Ομηρικοί Ύμνοι/I. Εις Διόνυσον

Από Βικιθήκη
< Ομηρικοί Ύμνοι(Ανακατεύθυνση από Εις Διώνυσον (1))
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ὁμηρικοὶ ὕμνοι
Εἰς Διώνυσον


....................................................................................................................................................................................................................................................

οἱ μὲν γὰρ Δρακάνῳ σ᾽, οἱ δ᾽ Ἰκάρῳ ἠνεμοέσσῃ
φάσ᾽, οἱ δ᾽ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
οἱ δέ σ᾽ ἐπ᾽ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ,
ἄλλοι δ᾽ ἐν Θήβῃσιν ἄναξ σε λέγουσι γενέσθαι 5
ψευδόμενοι· σὲ δ᾽ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πολλὸν ἀπ᾽ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην.
ἔστι δέ τις Νύση ὕπατον ὄρος ἀνθέον ὕλῃ
τηλοῦ Φοινίκης σχεδὸν Αἰγύπτοιο ῥοάων

....................................................................................................................................................................................................................................................

καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ᾽ ἐνὶ νηοῖς. 10
ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.
ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων·
ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ᾽ ἀθανάτοιο, μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον. 15
ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.
ἵληθ' εἰραφιῶτα, γυναιμανές· οἱ δέ σ᾽ ἀοιδοὶ
ᾄδομεν ἀρχόμενοι λήγοντές τ᾽, οὐδέ πῃ ἔστι

σεῖ᾽ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
20καὶ σὺ μὲν οὕτω χαῖρε Διώνυσ᾽ εἰραφιῶτα,
σὺν μητρὶ Σεμέλῃ ἥν περ καλέουσι Θυώνην.