Ομηρικοί Ύμνοι/XXXIII.Εις Διοσκούρους

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ὁμηρικοὶ ὕμνοι
Εἰς Διοσκούρους


Ἀμφὶ Διὸς κούρους ἑλικώπιδες ἔσπετε Μοῦσαι
Τυνδαρίδας Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
Κάστορά θ᾽ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
μιχθεῖσ᾽ ἐν φιλότητι κελαινεφέι Κρονίωνι 5
σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἱ δ᾽ ἀπὸ νηῶν
εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
ἄρνεσσιν λευκοῖσιν ἐπ᾽ ἀκρωτήρια βάντες 10
πρύμνης· τὴν δ᾽ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
θῆκαν ὑποβρυχίην, οἱ δ᾽ ἐξαπίνης ἐφάνησαν
ξουθῇσι πτερύγεσσι δι᾽ αἰθέρος ἀίξαντες,
αὐτίκα δ᾽ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
κύματα δ᾽ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, 15

ναύταις σήματα καλὰ πόνου ἀπονόσφισιν· οἱ δὲ ἰδόντες
γήθησαν, παύσαντο δ᾽ ὀϊζυροῖο πόνοιο.
Χαίρετε Τυνδαρίδαι ταχέων ἐπιβήτορες ἵππων·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.