Ύμνος εις Νέμεσιν
Εμφάνιση
(Ανακατεύθυνση από Ύμνος Εἰς Νέμεσιν)
Ὕμνος εἰς Νέμεσιν Συγγραφέας: |
Ύμνος εις Νέμεσιν, Μεσομήδους [1], [2] |
Ὕμνος εἰς Νέμεσιν, Μεσομήδους
Νέμεσι πτερόεσσα βίου ῥοπά,
κυανώπι θεᾷ, θυγάτερ Δίκας,
ἃ κούφα φρυάγματα θνατὼν
ἐπέχεις ἀδάμαντι χαλινώι,
ἔχθουσα δ' ὕβριν ὁλοὰν βροτῶν
μέλανα φθόνον ἐκτὸς ