Μετάβαση στο περιεχόμενο

Γεωγραφικά/Δ

Από Βικιθήκη
(Ανακατεύθυνση από Γεωγραφία/Δ)
Γεωγραφικά
Συγγραφέας:
Βιβλίο Δ




βιβλίο Δ


Ἐν τῶι τετάρτωι τὰ περὶ Γαλλίαν καὶ Ἰβηρίαν καὶ ὅσα διείργουσιν αἱ Ἄλπεις τῆς Ἰταλίας ἔνδον͵ ἐν οἷς καὶ Βρεττανία καὶ τῶν ὠκεανιτίδων νήσων τινές͵ ὅσαι καὶ δοκοῦσιν οἰκεῖσθαι͵ καὶ βαρβάρων χώραν καὶ ἔθνη παροικοῦντα τοῦ Ἴστρου πέραν.


Κεφάλαιο 1

1.1

Ἐφεξῆς δ᾽ ἐστὶν ἡ ὑπὲρ τῶν Ἄλπεων Κελτική. ταύτης δὲ καὶ τὸ σχῆμα ὑπογέγραπται πρότερον τυπωδῶς καὶ τὸ μέγεθος· νυνὶ δὲ λεκτέον τὰ καθ᾽ ἕκαστα. οἱ μὲν δὴ τριχῆ διήιρουν Ἀκυιτανοὺς καὶ Βέλγας καλοῦντες καὶ Κέλτας͵ τοὺς μὲν Ἀκυιτανοὺς τελέως ἐξηλλαγμένους οὐ τῆι γλώττηι μόνον ἀλλὰ καὶ τοῖς σώμασιν ἐμφερεῖς Ἴβηρσι μᾶλλον ἢ Γαλάταις͵ τοὺς δὲ λοιποὺς Γαλατικοὺς μὲν τὴν ὄψιν͵ ὁμογλώττους δ᾽ οὐ πάντας͵ ἀλλ᾽ ἐνίους μικρὸν παραλλάττοντας ταῖς γλώτταις· καὶ πολιτεία δὲ καὶ οἱ βίοι μικρὸν ἐξηλλαγμένοι εἰσίν. Ἀκυιτανοὺς μὲν οὖν καὶ Κέλτας ἔλεγον τοὺς πρὸς τῆι Πυρήνηι͵ διωρισμένους τῶι Κεμμένωι ὄρει. εἴρηται γὰρ ὅτι τὴν Κελτικὴν ταύτην ἀπὸ μὲν τῆς δύσεως ὁρίζει τὰ Πυρηναῖα ὄρη͵ προσαπτόμενα τῆς ἑκατέρωθεν θαλάττης τῆς τε ἐντὸς καὶ τῆς ἐκτός· ἀπὸ δὲ τῶν ἀνατολῶν ὁ Ῥῆνος παράλληλος ὢν τῆι Πυρήνηι· τὰ δ᾽ ἀπὸ τῶν ἄρκτων καὶ τῆς μεσημβρίας τὰ μὲν ὁ ὠκεανὸς περιείληφεν ἀρξάμενος ἀπὸ τῶν βορείων ἄκρων τῆς Πυρήνης μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου͵ τὰ δ᾽ ἐξ ἐναντίας ἡ κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλαττα καὶ αἱ Ἄλπεις ἀπὸ τῆς Λιγυστικῆς ἀρξάμεναι μέχρι τῶν πηγῶν τοῦ Ῥήνου. τῆι δὲ Πυρήνηι πρὸς ὀρθὰς ἦκται Κέμμενον ὄρος διὰ μέσων τῶν πεδίων͵ καὶ παύεται κατὰ μέσα πλησίον Λουγδούνου͵ περὶ δισχιλίους ἐκταθὲν σταδίους. Ἀκυιτανοὺς μὲν τοίνυν ἔλεγον τοὺς τὰ βόρεια τῆς Πυρήνης μέρη κατέχοντας καὶ τῆς Κεμμένης μέχρι πρὸς τὸν ὠκεανὸν τὰ ἐντὸς Γαρούνα ποταμοῦ͵ Κέλτας δὲ τοὺς ἐπὶ θάτερα μέρη καθήκοντας καὶ τὴν κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλατταν͵ ἁπτομένους δὲ καὶ τῶν Ἀλπεινῶν ὀρῶν ἐνίων͵ Βέλγας δ᾽ ἔλεγον τοὺς λοιπούς τε τῶν παρωκεανιτῶν μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου καί τινας τῶν παροικούντων τὸν Ῥῆνον καὶ τὰς Ἄλπεις. οὕτω δὲ καὶ ὁ θεὸς Καῖσαρ ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν. ὁ δὲ Σεβαστὸς Καῖσαρ τετραχῆ διελὼν τοὺς μὲν Κέλτας τῆς Ναρβωνίτιδος ἐπαρχίας ἀπέφηνεν͵ Ἀκυιτανοὺς δ᾽ οὕσπερ κἀκεῖνος͵ προσέθηκε δὲ τετταρεσκαίδεκα ἔθνη τῶν μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος ποταμοῦ νεμομένων· τὴν δὲ λοιπὴν διελὼν δίχα τὴν μὲν Λουγδούνωι προσώρισε μέχρι τῶν ἄνω μερῶν τοῦ Ῥήνου͵ τὴν δὲ τοῖς Βέλγαις. ὅσα μὲν οὖν φυσικῶς διώρισται δεῖ λέγειν τὸν γεωγράφον καὶ ὅσα ἐθνικῶς͵ ὅταν ἦι καὶ μνήμης ἄξια͵ ὅσα δ᾽ οἱ ἡγεμόνες πρὸς τοὺς καιροὺς πολιτευόμενοι διατάττουσι ποικίλως͵ ἀρκεῖ κἂν ἐν κεφαλαίωι τις εἴπηι͵ τοῦ δ᾽ ἀκριβοῦς ἄλλοις παραχωρητέον.

1.2

Ἅπασα μὲν οὖν ἐστιν αὕτη ποταμοῖς κατάρρυτος ἡ χώρα͵ τοῖς μὲν ἐκ τῶν Ἄλπεων καταφερομένοις τοῖς δ᾽ ἐκ τοῦ Κεμμένου καὶ τῆς Πυρήνης͵ καὶ τοῖς μὲν εἰς τὸν ὠκεανὸν ἐκβάλλουσι τοῖς δὲ εἰς τὴν ἡμετέραν θάλατταν. δι᾽ ὧν δὲ φέρονται χωρίων͵ πεδία ἐστὶ τὰ πλεῖστα καὶ γεωλοφίαι διάρρους ἔχουσαι πλωτούς. οὕτως δ᾽ εὐφυῶς ἴσχει τὰ ῥεῖθρα πρὸς ἄλληλα ὥστ᾽ ἐξ ἑκατέρας τῆς θαλάττης εἰς ἑκατέραν κατακομίζεσθαι͵ πορευομένων τῶν φορτίων ἐπ᾽ ὀλίγον καὶ διὰ πεδίων εὐμαρῶς͵ τὸ δὲ πλέον τοῖς ποταμοῖς͵ τοῖς μὲν ἀναγομένων τοῖς δὲ καταγομένων. ἔχει δέ τι πλεονέκτημα πρὸς τοῦτο ὁ Ῥοδανός· καὶ γὰρ πολλαχόθεν ἐστὶ σύρρους͵ καὶ συνάπτει πρὸς τὴν ἡμετέραν θάλατταν κρείττω τῆς ἐκτὸς οὖσαν͵ ὥσπερ εἴρηται͵ καὶ διὰ χώρας διέξεισι τῆς εὐδαιμονεστάτης τῶν ταύτηι. τοὺς γὰρ αὐτοὺς ἐκφέρει καρποὺς ἡ Ναρβωνῖτις ἅπασα ὥσπερ ἡ Ἰταλία. προϊόντι δ᾽ ἐπὶ τὰς ἄρκτους καὶ τὸ Κέμμενον ὄρος ἡ μὲν ἐλαιόφυτος καὶ συκοφόρος ἐκλείπει͵ τἆλλα δὲ φύεται. καὶ ἡ ἄμπελος δὲ προϊοῦσιν οὐ ῥαιδίως τελεσφορεῖ· ἡ δ᾽ ἄλλη πᾶσα σῖτον φέρει πολὺν καὶ κέγχρον καὶ βάλανον καὶ βοσκήματα παντοῖα͵ ἀργὸν δ᾽ αὐτῆς οὐδὲν πλὴν εἴ τι ἕλεσι κεκώλυται καὶ δρυμοῖς· καίτοι καὶ τοῦτο συνοικεῖται πολυανθρωπίαι μᾶλλον ἢ ἐπιμελείαι. καὶ γὰρ τοκάδες αἱ γυναῖκες καὶ τρέφειν ἀγαθαί͵ οἱ δ᾽ ἄνδρες μαχηταὶ μᾶλλον ἢ γεωργοί· νῦν δ᾽ ἀναγκάζονται γεωργεῖν καταθέμενοι τὰ ὅπλα. κοινῆι μὲν οὖν ταῦτα λέγομεν περὶ πάσης τῆς ἐκτὸς Κελτικῆς͵ περὶ δὲ τῶν τεταρτημορίων ἑκάστου διαλαβόντες λέγωμεν νυνὶ μεμνημένοι τυπωδῶς͵ καὶ πρῶτον περὶ τῆς Ναρβωνίτιδος.

1.3

Ταύτης δὲ τὸ σχῆμα παραλληλόγραμμόν πώς ἐστιν͵ ἐκ μὲν τῆς ἑσπέρας γραφόμενον τῆι Πυρήνηι πρὸς δὲ τὰς ἄρκτους τῶι Κεμμένωι· τὰς δὲ λοιπὰς τὴν μὲν νότιον ἡ θάλαττα ποιεῖ μεταξὺ Πυρήνης καὶ Μασσαλίας͵ τὴν δ᾽ ἑωθινὴν αἱ Ἄλπεις ἐκ μέρους καὶ τὸ μεταξὺ διάστημα τῶν Ἄλπεων ἐπ᾽ εὐθείας αὐταῖς ληφθὲν καὶ τῶν ὑπωρειῶν τοῦ Κεμμένου τῶν καθηκουσῶν ἐπὶ τὸν Ῥοδανὸν καὶ ποιουσῶν ὀρθὴν γωνίαν πρὸς τὴν λεχθεῖσαν ἀπὸ τῶν Ἄλπεων εὐθεῖαν. τῶι δὲ νοτίωι πρόσκειται παρὰ τὸ λεχθὲν σχῆμα ἡ ἐφεξῆς παραλία͵ ἣν ἔχουσιν οἵ τε Μασσαλιῶται καὶ οἱ Σάλυες μέχρι Λιγύων ἐπὶ τὰ πρὸς Ἰταλίαν μέρη καὶ τὸν Οὐᾶρον ποταμόν. οὗτος δ᾽ ἐστίν͵ ὡς εἶπον πρότερον͵ ὅριον τῆς Ναρβωνίτιδος καὶ τῆς Ἰταλίας· ὑπάρχει δὲ θέρους μὲν μικρός͵ χειμῶνος δὲ καὶ μέχρι ἑπτὰ σταδίων πλατυνόμενος. ἐντεῦθεν μὲν οὖν ἡ παραλία παρατείνει μέχρι τοῦ ἱεροῦ τῆς Πυρηναίας Ἀφροδίτης· τοῦτο δ᾽ ἐστὶν ὅριον ταύτης τε τῆς ἐπαρχίας καὶ τῆς Ἰβηρικῆς· ἔνιοι δὲ τὸν τόπον ἐν ὧι ἐστι τὰ Πομπηίου τρόπαια ὅριον Ἰβηρίας ἀποφαίνουσι καὶ τῆς Κελτικῆς. ἔστι δ᾽ ἔνθεν μὲν εἰς Νάρβωνα μίλια ἑξήκοντα τρία͵ ἐκεῖθεν δὲ εἰς Νέμαυσον ὀγδοήκοντα ὀκτώ͵ ἐκ Νεμαύσου δὲ διὰ Οὐγέρνου καὶ Ταρούσκωνος εἰς τὰ θερμὰ ὕδατα τὰ Σέξτια καλούμενα͵ ἅπερ πλησίον Μασσαλίας ἐστί͵ πεντήκοντα τρία͵ ἐντεῦθεν δὲ εἰς Ἀντίπολιν καὶ τὸν Οὐᾶρον ποταμὸν ἑβδομήκοντα τρία͵ ὥστε τὰ σύμπαντα γίνεται μίλια διακόσια ἑβδομήκοντα ἑπτά. ἔνιοι δ᾽ ἀπὸ τοῦ Ἀφροδισίου μέχρι τοῦ Οὐάρου σταδίους ἀνέγραψαν δισχιλίους ἑξακοσίους͵ οἱ δὲ καὶ διακοσίους προστιθέασιν· οὐ γὰρ ὁμολογεῖται περὶ τῶν διαστημάτων. κατὰ δὲ τὴν ἑτέραν ὁδὸν τὴν διὰ Οὐοκοντίων καὶ τῆς Κοττίου μέχρι μὲν Οὐγέρνου καὶ Ταρούσκωνος κοινὴ ὁδὸς ἡ ἀπὸ Νεμαύσου͵ ἐντεῦθεν δὲ ἐπὶ μὲν τοὺς Οὐοκοντίων ὅρους καὶ τὴν ἀρχὴν τῆς ἀναβάσεως τῶν Ἄλπεων διὰ Δρουεντία καὶ Καβαλλίωνος μίλια ἑξήκοντα τρία· πάλιν δ᾽ ἐντεῦθεν ἐπὶ τοὺς ἑτέρους ὅρους τῶν Οὐοκοντίων πρὸς τὴν Κοττίου μίλια ἑκατὸν ἑνὸς δέοντα ἐπ᾽ Ἐβρόδουνον κώμην· εἶτ᾽ ἄλλα τοσαῦτα διὰ Βριγαντίου κώμης καὶ Σκιγγομάγου καὶ τῆς τῶν Ἄλπεων ὑπερθέσεως ἐπὶ Ὤκελον͵ τὸ πέρας τῆς Κοττίου γῆς· ἡ ἀπὸ Σκιγγομάγου δὲ ἤδη Ἰταλία λέγεται· ἔστι δὲ ἐνθένδε ἐπὶ Ὤκελον μίλια εἰκοσιοκτώ.

1.4

Κτίσμα δ᾽ ἐστὶ Φωκαιέων ἡ Μασσαλία͵ κεῖται δ᾽ ἐπὶ χωρίου πετρώδους· ὑποπέπτωκε δ᾽ αὐτῆς ὁ λιμὴν θεατροειδεῖ πέτραι βλεπούσηι πρὸς νότον. τετείχισται δὲ καὶ αὕτη καλῶς καὶ ἡ πόλις σύμπασα μέγεθος ἔχουσα ἀξιόλογον. ἐν δὲ τῆι ἄκραι τὸ Ἐφέσιον ἵδρυται καὶ τὸ τοῦ Δελφινίου Ἀπόλλωνος ἱερόν· τοῦτο μὲν κοινὸν Ἰώνων ἁπάντων͵ τὸ δὲ Ἐφέσιον τῆς Ἀρτέμιδός ἐστι νεὼς τῆς Ἐφεσίας. ἀπαίρουσι γὰρ τοῖς Φωκαιεῦσιν ἐκ τῆς οἰκείας λόγιον ἐκπεσεῖν φασιν ἡγεμόνι χρήσασθαι τοῦ πλοῦ παρὰ τῆς Ἐφεσίας Ἀρτέμιδος λαβοῦσι· τοὺς μὲν δὴ προσαχθέντας τῆι Ἐφέσωι ζητεῖν ὅντινα τρόπον ἐκ τῆς θεοῦ πορίσαιντο τὸ προσταχθέν. Ἀριστάρχηι δὲ τῶν ἐντίμων σφόδρα γυναικῶν παραστῆναι κατ᾽ ὄναρ τὴν θεὸν καὶ κελεῦσαι συναπαίρειν τοῖς Φωκαιεῦσιν ἀφίδρυμά τι τῶν ἱερῶν λαβούσηι· γενομένου δὲ τούτου καὶ τῆς ἀποικίας λαβούσης τέλος͵ τό τε ἱερὸν ἱδρύσασθαι καὶ τὴν Ἀριστάρχην τιμῆσαι διαφερόντως ἱέρειαν ἀποδείξαντας͵ ἔν τε ταῖς ἀποίκοις πόλεσι πανταχοῦ τιμᾶν ἐν τοῖς πρώτοις ταύτην τὴν θεὸν καὶ τοῦ ξοάνου τὴν διάθεσιν τὴν αὐτὴν καὶ τἆλλα νόμιμα φυλάττειν τὰ αὐτὰ ἅπερ ἐν τῆι μητροπόλει νενόμισται.

