Ορφικοί ύμνοι/Απόλλωνος

Από Βικιθήκη
(Ανακατεύθυνση από Απόλλωνος)
Ὀρφικοὶ ὕμνοι
Ἀπόλλωνος, θυμίαμα μάνναν


Ἐλθέ, μάκαρ Παιάν, Τιτυοκτόνε, Φοῖβε Λυκωρεῦ,
Μεμφῖτ’, ἀγλαότιμος, ἰήιος, ὀλβιοδῶτα,
χρυσολύρη, σπερμεῖος, ἀρότριε, Πύθιε, Τιτάν.
Γρυνεῖε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι,
ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε, 5
κρουσιλύρη, χαροποιός, ἑκηβόλε, τοξοβέλεμνε,
Βράγχιε καὶ Διδυμεῦ, Παταρήιε, Λοξία, ἁγνέ·
Δήλι’ ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα,
χρυσοκόμη, καθαρὰς φήμας χρησμούς τ’ ἀναφαίνων·
κλῦθί μευ εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῷ· 10
τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα
γαῖαν τ’ ὀλβιόμοιρον ὕπερθέν καὶ δι’ ἀμολγοῦ,

νυκτὸς ἐν ἡσυχίῃσιν ὑπ’ ἀστεροόμματου ὄρφνης
ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου
παντός· σοὶ δ’ ἀρχή τε τελευτή τ’ ἐστὶ μέλουσα. 15
παντοθαλές, σὺ δὲ πάντα πόλον κιθάρῃ πολυκρέκτῳ
ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων,
ἄλλοτε δ’ αὖθ’ ὑπάτην, ποτὲ Δώριον ἐς διάκοσμον
πάντα πόλον κιρνὰς κρίνεις βιοθρέμμονα φῦλα,
ἁρμονίῃ κεράσας παγκόσμιον ἀνδράσι μοῖραν· 20
μίξας χειμῶνα, θέρος τ’ ἴσον ἀμφοτέροισιν,
ταῖς ὑπάτας χειμῶνα, θέρος νεάταις διακρίνας,
Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος.
ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλῄζουσιν ἄνακτα,
Πᾶνα, θεὸν δικέρωτ’, ἀνέμων συρίγμαθ’ ἱέντα· 25
οὕνεκα παντὸς ἔχεις κόσμου σφρηγῖδα τυπῶτιν.
κλῦθι, μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῇ.