ᾽, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
Χορός καὶ νῦν σύ γε δῆλος εἶ·σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις Τρυγαῖος φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
Χορός καὶ πλήν γε τῶν θεῶν ἀεί σ᾽ ἡγησόμεσθα πρῶτον.
Τρυγαῖος πολλῶν γὰρ ὑμῖν ἄξιος
Τρυγαῖος ἁθμονεὺς ἐγώ,δεινῶν ἀπαλλάξας πόνων 920 Τρυγαῖος τί δ᾽ ἄλλο γ᾽ ἢ ταύτην χύτραις ἱδρυτέον; Χορός χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
Τρυγαῖος τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ; 925
Χορός βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
Τρυγαῖος ἀλλ᾽ ὑὶ παχείᾳ καὶ μεγάλῃ;
Χορός μὴ μή.
Τρυγαῖος τιή;
Χορός ἵνα μὴ γένηται Θεογένους ὑηνία.
Τρυγαῖος τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
Χορός ὀί.
Τρυγαῖος ὀί; 930
Χορός ναὶ μὰ Δί᾽.
Τρυγαῖος ἀλλὰ τοῦτό γ᾽ ἔστ᾽ Ἰωνικὸντὸ ῥῆμ᾽. Χορός ἐπίτηδές γ᾽, ἵν᾽ <ὅταν> ἐν τἠκκλησίᾳὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι Τρυγαῖος εὖ τοι λέγεις.
Χορός καὶ τἄλλα γ᾽ ὦσιν ἤπιοι.ὥστ᾽ ἐσόμεθ᾽ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους 935 Τρυγαῖος ἴθι νυν ἄγ᾽ ὡς τάχιστα τὸ πρόβατον λαβών·ἐγὼ δὲ ποριῶ βωμὸν ἐφ᾽ ὅτου θύσομεν. Χορός ὡς πάνθ᾽ ὅσ᾽ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,χωρεῖ κατὰ νοῦν, ἕτερον δ᾽ ἑτέρῳ 940 Τρυγαῖος ὡς ταῦτα δῆλά γ᾽ ἔσθ᾽· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
Χορός ἐπείγετέ νυν ἐν ὅσῳσοβαρὰ θεόθεν κατέχει Τρυγαῖος τὸ κανοῦν πάρεστ᾽ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς. Χορός οὔκουν ἁμιλλήσεσθον; ὡς 950ἢν Χαῖρις ὑμᾶς ἴδῃ, Τρυγαῖος ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβαπερίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια. Οἰκέτης ἰδού· λεγοις ἂν ἄλλο· περιελήλυθα.
Τρυγαῖος φέρε δὴ τὸ δαλίον τόδ᾽ ἐμβάψω λαβών,σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν, 960 Οἰκέτης ἰδού.
Τρυγαῖος ἔδωκας ἤδη;
Οἰκέτης νὴ τὸν Ἑρμῆν ὥστε γετούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων Τρυγαῖος οὐχ αἱ γυναῖκές γ᾽ ἔλαβον.
Οἰκέτης ἀλλ᾽ εἰς ἑσπέρανδώσουσιν αὐταῖς ἅνδρες. Τρυγαῖος ἀλλ᾽ εὐχώμεθα.τίς τῇδε; ποῦ ποτ᾽ εἰσὶ πολλοὶ κἀγαθοί; Οἰκέτης τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
Τρυγαῖος τούτους ἀγαθοὺς ἐνόμισας; 970
Οἰκέτης οὐ γάρ, οἵτινεςἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ Τρυγαῖος ἀλλ᾽ ὡς τάχιστ᾽ εὐχώμεθ᾽.
Χορός εὐχώμεσθα δή.
Τρυγαῖος ὦ σεμνοτάτη βασίλεια θεὰπότνι᾽ Εἰρήνη, 975 Χορός δέξαι δῆτ᾽ ὦ πολυτιμήτηνὴ Δία, καὶ μὴ ποίει γ᾽ ἅπερ αἱ Τρυγαῖος μὰ Δἴ ἀλλ᾽ ἀπόφηνον ὅλην σαυτὴνγενναιοπρεπῶς τοῖσιν ἐρασταῖς Τρυγαῖος ταῦτ᾽ ὦ πολυτίμητ᾽ εὐχομένοις ἡμῖν δίδου.
Οἰκέτης λαβὲ τὴν μάχαιραν· εἶθ᾽ ὅπως μαγειρικῶςσφάξεις τὸν οἶν. Τρυγαῖος ἀλλ᾽ οὐ θέμις.
Οἰκέτης τιὴ τί δή;
Τρυγαῖος οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,οὐδ᾽ αἱματοῦται βωμός. ἀλλ᾽ εἴσω φέρων 1020 Χορός σέ τοι θύρασι χρὴ . . . μένοντα τοίνυνσχίζας δευρὶ τιθέναι ταχέως Τρυγαῖος οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
Χορός πῶς δ᾽ οὐχί; τί γάρ σε πέφευγ᾽ὅσα χρὴ σοφὸν ἄνδρα; τί δ᾽ οὐ Τρυγαῖος ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει. Χορός τίς οὖν ἂν οὐκ ἐπαινέσειενἄνδρα τοιοῦτον, ὅστις Οἰκέτης ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.ἐγὼ δ᾽ ἐπὶ σπλάγχν᾽ εἶμι καὶ θυλήματα. 1040 Τρυγαῖος ἐμοὶ μελήσει ταῦτά γ᾽· ἀλλ᾽ ἥκειν ἐχρῆν.
Οἰκέτης ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;
Τρυγαῖος ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶπροσέρχεται δάφνῃ τις ἐστεφανωμένος. Οἰκέτης ὡς ἀλαζὼν φαίνεται·μάντις τίς ἐστιν. Τρυγαῖος οὐ μὰ Δἴ ἀλλ᾽ Ἱεροκλέηςοὗτός γέ πού ᾽σθ᾽ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ. Οἰκέτης τί ποτ᾽ ἄρα λέξει;
Τρυγαῖος δῆλός ἐσθ᾽ οὗτός γ᾽ ὅτιἐναντιώσεταί τι ταῖς διαλλαγαῖς. Οἰκέτης οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν. 1050
Τρυγαῖος μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
Οἰκέτης εὖ λέγεις.
Ἱεροκλῆς τίς ἡ θυσία ποθ᾽ αὑτηὶ καὶ τῷ θεῶν;
Τρυγαῖος ὀπτα σὺ σιγῇ κἄπαγ᾽ ἀπὸ τῆς ὀσφύος.
Ἱεροκλῆς ὅτῳ δὲ θύετ᾽ οὐ φράσεθ᾽;
Τρυγαῖος ἡ κέρκος ποιεῖκαλῶς; 1055 Οἰκέτης καλῶς δῆτ᾽ ὦ πότνι᾽ Εἰρήνη φίλη.
Ἱεροκλῆς ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
Τρυγαῖος ὀπτᾶν ἄμεινον πρῶτον.
Ἱεροκλῆς ἀλλὰ ταυταγὶἤδη ᾽στὶν ὀπτά. Τρυγαῖος πολλὰ πράττεις, ὅστις εἶ.κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε. Ἱεροκλῆς ἡ γλῶττα χωρὶς τέμνεται. 1060
Τρυγαῖος μεμνήμεθα.ἀλλ᾽ οἶσθ᾽ ὃ δρᾶσον; Ἱεροκλῆς ἢν φράσῃς.
Τρυγαῖος μὴ διαλέγουνῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν. Τρυγαῖος ἐς κεφαλὴν σοί.
Ἱεροκλῆς οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντεςσυνθήκας πεποίησθ᾽ ἄνδρες χαροποῖσι πιθήκοις, 1065 Τρυγαῖος αἰβοιβοῖ.
Ἱεροκλῆς τί γελᾷς;
Τρυγαῖος ἥσθην χαροποῖσι πιθήκοις.
Ἱεροκλῆς καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,ὧν δόλιαι ψυχαί, δόλιαι φρένες. Τρυγαῖος εἴθε σου εἶναιὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων. Ἱεροκλῆς εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον, 1070μηδὲ Βάκις θνητούς, μηδ᾽ αὖ νύμφαι Βάκιν αὐτὸν-- Τρυγαῖος ἐξώλης ἀπόλοι᾽, εἰ μὴ παύσαιο βακίζων.
Ἱεροκλῆς οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ᾽ ἀναλῦσαι,ἀλλὰ τόδε πρότερον-- Τρυγαῖος τοῖσδ᾽ ἁλσί γε παστέα ταυτί.
Ἱεροκλῆς οὐ γάρ πω τοῦτ᾽ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν, 1075φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ. Τρυγαῖος καὶ πῶς ὦ κατάρατε λύκος ποτ᾽ ἂν οἶν ὑμεναιοῖ;
Ἱεροκλῆς ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,“χἠ κώδων” ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει, Τρυγαῖος ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας, 1080ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον, Ἱεροκλῆς οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
Τρυγαῖος οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ ν᾽ πρυτανείῳ,οὐδ᾽ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν. 1085 Ἱεροκλῆς οὐδέποτ᾽ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
Τρυγαῖος ἆρα φενακίζων ποτ᾽ Ἀθηναίους ἔτι παύσει;
Ἱεροκλῆς ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
Τρυγαῖος ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος·“ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο 1090 Ἱεροκλῆς οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτ᾽ εἶπε Σίβυλλα. 1095
Τρυγαῖος ἀλλ᾽ ὁ σοφός τοι νὴ Δί᾽ Ὅμηρος δεξιὸν εἶπεν·“ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος, Ἱεροκλῆς φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσαςἰκτῖνος μάρψῃ. 1100 Τρυγαῖος τουτὶ μέντοι σὺ φυλάττου,ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός. Ἱεροκλῆς ἀλλ᾽ εἰ ταῦτα δοκεῖ, κἀγὼ ᾽μαυτῷ βαλανεύσω.
Τρυγαῖος σπονδὴ σπονδή.
Ἱεροκλῆς ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον. 1105
Τρυγαῖος ἀλλ᾽ οὔπω τοῦτ᾽ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δ᾽ ἀπελθεῖν. Ἱεροκλῆς πρόσφερε τὴν γλῶτταν.
Τρυγαῖος σὺ δὲ τὴν σαυτοῦ γ᾽ ἀπένεγκε.
Ἱεροκλῆς σπονδή. 1110
Τρυγαῖος καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
Ἱεροκλῆς οὐδεὶς προσδώσει τῶν σπλάγχνων;
Τρυγαῖος οὐ γὰρ οἷόν τεἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ. Ἱεροκλῆς ναὶ πρὸς τῶν γονάτων.
Τρυγαῖος ἄλλως ὦ τᾶν ἱκετεύεις·οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον. Ἱεροκλῆς τί δὴ ᾽γώ;
Τρυγαῖος τὴν Σίβυλλαν ἔσθιε.
Ἱεροκλῆς οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,ἀλλ᾽ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δ᾽ ἐν μέσῳ. Τρυγαῖος ὦ παῖε τὸν Βάκιν.
Ἱεροκλῆς μαρτύρομαι.
Τρυγαῖος κἄγωγ᾽ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ. 1120παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα. Οἰκέτης σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,ἁλάμβαν᾽ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ. Χορός ἥδομαί γ᾽ ἥδομαικράνους ἀπηλλαγμένος Χορός οὐ γὰρ ἔσθ᾽ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ᾽σπαρμένα, 1140τὸν θεὸν δ᾽ ἐπιψακάζειν, καὶ τιν᾽ εἰπεῖν γείτονα, Χορός ὡς ἂν ἐμπίῃ μεθ᾽ ἡμῶν,εὖ ποιοῦντος κὠφελοῦντος Χορός ἡνίκ᾽ ἂν δ᾽ ἀχέταςᾄδῃ τὸν ἡδὺν νόμον, 1160 Χορός μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπωντρεῖς λόφους ἔχοντα καὶ φοινικίδ᾽ ὀξεῖαν πάνυ, Χορός πολλὰ γὰρ δή μ᾽ ἠδίκησαν,ὄντες οἴκοι μὲν λέοντες Τρυγαῖος ἰοὺ ἰού.ὅσον τὸ χρῆμ᾽ ἐπὶ δεῖπνον ἦλθ᾽ ἐς τοὺς γάμους. Δρεπανουργός ποῦ ποῦ Τρυγαῖός ἐστιν;
Τρυγαῖος ἀναβράττω κίχλας.