1.5

Διοικοῦνται δ᾽ ἀριστοκρατικῶς οἱ Μασσαλιῶται πάντων εὐνομώτατα͵ ἀνδρῶν ἑξακοσίων καταστήσαντες συνέδριον διὰ βίου ταύτην ἐχόντων τὴν τιμήν͵ οὓς τιμούχους καλοῦσι. πεντεκαίδεκα δ᾽ εἰσὶ τοῦ συνεδρίου προεστῶτες͵ τούτοις δὲ τὰ πρόχειρα διοικεῖν δέδοται. πάλιν δὲ τῶν πεντεκαίδεκα προκάθηνται τρεῖς οἱ πλεῖστον ἰσχύοντες͵ τούτων δὲ εἷς· τιμοῦχος δ᾽ οὐ γίνεται μὴ τέκνα ἔχων μηδὲ διὰ τριγονίας ἐκ πολιτῶν γεγονώς. οἱ δὲ νόμοι Ἰωνικοί͵ πρόκεινται δὲ δημοσίαι. χώραν δ᾽ ἔχουσιν ἐλαιόφυτον μὲν καὶ κατάμπελον͵ σίτωι δὲ λυπροτέραν διὰ τὴν τραχύτητα͵ ὥστε πεποιθότες τῆι θαλάττηι μᾶλλον ἢ τῆι γῆι τὸ πρὸς ναυτιλίας εὐφυὲς εἵλοντο μᾶλλον. ὕστερον μέντοι ταῖς ἀνδραγαθίαις ἴσχυσαν προσλαβεῖν τινα τῶν πέριξ πεδίων ἀπὸ τῆς αὐτῆς δυνάμεως ἀφ᾽ ἧς καὶ τὰς πόλεις ἔκτισαν͵ ἐπιτειχίσματα τὰς μὲν κατὰ τὴν Ἰβηρίαν τοῖς Ἴβηρσιν͵ οἷς καὶ τὰ ἱερὰ τῆς Ἐφεσίας Ἀρτέμιδος παρέδοσαν τὰ πάτρια ὥστε ἑλληνιστὶ θύειν͵ τὴν δὲ Ῥόην Ἀγάθην τοῖς περὶ τὸν ποταμὸν οἰκοῦσι τὸν Ῥοδανὸν βαρβάροις͵ τὸ δὲ Ταυροέντιον καὶ τὴν Ὀλβίαν καὶ Ἀντίπολιν καὶ Νίκαιαν τῶι τῶν Σαλύων ἔθνει καὶ τοῖς Λίγυσι τοῖς τὰς Ἄλπεις οἰκοῦσιν. εἰσὶ δὲ καὶ νεώσοικοι παρ᾽ αὐτοῖς καὶ ὁπλοθήκη· πρότερον δὲ καὶ πλοίων εὐπορία καὶ ὅπλων καὶ ὀργάνων τῶν τε πρὸς τὰς ναυτιλίας χρησίμων καὶ τῶν πρὸς πολιορκίας͵ ἀφ᾽ ὧν πρός τε τοὺς βαρβάρους ἀντέσχον καὶ Ῥωμαίους ἐκτήσαντο φίλους͵ καὶ πολλὰ καὶ αὐτοὶ χρήσιμοι κατέστησαν ἐκείνοις κἀκεῖνοι προσέλαβον τῆς αὐξήσεως αὐτῶν. Σέξτιος γοῦν ὁ καταλύσας τοὺς Σάλυας͵ οὐ πολὺ ἄπωθεν τῆς Μασσαλίας κτίσας πόλιν ὁμώνυμον ἑαυτοῦ τε καὶ τῶν ὑδάτων τῶν θερμῶν͵ ὧν τινὰ μεταβεβληκέναι φασὶν εἰς ψυχρά͵ ἐνταῦθά τε φρουρὰν κατώικισε Ῥωμαίων͵ καὶ ἐκ τῆς παραλίας τῆς εἰς τὴν Ἰταλίαν ἀγούσης ἀπὸ Μασσαλίας ἀνέστειλε τοὺς βαρβάρους͵ οὐ δυναμένων τῶν Μασσαλιωτῶν ἀνείργειν αὐτοὺς τελέως. οὐδ᾽ αὐτὸς δὲ πλέον ἴσχυσεν ἀλλ᾽ ἢ τοσοῦτον μόνον ὅσον κατὰ μὲν τὰ εὐλίμενα ἀπὸ τῆς θαλάττης ἀπελθεῖν τοὺς βαρβάρους ἐπὶ δώδεκα σταδίους͵ κατὰ δὲ τοὺς τραχῶνας ἐπὶ ὀκτώ· τὴν δὲ λειφθεῖσαν ὑπ᾽ ἐκείνων τοῖς Μασσαλιώταις παραδέδωκεν. ἀνάκειται δ᾽ ἐν πόλει συχνὰ τῶν ἀκροθινίων͵ ἃ ἔλαβον καταναυμαχοῦντες ἀεὶ τοὺς ἀμφισβητοῦντας τῆς θαλάττης ἀδίκως. πρότερον μὲν οὖν εὐτύχουν διαφερόντως περί τε τἆλλα καὶ περὶ τὴν πρὸς Ῥωμαίους φιλίαν͵ ἧς πολλὰ ἄν τις λάβοι σημεῖα· καὶ δὴ καὶ τὸ ξόανον τῆς Ἀρτέμιδος τῆς ἐν τῶι Ἀβεντίνωι οἱ Ῥωμαῖοι τὴν αὐτὴν διάθεσιν ἔχον τῶι παρὰ τοῖς Μασσαλιώταις ἀνέθεσαν. κατὰ δὲ τὴν Πομπηίου πρὸς Καίσαρα στάσιν τῶι κρατηθέντι μέρει προσθέμενοι τὴν πολλὴν τῆς εὐδαιμονίας ἀπέβαλον͵ ὅμως δ᾽ οὖν ἴχνη λείπεται τοῦ παλαιοῦ ζήλου παρὰ τοῖς ἀνθρώποις καὶ μάλιστα περὶ τὰς ὀργανοποιίας καὶ τὴν ναυτικὴν παρασκευήν. ἐξημερουμένων δ᾽ ἀεὶ τῶν ὑπερκειμένων βαρβάρων καὶ ἀντὶ τοῦ πολεμεῖν τετραμμένων ἤδη πρὸς πολιτείας καὶ γεωργίας διὰ τὴν τῶν Ῥωμαίων ἐπικράτειαν͵ οὐδ᾽ αὐτοῖς ἔτι τούτοις συμβαίνοι ἂν περὶ τὰ λεχθέντα τοσαύτη σπουδή. δηλοῖ δὲ τὰ καθεστηκότα νυνί· πάντες γὰρ οἱ χαρίεντες πρὸς τὸ λέγειν τρέπονται καὶ φιλοσοφεῖν͵ ὥσθ᾽ ἡ πόλις μικρὸν μὲν πρότερον τοῖς βαρβάροις ἀνεῖτο παιδευτήριον͵ καὶ φιλέλληνας κατεσκεύαζε τοὺς Γαλάτας ὥστε καὶ τὰ συμβόλαια ἑλληνιστὶ γράφειν͵ ἐν δὲ τῶι παρόντι καὶ τοὺς γνωριμωτάτους Ῥωμαίων πέπεικεν ἀντὶ τῆς εἰς Ἀθήνας ἀποδημίας ἐκεῖσε φοιτᾶν φιλομαθεῖς ὄντας. ὁρῶντες δὲ τούτους οἱ Γαλάται καὶ ἅμα εἰρήνην ἄγοντες͵ τὴν σχολὴν ἄσμενοι πρὸς τοὺς τοιούτους διατίθενται βίους οὐ κατ᾽ ἄνδρα μόνον ἀλλὰ καὶ δημοσίαι· σοφιστὰς γοῦν ὑποδέχονται τοὺς μὲν ἰδίαι͵ τοὺς δὲ πόλεις κοινῆι μισθούμεναι͵ καθάπερ καὶ ἰατρούς. τῆς δὲ λιτότητος τῶν βίων καὶ τῆς σωφροσύνης τῶν Μασσαλιωτῶν οὐκ ἐλάχιστον ἄν τις θείη τοῦτο τεκμήριον· ἡ γὰρ μεγίστη προὶξ αὐτοῖς ἐστιν ἑκατὸν χρυσοῖ καὶ εἰς ἐσθῆτα πέντε καὶ πέντε εἰς χρυσοῦν κόσμον· πλέον δ᾽ οὐκ ἔξεστι. καὶ ὁ Καῖσαρ δὲ καὶ οἱ μετ᾽ ἐκεῖνον ἡγεμόνες πρὸς τὰς ἐν τῶι πολέμωι γενηθείσας ἁμαρτίας ἐμετρίασαν μεμνημένοι τῆς φιλίας καὶ τὴν αὐτονομίαν ἐφύλαξαν͵ ἣν ἐξ ἀρχῆς εἶχεν ἡ πόλις͵ ὥστε μὴ ὑπακούειν τῶν εἰς τὴν ἐπαρχίαν πεμπομένων στρατηγῶν μήτε αὐτὴν μήτε τοὺς ὑπηκόους. περὶ μὲν Μασσαλίας ταῦτα.

1.6

Ἅμα δ᾽ ἥ τε τῶν Σαλύων ὀρεινὴ πρὸς ἄρκτον ἀπὸ τῆς ἑσπέρας κλίνει μᾶλλον καὶ τῆς θαλάττης ἀφίσταται κατὰ μικρόν͵ καὶ ἡ παραλία παρὰ τὴν ἑσπέραν περινεύει· μικρὸν δ᾽ ἀπὸ τῆς πόλεως τῶν Μασσαλιωτῶν προελθοῦσα ὅσον εἰς ἑκατὸν σταδίους ἐπὶ ἄκραν εὐμεγέθη πλησίον λατομιῶν τινων ἐντεῦθεν ἄρχεται κολποῦσθαι καὶ ποιεῖν τὸν Γαλατικὸν κόλπον πρὸς τὸ Ἀφροδίσιον τὸ τῆς Πυρήνης ἄκρον· καλοῦσι δ᾽ αὐτὸν καὶ Μασσαλιωτικόν. ἔστι δ᾽ ὁ κόλπος διπλοῦς· ἐν γὰρ τῆι αὐτῆι περιγραφῆι δύο κόλπους ἀφορίζον ἔκκειται τὸ Σήτιον ὄρος͵ προσλαβὸν καὶ τὴν Βλάσκωνα νῆσον πλησίον ἱδρυμένην· τῶν δὲ κόλπων ὁ μὲν μείζων ἰδίως πάλιν καλεῖται Γαλατικός͵ εἰς ὃν ἐξερεύγεται τὸ τοῦ Ῥοδανοῦ στόμα͵ ὁ δ᾽ ἐλάττων ὁ κατὰ Νάρβωνά ἐστι μέχρι Πυρήνης. ἡ μὲν οὖν Νάρβων ὑπέρκειται τῶν τοῦ Ἄτακος ἐκβολῶν καὶ τῆς λίμνης τῆς Ναρβωνίτιδος͵ μέγιστον ἐμπόριον τῶν ταύτηι͵ πρὸς δὲ τῶι Ῥοδανῶι πόλις ἐστὶ καὶ ἐμπόριον οὐ μικρὸν Ἀρελᾶτε· ἴσον δέ πως διέχει τὰ ἐμπόρια ταῦτα ἀλλήλων τε καὶ τῶν εἰρημένων ἄκρων͵ ἡ μὲν Νάρβων τοῦ Ἀφροδισίου τὸ δ᾽ Ἀρελᾶτε τῆς Μασσαλίας. ἑκατέρωθεν δὲ τῆς Νάρβωνος ἄλλοι ποταμοὶ ῥέουσιν οἱ μὲν ἐκ τῶν Κεμμένων ὀρῶν οἱ δ᾽ ἐκ τῆς Πυρήνης͵ πόλεις ἔχοντες εἰς ἃς ἀνάπλους οὐ πολύς ἐστι μικροῖς πλοίοις. ἐκ μὲν τῆς Πυρήνης ὅ τε Ῥουσκίνων καὶ ὁ Ἰλίβιρρις͵ πόλιν ἔχων ὁμώνυμον ἑκάτερος αὐτῶν· τοῦ δὲ Ῥουσκίνωνος καὶ λίμνη πλησίον ἐστὶ καὶ χωρίον ὕφυδρον μικρὸν ὑπὲρ τῆς θαλάττης͵ ἁλυκίδων μεστόν͵ τὸ τοὺς ὀρυκτοὺς κεστρεῖς ἔχον· δύο γὰρ ἢ τρεῖς ὀρύξαντι πόδας καὶ καθέντι τριόδοντα εἰς ὕδωρ ἰλυῶδες ἔστι περιπεῖραι τὸν ἰχθὺν ἀξιόλογον τὸ μέγεθος· τρέφεται δὲ ἀπὸ τῆς ἰλύος καθάπερ αἱ ἐγχέλυες. οὗτοι μὲν ἐκ τῆς Πυρήνης ῥέουσιν οἱ ποταμοὶ μεταξὺ Νάρβωνος καὶ τοῦ Ἀφροδισίου. ἐπὶ θάτερα [δὲ]μέρη τῆς Νάρβωνος ἐκ τοῦ Κεμμένου φέρονται πρὸς τὴν θάλατταν͵ ἐξ οὗπερ καὶ ὁ Ἄταξ ὅτε Ὄρβις καὶ ὁ Ἄραυρις. τούτων ἐφ᾽ οὗ μὲν Βαίτερρα πόλις ἀσφαλὴς ἵδρυται πλησίον τῆς Νάρβωνος͵ ἐφ᾽ οὗ δὲ Ἀγάθη κτίσμα Μασσαλιωτῶν.

1.7

Ἓν μὲν οὖν ἔχει παράδοξον ἡ προειρημένη παραλία τὸ περὶ τοὺς ὀρυκτοὺς ἰχθῦς͵ ἕτερον δὲ μεῖζον τούτου σχεδόν τι τὸ λεχθησόμενον. μεταξὺ γὰρ τῆς Μασσαλίας καὶ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ πεδίον ἐστὶ τῆς θαλάττης διέχον εἰς ἑκατὸν σταδίους͵ τοσοῦτον δὲ καὶ τὴν διάμετρον͵ κυκλοτερὲς τὸ σχῆμα· καλεῖται δὲ Λιθῶδες ἀπὸ τοῦ συμβεβηκότος. μεστὸν γάρ ἐστι λίθων χειροπληθῶν ὑποπεφυκυῖαν ἐχόντων αὑτοῖς ἄγρωστιν͵ ἀφ᾽ ἧς ἄφθονοι νομαὶ βοσκήμασίν εἰσιν· ἐν μέσωι δ᾽ ὕδατα καὶ ἁλυκίδες συνίστανται καὶ ἅλες. ἅπασα μὲν οὖν καὶ ἡ ὑπερκειμένη χώρα προσήνεμός ἐστι͵ διαφερόντως δ᾽ εἰς τὸ πεδίον τοῦτο τὸ μελαμβόρειον καταιγίζει πνεῦμα βίαιον καὶ φρικῶδες· φασὶ γοῦν σύρεσθαι καὶ κυλινδεῖσθαι τῶν λίθων ἐνίους͵ καταφλᾶσθαι δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν ὀχημάτων καὶ γυμνοῦσθαι καὶ ὅπλων καὶ ἐσθῆτος ὑπὸ τῆς ἐμπνοῆς. Ἀριστοτέλης μὲν οὖν φησιν ὑπὸ σεισμῶν τῶν καλουμένων βραστῶν ἐκπεσόντας τοὺς λίθους εἰς τὴν ἐπιφάνειαν συνολισθεῖν εἰς τὰ κοῖλα τῶν χωρίων. Ποσειδώνιος δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ͵ καὶ διὰ τοῦτο εἰς πλείονας μερισθῆναι λίθους͵ καθάπερ τοὺς ποταμίους κάχληκας καὶ τὰς ψήφους τὰς αἰγιαλίτιδας͵ ὁμοίους δὲ καὶ λείους καὶ ἰσομεγέθεις [πρὸς]τῆι ὁμοιότητι· καὶ τὴν αἰτίαν ἀποδεδώκασιν ἀμφότεροι. πιθανὸς μὲν οὖν ὁ παρ᾽ ἀμφοῖν λόγος· ἀνάγκη γὰρ τοὺς οὕτω συνεστῶτας λίθους οὐ καθ᾽ ἑαυτοὺς ἢ ἐξ ὑγροῦ παγέντας μεταβαλεῖν͵ [ἢ]ἐκ πετρῶν μεγάλων ῥήγματα συνεχῆ λαβουσῶν ἀποκριθῆναι. τὸ μέντοι δυσαπολόγητον Αἰσχύλος καταμαθὼν ἢ παρ᾽ ἄλλου λαβὼν εἰς μῦθον ἐξετόπισε. φησὶ γοῦν Προμηθεὺς παρ᾽ αὐτῶι καθηγούμενος Ἡρακλεῖ τῶν ὁδῶν τῶν ἀπὸ Καυκάσου πρὸς τὰς Ἑσπερίδας ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν͵ ἔνθ᾽ οὐ μάχης͵ σάφ᾽ οἶδα͵ καὶ θοῦρός περ ὢν μέμψει· πέπρωται γάρ σε καὶ βέλη λιπεῖν ἐνταῦθ᾽· ἑλέσθαι δ᾽ οὔ τιν᾽ ἐκ γαίας λίθον ἕξεις͵ ἐπεὶ πᾶς χῶρός ἐστι μαλθακός. ἰδὼν δ᾽ ἀμηχανοῦντά σε Ζεὺς οἰκτερεῖ͵ νεφέλην δ᾽ ὑποσχὼν νιφάδι γογγύλων πέτρων ὑπόσκιον θήσει χθόν᾽͵ οἷς ἔπειτα σὺ βαλὼν διώσει ῥαιδίως Λίγυν στρατόν. ὥσπερ οὐ κρεῖττον ὄν͵ φησὶν ὁ Ποσειδώνιος͵ εἰς αὐτοὺς τοὺς Λίγυας ἐμβαλεῖν τοὺς λίθους καὶ καταχῶσαι πάντας ἢ τοσούτων δεόμενον ποιῆσαι λίθων τὸν Ἡρακλέα. τὸ μὲν οὖν τοσούτων ἀναγκαῖον ἦν͵ εἴπερ καὶ πρὸς ὄχλον παμπληθῆ· ὥστε ταύτηι γε πιθανώτερος ὁ μυθογράφος τοῦ ἀνασκευάζοντος τὸν μῦθον. ἀλλὰ καὶ τὰ ἄλλα πεπρῶσθαι φήσας ὁ ποιητὴς οὐκ ἐᾶι μέμφεσθαι φιλαιτίως. καὶ γὰρ ἐν τοῖς περὶ τῆς προνοίας καὶ τῆς εἱμαρμένης λόγοις εὕροι τις ἂν πολλὰ τοιαῦτα τῶν ἀνθρωπίνων καὶ τῶν φύσει γινομένων͵ ὥστ᾽ ἐπ᾽ αὐτῶν φάναι πολὺ κρεῖττον εἶναι τόδε ἢ τόδε γενέσθαι͵ οἷον εὔομβρον εἶναι τὴν Αἴγυπτον͵ ἀλλὰ μὴ τὴν Αἰθιοπίαν ποτίζειν τὴν γῆν· καὶ τὸν Πάριν εἰς Σπάρτην πλέοντα ναυαγίωι περιπεσεῖν͵ ἀλλὰ μὴ τὴν Ἑλένην ἁρπάσαντα δίκας τῖσαι τοῖς ἀδικηθεῖσιν ὕστερον͵ ἡνίκα τοσοῦτον ἀπείργαστο φθόρον Ἑλλήνων καὶ βαρβάρων· ὅπερ Εὐριπίδης ἀνήνεγκεν εἰς τὸν Δία Ζεὺς γὰρ κακὸν μὲν Τρωσὶ πῆμα δ᾽ Ἑλλάδι θέλων γενέσθαι ταῦτ᾽ ἐβούλευσεν πατήρ.

1.8

Περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος μὲν ἐπιτιμᾶι Τιμαίωι φήσας εἶναι μὴ πεντάστομον ἀλλὰ δίστομον· Ἀρτεμίδωρος δὲ τρίστομον λέγει. Μάριος δὲ ὕστερον ὁρῶν τυφλόστομον γινόμενον ἐκ τῆς προσχώσεως καὶ δυσείσβολον καινὴν ἔτεμε διώρυχα͵ καὶ ταύτηι δεξάμενος τὸ πλέον τοῦ ποταμοῦ Μασσαλιώταις ἔδωκεν ἀριστεῖον κατὰ τὸν πρὸς Ἄμβρωνας καὶ Τωυγενοὺς πόλεμον· ἐξ οὗ πλοῦτον ἠνέγκαντο πολύν͵ τέλη πραττόμενοι τοὺς ἀναπλέοντας καὶ τοὺς καταγομένους· ὅμως οὖν ἔτι μένει δυσείσπλοα διά τε τὴν λαβρότητα καὶ τὴν πρόσχωσιν καὶ τὴν ταπεινότητα τῆς χώρας͵ ὥστε μὴ καθορᾶσθαι μηδ᾽ ἐγγὺς ἐν ταῖς δυσαερίαις. διόπερ οἱ Μασσαλιῶται πύργους ἀνέστησαν σημεῖα͵ ἐξοικειούμενοι πάντα τρόπον τὴν χώραν· καὶ δὴ καὶ τῆς Ἐφεσίας Ἀρτέμιδος κἀνταῦθα ἱδρύσαντο ἱερόν͵ χωρίον ἀπολαβόντες ὃ ποιεῖ νῆσον τὰ στόματα τοῦ ποταμοῦ. ὑπέρκειται δὲ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ λιμνοθάλαττα͵ καλοῦσι δὲ στομαλίμνην͵ ὀστράκια δ᾽ ἔχει πάμπολλα καὶ ἄλλως εὐοψεῖ. ταύτην δ᾽ ἔνιοι συγκατηρίθμησαν τοῖς στόμασι τοῦ Ῥοδανοῦ͵ καὶ μάλιστα οἱ φήσαντες ἑπτάστομον αὐτόν͵ οὔτε τοῦτ᾽ εὖλέγοντες οὔτ᾽ ἐκεῖνο· ὄρος γάρ ἐστι μεταξὺ τὸ διεῖργον ἀπὸ τοῦ ποταμοῦ τὴν λίμνην. ἡ μὲν οὖν ἀπὸ τῆς Πυρήνης ἐπὶ Μασσαλίαν παραλία τοιαύτη καὶ τοσαύτη τις.

1.9

Ἡ δ᾽ ἐπὶ τὸν Οὐᾶρον ποταμὸν καὶ τοὺς ταύτηι Λίγυας τάς τε τῶν Μασσαλιωτῶν ἔχει πόλεις Ταυροέντιον καὶ Ὀλβίαν καὶ Ἀντίπολιν καὶ Νίκαιαν καὶ τὸ ναύσταθμον τὸ Καίσαρος τοῦ Σεβαστοῦ͵ ὃ καλοῦσι Φόρον Ἰούλιον. ἵδρυται δὲ τοῦτο μεταξὺ τῆς Ὀλβίας καὶ τῆς Ἀντιπόλεως͵ διέχον Μασσαλίας εἰς ἑξακοσίους σταδίους. ὁ δὲ Οὐᾶρος μέσος ἐστὶ τῆς Ἀντιπόλεως καὶ Νικαίας͵ τῆς μὲν ὅσον εἴκοσι τῆς δὲ ἑξήκοντα σταδίους διέχων· ὥσθ᾽ ἡ Νίκαια τῆς Ἰταλίας γίνεται κατὰ τὸν νῦν ἀποδεδειγμένον ὅρον καίπερ οὖσα Μασσαλιωτῶν· ἐπετείχισαν γὰρ τὰ κτίσματα ταῦτα τοῖς ὑπερκειμένοις βαρβάροις οἱ Μασσαλιῶται τήν γε θάλατταν ἐλευθέραν ἔχειν βουλόμενοι͵ τῆς χώρας ὑπ᾽ ἐκείνων κρατουμένης· ὀρεινὴ γάρ ἐστι καὶ ἐρυμνή͵ πρὸς μὲν τῆι Μασσαλίαι πλάτος τι μέτριον καταλείπουσα τῶν ἐπιπέδων χωρίων͵ προϊόντι δὲ ἐπὶ τὴν ἕω παντάπασιν ἀποθλίβουσα πρὸς τὴν θάλατταν καὶ μόλις αὐτὴν πορεύσιμον ἐῶσα τὴν ὁδόν. κατέχουσι δὲ τὰ μὲν πρῶτα Σάλυες͵ τὰ δὲ τελευταῖα πρὸς τὴν Ἰταλίαν συνάπτοντες Λίγυες͵ περὶ ὧν λεχθήσεται μετὰ ταῦτα. νυνὶ δὲ τοσοῦτον προσθετέον ὅτι τῆς μὲν Ἀντιπόλεως ἐν τοῖς τῆς Ναρβωνίτιδος μέρεσι κειμένης͵ τῆς δὲ Νικαίας ἐν τοῖς τῆς Ἰταλίας͵ ἡ μὲν Νίκαια ὑπὸ τοῖς Μασσαλιώταις μένει καὶ τῆς ἐπαρχίας ἐστίν͵ ἡ δ᾽ Ἀντίπολις τῶν Ἰταλιωτίδων ἐξετάζεται͵ κριθεῖσα πρὸς τοὺς Μασσαλιώτας καὶ ἐλευθερωθεῖσα τῶν παρ᾽ ἐκείνων προσταγμάτων.

