Μετάβαση στο περιεχόμενο

Ύμνος προς τον Θεόν

Από Βικιθήκη
Ὕμνος πρὸς Θεόν.
Συγγραφέας:
Patrologicae cursus completus. Series graeca. PG 37: Gregorii Theologi opera quae exstant omnia. Pars 3. ed. J. P. Migne, Paris 1862


Σὲ τὸν ἄφθιτον μονάρχην
Δὸς ἀνυμνεῖν, δὸς ἀείδειν,
Τὸν ἄνακτα τὸν δεσπότην·
Δι᾽ ὃν ὕμνος, δι᾽ ὃν αἶνος,

Δι᾽ ὃν Ἀγγέλων χορεία, 5
Δι᾽ ὃν αἰῶνες ἄπαυστοι,
Δι᾽ ὃν ἥλιος προλάμπει,
Δι᾽ ὃν ὁ δρόμος σελήνης,
Δι᾽ ὃν ἄστρων μέγα κάλλος,

Δι᾽ ὃν ἄνθρωπος ὁ σεμνὸς 10
Ἔλαχε νοεῖν τὸ θεῖον,
Λογικὸν ζῶον ὑπάρχων.
Σὺ γὰρ ἔκτισας τὰ πάντα
Παρέχων τάξιν ἑκάστωι,
 
Συνέχων τε τῆι προνοίαι. 15
Λόγον εἶπας, πέλεν ἔργον.
Ὁ Λόγος σου Θεὸς Υἱός·
Ὁμοούσιος γάρ ἐστιν,
Ὁμότιμος τῶι τεκόντι,

Ὃς ἐφήρμοσεν τὰ πάντα, 20
Ἵνα πάντων βασιλεύσηι.
Περιλάμβανον δὲ πάντα
Ἅγιον Πνεῦμα τὸ θεῖον
Προνοούμενον φυλάσσει.
 
Τριάδα ζῶσαν ἐρῶ σε, 25
Ἕνα καὶ μόνον μονάρχην,
Φύσιν ἄτρεπτον, ἄναρχον,
Φύσιν οὐσίας ἀφράστου,
Σοφίας νοῦν ἀνέφικτον,

Κράτος οὐρανῶν ἄπταιστον, 30
Ἄτερ ἀρχῆς, ἀπέραντον,
Ἀκατασκόπητον αὐγὴν,
Ἐφορῶσαν δὲ τὰ πάντα,
Βάθος οὐδὲν ἀγνοοῦσαν

Ἀπὸ γῆς μέχρις ἀβύσσου. 35
Πάτερ, ἵλεως γενοῦ μοι.
Διὰ παντὸς θεραπεύειν
Τὸ σέβασμα τοῦτο, δός μοι
Τὰ δ᾽ ἁμαρτήματα ῥίψον,

Τὸ συνειδὸς ἐκκαθαίρων 40
Ἀπὸ πάσης κακονοίας,
Ἵνα δοξάσω τὸ θεῖον
Ὁσίας χεῖρας ἐπαίρων
Ἵνα Χριστὸν εὐλογήσω,

Γόνυ κάμπτων ἱκετεύσω 45
Τότε προσλαβεῖν με δοῦλον,
Ὅτ᾽ ἂν ἔλθηι βασιλεύων.
Πάτερ, ἵλεως γενοῦ μοι,
Ἔλεον καὶ χάριν εὕρω·

Ὅτι δόξα καὶ χάρις σοι 50
Ἄχρις αἰῶνος ἀμέτρου.