Εις Ήφαιστον

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ομηρικοί Ύμνοι

Εἲς Ἥφαιστον



Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
ὃς μετ' Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.    5

νῦν δὲ δι' Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.

ἀλλ' ἵληθ', Ἥφαιστε: δίδου δ' ἀρετήν τε καὶ ὄλβον.