1.10

Πρόκεινται δὲ τῶν στενῶν τούτων ἀπὸ Μασσαλίας ἀρξαμένοις αἱ Στοιχάδες νῆσοι͵ τρεῖς μὲν ἀξιόλογοι δύο δὲ μικραί· γεωργοῦσι δ᾽ αὐτὰς Μασσαλιῶται. τὸ δὲ παλαιὸν καὶ φρουρὰν εἶχον ἱδρυμένην αὐτόθι πρὸς τὰς τῶν ληιστηρίων ἐφόδους͵ εὐποροῦντες καὶ λιμένων. μετὰ δὲ τὰς Στοιχάδας ἡ Πλανασία καὶ Λήρων ἔχουσαι κατοικίας. ἐν δὲ τῆι Λήρωνι καὶ ἡρῶιόν ἐστι τὸ τοῦ Λήρωνος· κεῖται δ᾽ αὕτη πρὸ τῆς Ἀντιπόλεως. ἄλλα δ᾽ ἐστὶ νησίδια οὐκ ἄξια μνήμης͵ τὰ μὲν πρὸ τῆς Μασσαλίας αὐτῆς τὰ δὲ πρὸ τῆς ἄλλης τῆς λεχθείσης ἠιόνος. τῶν δὲ λιμένων ὁ μὲν κατὰ τὸν ναύσταθμον ἀξιόλογος καὶ ὁ τῶν Μασσαλιωτῶν͵ οἱ δ᾽ ἄλλοι μέτριοι· τούτων δ᾽ ἐστὶ καὶ ὁ Ὀξύβιος καλούμενος λιμήν͵ ἐπώνυμος τῶν Ὀξυβίων Λιγύων. περὶ μὲν τῆς παραλίας ταῦτα λέγομεν.

1.11

Τὴν δ᾽ ὑπερκειμένην αὐτῆς χώραν μάλιστα γεωγραφεῖ τά τε ὄρη τὰ περικείμενα καὶ οἱ ποταμοί͵ διαφερόντως δὲ ὁ Ῥοδανὸς μέγιστός τε ὢν καὶ πλεῖστον ἀνάπλουν ἔχων ἐκ πολλῶν πληρούμενος ῥευμάτων· λεκτέον οὖν ἐφεξῆς περὶ τούτων. ἀπὸ Μασσαλίας τοίνυν ἀρξαμένοις καὶ προϊοῦσιν ἐπὶ τὴν μεταξὺ χώραν τῶν τε Ἄλπεων καὶ τοῦ Ῥοδανοῦ μέχρι μὲν τοῦ Δρουεντία ποταμοῦ Σάλυες οἰκοῦσιν ἐπὶ πεντακοσίους σταδίους· πορθμείωι δὲ διαβᾶσιν εἰς Καβαλλίωνα πόλιν ἡ ἐφεξῆς χώρα πᾶσα Καουάρων ἐστὶ μέχρι τῶν τοῦ Ἴσαρος συμβολῶν πρὸς τὸν Ῥοδανόν· ἐνταῦθα δὲ καὶ τὸ Κέμμενον συνάπτει πως τῶι Ῥοδανῶι· μῆκος τὸ μέχρι δεῦρο ἀπὸ τοῦ Δρουεντία σταδίων ἐστὶν ἑπτακοσίων. οἱ μὲν οὖν Σάλυες ἐν αὐτοῖς τά τε πεδία καὶ τὰ ὑπερκείμενα ὄρη κατοικοῦσι͵ τῶν δὲ Καουάρων ὑπέρκεινται Οὐοκόντιοί τε καὶ Τρικόριοι καὶ Ἰκόνιοι καὶ Μέδυλλοι. μεταξὺ δὲ τοῦ Δρουεντία καὶ τοῦ Ἴσαρος καὶ ἄλλοι ποταμοὶ ῥέουσιν ἀπὸ τῶν Ἄλπεων ἐπὶ τὸν Ῥοδανόν͵ δύο μὲν οἱ περιρρέοντες πόλιν Καουάρων κοινῶι ῥείθρωι συμβάλλοντες εἰς τὸν Ῥοδανόν͵ τρίτος δὲ Σούλγας ὁ κατὰ Οὔνδαλον πόλιν μισγόμενος τῶι Ῥοδανῶι͵ ὅπου Γναῖος Ἀηνόβαρβος μεγάληι μάχηι πολλὰς ἐτρέψατο Κελτῶν μυριάδας. εἰσὶ δὲ ἐν τῶι μεταξὺ πόλεις καὶ Αὐενιὼν καὶ Ἀραυσίων καὶ Ἀερία͵ τῶι ὄντι (φησὶν Ἀρτεμίδωρος) ἀερία διὰ τὸ ἐφ᾽ ὕψους ἱδρῦσθαι μεγάλου. ἡ μὲν οὖν ἄλλη πᾶσά ἐστι πεδιὰς καὶ εὔβοτος͵ ἡ δ᾽ ἐκ τῆς Ἀερίας εἰς τὴν Αὐενιῶνα ὑπερθέσεις ἔχει στενὰς καὶ ὑλώδεις. καθ᾽ ὃ δὲ συμπίπτουσιν ὁ Ἴσαρ ποταμὸς καὶ ὁ Ῥοδανὸς καὶ τὸ Κέμμενον ὄρος͵ Κόιντος Φάβιος Μάξιμος Αἰμιλιανὸς οὐχ ὅλαις τρισὶ μυριάσιν εἴκοσι μυριάδας Κελτῶν κατέκοψε͵ καὶ ἔστησε τρόπαιον αὐτόθι λευκοῦ λίθου καὶ νεὼς δύο͵ τὸν μὲν Ἄρεως τὸν δ᾽ Ἡρακλέους. ἀπὸ δὲ τοῦ Ἴσαρος εἰς Οὐίενναν τὴν τῶν Ἀλλοβρίγων μητρόπολιν κειμένην ἐπὶ τῶι Ῥοδανῶι στάδιοί εἰσι τριακόσιοι εἴκοσι. πλησίον δ᾽ ὑπέρκειται τῆς Οὐιέννης τὸ Λούγδουνον͵ ἐφ᾽ οὗ συμμίσγουσιν ἀλλήλοις ὅ τε Ἄραρ καὶ ὁ Ῥοδανός· στάδιοι δ᾽ εἰσὶν ἐπ᾽ αὐτὸ πεζῆι μὲν περὶ διακοσίους διὰ τῆς Ἀλλοβρίγων͵ ἀνάπλωι δὲ μικρῶι πλείους. Ἀλλόβριγες δὲ μυριάσι πολλαῖς πρότερον μὲν ἐστράτευον͵ νῦν δὲ γεωργοῦσι τὰ πεδία καὶ τοὺς αὐλῶνας τοὺς ἐν ταῖς Ἄλπεσι· καὶ οἱ μὲν ἄλλοι κωμηδὸν ζῶσιν͵ οἱ δ᾽ ἐπιφανέστατοι τὴν Οὐίενναν ἔχοντες͵ κώμην πρότερον οὖσαν μητρόπολιν δ᾽ ὅμως τοῦ ἔθνους λεγομένην͵ κατεσκευάκασι πόλιν· ἵδρυται δ᾽ ἐπὶ τῶι Ῥοδανῶι. φέρεται δ᾽ ἀπὸ τῶν Ἄλπεων οὗτος πολὺς καὶ σφοδρός͵ ὅς γε καὶ διὰ λίμνης ἐξιὼν τῆς Λημέννης φανερὸν δείκνυσι τὸ ῥεῖθρον ἐπὶ πολλοὺς σταδίους. κατελθὼν δὲ εἰς τὰ πεδία τῆς χώρας τῆς Ἀλλοβρίγων καὶ Σεγοσιανῶν συμβάλλει τῶι Ἄραρι κατὰ Λούγδουνον πόλιν τῶν Σεγοσιανῶν. ῥεῖ δὲ καὶ ὁ Ἄραρ ἐκ τῶν Ἄλπεων ὁρίζων Σηκοανούς τε καὶ Αἰδούους καὶ Λιγκασίους͵ παραλαβὼν δ᾽ ὕστερον τὸν Δοῦβιν ἐκ τῶν αὐτῶν ὀρῶν φερόμενον πλωτόν͵ ἐπικρατήσας τῶι ὀνόματι καὶ γενόμενος ἐξ ἀμφοῖν Ἄραρ συμμίσγει τῶι Ῥοδανῶι. πάλιν δ᾽ ἐπικρατήσας ὁ Ῥοδανὸς εἰς τὴν Οὐίενναν φέρεται. συμβαίνει δὴ κατ᾽ ἀρχὰς μὲν τοὺς τρεῖς ποταμοὺς φέρεσθαι πρὸς ἄρκτον͵ εἶτα πρὸς δύσιν· εἰς ἓν δ᾽ ἤδη συμπεσὸν ῥεῖθρον πάλιν ἄλλην καμπὴν λαβὸν νότιον φέρεται τὸ ῥεῦμα μέχρι τῶν ἐκβολῶν͵ δεξάμενον καὶ τοὺς ἄλλους ποταμούς͵ κἀκεῖθεν ἤδη τὴν λοιπὴν ποιεῖται μέχρι τῆς θαλάττης ῥύσιν. ἡ μὲν οὖν μεταξὺ τῶν Ἄλπεων καὶ τοῦ Ῥοδανοῦ τοιαύτη τις.

1.12

Τὴν δ᾽ ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ Οὐόλκαι νέμονται τὴν πλείστην͵ οὓς Ἀρηκομίσκους προσαγορεύουσι. τούτων δ᾽ ἐπίνειον ἡ Νάρβων λέγεται͵ δικαιότερον δ᾽ ἂν καὶ τῆς ἄλλης Κελτικῆς λέγοιτο· τοσοῦτον ὑπερβέβληται τῶι πλήθει τῶν χρωμένων τῶι ἐμπορίωι. οἱ μὲν οὖν Οὐόλκαι γειτονεύουσι τῶι Ῥοδανῶι͵ τοὺς Σάλυας ἔχοντες ἀντιπαρήκοντας αὐτοῖς ἐν τῆι περαίαι καὶ τοὺς Καουάρους. ἐπικρατεῖ δὲ τὸ τῶν Καουάρων ὄνομα͵ καὶ πάντας οὕτως ἤδη προσαγορεύουσι τοὺς ταύτηι βαρβάρους͵ οὐδὲ βαρβάρους ἔτι ὄντας͵ ἀλλὰ μετακειμένους τὸ πλέον εἰς τὸν τῶν Ῥωμαίων τύπον καὶ τῆι γλώττηι καὶ τοῖς βίοις͵ τινὰς δὲ καὶ τῆι πολιτείαι. ἄλλα δ᾽ ἔστιν ἄδοξα ἔθνη καὶ μικρά͵ παρακείμενα τοῖς Ἀρηκομίσκοις μέχρι Πυρήνης. μητρόπολις δὲ τῶν Ἀρηκομίσκων ἐστὶ Νέμαυσος͵ κατὰ μὲν τὸν ἀλλότριον ὄχλον καὶ τὸν ἐμπορικὸν πολὺ Νάρβωνος λειπομένη͵ κατὰ δὲ τὸν πολιτικὸν ὑπερβάλλουσα· ὑπηκόους γὰρ ἔχει κώμας τέτταρας καὶ εἴκοσι τῶν ὁμοεθνῶν εὐανδρίαι διαφερούσας͵ συντελούσας εἰς αὐτήν͵ ἔχουσα καὶ τὸ καλούμενον Λάτιον͵ ὥστε τοὺς ἀξιωθέντας ἀγορανομίας καὶ ταμιείας ἐν Νεμαύσωι Ῥωμαίους ὑπάρχειν· διὰ δὲ τοῦτο οὐδ᾽ ὑπὸ τοῖς προστάγμασι τῶν ἐκ τῆς Ῥώμης στρατηγῶν ἐστι τὸ ἔθνος τοῦτο. ἵδρυται δ᾽ ἡ πόλις κατὰ τὴν ὁδὸν τὴν ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἰταλίαν͵ θέρους μὲν εὔβατον οὖσαν χειμῶνος δὲ καὶ ἔαρος πηλώδη καὶ ποταμόκλυστον. τινὰ μὲν οὖν τῶν ῥευμάτων πορθμείοις περᾶται͵ τινὰ δὲ γεφύραις ταῖς μὲν ξύλων πεποιημέναις ταῖς δὲ λίθων. ποιοῦσι δὲ τὰς ἐκ τῶν ὑδάτων δυσκολίας οἱ χείμαρροι καὶ μέχρι τοῦ θέρους ἔσθ᾽ ὅτε ἐκ τῶν Ἄλπεων καταφερόμενοι μετὰ τὴν ἀπότηξιν τῶν χιόνων. τῆς δ᾽ ὁδοῦ τῆς λεχθείσης ἡ μὲν εὐθὺς ἐπὶ τὰς Ἄλπεις ἐστί͵ καθάπερ εἴπομεν͵ ἡ σύντομος διὰ Οὐοκοντίων· ἡ δὲ διὰ τῆς παραλίας τῆς Μασσαλιωτικῆς καὶ τῆς Λιγυστικῆς μακροτέρα μέν͵ τὰς δ᾽ ὑπερθέσεις τὰς εἰς τὴν Ἰταλίαν εὐμαρεστέρας ἔχει͵ ταπεινουμένων ἐνταῦθα ἤδη τῶν ὀρῶν. διέχει δ᾽ ἡ Νέμαυσος τοῦ μὲν Ῥοδανοῦ περὶ ἑκατὸν σταδίους͵ καθ᾽ ὃ ἐν τῆι περαίαι πολίχνιον ἔστι Ταρούσκων͵ τῆς δὲ Νάρβωνος ἑπτακοσίους εἴκοσι. πρὸς δὲ τὸ Κέμμενον ὄρος συνάπτοντες͵ ἐπιλαμβάνοντες δὲ καὶ τὸ νότιον πλευρὸν αὐτοῦ μέχρι τῶν ἀκρωτηρίων οἰκοῦσι τῶν τε Οὐολκῶν οἱ Τεκτόσαγες καλούμενοι καὶ ἄλλοι τινές. περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον.

1.13

Οἱ δὲ Τεκτόσαγες καλούμενοι τῆι Πυρήνηι πλησιάζουσιν͵ ἐφάπτονται δὲ μικρὰ καὶ τοῦ προσαρκτίου πλευροῦ τῶν Κεμμένων͵ πολύχρυσόν τε νέμονται γῆν. ἐοίκασι δὲ καὶ δυναστεῦσαίποτε καὶ εὐανδρῆσαι τοσοῦτον ὥστε στάσεως ἐμπεσούσης ἐξελάσαι πολὺ πλῆθος ἐξ ἑαυτῶν ἐκ τῆς οἰκείας· κοινωνῆσαι δὲ τούτοις καὶ ἄλλους ἐξ ἄλλων ἐθνῶν· τούτων δ᾽ εἶναι καὶ τοὺς κατασχόντας τὴν Φρυγίαν τὴν ὅμορον τῆι Καππαδοκίαι καὶ τοῖς Παφλαγόσι· τούτου μὲν οὖν ἔχομεν τεκμήριον τοὺς ἔτι καὶ νῦν λεγομένους Τεκτόσαγας. τριῶν γὰρ ὄντων ἐθνῶν͵ ἓν ἐξ αὐτῶν τὸ περὶ Ἄγκυραν πόλιν Τεκτοσάγων λέγεται͵ τὰ δὲ λοιπὰ δύο ἐστὶ Τρόκμοι καὶ Τολιστοβώγιοι· τούτους δ᾽ ὅτι μὲν ἐκ τῆς Κελτικῆς ἀπωικίσθησαν μηνύει τὸ πρὸς τοὺς Τεκτόσαγας σύμφυλον͵ ἐξ ὧν δὲ χωρίων ὡρμήθησαν οὐκ ἔχομεν φράζειν· οὐ γὰρ παρειλήφαμεν οἰκοῦντάς τινας νυνὶ Τρόκμους ἢ Τολιστοβωγίους [οὔτ᾽]ἐκτὸς τῶν Ἄλπεων οὔτ᾽ ἐν αὐταῖς οὔτ᾽ ἐντός· εἰκὸς δ᾽ ἐκλελοιπέναι διὰ τὰς ἀθρόας ἀπαναστάσεις͵ καθάπερ καὶ ἐπ᾽ ἄλλων συμβαίνει πλειόνων· ἐπεὶ καὶ τὸν ἄλλον Βρέννον τὸν ἐπελθόντα ἐπὶ Δελφοὺς Πραῦσον τινές φασιν· οὐδὲ τοὺς Πραύσους δ᾽ ἔχομεν εἰπεῖν ὅπου γῆς ὤικησαν πρότερον. καὶ τοὺς Τεκτόσαγας δέ φασι μετασχεῖν τῆς ἐπὶ Δελφοὺς στρατείας͵ τούς τε θησαυροὺς τοὺς εὑρεθέντας παρ᾽ αὐτοῖς ὑπὸ Καιπίωνος τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἐν πόλει Τολώσσηι τῶν ἐκεῖθεν χρημάτων μέρος εἶναί φασι͵ προσθεῖναι δὲ τοὺς ἀνθρώπους καὶ ἐκ τῶν ἰδίων οἴκων ἀνιεροῦντας καὶ ἐξιλασκομένους τὸν θεόν· προσαψάμενον δ᾽ αὐτῶν τὸν Καιπίωνα διὰ τοῦτο ἐν δυστυχήμασι καταστρέψαι τὸν βίον͵ ὡς ἱερόσυλον ἐκβληθέντα ὑπὸ τῆς πατρίδος͵ διαδόχους δ᾽ ἀπολιπόντα παῖδας͵ ἃς συνέβη καταπορνευθείσας͵ ὡς εἴρηκε Τιμαγένης͵ αἰσχρῶς ἀπολέσθαι. πιθανώτερος δ᾽ ἐστὶν ὁ Ποσειδωνίου λόγος· τὰ μὲν γὰρ εὑρεθέντα ἐν τῆι Τολώσσηι χρήματα μυρίων που καὶ πεντακισχιλίων ταλάντων γενέσθαι φησί͵ τὰ μὲν ἐν σηκοῖς ἀποκείμενα τὰ δ᾽ ἐν λίμναις ἱεραῖς͵ οὐδεμίαν κατασκευὴν ἔχοντα͵ ἀλλ᾽ ἀργὸν χρυσίον καὶ ἄργυρον· τὸ δ᾽ ἐν Δελφοῖς ἱερὸν κατ᾽ ἐκείνους ἤδη τοὺς χρόνους ὑπάρξαι κενὸν τῶν τοιούτων͵ σεσυλημένον ὑπὸ τῶν Φωκέων κατὰ τὸν ἱερὸν πόλεμον· εἰ δὲ καί τι ἐλείφθη͵ διανείμασθαι πολλούς· οὐδὲ σωθῆναι δὲ αὐτοὺς εἰκὸς εἰς τὴν οἰκείαν͵ ἀθλίως ἀπαλλάξαντας μετὰ τὴν ἐκ Δελφῶν ἀποχώρησιν καὶ σκεδασθέντας ἄλλους ἐπ᾽ ἄλλα μέρη κατὰ διχοστασίαν. ἀλλ᾽͵ ὥσπερ ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι πλείους͵ ἡ χώρα πολύχρυσος οὖσα καὶ δεισιδαιμόνων ἀνθρώπων καὶ οὐ πολυτελῶν τοῖς βίοις πολλαχοῦ ἔσχε θησαυρούς· μάλιστα δ᾽ αὐτοῖς αἱ λίμναι τὴν ἀσυλίαν παρεῖχον͵ εἰς ἃς καθίεσαν ἀργύρου ἢ καὶ χρυσοῦ βάρη. οἱ γοῦν Ῥωμαῖοι κρατήσαντες τῶν τόπων ἀπέδοντο τὰς λίμνας δημοσίαι καὶ τῶν ὠνησαμένων πολλοὶ μύλους εὗρον σφυρηλάτους ἀργυροῦς. ἐν δὲ τῆι Τολώσσηι καὶ τὸ ἱερὸν ἦν ἅγιον͵ τιμώμενον σφόδρα ὑπὸ τῶν περιοίκων͵ καὶ τὰ χρήματα ἐπλεόνασε διὰ τοῦτο πολλῶν ἀνατιθέντων καὶ μηδενὸς προσάπτεσθαι θαρροῦντος.