Δρεπανουργός ὦ φίλτατ᾽ ὦ Τρυγαῖ᾽ ὅσ᾽ ἡμᾶς τἀγαθὰδέδρακας εἰρήνην ποιήσας· ὡς πρὸ τοῦ Τρυγαῖος ἴθι νυν καταθέμενοι παρ᾽ ἐμοὶ ταῦτ᾽ εἴσιτεἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ Λοφοποιός οἴμ᾽ ὡς προθέλυμνόν μ᾽ ὦ Τρυγαἶ ἀπώλεσας. 1210
Τρυγαῖος τί δ᾽ ἔστιν ὦ κακόδαιμον; οὔτι που λοφᾷς;
Λοφοποιός ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ᾽κεινονί. Τρυγαῖος τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
Λοφοποιός αὐτὸς σὺ τί δίδως; 1215
Τρυγαῖος ὅ τι δίδωμ᾽; αἰσχύνομαι.ὅμως δ᾽ ὅτι τὸ σφήκωμ᾽ ἔχει πόνον πολύν, Λοφοποιός ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν. 1220 Τρυγαῖος ἀπόφερ᾽ ἀπόφερ᾽ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω. Θωρακοπώλης τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτειἐνημμένῳ κάλλιστα χρήσομαι τάλας; 1225 Τρυγαῖος οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.ἀλλ᾽ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας· Θωρακοπώλης παῦσαί μ᾽ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
Τρυγαῖος ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς; 1230
Θωρακοπώλης ποίᾳ δ᾽ ἀποψήσει ποτ᾽ ὦμαθέστατε;
Τρυγαῖος τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶςκαὶ τῇδ᾽. Θωρακοπώλης ἅμ᾽ ἀμφοῖν δῆτ᾽;
Τρυγαῖος ἔγωγε νὴ Δία,ἵνα μή γ᾽ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς. Θωρακοπώλης ἔπειτ᾽ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος; 1235
Τρυγαῖος ἔγωγε νὴ Δί᾽ ὦπίτριπτ᾽. οἴει γὰρ ἂντὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν; Θωρακοπώλης ἴθι δὴ ᾽ξένεγκε τἀργύριον.
Τρυγαῖος ἀλλ᾽ ὦγαθὲθλίβει τὸν ὄρρον. ἀπόφερ᾽, οὐκ ὠνήσομαι. Σαλπιγγοποιός τί δ᾽ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι, 1240ἣν ἐπριάμην δραχμῶν ποθ᾽ ἑξήκοντ᾽ ἐγώ; Τρυγαῖος μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέαςἔπειτ᾽ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον, Σαλπιγγοποιός οἴμοι καταγελᾷς. 1245
Τρυγαῖος ἀλλ᾽ ἕτερον παραινέσω.τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον, Κρανοποιός ὦ δυσκάθαρτε δαῖμον ὥς μ᾽ ἀπώλεσας, 1250ὅτ᾽ ἀντέδωκά γ᾽ ἀντὶ τῶνδε μνᾶν ποτέ· Τρυγαῖος πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν. Δορυξός οἴμ᾽ ὦ κρανοποί᾽ ὡς ἀθλίως πεπράγαμεν. 1255
Τρυγαῖος οὗτος μὲν οὐ πέπονθεν οὐδέν.
Δορυξός ἀλλὰ τίἔτ᾽ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται; Τρυγαῖος ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,ἄμεινον ἢ νῦν αὔτ᾽ ἀποδώσεται πολύ. Κρανοποιός ἀπίωμεν ὦ δορυξέ. 1260
Τρυγαῖος μηδαμῶς γ᾽, ἐπεὶτούτῳ γ᾽ ἐγὼ τὰ δόρατα ταῦτ᾽ ὠνήσομαι. Δορυξός πόσον δίδως δῆτ᾽;
Τρυγαῖος εἰ διαπρισθεῖεν δίχα,λάβοιμ᾽ ἂν αὔτ᾽ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς. Δορυξός ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών.
Τρυγαῖος νὴ τὸν Δί᾽, ὡς τὰ παιδί᾽ ἤδη ᾽ξέρχεται 1265οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ᾽, ἵνα Παῖς <Λαμάχου> νῦν αὖθ᾽ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα-- 1270
Τρυγαῖος παῦσαιὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμον Παῖς <Λαμάχου> οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,σύν ῥ᾽ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας. Τρυγαῖος ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν; 1275
Παῖς <Λαμάχου> ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
Τρυγαῖος ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσονοἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας. Τρυγαῖος ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί· 1280ἄριστον προτίθεντο καὶ ἅτθ᾽ ἥδιστα πάσασθαι. Παῖς <Λαμάχου> ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππωνἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν. Τρυγαῖος εἶεν; ἐκόρεσθεν τοῦ πολέμου κᾆτ᾽ ἤσθιον.ταῦτ᾽ ᾆδε, ταῦθ᾽, ὡς ἤσθιον κεκορημένοι. 1285 Παῖς <Λαμάχου> θωρήσσοντ᾽ ἄρ᾽ ὄτειτα πεπαυμένοι--
Τρυγαῖος ἄσμενοι, οἶμαι.