1.14

Ἵδρυται δ᾽ ἡ Τολῶσσα κατὰ τὸ στενώτατον τοῦ ἰσθμοῦ τοῦ διείργοντος ἀπὸ τῆς κατὰ Νάρβωνα θαλάττης τὸν ὠκεανόν͵ ὅν φησι Ποσειδώνιος ἐλάττω τῶν τρισχιλίων σταδίων. ἄξιον δ᾽ ἀντὶ πάντων ἐπισημήνασθαι πάλιν ὅπερ εἴπομεν πρότερον͵ τὴν ὁμολογίαν τῆς χώρας πρός τε τοὺς ποταμοὺς καὶ τὴν θάλατταν τήν τ᾽ ἐκτὸς ὁμοίως καὶ τὴν ἐντός· εὕροι γὰρ ἄν τις ἐπιστήσας οὐκ ἐλάχιστον μέρος τοῦθ᾽ ὑπάρχον τῆς τῶν τόπων ἀρετῆς͵ λέγω δὲ τὸ τὰς χρείας ἐπιπλέκεσθαι τὰς τοῦ βίου μετὰ ῥαιστώνης ἅπασι πρὸς ἅπαντας καὶ τὰς ὠφελείας ἀνεῖσθαι κοινάς͵ μάλιστα δὲ νῦν͵ ἡνίκα ἄγοντες σχολὴν ἀπὸ τῶν ὅπλων ἐργάζονται τὴν χώραν ἐπιμελῶς͵ καὶ τοὺς βίους κατασκευάζονται πολιτικούς· ὥστε ἐπὶ τῶν τοιούτων κἂν τὸ τῆς προνοίας ἔργον ἐπιμαρτυρεῖσθαί τις ἂν δόξειεν͵ οὐχ ὅπως ἔτυχεν͵ ἀλλ᾽ ὡς ἂν μετὰ λογισμοῦ τινος διακειμένων τῶν τόπων. ὁ μέν γε Ῥοδανὸς πολύν τε ἔχει τὸν ἀνάπλουν καὶ μεγάλοις φορτίοις καὶ ἐπὶ πολλὰ μέρη τῆς χώρας διὰ τὸ τοὺς ἐμπίπτοντας εἰς αὐτὸν ποταμοὺς ὑπάρχειν πλωτοὺς καὶ διαδέχεσθαι τὸν φόρτον πλεῖστον. ὁ δ᾽ Ἄραρ ἐκδέχεται καὶ ὁ Δοῦβις ὁ εἰς τοῦτον ἐμβάλλων͵ εἶτα πεζεύεται μέχρι τοῦ Σηκοάνα ποταμοῦ͵ κἀντεῦθεν ἤδη καταφέρεται εἰς τὸν ὠκεανὸν καὶ τοὺς Ληξοβίους καὶ Καλέτους͵ ἐκ δὲ τούτων εἰς τὴν Βρεττανικὴν ἐλάττων ἢ ἡμερήσιος δρόμος ἐστίν. ἐπεὶ δ᾽ ἐστὶν ὀξὺς καὶ δυσανάπλους ὁ Ῥοδανός͵ τινὰ τῶν ἐντεῦθεν φορτίων πεζεύεται μᾶλλον ταῖς ἁρμαμάξαις͵ ὅσα εἰς Ἀρουέρνους κομίζεται καὶ τὸν Λίγηρα ποταμόν͵ καίπερ τοῦ Ῥοδανοῦ καὶ τούτοις πλησιάζοντος ἐκ μέρους· ἀλλ᾽ ἡ ὁδὸς πεδιὰς οὖσα καὶ οὐ πολλὴ περὶ ὀκτακοσίους σταδίους ἐπάγεται μὴ χρήσασθαι τῶι ἀνάπλωι διὰ τὸ πεζεύεσθαι ῥᾶιον· ἐντεῦθεν δ᾽ ὁ Λίγηρ εὐφυῶς ἐκδέχεται· ῥεῖ δὲ ἐκ τῶν Κεμμένων εἰς τὸν ὠκεανόν. ἐκ δὲ Νάρβωνος ἀναπλεῖται μὲν ἐπὶ μικρὸν τῶι Ἄτακι͵ πεζεύεται δὲ πλέον ἐπὶ τὸν Γαρούναν ποταμόν͵ καὶ τοῦθ᾽ ὅσον ὀκτακοσίων ἢ ἑπτακοσίων σταδίων· ῥεῖ δὲ καὶ ὁ Γαρούνας εἰς τὸν ὠκεανόν. ταῦτα μὲν ὑπὲρ τῶν νεμομένων τὴν Ναρβωνῖτιν ἐπικράτειαν λέγομεν͵ οὓς οἱ πρότερον Κέλτας ὠνόμαζον· ἀπὸ τούτων δ᾽ οἶμαι καὶ τοὺς σύμπαντας Γαλάτας Κελτοὺς ὑπὸ τῶν Ἑλλήνων προσαγορευθῆναι διὰ τὴν ἐπιφάνειαν͵ ἢ καὶ προσλαβόντων πρὸς τοῦτο καὶ τῶν Μασσαλιωτῶν διὰ τὸ πλησιόχωρον.


Κεφάλαιο 2

2.1

Ἑξῆς δὲ περὶ τῶν Ἀκυιτανῶν λεκτέον καὶ τῶν προσωρισμένων αὐτοῖς ἐθνῶν τετταρεσκαίδεκα Γαλατικῶν τῶν μεταξὺ τοῦ Γαρούνα κατοικούντων καὶ τοῦ Λίγηρος͵ ὧν ἔνια ἐπιλαμβάνει καὶ τῆς τοῦ Ῥοδανοῦ ποταμίας καὶ τῶν πεδίων τῶν κατὰ τὴν Ναρβωνῖτιν. ἁπλῶς γὰρ εἰπεῖν͵ οἱ Ἀκυιτανοὶ διαφέρουσι τοῦ Γαλατικοῦ φύλου κατά τε τὰς τῶν σωμάτων κατασκευὰς καὶ κατὰ τὴν γλῶτταν͵ ἐοίκασι δὲ μᾶλλον Ἴβηρσιν. ὁρίζονται δὲ τῶι Γαρούναι ποταμῶι ἐντὸς τούτου καὶ τῆς Πυρήνης οἰκοῦντες. ἔστι δὲ ἔθνη τῶν Ἀκυιτανῶν πλείω μὲν τῶν εἴκοσι͵ μικρὰ δὲ καὶ ἄδοξα τὰ πολλά͵ [τὰ]μὲν παρωκεανιτικὰ τὰ δὲ εἰς τὴν μεσόγαιαν καὶ τὰ ἄκρα τῶν Κεμμένων ὀρῶν μέχρι Τεκτοσάγων ἀνέχοντα. ἐπειδὴ δὲ μικρὰ μερὶς ἦν ἡ τοσαύτη͵ προσέθεσαν καὶ τὴν μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος. παράλληλοι δέ πώς εἰσιν οἱ ποταμοὶ τῆι Πυρήνηι καὶ δύο ποιοῦσι παραλληλόγραμμα πρὸς αὐτὴν χωρία͵ ὁριζόμενα κατὰ τὰς ἄλλας πλευρὰς τῶι τε ὠκεανῶι καὶ τοῖς Κεμμένοις ὄρεσι· δισχιλίων δ᾽ ὁμοῦ τι σταδίων ἐστὶν ὁ πλοῦς ἑκατέρων τῶν ποταμῶν. ἐκβάλλει δ᾽ ὁ μὲν Γαρούνας τρισὶ ποταμοῖς αὐξηθεὶς εἰς τὸ μεταξὺ Βιτουρίγων τε τῶν Ὀΐσκων ἐπικαλουμένων καὶ Σαντόνων͵ ἀμφοτέρων Γαλατικῶν ἐθνῶν· μόνον γὰρ δὴ τὸ τῶν Βιτουρίγων τούτων ἔθνος ἐν τοῖς Ἀκυιτανοῖς ἀλλόφυλον ἵδρυται͵ καὶ οὐ συντελεῖ αὐτοῖς͵ ἔχει δὲ ἐμπόριον Βουρδίγαλα ἐπικείμενον λιμνοθαλάττηι τινί͵ ἣν ποιοῦσιν αἱ ἐκβολαὶ τοῦ ποταμοῦ. ὁ δὲ Λίγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκβάλλει. πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ τούτωι τῶι ποταμῶι͵ περὶ ἧς εἴρηκε Πολύβιος͵ μνησθεὶς τῶν ὑπὸ Πυθέου μυθολογηθέντων͵ ὅτι Μασσαλιωτῶν μὲν τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς Βρεττανικῆς͵ οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ Κορβιλῶνος͵ αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτηι͵ Πυθέας δ᾽ ἐθάρρησε τοσαῦτα ψεύσασθαι. τῶν δὲ Σαντόνων πόλις ἐστὶ Μεδιολάνιον. ἔστι δ᾽ ἡ μὲν παρωκεανῖτις τῶν Ἀκυιτανῶν ἀμμώδης ἡ πλείστη καὶ λεπτή͵ κέγχρωι τρέφουσα͵ τοῖς δὲ ἄλλοις καρποῖς ἀφορωτέρα. ἐνταῦθα δ᾽ ἐστὶ καὶ ὁ κόλπος ὁ ποιῶν τὸν ἰσθμὸν πρὸς τὸν ἐν τῆι Ναρβωνίτιδι παραλίαι Γαλατικὸν κόλπον͵ ὁμώνυμος ἐκείνωι καὶ αὐτός. ἔχουσι δὲ Τάρβελλοι τὸν κόλπον͵ παρ᾽ οἷς ἐστι τὰ χρυσεῖα σπουδαιότατα πάντων· ἐν γὰρ βόθροις ὀρυχθεῖσιν ἐπὶ μικρὸν εὑρίσκονται καὶ χειροπληθεῖς χρυσίου πλάκες ἔσθ᾽ ὅτε μικρᾶς ἀποκαθάρσεως δεόμεναι. τὸ δὲ λοιπὸν ψῆγμά ἐστι καὶ βῶλοι͵ καὶ αὗται κατεργασίαν οὐ πολλὴν ἔχουσαι. ἡ δὲ μεσόγειος καὶ ὀρεινὴ βελτίω γῆν ἔχει͵ πρὸς μὲν τῆι Πυρήνηι τὴν τῶν Κωνουενῶν͵ ὅ ἐστι συνηλύδων͵ ἐν ἧι πόλις Λούγδουνον καὶ τὰ τῶν Ὀνησιῶν θερμὰ κάλλιστα ποτιμωτάτου ὕδατος· καλὴ δὲ καὶ ἡ τῶν Αὐσκίων.

2.2

Τὰ δὲ μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος ἔθνη τὰ προσκείμενα τοῖς Ἀκυιτανοῖς ἐστιν Ἐλουοὶ μὲν ἀπὸ τοῦ Ῥοδανοῦ τὴν ἀρχὴν ἔχοντες͵ Οὐελλάιοι δὲ μετὰ τούτους͵ οἳ προσωρίζοντό ποτε Ἀρουέρνοις͵ νῦν δὲ τάττονται καθ᾽ ἑαυτούς· εἶτα Ἀρουέρνοι καὶ Λεμοουίκες καὶ Πετροκόριοι· πρὸς δὲ τούτοις Νιτιόβριγες καὶ Καδοῦρκοι καὶ Βιτούριγες οἱ Κοῦβοι καλούμενοι· πρὸς δὲ τῶι ὠκεανῶι Σάντονοί τε καὶ Πίκτονες͵ οἱ μὲν τῶι Γαρούναι παροικοῦντες͵ ὡς εἴπομεν͵ οἱ δὲ τῶι Λίγηρι. Ῥουτηνοὶ δὲ καὶ Γαβαλεῖς τῆι Ναρβωνίτιδι πλησιάζουσι. παρὰ μὲν οὖν τοῖς Πετροκορίοις σιδηρουργεῖά ἐστιν ἀστεῖα καὶ τοῖς Κούβοις Βιτούριξι͵ παρὰ δὲ τοῖς Καδούρκοις λινουργίαι͵ παρὰ δὲ τοῖς Ῥουτηνοῖς ἀργυρεῖα· ἔχουσι δ᾽ ἀργυρεῖα καὶ οἱ Γαβαλεῖς. δεδώκασι δὲ Λάτιον Ῥωμαῖοι καὶ τῶν Ἀκυιτανῶν τισι͵ καθάπερ Αὐσκίοις καὶ Κωνουέναις.

2.3

Ἀρουέρνοι δὲ ἵδρυνται μὲν ἐπὶ τῶι Λίγηρι· μητρόπολις δ᾽ αὐτῶν ἐστι Νεμωσσὸς ἐπὶ τῶι ποταμῶι κειμένη. ῥυεὶς δ᾽ οὗτος παρὰ Κήναβον͵ τὸ τῶν Καρνούτων ἐμπόριον κατὰ μέσον που τὸν πλοῦν συνοικούμενον͵ ἐκβάλλει πρὸς τὸν ὠκεανόν. τῆς δυνάμεως δὲ τῆς πρότερον Ἀρουέρνοι μέγα τεκμήριον παρέχονται τὸ πολλάκις πολεμῆσαι πρὸς Ῥωμαίους͵ τοτὲ μὲν μυριάσιν εἴκοσι πάλιν δὲ διπλασίαις. τοσαύταις γὰρ πρὸς Καίσαρα τὸν θεὸν διηγωνίσαντο μετὰ Οὐερκιγγετόριγος͵ πρότερον δὲ καὶ εἴκοσι πρὸς Μάξιμον τὸν Αἰμιλιανόν͵ καὶ πρὸς Δομίτιον δ᾽ ὡσαύτως Ἀηνόβαρβον. πρὸς μὲν οὖν Καίσαρα περί τε Γεργοουίαν πόλιν τῶν Ἀρουέρνων ἐφ᾽ ὑψηλοῦ ὄρους κειμένην συνέστησαν οἱ ἀγῶνες͵ ἐξ ἧς ἦν ὁ Οὐερκιγγέτοριξ· καὶ περὶ Ἀλησίαν πόλιν Μανδουβίων͵ ἔθνους ὁμόρου τοῖς Ἀρουέρνοις͵ καὶ ταύτην ἐφ᾽ ὑψηλοῦ λόφου κειμένην περιεχομένην δ᾽ ὄρεσι καὶ ποταμοῖς δυσίν͵ ἐν ἧι καὶ ἑάλω ὁ ἡγεμὼν καὶ ὁ πόλεμος τέλος ἔσχε· πρὸς δὲ Μάξιμον Αἰμιλιανὸν κατὰ τὴν συμβολὴν τοῦ τ᾽ Ἴσαρος καὶ τοῦ Ῥοδανοῦ͵ καθ᾽ ἣν καὶ τὸ Κέμμενον ὄρος πλησιάζει τῶι Ῥοδανῶι· πρὸς δὲ Δομίτιον κατωτέρω ἔτι κατὰ τὴν συμβολὴν τοῦ τε Σούλγα καὶ τοῦ Ῥοδανοῦ. διέτειναν δὲ τὴν ἀρχὴν οἱ Ἀρουέρνοι καὶ μέχρι Νάρβωνος καὶ τῶν ὅρων τῆς Μασσαλιώτιδος͵ ἐκράτουν δὲ καὶ τῶν μέχρι Πυρήνης ἐθνῶν καὶ μέχρι ὠκεανοῦ καὶ Ῥήνου. Βιτυΐτου δὲ τοῦ πρὸς τὸν Μάξιμον καὶ τὸν Δομίτιον πολεμήσαντος ὁ πατὴρ Λουέριος τοσοῦτον πλούτωι λέγεται καὶ τρυφῆι διενεγκεῖν͵ ὥστε ποτὲ ἐπίδειξιν ποιούμενος τοῖς φίλοις τῆς εὐπορίας ἐπ᾽ ἀπήνης φέρεσθαι διὰ πεδίου͵ χρυσοῦ νόμισμα καὶ ἀργύρου δεῦρο κἀκεῖσε διασπείρων͵ ὥστε συλλέγειν ἐκείνους ἀκολουθοῦντας.


Κεφάλαιο 3

3.1

Μετὰ δὲ τὴν Ἀκυιτανὴν μερίδα καὶ τὴν Ναρβωνῖτιν ἡ ἐφεξῆς ἐστι μέχρι τοῦ Ῥήνου παντὸς ἀπὸ τοῦ Λίγηρος ποταμοῦ καὶ τοῦ Ῥοδανοῦ͵ καθ᾽ ὃ συνάπτει πρὸς τὸ Λούγδουνον ἀπὸ τῆς πηγῆς κατενεχθεὶς ὁ Ῥοδανός. ταύτης δὲ τῆς χώρας τὰ μὲν ἄνω μέρη τὰ πρὸς ταῖς πηγαῖς τῶν ποταμῶν͵ τοῦ τε Ῥήνου καὶ τοῦ Ῥοδανοῦ͵ μέχρι μέσων σχεδόν τι τῶν πεδίων ὑπὸ τῶι Λουγδούνωι τέτακται͵ τὰ δὲ λοιπὰ καὶ παρωκεανιτικὰ ὑπ᾽ ἄλληι τέτακται μερίδι͵ ἣν ἰδίως Βέλγαις προσνέμουσιν· ἡμεῖς δὲ κοινότερον τὰ καθ᾽ ἕκαστα δηλώσομεν.

3.2

Αὐτὸ μὲν δὴ τὸ Λούγδουνον ἐκτισμένον ὑπὸ λόφωι κατὰ τὴν συμβολὴν τοῦ τε Ἄραρος τοῦ ποταμοῦ καὶ τοῦ Ῥοδανοῦ κατέχουσι Ῥωμαῖοι. εὐανδρεῖ δὲ μάλιστα τῶν ἄλλων πλὴν Νάρβωνος· καὶ γὰρ ἐμπορίωι χρῶνται καὶ τὸ νόμισμα χαράττουσιν ἐνταῦθα τό τε ἀργυροῦν καὶ τὸ χρυσοῦν οἱ τῶν Ῥωμαίων ἡγεμόνες. τό τε ἱερὸν τὸ ἀναδειχθὲν ὑπὸ πάντων κοινῆι τῶν Γαλατῶν Καίσαρι τῶι Σεβαστῶι πρὸ ταύτης ἵδρυται τῆς πόλεως ἐπὶ τῆι συμβολῆι τῶν ποταμῶν· ἔστι δὲ βωμὸς ἀξιόλογος ἐπιγραφὴν ἔχων τῶν ἐθνῶν ἑξήκοντα τὸν ἀριθμὸν καὶ εἰκόνες τούτων ἑκάστου μία καὶ ἄλλος [ἀνδριὰς]μέγας. προκάθηται δὲ τοῦ ἔθνους τοῦ Σεγοσιανῶν ἡ πόλις αὕτη͵ κειμένου μεταξὺ τοῦ Ῥοδανοῦ καὶ τοῦ Λίγηρος· τὰ δ᾽ ἑξῆς ἔθνη τὰ συντείνοντα πρὸς τὸν Ῥῆνον͵ τὰ μὲν ὑπὸ τοῦ Δούβιος ὁρίζεται τὰ δ᾽ ὑπὸ τοῦ Ἄραρος. οὗτοι μὲν οὖν͵ ὡς εἴρηται πρότερον͵ ἀπὸ τῶν Ἄλπεων καὶ αὐτοὶ κατενεχθέντες ἔπειτ᾽ εἰς ἓν ῥεῖθρον συμπεσόντες εἰς τὸν Ῥοδανὸν καταφέρονται· ἄλλος δ᾽ ἐστὶν ὁμοίως ἐν ταῖς Ἄλπεσι τὰς πηγὰς ἔχων͵ Σηκοάνας ὄνομα. ῥεῖ δ᾽ εἰς τὸν ὠκεανὸν παράλληλος τῶι Ῥήνωι διὰ ἔθνους ὁμωνύμου͵ συνάπτοντος τῶι Ῥήνωι τὰ πρὸς ἕω͵ τὰ δ᾽ εἰς τἀναντία τῶι Ἄραρι͵ ὅθεν αἱ κάλλισται ταριχεῖαι τῶν ὑείων κρεῶν εἰς τὴν Ῥώμην κατακομίζονται. μεταξὺ μὲν οὖν τοῦ Λίγηρος καὶ τοῦ Ἄραρος οἰκεῖ τὸ τῶν Αἰδούων ἔθνος͵ πόλιν ἔχον Καβυλλῖνον ἐπὶ τῶι Ἄραρι καὶ φρούριον Βίβρακτα. οἱ δὲ Αἴδουοι καὶ συγγενεῖς Ῥωμαίων ὠνομάζοντο καὶ πρῶτοι τῶν ταύτηι προσῆλθον πρὸς τὴν φιλίαν καὶ συμμαχίαν. πέραν δὲ τοῦ Ἄραρος οἰκοῦσιν οἱ Σηκοανοί͵ διάφοροι καὶ τοῖς Ῥωμαίοις ἐκ πολλοῦ γεγονότες καὶ τοῖς Αἰδούοις͵ ὅτι πρὸς Γερμανοὺς προσεχώρουν πολλάκις κατὰ τὰς ἐφόδους αὐτῶν τὰς ἐπὶ τὴν Ἰταλίαν͵ καὶ ἐπε δείκνυντό γε οὐ τὴν τυχοῦσαν δύναμιν͵ ἀλλὰ καὶ κοινωνοῦντες αὐτοῖς ἐποίουν μεγάλους καὶ ἀφιστάμενοι μικρούς· πρὸς δὲ τοὺς Αἰδούους καὶ διὰ ταῦτα μέν͵ ἀλλ᾽ ἐπέτεινε τὴν ἔχθραν ἡ τοῦ ποταμοῦ ἔρις τοῦ διείργοντος αὐτούς͵ ἑκατέρου τοῦ ἔθνους ἴδιον ἀξιοῦντος εἶναι τὸν Ἄραρα καὶ ἑαυτῶι προσήκειν τὰ διαγωγικὰ τέλη· νυνὶ δ᾽ ὑπὸ τοῖς Ῥωμαίοις ἅπαντ᾽ ἐστί.

3.3

Τὴν δ᾽ ἐπὶ τῶι Ῥήνωι πρῶτοι τῶν ἁπάντων οἰκοῦσιν Ἐλουήττιοι͵ παρ᾽ οἷς εἰσιν αἱ πηγαὶ τοῦ ποταμοῦ ἐν τῶι Ἀδούλαι ὄρει. τοῦτο δ᾽ ἐστὶ μέρος τῶν Ἄλπεων͵ ὅθεν καὶ ὁ Ἀδούας εἰς τἀναντία μέρη ῥεῖ τὰ πρὸς τὴν ἐντὸς Κελτικὴν καὶ πληροῖ τὴν Λάριον λίμνην͵ πρὸς ἧι ἔκτισται τὸ Κῶμον͵ εἶτ᾽ ἐνθένδε εἰς τὸν Πάδον συμβάλλει͵ περὶ ὧν ὕστερον ἐροῦμεν. καὶ ὁ Ῥῆνος δὲ εἰς ἕλη μεγάλα καὶ λίμνην ἀναχεῖται μεγάλην͵ ἧς ἐφάπτονται καὶ Ῥαιτοὶ καὶ Οὐινδολικοὶ τῶν Ἀλπείων τινὲς καὶ τῶν ὑπεραλπείων. φησὶ δὲ τὸ μῆκος αὐτοῦ σταδίων ἑξακισχιλίων Ἀσίνιος͵ οὐκ ἔστι δέ· ἀλλ᾽ ἐπ᾽ εὐθείας μὲν τοῦ ἡμίσους ὀλίγον ἂν ὑπερβάλλοι͵ τοῖς δὲ σκολιώμασι καὶ χίλιοι προστεθέντες ἱκανῶς ἂν ἔχοιεν· καὶ γὰρ ὀξύς ἐστι͵ διὰ τοῦτο δὲ καὶ δυσγεφύρωτος καὶ διὰ πεδίων ὕπτιος φέρεται τὸ λοιπὸν καταβὰς ἀπὸ τῶν ὀρῶν· πῶς οὖν οἷόν τε μένειν ὀξὺν καὶ βίαιον͵ εἰ τῶι ὑπτιασμῶι προσδοίημεν καὶ σκολιότητας πολλὰς καὶ μακράς; φησὶ δὲ καὶ δίστομον εἶναι μεμψάμενος τοὺς πλείω λέγοντας· ἐγκυκλοῦνται μὲν δή τινα χώραν ταῖς σκολιότησι καὶ οὗτος καὶ ὁ Σηκοάνας͵ οὐ τοσαύτην [δέ]. ἀμφότεροι δὲ ῥέουσιν ἐπὶ τὰς ἄρκτους ἀπὸ τῶν νοτίων μερῶν· πρόκειται δ᾽ αὐτῶν ἡ Βρεττανική͵ τοῦ μὲν Ῥήνου καὶ ἐγγύθεν ὥστε καθορᾶσθαι τὸ Κάντιον͵ ὅπερ ἐστὶ τὸ ἑῶιον ἄκρον τῆς νήσου͵ τοῦ δὲ Σηκοάνα μικρὸν ἀπωτέρω· ἐνταῦθα δὲ καὶ τὸ ναυπήγιον συνεστήσατο Καῖσαρ ὁ θεὸς πλέων εἰς τὴν Βρεττανικήν. τοῦ δὲ Σηκοάνα τὸ πλεόμενον ὑπὸ τῶν ἐκ τοῦ Ἄραρος δεχομένων τὰ φορτία μικρῶι πλέον ἐστὶν ἢ τὸ τοῦ Λίγηρος καὶ τὸ τοῦ Γαρούνα· τὸ δὲ ἀπὸ Λουγδούνου μέχρι τοῦ Σηκοάνα χιλίων σταδίων ἐστίν͵ ἔλαττον δ᾽ ἢ διπλάσιον τούτου [τὸ]ἀπὸ τῶν εἰσβολῶν τοῦ Ῥοδανοῦ μέχρι Λουγδούνου. φασὶ δὲ καὶ πολυχρύσους τοὺς Ἐλουηττίους͵ μηδὲν μέντοι ἧττον ἐπὶ ληιστείαν τραπέσθαι τὰς τῶν Κίμβρων εὐπορίας ἰδόντας· ἀφανισθῆναι δ᾽ αὐτῶν τὰ δύο φῦλα τριῶν ὄντων κατὰ στρατείας. ὅμως δ᾽ ἐκ τῶν λοιπῶν τὸ τῶν ἐπιγόνων πλῆθος ἐδήλωσεν ὁ πρὸς Καίσαρα τὸν θεὸν πόλεμος͵ ἐν ὧι περὶ τετταράκοντα μυριάδες σωμάτων διεφθάρησαν͵ τοὺς δὲ λοιποὺς σώζεσθαι μεθῆκεν εἰς ὀκτακισχιλίους͵ ὅπως μὴ τοῖς Γερμανοῖς ὁμόροις οὖσιν ἔρημον τὴν χώραν ἀφῆι.

3.4

Μετὰ δὲ τοὺς Ἐλουηττίους Σηκοανοὶ καὶ Μεδιοματρικοὶ κατοικοῦσι τὸν Ῥῆνον͵ ἐν οἷς ἵδρυται Γερμανικὸν ἔθνος περαιωθὲν ἐκ τῆς οἰκείας Τρίβοκχοι. ἐν δὲ τοῖς Σηκοανοῖς ἐστι τὸ ὄρος ὁ Ἰουράσιος͵ διορίζει δ᾽ Ἐλουηττίους καὶ Σηκοανούς. ὑπὲρ οὖν τῶν Ἐλουηττίων καὶ τῶν Σηκοανῶν Αἴδουοι καὶ Λίγγονες οἰκοῦσι πρὸς δύσιν͵ ὑπὲρ δὲ τῶν Μεδιοματρικῶν Λεῦκοι καὶ τῶν Λιγγόνων τι μέρος. τὰ δὲ μεταξὺ ἔθνη τοῦ τε Λίγηρος καὶ τοῦ Σηκοάνα ποταμοῦ τὰ πέραν τοῦ Ῥοδανοῦ τε καὶ τοῦ Ἄραρος παράκειται πρὸς ἄρκτον τοῖς τε Ἀλλόβριξι καὶ τοῖς περὶ τὸ Λούγδουνον· τούτων δ᾽ ἐπιφανέστατόν ἐστι τὸ τῶν Ἀρουέρνων καὶ τὸ τῶν Καρνούτων͵ δι᾽ ὧν ἀμφοῖν ἐνεχθεὶς ὁ Λίγηρ εἰς τὸν ὠκεανὸν ἔξεισι. δίαρμα δ᾽ ἐστὶν εἰς τὴν Βρεττανικὴν ἀπὸ τῶν ποταμῶν τῆς Κελτικῆς εἴκοσι καὶ τριακόσιοι στάδιοι· ὑπὸ γὰρ τὴν ἄμπωτιν ἀφ᾽ ἑσπέρας ἀναχθέντες τῆι ὑστεραίαι περὶ ὀγδόην ὥραν καταίρουσιν εἰς τὴν νῆσον. μετὰ δὲ τοὺς Μεδιοματρικοὺς καὶ Τριβόκχους παροικοῦσι τὸν Ῥῆνον Τρήουιροι͵ καθ᾽ οὓς πεποίηται τὸ ζεῦγμα ὑπὸ τῶν Ῥωμαίων νυνὶ τῶν στρατηγούντων τὸν Γερμανικὸν πόλεμον. πέραν δὲ ὤικουν Οὔβιοι κατὰ τοῦτον τὸν τόπον͵ οὓς μετήγαγεν Ἀγρίππας ἑκόντας εἰς τὴν ἐντὸς τοῦ Ῥήνου. Τρηουίροις δὲ συνεχεῖς Νέρουιοι͵ καὶ τοῦτο Γερμανικὸν ἔθνος· τελευταῖοι δὲ Μενάπιοι πλησίον τῶν ἐκβολῶν ἐφ᾽ ἑκάτερα τοῦ ποταμοῦ κατοικοῦντες ἕλη καὶ δρυμοὺς οὐχ ὑψηλῆς ἀλλὰ πυκνῆς ὕλης καὶ ἀκανθώδους. κατὰ τούτους δ᾽ ἵδρυνται Σούγαμβροι Γερμανοί. πάσης δ᾽ ὑπέρκεινται τῆς ποταμίας ταύτης οἱ Σόηβοι προσαγορευόμενοι Γερμα νοὶ καὶ δυνάμει καὶ πλήθει διαφέροντες τῶν ἄλλων͵ ὑφ᾽ ὧν οἱ ἐξελαυνόμενοι κατέφευγον εἰς τὴν ἐντὸς τοῦ Ῥήνου νυνί· καὶ ἄλλοι δὲ κατ᾽ ἄλλους τόπους δυναστεύουσι καὶ διαδέχονται τὰ ζώπυρα τοῦ πολέμου τῶν πρώτων ἀεὶ καταλυομένων.

3.5

Τῶν δὲ Τρηουίρων καὶ Νερουίων Σένονες καὶ Ρῆμοι πρὸς ἑσπέραν οἰκοῦσιν͵ ἔτι δ΄ Ἀτρεβάτιοι καὶ Ἐβούρωνες· τοῖς Μεναπίοις δ΄ εἰσὶ συνεχεῖς ἐπὶ τῆι θαλάττηι Μορῖνοι καὶ Βελλοάκοι καὶ Ἀμβιανοὶ καὶ Σουεσσίωνες καὶ Κάλετοι μέχρι τῆς ἐκβολῆς τοῦ Σηκοάνα ποταμοῦ. ἐμφερὴς δ΄ ἐστὶ τῆι τῶν Μεναπίων ἥ τε τῶν Μορίνων καὶ ἡ τῶν Ἀτρεβατίων καὶ Ἐβουρώνων· ὕλη γάρ ἐστιν οὐχ ὑψηλῶν δένδρων πολλὴ μὲν οὐ τοσαύτη δὲ ὅσην οἱ συγγραφεῖς εἰρήκασι͵ τετρακισχιλίων σταδίων͵ καλοῦσι δ΄ αὐτὴν Ἀρδουένναν· κατὰ δὲ τὰς πολεμικὰς ἐφόδους συμπλέκοντες τὰς τῶν θάμνων λύγους βατώδεις οὔσας ἀπέφραττον τὰς παρόδους. ἔστι δ΄ ὅπου καὶ σκόλοπας κατέπηττον͵ αὐτοὶ δὲ κατέδυνον εἰς τὰ βάθη πανοίκιοι͵ νησίδια ἔχοντες ἐν τοῖς ἕλεσι· ἐν μὲν οὖν ταῖς ἐπομβρίαις ἀσφαλεῖς τὰς καταφυγὰς εἶχον͵ ἐν δὲ τοῖς αὐχμοῖς ἡλίσκοντο ῥαιδίως· νυνὶ δ΄ ἅπαντες οἱ ἐντὸς Ρήνου καθ΄ ἡσυχίαν ὄντες ὑπακούουσι Ρωμαίων. περὶ δὲ τὸν Σηκοάναν ποταμόν εἰσι καὶ οἱ Παρίσιοι͵ νῆσον ἔχοντες ἐν τῶι ποταμῶι καὶ πόλιν Λουκοτοκίαν͵ καὶ Μέλδοι καὶ Ληξόουιοι͵ παρωκεανῖται οὗτοι. ἀξιολογώτατον δ΄ ἐστὶν ἔθνος τῶν ταύτηι Ρῆμοι͵ καὶ ἡ μητρόπολις αὐτῶν Δουρικορτόρα μάλιστα συνοικεῖται καὶ δέχεται τοὺς τῶν Ρωμαίων ἡγεμόνας.


Κεφάλαιο 4

4.1

Μετὰ δὲ τὰ λεχθέντα ἔθνη τὰ λοιπὰ Βελγῶν ἐστιν ἔθνη τῶν παρωκεανιτῶν͵ ὧν Ὀυένετοι μέν εἰσιν οἱ ναυμαχήσαντες πρὸς Καίσαρα· ἕτοιμοι γὰρ ἦσαν κωλύειν τὸν εἰς τὴν Βρεττανικὴν πλοῦν χρώμενοι τῶι ἐμπορίωι. κατεναυμάχησε δὲ ῥαιδίως͵ οὐκ ἐμβόλοις χρώμενος (ἦν γὰρ παχέα τὰ ξύλα) ἀλλ΄ ἀνέμωι φερομένων ἐπ΄ αὐτὸν κατέσπων οἱ Ρωμαῖοι τὰ ἱστία δορυδρεπάνοις· ἦν γὰρ σκύτινα διὰ τὴν βίαν τῶν ἀνέμων· ἁλύσεις δ΄ ἔτεινον ἀντὶ κάλων. πλατύπυγα δὲ ποιοῦσι καὶ ὑψίπρυμνα καὶ ὑψόπρωιρα διὰ τὰς ἀμπώτεις͵ δρυΐνης ὕλης ἧς ἐστιν εὐπορία· διόπερ οὐ συνάγουσι τὰς ἁρμονίας τῶν σανίδων͵ ἀλλ΄ ἀραιώματα καταλείπουσι· ταῦτα δὲ βρύοις διανάττουσι τοῦ μὴ κατὰ τὰς νεωλκίας καπυροῦσθαι τὴν ὕλην μὴ νοτιζομένην͵ τοῦ μὲν βρύου νοτιωτέρου ὄντος τῆι φύσει͵ τῆς δὲ δρυὸς ξηρᾶς καὶ ἀλιποῦς. τούτους οἶμαι τοὺς Ὀυενέτους οἰκιστὰς εἶναι τῶν κατὰ τὸν Ἀδρίαν· καὶ γὰρ οἱ ἄλλοι πάντες σχεδόν τι οἱ ἐν τῆι Ἰταλίαι Κελτοὶ μετανέστησαν ἐκ τῆς ὑπὲρ τῶν Ἄλπεων γῆς͵ καθάπερ καὶ οἱ Βόιοι καὶ Σένονες· διὰ δὲ τὴν ὁμωνυμίαν Παφλαγόνας φασὶν αὐτούς. λέγω δ΄ οὐκ ἰσχυριζόμενος· ἀρκεῖ γὰρ περὶ τῶν τοιούτων τὸ εἰκός. Ὀσίσμιοι δ΄ εἰσίν͵ οὓς [Ὠσ]τιμίους ὀνομάζει Πυθέας͵ ἐπί τινος προπεπτωκυίας ἱκανῶς ἄκρας εἰς τὸν ὠκεανὸν οἰκοῦντες͵ οὐκ ἐπὶ τοσοῦτον δὲ ἐφ΄ ὅσον ἐκεῖνος φησι καὶ οἱ πιστεύσαντες ἐκείνωι. τῶν δὲ μεταξὺ ἐθνῶν τοῦ τε Σηκοάνα καὶ τοῦ Λίγηρος οἱ μὲν τοῖς Σηκοανοῖς οἱ δὲ τοῖς Ἀρουέρνοις ὁμοροῦσι.

4.2

Τὸ δὲ σύμπαν φῦλον͵ ὃ νῦν Γαλλικόν τε καὶ Γαλατικὸν καλοῦσιν͵ ἀρειμάνιόν ἐστι καὶ θυμικόν τε καὶ ταχὺ πρὸς μάχην͵ ἄλλως δὲ ἁπλοῦν καὶ οὐ κακόηθες. διὰ δὲ τοῦτο ἐρεθισθέντες μὲν ἀθρόοι συνίασι πρὸς τοὺς ἀγῶνας καὶ φανερῶς καὶ οὐ μετὰ περισκέψεως͵ ὥστε καὶ εὐμεταχείριστοι γίνονται τοῖς καταστρατηγεῖν ἐθέλουσι· καὶ γὰρ ὅτε βούλεται καὶ ὅπου καὶ ἀφ΄ ἧς ἔτυχε προφάσεως παροξύνας τις αὐτοὺς ἑτοίμους ἔσχε πρὸς τὸν κίνδυνον͵ πλὴν βίας καὶ τόλμης οὐδὲν ἔχοντας τὸ συναγωνιζόμενον. παραπεισθέντες δὲ εὐμαρῶς ἐνδιδόασι πρὸς τὸ χρήσιμον͵ ὥστε καὶ παιδείας ἅπτεσθαι καὶ λόγων. τῆς δὲ βίας τὸ μὲν ἐκ τῶν σωμάτων ἐστὶ μεγάλων ὄντων͵ τὸ δ΄ ἐκ τοῦ πλήθους· συνίασι δὲ κατὰ πλῆθος ῥαιδίως διὰ τὸ ἁπλοῦν καὶ αὐθέκαστον͵ συναγανακτούντων τοῖς ἀδικεῖσθαι δοκοῦσιν ἀεὶ τῶν πλησίον. νυνὶ μὲν οὖν ἐν εἰρήνηι πάντες εἰσὶ δεδουλωμένοι καὶ ζῶντες κατὰ τὰ προστάγματα τῶν ἑλόντων αὐτοὺς Ρωμαίων͵ ἀλλ΄ ἐκ τῶν παλαιῶν χρόνων τοῦτο λαμβάνομεν περὶ αὐτῶν καὶ τῶν μέχρι νῦν συμμενόντων παρὰ τοῖς Γερμανοῖς νομίμων. καὶ γὰρ τῆι φύσει καὶ τοῖς πολιτεύμασιν ἐμφερεῖς εἰσι καὶ συγγενεῖς ἀλλήλοις οὗτοι͵ ὅμορόν τε οἰκοῦσι χώραν διοριζομένην τῶι Ρήνωι ποταμῶι καὶ παραπλήσια ἔχουσαν τὰ πλεῖστα. ἀρκτικωτέρα δ΄ ἐστὶν ἡ Γερμανία͵ κρινομένων τῶν τε νοτίων μερῶν πρὸς τὰ νότια καὶ τῶν ἀρκτικῶν πρὸς τὰ ἀρκτικά. διὰ τοῦτο δὲ καὶ τὰς μεταναστάσεις αὐτῶν ῥαδίως ὑπάρχειν συμβαίνει͵ φερομένων ἀγεληδὸν καὶ πανστρατιᾶι͵ μᾶλλον δὲ καὶ πανοικίων ἐξαιρόντων͵ ὅταν ὑπ΄ ἄλλων ἐκβάλλωνται κρειττόνων. οἵ τε Ρωμαῖοι πολὺ ῥᾶιον τούτους ἐχειρώσαντο ἢ τοὺς Ἴβηρας· καὶ γὰρ ἤρξαντο πρότερον καὶ ἐπαύσαντο ὕστερον ἐκείνοις πολεμοῦντες͵ τούτους δ΄ ἐν τῶι μεταξὺ χρόνωι πάντας κατέλυσαν͵ τοὺς ἀνὰ μέσον Ρήνου καὶ τῶν Πυρηναίων ὀρῶν σύμπαντας. ἀθρόοι γὰρ καὶ κατὰ πλῆθος ἐμπίπτοντες ἀθρόοι κατελύοντο͵ οἱ δ΄ ἐταμίευον καὶ κατεκερμάτιζον τοὺς ἀγῶνας͵ ἄλλοτε ἄλλοι καὶ κατ΄ ἄλλα μέρη ληιστρικῶς πολεμοῦντες. εἰσὶ μὲν οὖν μαχηταὶ πάντες τῆι φύσει͵ κρείττους δ΄ ἱππόται ἢ πεζοί͵ καὶ ἔστι Ρωμαίοις τῆς ἱππείας ἀρίστη παρὰ τούτων. ἀεὶ δὲ οἱ προσβορρότεροι καὶ παρωκεανῖται μαχιμώτεροι.