Παῖς <Λαμάχου> πύργων δ᾽ ἐξεχέοντο, βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
Τρυγαῖος κάκιστ᾽ ἀπόλοιο παιδάριον αὐταῖς μάχαις·οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. τοῦ καί ποτ᾽ εἶ; Παῖς <Λαμάχου> ἐγώ; 1290
Τρυγαῖος σὺ μέντοι νὴ Δί᾽.
Παῖς <Λαμάχου> υἱὸς Λαμάχου.
Τρυγαῖος αἰβοῖ·ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης Παῖς <Κλεωνύμου> ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων. Τρυγαῖος εἰπέ μοι ὦ πόσθων, ἐς τὸν σαυτοῦ πατέρ᾽ ᾄδεις; 1300
Παῖς <Κλεωνύμου> ψυχὴν δ᾽ ἐξεσάωσα--
Τρυγαῖος κατῄσχυνας δὲ τοκῆας.ἀλλ᾽ εἰσίωμεν. εὖ γὰρ οἶδ᾽ ἐγὼ σαφῶς Τρυγαῖος ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ᾽νταῦθα τῶν μενόντων 1305φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν. Χορός ἡμῖν μελήσει ταῦτά γ᾽· εὖ ποιεῖς δὲ καὶ σὺ φράζων.
Τρυγαῖος ἀλλ᾽ ὦ πρὸ τοῦ πεινῶντες ἐμβάλλεσθε τῶν λαγῴων·ὡς οὐχὶ πᾶσαν ἡμέραν Χορός εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζεινδᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπιχορεύειν. Χορός κἀπευξαμένους τοῖσι θεοῖσιν 1320διδόναι πλοῦτον τοῖς Ἕλλησιν, Τρυγαῖος δεῦρ᾽ ὦ γύναι εἰς ἀγρόν,χὤπως μετ᾽ ἐμοῦ καλὴ 1330 Ἡμιχόριον Β ὦ τρὶς μάκαρ ὡς δικαίωςτἀγαθὰ νῦν ἔχεις. Ἡμιχόριον Α Ὑμὴν Ὑμέναι᾽ ὦ. 1335
Ἡμιχόριον Β Ὑμὴν Ὑμέναι᾽ ὦ.
Ἡμιχόριον Α τί δράσομεν αὐτήν;
Ἡμιχόριον Β τί δράσομεν αὐτήν;
Ἡμιχόριον Α τρυγήσομεν αὐτήν,
Ἡμιχόριον Β τρυγήσομεν αὐτήν.
Ἡμιχόριον Α ἀλλ᾽ ἀράμενοι φέρωμενοἱ προτεταγμένοι 1340 Ἡμιχόριον Β Ὑμὴν Ὑμέναι᾽ ὦ,
Ἡμιχόριον Β Ὑμὴν Ὑμέναι᾽ ὦ,
Τρυγαῖος οἰκήσετε γοῦν καλῶςοὐ πράγματ᾽ ἔχοντες, ἀλλὰ 1345 Ἡμιχόριον Β Ὑμὴν Ὑμέναι᾽ ὦ,
Ἡμιχόριον Α Ὑμὴν Ὑμέναι᾽ ὦ.
Ἡμιχόριον Β τοῦ μὲν μέγα καὶ παχύ.
Ἡμιχόριον Α τῆς δ᾽ ἡδὺ τὸ σῦκον. 1350
Τρυγαῖος φήσεις γ᾽ ὅταν ἐσθίῃςοἶνόν τε πίῃς πολύν. Χορός Ὑμὴν Ὑμέναι᾽ ὦ,Ὑμὴν Ὑμέναι᾽ ὦ. Τρυγαῖος ὦ χαίρετε χαίρετ᾽ ἄνδρες, 1355κἂν ξυνέπησθέ μοι |