4.3

Τούτων δὲ τοὺς Βέλγας ἀρίστους φασίν͵ εἰς πεντεκαίδεκα ἔθνη διηιρημένους͵ τὰ μεταξὺ τοῦ Ρήνου καὶ τοῦ Λίγηρος παροικοῦντα τὸν ὠκεανόν͵ ὥστε μόνους ἀντέχειν πρὸς τὴν τῶν Γερμανῶν ἔφοδον͵ Κίμβρων καὶ Τευτόνων. αὐτῶν δὲ τῶν Βελγῶν Βελλοάκους ἀρίστους φασί͵ μετὰ δὲ τούτους Σουεσσίωνας. τῆς δὲ πολυανθρωπίας σημεῖον· εἰς γὰρ τριάκοντα μυριάδας ἐξετάζεσθαί φασι τῶν Βελγῶν πρότερον τῶν δυναμένων φέρειν ὅπλα. εἴρηται δὲ καὶ τὸ τῶν Ἐλουηττίων πλῆθος καὶ τὸ τῶν Ἀρουέρνων καὶ τὸ τῶν συμμάχων͵ ἐξ ὧν ἡ πολυανθρωπία φαίνεται καὶ ὅπερ εἶπον ἡ τῶν γυναικῶν ἀρετὴ πρὸς τὸ τίκτειν καὶ ἐκτρέφειν τοὺς παῖδας. σαγηφοροῦσι δὲ καὶ κομοτροφοῦσι καὶ ἀναξυρίσι χρῶνται περιτεταμέναις͵ ἀντὶ δὲ χιτώνων σχιστοὺς χειριδωτοὺς φέρουσι μέχρι αἰδοίων καὶ γλουτῶν. ἡ δ΄ ἐρέα τραχεῖα μὲν ἀκρόμαλλος δέ͵ ἀφ΄ ἧς τοὺς δασεῖς σάγους ἐξυφαίνουσιν οὓς λαίνας καλοῦσιν· οἱ μέντοι Ρωμαῖοι καὶ ἐν τοῖς προσβορροτάτοις ὑποδιφθέρους τρέφουσι ποίμνας ἱκανῶς ἀστείας ἐρέας. ὁπλισμὸς δὲ σύμμετρος τοῖς τῶν σωμάτων μεγέθεσι͵ μάχαιρα μακρὰ παρηρτημένη παρὰ τὸ δεξιὸν πλευρόν͵ καὶ θυρεὸς μακρὸς καὶ λόγχαι κατὰ λόγον καὶ μάδαρις͵ πάλτου τι εἶδος. χρῶνται δὲ καὶ τόξοις ἔνιοι καὶ σφενδόναις· ἔστι δέ τι καὶ γρόσφωι ἐοικὸς ξύλον͵ ἐκ χειρὸς οὐκ ἐξ ἀγκύλης ἀφιέμενον͵ τηλεβολώτερον καὶ βέλους͵ ὧι μάλιστα καὶ πρὸς τὰς τῶν ὀρνέων χρῶνται θήρας. χαμευνοῦσι δὲ καὶ μέχρι νῦν οἱ πολλοὶ καὶ καθεζόμενοι δειπνοῦσιν ἐν στιβάσι. τροφὴ δὲ πλείστη μετὰ γάλακτος καὶ κρεῶν παντοίων͵ μάλιστα δὲ τῶν ὑείων καὶ νέων καὶ ἁλιστῶν. αἱ δ΄ ὕες καὶ ἀγραυλοῦσιν ὕψει τε καὶ ἀλκῆι καὶ τάχει διαφέρουσαι· κίνδυνος γοῦν ἐστι τῶι ἀήθει προσιόντι͵ ὡσαύτως καὶ λύκωι. τοὺς δ΄ οἴκους ἐκ σανίδων καὶ γέρρων ἔχουσι μεγάλους θολοειδεῖς͵ ὄροφον πολὺν ἐπιβάλλοντες. οὕτως δ΄ ἐστὶ δαψιλῆ καὶ τὰ ποίμνια καὶ τὰ ὑοφόρβια ὥστε τῶν σάγων καὶ τῆς ταριχείας ἀφθονίαν μὴ τῆι Ρώμηι χορηγεῖσθαι μόνον͵ ἀλλὰ καὶ τοῖς πλείστοις μέρεσι τῆς Ἰταλίας. ἀριστοκρατικαὶ δ΄ ἦσαν αἱ πλείους τῶν πολιτειῶν· ἕνα δ΄ ἡγεμόνα ἡιροῦντο κατ΄ ἐνιαυτὸν τὸ παλαιόν͵ ὡς δ΄ αὕτως εἰς πόλεμον εἷς ὑπὸ τοῦ πλήθους ἀπεδείκνυτο στρατηγός· νυνὶ δὲ προσέχουσι τοῖς τῶν Ρωμαίων προστάγμασι τὸ πλέον. ἴδιον δὲ τὸ ἐν τοῖς συνεδρίοις συμβαῖνον· ἐὰν γάρ τις θορυβῆι τὸν λέγοντα καὶ ὑποκρούσηι͵ προσιὼν ὁ ὑπηρέτης ἐσπασμένος τὸ ξίφος κελεύει σιγᾶν μετ΄ ἀπειλῆς͵ μὴ παυομένου δέ͵ καὶ δεύτερον καὶ τρίτον ποιεῖ τὸ αὐτό͵ τελευταῖον δὲ ἀφαιρεῖ τοῦ σάγου τοσοῦτον ὅσον ἄχρηστον ποιῆσαι τὸ λοιπόν. τὸ δὲ περὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας͵ τὸ διηλλάχθαι τὰ ἔργα ὑπεναντίως τοῖς παρ΄ ἡμῖν͵ κοινὸν καὶ πρὸς ἄλλους συχνοὺς τῶν βαρβάρων ἐστί.

4.4

Παρὰ πᾶσι δ΄ ὡς ἐπίπαν τρία φῦλα τῶν τιμωμένων διαφερόντως ἐστί͵ βάρδοι τε καὶ ὀυάτεις καὶ δρυΐδαι· βάρδοι μὲν ὑμνηταὶ καὶ ποιηταί͵ ὀυάτεις δὲ ἱεροποιοὶ καὶ φυσιολόγοι͵ δρυΐδαι δὲ πρὸς τῆι φυσιολογίαι καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσι· δικαιότατοι δὲ νομίζονται καὶ διὰ τοῦτο πιστεύονται τάς τε ἰδιωτικὰς κρίσεις καὶ τὰς κοινάς͵ ὥστε καὶ πολέμους διήιτων πρότερον καὶ παρατάττεσθαι μέλλοντας ἔπαυον͵ τὰς δὲ φονικὰς δίκας μάλιστα τούτοις ἐπετέτραπτο δικάζειν. .... ὅταν τε φορὰ τούτων ἦι͵ φορὰν καὶ τῆς χώρας νομίζουσιν ὑπάρχειν. ἀφθάρτους δὲ λέγουσι καὶ οὗτοι καὶ [οἱ]ἄλλοι τὰς ψυχὰς καὶ τὸν κόσμον͵ ἐπικρατήσειν δέ ποτε καὶ πῦρ καὶ ὕδωρ.

4.5

Τῶι δ΄ ἁπλῶι καὶ θυμικῶι πολὺ τὸ ἀνόητον καὶ ἀλαζονικὸν πρόσεστι καὶ τὸ φιλόκοσμον· χρυσοφοροῦσί τε γάρ͵ περὶ μὲν τοῖς τραχήλοις στρεπτὰ ἔχοντες περὶ δὲ τοῖς βραχίοσι καὶ τοῖς καρποῖς ψέλια͵ καὶ τὰς ἐσθῆτας βαπτὰς φοροῦσι καὶ χρυσοπάστους οἱ ἐν ἀξιώματι. ὑπὸ τῆς τοιαύτης δὲ κουφότητος ἀφόρητοι μὲν νικῶντες͵ ἐκπλαγεῖς δ΄ ἡττηθέντες ὁρῶνται. πρόσεστι δὲ τῆι ἀνοίαι καὶ τὸ βάρβαρον καὶ τὸ ἔκφυλον͵ ὃ τοῖς προσβόρροις ἔθνεσι παρακολουθεῖ πλεῖστον͵ τὸ ἀπὸ τῆς μάχης ἀπιόντας τὰς κεφαλὰς τῶν πολεμίων ἐξάπτειν ἐκ τῶν αὐχένων τῶν ἵππων͵ κομίσαντας δὲ προσπατταλεύειν τοῖς προπυλαίοις. φησὶ γοῦν Ποσειδώνιος αὐτὸς ἰδεῖν ταύτην τὴν θέαν πολλαχοῦ͵ καὶ τὸ μὲν πρῶτον ἀηθίζεσθαι͵ μετὰ δὲ ταῦτα φέρειν πράιως διὰ τὴν συνήθειαν. τὰς δὲ τῶν ἐνδόξων κεφαλὰς κεδροῦντες ἐπεδείκνυον τοῖς ξένοις͵ καὶ οὐδὲ πρὸς ἰσοστάσιον χρυσὸν ἀπολυτροῦν ἠξίουν. καὶ τούτων δ΄ ἔπαυσαν αὐτοὺς Ρωμαῖοι καὶ τῶν κατὰ τὰς θυσίας καὶ μαντείας ὑπεναντίων τοῖς παρ΄ ἡμῖν νομίμοις. ἄνθρωπον γὰρ κατεσπεισμένον παίσαντες εἰς νῶτον μαχαίραι ἐμαντεύοντο ἐκ τοῦ σφαδασμοῦ. ἔθυον δὲ οὐκ ἄνευ δρυϊδῶν. καὶ ἄλλα δὲ ἀνθρωποθυσιῶν εἴδη λέγεται· καὶ γὰρ κατετόξευόν τινας καὶ ἀνεσταύρουν ἐν τοῖς ἱεροῖς καὶ κατασκευάσαντες κολοσσὸν χόρτου καὶ ξύλων͵ ἐμβαλόντες εἰς τοῦτον βοσκήματα καὶ θηρία παντοῖα καὶ ἀνθρώπους͵ ὡλοκαύτουν.

4.6

Ἐν δὲ τῶι ὠκεανῶι φησιν εἶναι νῆσον μικρὰν οὐ πάνυ πελαγίαν͵ προκειμένην τῆς ἐκβολῆς τοῦ Λίγηρος ποταμοῦ· οἰκεῖν δὲ ταύτην τὰς τῶν Σαμνιτῶν γυναῖκας͵ Διονύσωι κατεχομένας καὶ ἱλασκομένας τὸν θεὸν τοῦτον τελεταῖς τε καὶ ἄλλαις ἱεροποιίαις ἐξηλλαγμέναις. οὐκ ἐπιβαίνειν δὲ ἄνδρα τῆς νήσου͵ τὰς δὲ γυναῖκας αὐτὰς πλεούσας κοινωνεῖν τοῖς ἀνδράσι καὶ πάλιν ἐπανιέναι. ἔθος δ΄ εἶναι κατ΄ ἐνιαυτὸν ἅπαξ τὸ ἱερὸν ἀποστεγάζεσθαι καὶ στεγάζεσθαι πάλιν αὐθημερὸν πρὸ δύσεως͵ ἑκάστης φορτίον ἐπιφερούσης· ἧς δ΄ ἂν ἐκπέσηι τὸ φορτίον͵ διασπᾶσθαι ταύτην ὑπὸ τῶν ἄλλων· φερούσας δὲ τὰ μέρη περὶ τὸ ἱερὸν μετ΄ εὐασμοῦ μὴ παύεσθαι πρότερον͵ πρὶν παύσωνται τῆς λύττης· ἀεὶ δὲ συμβαίνειν ὥστε τινὰ ἐμπίπτειν τὴν τοῦτο πεισομένην. τούτου δ΄ ἔτι μυθωδέστερον εἴρηκεν Ἀρτεμίδωρος τὸ περὶ τοὺς κόρακας συμβαῖνον. λιμένα γάρ τινα τῆς παρωκεανίτιδος ἱστορεῖ δύο κοράκων ἐπονομαζόμενον͵ φαίνεσθαι δ΄ ἐν τούτωι δύο κόρακας τὴν δεξιὰν πτέρυγα παράλευκον ἔχοντας· τοὺς οὖν περί τινων ἀμφισβητοῦντας͵ ἀφικομένους δεῦρο ἐφ΄ ὑψηλοῦ τόπου σανίδα θέντας ἐπιβάλλειν ψαιστά͵ ἑκάτερον χωρίς· τοὺς δ΄ ὄρνεις ἐπιπτάντας τὰ μὲν ἐσθίειν τὰ δὲ σκορπίζειν· οὗ δ΄ ἂν σκορπισθῆι τὰ ψαιστά͵ ἐκεῖνον νικᾶν. ταῦτα μὲν οὖν μυθωδέστερα λέγει͵ περὶ δὲ τῆς Δήμητρος καὶ Κόρης πιστότερα͵ ὅτι φησὶν εἶναι νῆσον πρὸς τῆι Βρεττανικῆι͵ καθ΄ ἣν ὅμοια τοῖς ἐν Σαμοθράικηι περὶ τὴν Δήμητρα καὶ τὴν Κόρην ἱεροποιεῖται. καὶ τοῦτο δὲ τῶν πιστευομένων ἐστίν͵ ὅτι ἐν τῆι Κελτικῆι φύεται δένδρον ὅμοιον συκῆι͵ καρπὸν δ΄ ἐκφέρει παραπλήσιον κιοκράνωι κορινθιουργεῖ· ἐπιτμηθεὶς δ΄ οὗτος ἀφίησιν ὀπὸν θανάσιμον πρὸς τὰς ἐπιχρίσεις τῶν βελῶν. καὶ τοῦτο δὲ τῶν θρυλουμένων ἐστίν͵ ὅτι πάντες Κελτοὶ ἡδόνικοί τέ εἰσι καὶ οὐ νομίζεται παρ΄ αὐτοῖς αἰσχρὸν τὸ τῆς ἀκμῆς ἀφειδεῖν τοὺς νέους. Ἔφορος δὲ ὑπερβάλλουσάν τε τῶι μεγέθει λέγει τὴν Κελτικήν͵ ὥστε ἧσπερ νῦν Ἰβηρίας καλοῦμεν ἐκείνοις τὰ πλεῖστα προσνέμειν μέχρι Γαδείρων͵ φιλέλληνάς τε ἀποφαίνει τοὺς ἀνθρώπους͵ καὶ πολλὰ ἰδίως λέγει περὶ αὐτῶν οὐκ ἐοικότα τοῖς νῦν. ἴδιον δὲ καὶ τοῦτο· ἀσκεῖν γὰρ αὐτοὺς μὴ παχεῖς εἶναι μηδὲ προγάστορας͵ τὸν δ΄ ὑπερβαλλόμενον τῶν νέων τὸ τῆς ζώνης μέτρον ζημιοῦσθαι. ταῦτα μὲν περὶ τῆς ὑπὲρ τῶν Ἄλπεων Κελτικῆς.


Κεφάλαιο 5

5.1

Ἡ δὲ Βρεττανικὴ τρίγωνος μέν ἐστι τῶι σχήματι͵ παραβέβληται δὲ τὸ μέγιστον αὐτῆς πλευρὸν τῆι Κελτικῆι͵ τοῦ μήκους οὔθ΄ ὑπερβάλλον οὔτ΄ ἐλλεῖπον· ἔστι γὰρ ὅσον τετρακισχιλίων καὶ τριακοσίων ἢ τετρακοσίων σταδίων ἑκάτερον͵ τό τε Κελτικὸν τὸ ἀπὸ τῶν ἐκβολῶν τοῦ Ρήνου μέχρι πρὸς τὰ βόρεια τῆς Πυρήνης ἄκρα τὰ κατὰ Ἀκυιτανίαν͵ καὶ τὸ ἀπὸ Καντίου τοῦ καταντικρὺ τῶν ἐκβολῶν τοῦ Ρήνου͵ ἑωθινωτάτου σημείου τῆς Βρεττανικῆς͵ μέχρι πρὸς τὸ ἑσπέριον ἄκρον τῆς νήσου τὸ κατὰ τὴν Ἀκυιτανίαν καὶ τὴν Πυρήνην ἀντικείμενον. τοῦτο μὲν δὴ τοὐλάχιστον διάστημα ἀπὸ τῆς Πυρήνης ἐπὶ τὸν Ρῆνόν ἐστιν͵ ἐπεὶ τὸ μέγιστον εἴρηται ὅτι καὶ πεντακισχιλίων σταδίων ἐστίν· ἀλλ΄ εἰκὸς εἶναί τινα σύννευσιν ἐκ τῆς παραλλήλου θέσεως τῶι ποταμῶι πρὸς τὸ ὄρος͵ ἀμφοτέρωθεν ἐπιστροφῆς τινος γινομένης κατὰ τὰς πρὸς τὸν ὠκεανὸν ἐσχατιάς.

5.2

Τέτταρα δ΄ ἐστὶ διάρματα͵ οἷς χρῶνται συνήθως ἐπὶ τὴν νῆσον ἐκ τῆς ἠπείρου͵ τὰ ἀπὸ τῶν ἐκβολῶν τῶν ποταμῶν͵ τοῦ τε Ρήνου καὶ τοῦ Σηκοάνα καὶ τοῦ Λίγηρος καὶ τοῦ Γαρούνα. τοῖς δ΄ ἀπὸ τῶν περὶ τὸν Ρῆνον τόπων ἀναγομένοις οὐκ ἀπ΄ αὐτῶν τῶν ἐκβολῶν ὁ πλοῦς ἐστιν͵ ἀλλὰ ἀπὸ τῶν ὁμορούντων τοῖς Μεναπίοις Μορίνων͵ παρ΄ οἷς ἐστὶ καὶ τὸ Ἴτιον͵ ὧι ἐχρήσατο ναυστάθμωι Καῖσαρ ὁ θεός͵ διαίρων εἰς τὴν νῆσον· νύκτωρ δ΄ ἀνήχθη͵ καὶ τῆι ὑστεραίαι κατῆρε περὶ τετάρτην ὥραν τριακοσίους καὶ εἴκοσι σταδίους τοῦ διάπλου τελέσας· κατέλαβε δ΄ ἐν ἀρούραις τὸν σῖτον. ἔστι δ΄ ἡ πλείστη τῆς νήσου πεδιὰς καὶ κατάδρυμος͵ πολλὰ δὲ καὶ γεώλοφα τῶν χωρίων ἐστί͵ φέρει δὲ σῖτον καὶ βοσκήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ σίδηρον· ταῦτά [τε]δὴ κομίζεται ἐξ αὐτῆς καὶ δέρματα καὶ ἀνδράποδα καὶ κύνες εὐφυεῖς πρὸς τὰς κυνηγεσίας· Κελτοὶ δὲ καὶ πρὸς τοὺς πολέμους χρῶνται καὶ τούτοις καὶ τοῖς ἐπιχωρίοις. οἱ δὲ ἄνδρες εὐμηκέστεροι τῶν Κελτῶν εἰσι καὶ ἧσσον ξανθότριχες͵ χαυνότεροι δὲ τοῖς σώμασι. σημεῖον δὲ τοῦ μεγέθους· ἀντίπαιδας γὰρ εἴδομεν ἡμεῖς ἐν Ρώμηι τῶν ὑψηλοτάτων αὐτόθι ὑπερέχοντας καὶ ἡμιποδίωι͵ βλαισοὺς δὲ καὶ τἆλλα οὐκ εὐγράμμους τῆι συστάσει. τὰ δ΄ ἔθη τὰ μὲν ὅμοια τοῖς Κελτοῖς τὰ δ΄ ἁπλούστερα καὶ βαρβαρώτερα͵ ὥστ΄ ἐνίους γάλακτος εὐποροῦντας μὴ τυροποιεῖν διὰ τὴν ἀπειρίαν͵ ἀπείρους δ΄ εἶναι καὶ κηπείας καὶ ἄλλων γεωργικῶν. δυναστεῖαι δ΄ εἰσὶ παρ΄ αὐτοῖς. πρὸς δὲ τοὺς πολέμους ἀπήναις χρῶνται τὸ πλέον͵ καθάπερ καὶ τῶν Κελτῶν ἔνιοι. πόλεις δ΄ αὐτῶν εἰσιν οἱ δρυμοί· περιφράξαντες γὰρ δένδρεσι καταβεβλημένοις εὐρυχωρῆ κύκλον ἐνταῦθα καὶ αὐτοὶ καλυβοποιοῦνται καὶ τὰ βοσκήματα κατασταθμεύουσιν οὐ πρὸς πολὺν χρόνον. ἔπομβροι δ΄ εἰσὶν οἱ ἀέρες μᾶλλον ἢ νιφετώδεις· ἐν δὲ ταῖς αἰθρίαις ὁμίχλη κατέχει πολὺν χρόνον͵ ὥστε δι΄ ἡμέρας ὅλης ἐπὶ τρεῖς μόνον ἢ τέτταρας ὥρας τὰς περὶ τὴν μεσημβρίαν ὁρᾶσθαι τὸν ἥλιον. τοῦτο δὲ κἀν τοῖς Μορίνοις συμβαίνει καὶ τοῖς Μεναπίοις καὶ ὅσοι τούτων πλησιόχωροι.

5.3

Δὶς δὲ διέβη Καῖσαρ εἰς τὴν νῆσον ὁ θεός͵ ἐπανῆλθε δὲ διὰ ταχέων οὐδὲν μέγα διαπραξάμενος οὐδὲ προελθὼν ἐπὶ πολὺ τῆς νήσου͵ διά τε τὰς ἐν τοῖς Κελτοῖς γενομένας στάσεις τῶν τε βαρβάρων καὶ τῶν οἰκείων στρατιωτῶν͵ καὶ διὰ τὸ πολλὰ τῶν πλοίων ἀπολέσθαι κατὰ τὴν πανσέληνον αὔξησιν λαβουσῶν τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων. δύο μέντοι ἢ τρεῖς νίκας ἐνίκησε τοὺς Βρεττανούς͵ καίπερ δύο τάγματα μόνον περαιώσας τῆς στρατιᾶς͵ καὶ ἀπήγαγεν ὅμηρά τε καὶ ἀνδράποδα καὶ τῆς ἄλλης λείας πλῆθος. νυνὶ μέντοι τῶν δυναστῶν τινες τῶν αὐτόθι πρεσβεύσεσι καὶ θεραπείαις κατασκευασάμενοι τὴν πρὸς Καίσαρα τὸν Σεβαστὸν φιλίαν͵ ἀναθήματά τε ἀνέθηκαν ἐν τῶι Καπετωλίωι καὶ οἰκείαν σχεδόν τι παρεσκεύασαν τοῖς Ρωμαίοις ὅλην τὴν νῆσον· τέλη τε οὔπως ὑπομένουσι βαρέα τῶν τε εἰσαγομένων εἰς τὴν Κελτικὴν ἐκεῖθεν καὶ τῶν ἐξαγομένων ἐνθένδε (ταῦτα δ΄ ἐστὶν ἐλεφάντινα ψάλια καὶ περιαυχένια καὶ λυγγούρια καὶ ὑαλᾶ σκεύη καὶ ἄλλος ῥῶπος τοιοῦτος)͵ ὥστε μηδὲν δεῖν φρουρᾶς τῆς νήσου· τοὐλάχιστον μὲν γὰρ ἑνὸς τάγματος χρήιζοι ἂν καὶ ἱππικοῦ τινος͵ ὥστε καὶ φόρους ἀπάγεσθαι παρ΄ αὐτῶν͵ εἰς ἴσον δὲ καθίσταιτ΄ ἂν τὸ ἀνάλωμα τῆι στρατιᾶι τοῖς προσφερομένοις χρήμασιν· ἀνάγκη γὰρ μειοῦσθαι τὰ τέλη φόρων ἐπιβαλλομένων͵ ἅμα δὲ καὶ κινδύνους ἀπαντᾶν τινας βίας ἐπαγομένης.

5.4

Εἰσὶ δὲ καὶ ἄλλαι περὶ τὴν Βρεττανικὴν νῆσοι μικραί· μεγάλη δ΄ ἡ Ἰέρνη πρὸς ἄρκτον αὐτῆι παραβεβλημένη͵ προμήκης μᾶλλον [ἢ]πλάτος ἔχουσα. περὶ ἧς οὐδὲν ἔχομεν λέγειν σαφὲς πλὴν ὅτι ἀγριώτεροι τῶν Βρεττανῶν ὑπάρχουσιν οἱ κατοικοῦντες αὐτήν͵ ἀνθρωποφάγοι τε ὄντες καὶ πολυφάγοι͵ τούς τε πατέρας τελευτήσαντας κατεσθίειν ἐν καλῶι τιθέμενοι καὶ φανερῶς μίσγεσθαι ταῖς τε ἄλλαις γυναιξὶ καὶ μητράσι καὶ ἀδελφαῖς. καὶ ταῦτα δ΄ οὕτω λέγομεν ὡς οὐκ ἔχοντες ἀξιοπίστους μάρτυρας· καίτοι τό γε τῆς ἀνθρωποφαγίας καὶ Σκυθικὸν εἶναι λέγεται͵ καὶ ἐν ἀνάγκαις πολιορκητικαῖς καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ ἄλλοι πλείους ποιῆσαι τοῦτο λέγονται.

5.5

Περὶ δὲ τῆς Θούλης ἔτι μᾶλλον ἀσαφὴς ἡ ἱστορία διὰ τὸν ἐκτοπισμόν· ταύτην γὰρ τῶν ὀνομαζομένων ἀρκτικωτάτην τιθέασιν. ἃ δ΄ εἴρηκε Πυθέας περί τε ταύτης καὶ τῶν ἄλλων τῶν ταύτηι τόπων ὅτι μὲν πέπλασται͵ φανερὸν ἐκ τῶν γνωριζομένων χωρίων· κατέψευσται γὰρ αὐτῶν τὰ πλεῖστα͵ ὥσπερ καὶ πρότερον εἴρηται͵ ὥστε δῆλός ἐστιν ἐψευσμένος μᾶλλον περὶ τῶν ἐκτετοπισμένων. πρὸς μέντοι τὰ οὐράνια καὶ τὴν μαθηματικὴν θεωρίαν ἱκανῶς δόξει κεχρῆσθαι τοῖς πράγμασι ..... τοῖς τῆι κατεψυγμένηι ζώνηι πλησιάζουσι τὸ τῶν καρπῶν εἶναι τῶν ἡμέρων καὶ ζώιων τῶν μὲν ἀφορίαν παντελῆ τῶν δὲ σπάνιν͵ κέγχρωι δὲ καὶ ἀγρίοις λαχάνοις καὶ καρποῖς καὶ ῥίζαις τρέφεσθαι· παρ΄ οἷς δὲ σῖτος καὶ μέλι γίγνεται͵ καὶ τὸ πόμα ἐντεῦθεν ἔχειν· τὸν δὲ σῖτον͵ ἐπειδὴ τοὺς ἡλίους οὐκ ἔχουσι καθαρούς͵ ἐν οἴκοις μεγάλοις κόπτουσι͵ συγκομισθέν των δεῦρο τῶν σταχύων· αἱ γὰρ ἅλως ἄχρηστοι γίνονται διὰ τὸ ἀνήλιον καὶ τοὺς ὄμβρους.


Κεφάλαιο 6

6.1

Μετὰ δὲ τὴν ὑπὲρ τῶν Ἄλπεων Κελτικὴν καὶ τὰ ἔθνη τὰ ἔχοντα τὴν χώραν ταύτην περὶ αὐτῶν τῶν Ἄλπεων λεκτέον καὶ τῶν κατοικούντων αὐτάς͵ ἔπειτα περὶ τῆς συμπάσης Ἰταλίας͵ φυλάττουσιν ἐν τῆι γραφῆι τὴν αὐτὴν τάξιν ἥνπερ δίδωσιν ἡ τῆς χώρας φύσις. ἄρχονται μὲν οὖν αἱ Ἄλπεις οὐκ ἀπὸ Μονοίκου λιμένος͵ ὡς εἰρήκασί τινες͵ ἀλλ΄ ἀπὸ τῶν αὐτῶν χωρίων ἀφ΄ ὧνπερ καὶ τὰ Ἀπέννινα ὄρη κατὰ Γένουαν ἐμπόριον Λιγύων καὶ τὰ καλούμενα Σαβάτων ὀυάδα͵ ὅπερ ἐστὶ τενάγη· τὸ μὲν γὰρ Ἀπέννινον ἀπὸ Γενούας͵ αἱ δὲ Ἄλπεις ἀπὸ τῶν Σαβάτων ἔχουσι τὴν ἀρχήν· στάδιοι δ΄ εἰσὶ μεταξὺ Γενούας καὶ Σαβάτων διακόσιοι πρὸς τοῖς ἑξήκοντα· μετὰ δὲ τριακοσίους πρὸς τοῖς ἑβδομήκοντα Ἀλβίγγαυνόν ἐστι πόλισμα͵ οἱ δ΄ ἐνοικοῦντες Λίγυες Ἴγγαυνοι καλοῦνται· ἐντεῦθεν δ΄ εἰς Μονοίκου λιμένα τετρακόσιοι καὶ ὀγδοήκοντα. ἔν τε τῶι μεταξὺ πόλις εὐμεγέθης Ἄλβιον Ἰντεμέλιον καὶ οἱ κατοικοῦντες Ἰντεμέλιοι. καὶ δὴ καὶ σημεῖον τίθενται τοῦ τὴν ἀρχὴν ἀπὸ τῶν Σαβάτων εἶναι ταῖς Ἄλπεσιν ἐκ τῶν ὀνομάτων τούτων· τὰ γὰρ Ἄλπεια καλεῖσθαι πρότερον Ἄλβια͵ καθάπερ καὶ Ἀλπεινά. καὶ γὰρ νῦν ἔτι τὸ ἐν τοῖς Ἰάποσιν ὄρος ὑψηλὸν συνάπτον πως τῆι Ὄκραι καὶ ταῖς Ἄλπεσιν Ἄλβιον λέγεσθαι͵ ὡς ἂν μέχρι δεῦρο τῶν Ἄλπεων ἐκτεταμένων.

6.2

Τῶν οὖν Λιγύων τῶν μὲν ὄντων Ἰγγαύνων τῶν δὲ Ἰντεμελίων͵ εἰκότως τὰς ἐποικίας αὐτῶν ἐπὶ τῆι θαλάττηι τὴν μὲν ὀνομάζεσθαι Ἄλβιον Ἰντεμέλιον οἷον Ἄλπειον͵ τὴν δὲ ἐπιτετμημένως μᾶλλον Ἀλβίγγαυνον. Πολύβιος δὲ προστίθησι τοῖς δυσὶ φύλοις τῶν Λιγύων τοῖς λεχθεῖσι τό τε τῶν Ὀξυβίων καὶ τὸ τῶν Δεκιητῶν. ὅλως δὲ ἡ παραλία αὕτη πᾶσα μέχρι Τυρρηνίας ἐκ Μονοίκου λιμένος προσεχής τέ ἐστι καὶ ἀλίμενος πλὴν βραχέων ὅρμων καὶ ἀγκυροβολίων. ὑπέρκεινται δὲ οἱ τῶν ὀρῶν ἐξαίσιοι κρημνοὶ στενὴν ἀπολείποντες πρὸς θαλάττηι πάροδον. κατοικοῦσι δὲ Λίγυες ζῶντες ἀπὸ θρεμμάτων τὸ πλέον καὶ γάλακτος καὶ κριθίνου πόματος͵ νεμόμενοι τά τε πρὸς θαλάττηι χωρία καὶ τὸ πλέον τὰ ὄρη. ἔχουσι δ΄ ὕλην ἐνταῦθα παμπόλλην ναυπηγήσιμον καὶ μεγαλόδενδρον͵ ὥστ΄ ἐνίων τοῦ πάχους τὴν διάμετρον ὀκτὼ ποδῶν εὑρίσκεσθαι· πολλὰ δὲ καὶ τῆι ποικιλίαι τῶν θυΐνων οὐκ ἔστι χείρω πρὸς τὰς τραπεζοποιίας. ταῦτά τε δὴ κατάγουσιν εἰς τὸ ἐμπόριον τὴν Γένουαν καὶ θρέμματα καὶ δέρματα καὶ μέλι͵ ἀντιφορτίζονται δὲ ἔλαιον καὶ οἶνον τὸν ἐκ τῆς Ἰταλίας· ὁ δὲ παρ΄ αὐτοῖς ὀλίγος ἐστί͵ πιττίτης αὐστηρός. ἐντεῦθεν δέ εἰσιν οἱ γίννοι λεγόμενοι ἵπποι τε καὶ ἡμίονοι͵ καὶ οἱ λιγυστῖνοί τε χιτῶνες καὶ σάγοι· πλεονάζει δὲ καὶ τὸ λιγγούριον παρ΄ αὐτοῖς͵ ὅ τινες ἤλεκτρον προσαγορεύουσι. στρατεύονται δ΄ ἱππεῖς μὲν οὐ πάνυ͵ ὁπλῖται δὲ ἀγαθοὶ καὶ ἀκροβολισταί· ἀπὸ δὲ τοῦ χαλκάσπιδας εἶναι τεκμαίρονταί τινες Ἕλληνας αὐτοὺς εἶναι.

6.3

Ὁ δὲ τοῦ Μονοίκου λιμὴν ὅρμος ἐστὶν οὐ μεγάλαις οὐδὲ πολλαῖς ναυσίν͵ ἔχων ἱερὸν Ἡρακλέους Μονοίκου καλουμένου· ἔοικε δὲ ἀπὸ τοῦ ὀνόματος καὶ μέχρι δεῦρο διατείνειν ὁ Μασσαλιωτικὸς παράπλους· διέχει δ΄ Ἀντιπόλεως μικρῶι πλείους ἢ διακοσίους σταδίους. τοὐντεῦθεν δ΄ ἤδη μέχρι Μασσαλίας καὶ μικρὸν προσωτέρω τὸ τῶν Σαλύων ἔθνος οἰκεῖ τὰς Ἄλπεις τὰς ὑπερκειμένας καί τινα τῆς αὐτῆς παραλίας ἀναμὶξ τοῖς Ἕλλησι. καλοῦσι δὲ τοὺς Σάλυας οἱ μὲν παλαιοὶ τῶν Ἑλλήνων Λίγυας καὶ τὴν χώραν͵ ἣν ἔχουσιν οἱ Μασσαλιῶται͵ Λιγυστικήν͵ οἱ δ΄ ὕστερον Κελτολίγυας ὀνομάζουσι͵ καὶ τὴν μέχρι Αὐενίωνος καὶ τοῦ Ροδανοῦ πεδιάδα τούτοις προσνέμουσιν͵ ἀφ΄ ἧς οὐ πεζὴν μόνον ἀλλὰ καὶ ἱππικὴν ἔστελλον στρατιάν͵ εἰς δέκα μέρη διηιρημένοι. πρώτους δ΄ ἐχειρώσαντο Ρωμαῖοι τούτους τῶν ὑπεραλπείων Κελτῶν͵ πολὺν χρόνον πολεμήσαντες καὶ τούτοις καὶ τοῖς Λίγυσιν͵ ἀποκεκλεικόσι τὰς εἰς τὴν Ἰβηρίαν παρόδους τὰς διὰ τῆς παραλίας. καὶ γὰρ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐλήιζοντο καὶ τοσοῦτον ἴσχυον ὥστε μόλις στρατοπέδοις μεγάλοις πορευτὴν εἶναι τὴν ὁδόν. ὀγδοηκοστὸν δ΄ ἔτος πολεμοῦντες διεπράξαντο μόλις ὥστ΄ ἐπὶ δώδεκα σταδίους τὸ πλάτος ἀνεῖσθαι τὴν ὁδὸν τοῖς ὁδεύουσι δημοσίαι. μετὰ ταῦτα μέντοι κατέλυσαν ἅπαντας καὶ διέταξαν αὐτοὶ τὰς πολιτείας͵ ἐπιστήσαντες φόβον.

6.4

Μετὰ δὲ τοὺς Σάλυας Ἀλβιεῖς καὶ Ἀλβίοικοι καὶ Ὀυοκόντιοι νέμονται τὰ προσάρκτια μέρη τῶν ὀρῶν. παρατείνουσι δὲ οἱ Ὀυοκόντιοι μέχρι Ἀλλοβρίγων͵ ἔχοντες αὐλῶνας ἐν βάθει τῆς ὀρεινῆς ἀξιολόγους καὶ οὐ χείρους ὧν ἔχουσιν ἐκεῖνοι. Ἀλλόβριγες μὲν οὖν καὶ Λίγυες ὑπὸ τοῖς στρατηγοῖς τάττονται τοῖς ἀφικνουμένοις εἰς τὴν Ναρβωνῖτιν͵ Ὀυοκόντιοι δέ͵ καθάπερ τοὺς Ὀυόλκας ἔφαμεν τοὺς περὶ Νέμαυσον͵ τάττονται καθ΄ αὑτούς. τῶν δὲ μεταξὺ τοῦ Ὀυάρου καὶ τῆς Γενούας Λιγύων οἱ μὲν ἐπὶ τῆι θαλάττηι τοῖς Ἰταλιώταις εἰσὶν οἱ αὐτοί͵ ἐπὶ δὲ τοὺς ὀρεινοὺς πέμπεταί τις ὕπαρχος τῶν ἱππικῶν ἀνδρῶν͵ καθάπερ καὶ ἐπ΄ ἄλλους τῶν τελέως βαρβάρων.

6.5

Μετὰ δὲ Ὀυοκοντίους Ἰκόνιοι καὶ Τρικόριοι καὶ μετ΄ αὐτοὺς Μέδουλλοι͵ οἵπερ τὰς ὑψηλοτάτας ἔχουσι κορυφάς· τὸ γοῦν ὀρθιώτατον αὐτῶν ὕψος σταδίων ἑκατὸν ἔχειν φασὶ τὴν ἀνάβασιν͵ κἀνθένδε πάλιν τὴν ἐπὶ τοὺς ὅρους τοὺς τῆς Ἰταλίας κατάβασιν. ἄνω δ΄ ἔντισι κοίλοις χωρίοις λίμνη τε συνίσταται μεγάλη καὶ πηγαὶ δύο οὐ πολὺ ἄπωθεν ἀλλήλων͵ ὧν ἐκ μὲν τῆς ἑτέρας εἶσιν ὁ Δρουεντίας ποταμὸς χαραδρώδης͵ ὃς ἐπὶ τὸν Ροδανὸν καταράττει͵ καὶ ὁ Δουρίας εἰς τἀναντία· τῶι γὰρ Πάδωι συμμίσγει κατενεχθεὶς διὰ Σαλασσῶν εἰς τὴν ἐντὸς τῶν Ἄλπεων Κελτικήν· ἐκ δὲ τῆς ἑτέρας πολὺ ταπεινότερος τούτων τῶν χωρίων ἀναδίδωσιν αὐτὸς ὁ Πάδος πολύς τε καὶ ὀξύς͵ προϊὼν δὲ γίνεται μείζων καὶ πραότερος· ἐκ πολλῶν γὰρ λαμβάνει τὴν αὔξησιν ἐν τοῖς πεδίοις ἤδη γενόμενος καὶ πλατύνεται· τῆι οὖν διαχύσει περισπᾶι καὶ ἀμβλύνει τὸν ῥοῦν· εἰς δὲ τὴν Ἀδριατικὴν θάλατταν ἐκπίπτει μέγιστος γενόμενος τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν πλὴν τοῦ Ἴστρου. ὑπέρκεινται δ΄ οἱ Μέδουλλοι μάλιστα τῆς συμβολῆς τοῦ Ἴσαρος πρὸς τὸν Ροδανόν.

6.6

Ἐπὶ δὲ θάτερα μέρη τὰ πρὸς τὴν Ἰταλίαν κεκλιμένα τῆς λεχθείσης ὀρεινῆς Ταυρῖνοί τε οἰκοῦσι Λιγυστικὸν ἔθνος καὶ ἄλλοι Λίγυες. τούτων δ΄ ἐστὶ καὶ ἡ τοῦ Δόννου λεγομένη γῆ καὶ ἡ τοῦ Κοττίου. μετὰ δὲ τούτους καὶ τὸν Πάδον Σαλασσοί· ὑπὲρ δὲ τούτων ἐν ταῖς κορυφαῖς Κέντρωνες καὶ Κατόριγες καὶ Ὀυάραγροι καὶ Ναντουᾶται καὶ ἡ Λημέννα λίμνη͵ δι΄ ἧς ὁ Ροδανὸς φέρεται͵ καὶ ἡ πηγὴ τοῦ ποταμοῦ. οὐκ ἄπωθεν δὲ τούτων οὐδὲ τοῦ Ρήνου αἱ πηγαί͵ οὐδ΄ ὁ Ἀδούλας τὸ ὄρος͵ ἐξ οὗ ῥεῖ καὶ ὁ Ρῆνος ἐπὶ τὰς ἄρκτους καὶ ὁ Ἀδούας εἰς τἀναντία ἐμβάλλων εἰς τὴν Λάριον λίμνην τὴν πρὸς τῶι Κώμωι. ὑπέρκεινται δὲ τοῦ Κώμου πρὸς τῆι ῥίζηι τῶν Ἄλπεων ἱδρυμένου τῆι μὲν Ραιτοὶ καὶ Ὀυέννωνες ἐπὶ τὴν ἕω κεκλιμένοι͵ τῆι δὲ Ληπόντιοι καὶ Τριδεντῖνοι καὶ Στόνοι καὶ ἄλλα πλείω μικρὰ ἔθνη κατέχοντα τὴν Ἰταλίαν ἐν τοῖς πρόσθεν χρόνοις ληιστρικὰ καὶ ἄπορα· νυνὶ δὲ τὰ μὲν ἐξέφθαρται τὰ δ΄ ἡμέρωται τελέως͵ ὥστε τὰς δι΄ αὐτῶν ὑπερβολὰς τοῦ ὄρους πρότερον οὔσας ὀλίγας καὶ δυσπεράτους νυνὶ πολλαχόθεν εἶναι καὶ ἀσφαλεῖς ἀπὸ τῶν ἀνθρώπων καὶ εὐβάτους͵ ὡς ἔνεστι͵ διὰ τὴν κατασκευήν. προσέθηκε γὰρ ὁ Σεβαστὸς Καῖσαρ τῆι καταλύσει τῶν ληιστῶν τὴν κατασκευὴν τῶν ὁδῶν ὅσην οἷόν τ΄ ἦν· οὐ γὰρ δυνατὸν πανταχοῦ βιάσασθαι τὴν φύσιν διὰ πετρῶν καὶ κρημνῶν ἐξαισίων͵ τῶν μὲν ὑπερκειμένων τῆς ὁδοῦ τῶν δ΄ ὑποπιπτόντων͵ ὥστε καὶ μικρὸν ἐκβᾶσιν ἄφυκτον εἶναι τὸν κίνδυνον͵ εἰς φάραγγας ἀβύσσους τοῦ πτώματος ὄντος. οὕτω δέ ἐστι στενὴ κατά τι αὐτοῦ ἡ ὁδὸς ὥστ΄ ἴλιγγον φέρειν τοῖς πεζῆι βαδίζουσι καὶ αὐτοῖς καὶ ὑποζυγίοις τοῖς ἀήθεσι· τὰ δ΄ ἐπιχώρια κομίζει τοὺς φόρτους ἀσφαλῶς. οὔτ΄ οὖν ταῦτα ἰάσιμα οὔθ΄ αἱ κατολισθάνουσαι πλάκες τῶν κρυστάλλων ἄνωθεν ἐξαίσιοι͵ συνοδίαν ὅλην ἀπολαμβάνειν δυνάμεναι καὶ συνεξωθεῖν εἰς τὰς ὑποπιπτούσας φάραγγας. πολλαὶ γὰρ ἀλλήλαις ἐπίκεινται πλάκες͵ πάγων ἐπὶ πάγοις γενομένων τῆς χιόνος κρυσταλλωδῶν καὶ τῶν ἐπιπολῆς ἀεὶ ῥαιδίως ἀπολυομένων ἀπὸ τῶν ἐντὸς πρὶν διαλυθῆναι τελέως ἐν τοῖς ἡλίοις.

6.7

Ἡ δὲ τῶν Σαλασσῶν πολλὴ μέν ἐστιν ἐν αὐλῶνι βαθεῖ τῶν ὀρῶν ἀμφοτέρωθεν κλειόντων τὸ χωρίον͵ μέρος δέ τι αὐτῶν ἀνατείνει καὶ πρὸς τὰς ὑπερκειμένας κορυφάς. τοῖς οὖν ἐκ τῆς Ἰταλίας ὑπερτιθεῖσι τὰ ὄρη διὰ τοῦ λεχθέντος αὐλῶνός ἐστιν ἡ ὁδός. εἶτα σχίζεται δίχα· καὶ ἡ μὲν διὰ τοῦ Ποινίνου λεγομένου φέρεται ζεύγεσιν οὐ βατὴ κατὰ τὰ ἄκρα τῶν Ἄλπεων͵ ἡ δὲ διὰ Κεντρώνων δυσμικωτέρα. ἔχει δὲ καὶ χρυσεῖα ἡ τῶν Σαλασσῶν͵ ἃ κατεῖχον ἰσχύοντες οἱ Σαλασσοὶ πρότερον͵ καθάπερ καὶ τῶν παρόδων ἦσαν κύριοι. προσελάμβανε δὲ πλεῖστον εἰς τὴν μεταλλείαν αὐτοῖς ὁ Δουρίας ποταμὸς εἰς τὰ χρυσοπλύσια͵ διόπερ ἐπὶ πολλοὺς τόπους σχίζοντες εἰς τὰς ἐξοχετείας τὸ ὕδωρ τὸ κοινὸν ῥεῖθρον ἐξεκένουν. τοῦτο δ΄ ἐκείνοις μὲν συνέφερε πρὸς τὴν τοῦ χρυσοῦ θήραν͵ τοὺς δὲ γεωργοῦντας τὰ ὑπ΄ αὐτοῖς πεδία τῆς ἀρδείας στερομένους ἐλύπει͵ τοῦ ποταμοῦ δυναμένου ποτίζειν τὴν χώραν διὰ τὸ ὑπερδέξιον ἔχειν τὸ ῥεῖθρον. ἐκ δὲ ταύτης τῆς αἰτίας πόλεμοι συνεχεῖς ἦσαν πρὸς ἀλλήλους ἀμφοτέροις τοῖς ἔθνεσι. κρατησάντων δὲ Ρωμαίων τῶν μὲν χρυσουργείων ἐξέπεσον καὶ τῆς χώρας οἱ Σαλασσοί͵ τὰ δ΄ ὄρη κατέχοντες ἀκμὴν τὸ ὕδωρ ἐπώλουν τοῖς δημοσιώναις τοῖς ἐργολαβήσασι τὰ χρυσεῖα· καὶ πρὸς τούτους δ΄ ἦσαν ἀεὶ διαφοραὶ διὰ τὴν πλεονεξίαν τῶν δημοσιωνῶν. οὕτω δὲ συνέβαινε τοὺς στρατηγιῶντας ἀεὶ τῶν Ρωμαίων καὶ πεμπομένους ἐπὶ τοὺς τόπους εὐπορεῖν προφάσεων ἀφ΄ ὧν πολεμήσουσι. μέχρι μὲν δὴ τῶν νεωστὶ χρόνων τοτὲ μὲν πολεμούμενοι τοτὲ δὲ καταλυόμενοι τὸν πρὸς τοὺς Ρωμαίους πόλεμον ἴσχυον ὅμως͵ καὶ πολλὰ κατέβλαπτον τοὺς δι΄ αὐτῶν ὑπερβάλλοντας τὰ ὄρη κατὰ τὸ ληιστρικὸν ἔθος· οἵ γε καὶ Δέκιμον Βροῦτον φυγόντα ἐκ Μουτίνης ἐπράξαντο δραχμὴν κατ΄ ἄνδρα· Μεσσάλας δὲ πλησίον αὐτῶν χειμαδεύων τιμὴν ξύλων κατέβαλε τῶν τε καυσίμων καὶ τῶν πτελεΐνων ἀκοντισμάτων τῶν γυμναστικῶν. ἐσύλησαν δέ ποτε καὶ χρήματα Καίσαρος οἱ ἄνδρες οὗτοι καὶ ἐπέβαλον κρημνοὺς στρατοπέδοις͵ πρόφασιν ὡς ὁδοποιοῦντες ἢ γεφυροῦντες ποταμούς. ὕστερον μέντοι κατεστρέψατο αὐτοὺς ἄρδην ὁ Σεβαστὸς καὶ πάντας ἐλαφυροπώλησε͵ κομισθέντας εἰς Ἐπορεδίαν Ρωμαίων ἀποικίαν͵ ἣν συνώικισαν μὲν φρουρὰν εἶναι βουλόμενοι τοῖς Σαλασσοῖς͵ ὀλίγον δ΄ ἀντέχειν ἐδύναντο οἱ αὐτόθι͵ ἕως ἠφανίσθη τὸ ἔθνος. τῶν μὲν οὖν ἄλλων σωμάτων τρεῖς μυριάδες ἐξητάσθησαν ἐπὶ τοῖς ἑξακισχιλίοις͵ τῶν δὲ μαχίμων ἀνδρῶν ὀκτακισχίλιοι· πάντας δ΄ ἐπώλησε Τερέντιος Ὀυάρρων ὑπὸ δόρυ καταστρεψάμενος αὐτοὺς στρατηγός· τρισχιλίους δὲ Ρωμαίων πέμψας ὤικισε τὴν πόλιν Αὐγοῦσταν ὁ Καῖσαρ͵ ἐν ὧι ἐστρατοπέδευσε χωρίωι ὁ Ὀυάρρων͵ καὶ νῦν εἰρήνην ἄγει πᾶσα ἡ πλησιόχωρος μέχρι τῶν ἄκρων ὑπερβολῶν τοῦ ὄρους.

6.8

Ἑξῆς δὲ τὰ πρὸς ἕω μέρη τῶν ὀρῶν καὶ τὰ ἐπιστρέφοντα πρὸς νότον Ραιτοὶ καὶ Ὀυινδολικοὶ κατέχουσι συνάπτοντες Ἐλουηττίοις καὶ Βοΐοις· ἐπίκεινται γὰρ τοῖς ἐκείνων πεδίοις. οἱ μὲν οὖν Ραιτοὶ μέχρι τῆς Ἰταλίας καθήκουσι τῆς ὑπὲρ Οὐήρωνος καὶ Κώμου. καὶ ὅ γε Ραιτικὸς οἶνος τῶν ἐν τοῖς Ἰταλικοῖς ἐπαινουμένων οὐκ ἀπολείπεσθαι δοκῶν ἐν ταῖς τούτων ὑπωρείαις γίνεται· διατείνουσι δὲ καὶ μέχρι τῶν χωρίων δι΄ ὧν ὁ Ρῆνος φέρεται· τούτου δ΄ εἰσὶ τοῦ φύλου καὶ Ληπόντιοι καὶ Καμοῦνοι. οἱ δὲ Ὀυινδολικοὶ καὶ Νωρικοὶ τὴν ἐκτὸς παρώρειαν κατέχουσι τὸ πλέον μετὰ Βρεύνων καὶ Γεναύνων͵ ἤδη τούτων Ἰλλυριῶν. ἅπαντες δ΄ οὗτοι καὶ τῆς Ἰταλίας τὰ γειτονεύοντα μέρη κατέτρεχον ἀεὶ καὶ τῆς Ἐλουηττίων καὶ Σηκοανῶν καὶ Βοΐων καὶ Γερμανῶν. ἰταμώτατοι δὲ τῶν μὲν Ὀυινδολικῶν ἐξητάζοντο Λικάττιοι καὶ Κλαυτηνάτιοι καὶ Ὀυέννωνες͵ τῶν δὲ Ραιτῶν Ρουκάντιοι καὶ Κωτουάντιοι. καὶ οἱ Ἐστίωνες δὲ τῶν Ὀυινδολικῶν εἰσὶ καὶ Βριγάντιοι͵ καὶ πόλεις αὐτῶν Βριγάντιον καὶ Καμβόδουνον καὶ ἡ τῶν Λικαττίων ὥσπερ ἀκρόπολις Δαμασία. τῆς δὲ πρὸς τοὺς Ἰταλιώτας τῶν ληιστῶν τούτων χαλεπότητος λέγεταί τι τοιοῦτον ὡς͵ ἐπειδὰν ἕλωσι κώμην ἢ πόλιν οὐ μόνον ἡβηδὸν ἀνδροφονοῦντας͵ ἀλλὰ καὶ μέχρι τῶν νηπίων προϊόντας τῶν ἀρρένων͵ καὶ μηδ΄ ἐνταῦθα παυομένους͵ ἀλλὰ καὶ τὰς ἐγκύους γυναῖκας κτείνοντας ὅσας φαῖεν οἱ μάντεις ἀρρενοκυεῖν.

6.9

Μετὰ δὲ τούτους οἱ ἐγγὺς ἤδη τοῦ Ἀδριατικοῦ μυχοῦ καὶ τῶν κατὰ Ἀκυληίαν τόπων οἰκοῦσι͵ Νωρικῶν τέ τινες καὶ Κάρνοι· τῶν δὲ Νωρικῶν εἰσι καὶ οἱ Ταυρίσκοι. πάντας δ΄ ἔπαυσε τῶν ἀνέδην καταδρομῶν Τιβέριος καὶ ὁ ἀδελφὸς αὐτοῦ Δροῦσος θερείαι μιᾶι͵ ὥστ΄ ἤδη τρίτον καὶ τριακοστὸν ἔτος ἐστὶν ἐξ οὗ καθ΄ ἡσυχίαν ὄντες ἀπευτακτοῦσι τοὺς φόρους. κατὰ πᾶσαν δὲ τὴν τῶν Ἄλπεων ὀρεινὴν ἔστι μὲν καὶ γεώλοφα χωρία καλῶς γεωργεῖσθαι δυνάμενα καὶ αὐλῶνες εὖ συνεκτισμένοι͵ τὸ μέντοι πλέον καὶ μάλιστα περὶ τὰς κορυφάς͵ περὶ ὃ δὴ καὶ συνίσταντο οἱ ληισταί͵ λυπρὸν καὶ ἄκαρπον διά τε τὰς πάχνας καὶ τὴν τραχύτητα τῆς γῆς. κατὰ σπάνιν οὖν τροφῆς τε καὶ ἄλλων ἐφείδοντο ἔσθ΄ ὅτε τῶν ἐν τοῖς πεδίοις͵ ἵν΄ ἔχοιεν χορηγούς· ἀντεδίδοσαν δὲ ῥητίνην πίτταν δᾶιδα κηρὸν τυρὸν μέλι· τούτων γὰρ εὐπόρουν. ὑπέρκειται δὲ τῶν Κάρνων τὸ Ἀπέννινον ὄρος͵ λίμνην ἔχον ἐξιεῖσαν εἰς τὸν Ἀτησῖνον ποταμόν͵ ὃς παραλαβὼν Ἄταγιν ἄλλον ποταμὸν εἰς τὸν Ἀδρίαν ἐκβάλλει. ἐκ δὲ τῆς αὐτῆς λίμνης καὶ ἄλλος ποταμὸς εἰς τὸν Ἴστρον ῥεῖ͵ καλούμενος Ἰσάρας. καὶ γὰρ ὁ Ἴστρος τὰς ἀρχὰς ἀπὸ τούτων λαμβάνει τῶν ὀρῶν πολυσχιδῶν ὄντων καὶ πολυκεφάλων. μέχρι μὲν γὰρ δεῦρο ἀπὸ τῆς Λιγυστικῆς συνεχῆ τὰ ὑψηλὰ τῶν Ἄλπεων διέτεινε καὶ ἑνὸς ὄρους φαντασίαν παρεῖχεν͵ εἶτ΄ ἀνεθέντα καὶ ταπεινωθέντα ἐξαίρεται πάλιν εἰς πλείω μέρη καὶ πλείους κορυφάς. πρώτη δ΄ ἐστὶ τούτων ἡ τοῦ Ρήνου πέραν καὶ τῆς λίμνης κεκλιμένη πρὸς ἕω ῥάχις μετρίως ὑψηλή͵ ὅπου αἱ τοῦ Ἴστρου πηγαὶ πλησίον Σοήβων καὶ τοῦ Ἑρκυνίου δρυμοῦ· ἄλλαι δ΄ εἰσὶν ἐπιστρέφουσαι πρὸς τὴν Ἰλλυρίδα καὶ τὸν Ἀδρίαν͵ ὧν ἐστι τό τε Ἀπέννινον ὄρος τὸ λεχθὲν καὶ τὸ Τοῦλλον καὶ Φλιγαδία͵ τὰ ὑπερκείμενα τῶν Ὀυινδολικῶν͵ ἐξ ὧν ὁ Δούρας καὶ Κλάνις καὶ ἄλλοι πλείους χαραδρώδεις ποταμοὶ συμβάλλουσιν εἰς τὸ τοῦ Ἴστρου ῥεῖθρον.

6.10

Καὶ οἱ Ἰάποδες δὲ ἤδη τοῦτο ἐπίμικτον Ἰλλυριοῖς καὶ Κελτοῖς ἔθνος περὶ τούτους οἰκοῦσι τοὺς τόπους͵ καὶ ἡ Ὄκρα πλησίον τούτων ἐστίν. οἱ μὲν οὖν Ἰάποδες πρότερον εὐανδροῦντες καὶ τοῦ ὄρους ἐφ΄ ἑκάτερον τὴν οἴκησιν ἔχοντες καὶ τοῖς ληιστηρίοις ἐπικρατοῦντες͵ ἐκπεπόνηνται τελέως ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος καταπολεμηθέντες. πόλεις δ΄ αὐτῶν Μέτουλον Ἀρουπῖνοι Μονήτιον Ὀυένδων. μεθ΄ οὓς ἡ Σεγεστικὴ πόλις ἐν πεδίωι͵ παρ΄ ἣν ὁ Σάος παραρρεῖ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Ἴστρον. κεῖται δὲ ἡ πόλις εὐφυῶς πρὸς τὸν κατὰ τῶν Δακῶν πόλεμον· ἡ δ΄ Ὄκρα τὸ ταπεινότατον μέρος τῶν Ἄλπεών ἐστι καθ΄ ὃ συνάπτουσι τοῖς Κάρνοις͵ καὶ δι΄ οὗ τὰ ἐκ τῆς Ἀκυληίας φορτία κομίζουσιν ἁρμαμάξαις εἰς τὸν καλούμενον Ναύπορτον͵ σταδίων ὁδὸν οὐ πολὺ πλειόνων ἢ τετρακοσίων· ἐκεῖθεν δὲ τοῖς ποταμοῖς κατάγεται μέχρι τοῦ Ἴστρου καὶ τῶν ταύτηι χωρίων. παραρρεῖ γὰρ δὴ τὸν Ναύπορτον [Κορκόρας]ποταμὸς ἐκ τῆς Ἰλλυρίδος φερόμενος πλωτός͵ ἐκβάλλει δ΄ εἰς τὸν Σάον͵ ὥστ΄ εὐμαρῶς εἰς τὴν Σεγεστικὴν κατάγεται καὶ τοὺς Παννονίους καὶ Ταυρίσκους. συμβάλλει δ΄ εἰς τὸν Σάον κατὰ τὴν πόλιν καὶ ὁ Κόλαπις· ἀμφότεροι δ΄ εἰσὶ πλωτοί͵ ῥέουσι δ΄ ἀπὸ τῶν Ἄλπεων. ἔχουσι δ΄ αἱ Ἄλπεις καὶ ἵππους ἀγρίους καὶ βόας. φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι ζῶιον ἐν αὐταῖς ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος͵ ταῦτα δ΄ ἐοικέναι κάπρωι͵ ὑπὸ δὲ τῶι γενείωι πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον͵ πωλικῆς κέρκου τὸ πάχος.

6.11

Τῶν δ΄ ὑπερθέσεων τῶν ἐκ τῆς Ἰταλίας εἰς τὴν ἔξω Κελτικὴν καὶ τὴν προσάρκτιον ἡ διὰ Σαλασσῶν ἐστιν ἄγουσα ἐπὶ Λούγδουνον· διττὴ δ΄ ἐστίν͵ ἡ μὲν ἁμαξεύεσθαι δυναμένη διὰ μήκους πλείονος ἡ διὰ Κεντρώνων͵ ἡ δὲ ὀρθία καὶ στενή͵ σύντομος δέ͵ ἡ διὰ τοῦ Ποινίνου. τὸ δὲ Λούγδουνον ἐν μέσωι τῆς χώρας ἐστὶν ὥσπερ ἀκρόπολις͵ διά τε τὰς συμβολὰς τῶν ποταμῶν καὶ διὰ τὸ ἐγγὺς εἶναι πᾶσι τοῖς μέρεσι. διόπερ καὶ Ἀγρίππας ἐντεῦθεν τὰς ὁδοὺς ἔτεμε͵ τὴν διὰ τῶν Κεμμένων ὀρῶν μέχρι Σαντόνων καὶ τῆς Ἀκυιτανίας͵ καὶ τὴν ἐπὶ τὸν Ρῆνον͵ καὶ τρίτην τὴν ἐπὶ τὸν ὠκεανόν͵ τὴν πρὸς Βελλοάκοις καὶ Ἀμβιανοῖς͵ τετάρτη δ΄ ἐστὶν ἐπὶ τὴν Ναρβωνῖτιν καὶ τὴν Μασσαλιωτικὴν παραλίαν. ἔστι δὲ καὶ ἐν ἀριστερᾶι ἀφεῖσι τὸ Λούγδουνον καὶ τὴν ὑπερκειμένην χώραν ἐν αὐτῶι τῶι Ποινίνωι πάλιν ἐκτροπὴ διαβάντι τὸν Ροδανὸν ἢ τὴν λίμνην τὴν Λημένναν εἰς τὰ Ἐλουηττίων πεδία͵ κἀντεῦθεν εἰς Σηκοανοὺς ὑπέρθεσις διὰ τοῦ Ἰόρα ὄρους καὶ εἰς Λίγγονας· διά τε τούτων ἐπ΄ ἄμφω καὶ ἐπὶ τὸν Ρῆνον καὶ ἐπὶ τὸν ὠκεανὸν δίοδοι σχίζονται.

6.12

Ἔτι φησὶ Πολύβιος ἐφ΄ ἑαυτοῦ κατ΄ Ἀκυληίαν μάλιστα ἐν τοῖς Ταυρίσκοις τοῖς Νωρικοῖς εὑρεθῆναι χρυσεῖον οὕτως εὐφυὲς ὥστ΄ ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν͵ τὸ δ΄ ὄρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν͵ εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρὸν κυάμου μέγεθος ἢ θέρμου͵ τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος͵ τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος σφόδρα δὲ λυσιτελοῦς. συνεργασαμένων δὲ τοῖς βαρβάροις τῶν Ἰταλιωτῶν ἐν διμήνωι͵ παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι τῶι τρίτωι μέρει καθ΄ ὅλην τὴν Ἰταλίαν͵ αἰσθομένους δὲ τοὺς Ταυρίσκους μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους. ἀλλὰ νῦν ἅπαντα τὰ χρυσεῖα ὑπὸ Ρωμαίοις ἐστί. κἀνταῦθα δ΄͵ ὥσπερ κατὰ τὴν Ἰβηρίαν͵ φέρουσιν οἱ ποταμοὶ χρυσοῦ ψῆγμα πρὸς τῶι ὀρυκτῶι͵ οὐ μέντοι τοσοῦτον. ὁ δ΄ αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα͵ τὸ Ταΰγετον τὸ Λύκαιον Παρνασσὸν Ὄλυμπον Πήλιον Ὄσσαν͵ ἐν δὲ Θράικηι Αἷμον Ροδόπην Δούνακα· καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν͵ αὐθημερὸν δὲ καὶ περιελθεῖν͵ τὰς δ΄ Ἄλπεις οὐδ΄ ἂν πεμπταῖος ἀναβαίη τίς· τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία. τέτταρας δ΄ ὑπερβάσεις ὀνομάζει μόνον· διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῶι Τυρρηνικῶι πελάγει͵ εἶτα τὴν διὰ Ταυρίνων ἣν Ἀννίβας διῆλθεν͵ εἶτα τὴν διὰ Σαλασσῶν͵ τετάρτην δὲ τὴν διὰ Ραιτῶν͵ ἁπάσας κρημνώδεις. λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν͵ τρεῖς δὲ μεγάλας· ὧν ἡ μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων͵ πλάτος δὲ [ἑκατὸν]τριάκοντα͵ ἐκρεῖ δὲ ποταμὸς Μίγκιος· ἡ δ΄ ἑξῆς Λάριος τετρακοσίων͵ πλάτος δὲ στενωτέρα τῆς πρότερον͵ ἐξίησι δὲ ποταμὸν τὸν Ἀδούαν· τρίτη δὲ Ὀυερβανὸς μῆκος ἐγγὺς τριακοσίων σταδίων͵ πλάτος δὲ τριάκοντα͵ ποταμὸν δὲ ἐξίησι μέγαν Τικῖνον· πάντες δ΄ εἰς τὸν Πάδον συρρέουσι. τοσαῦτα καὶ περὶ τῶν ὀρῶν ἔχομεν λέγειν τῶν Ἀλπεινῶν.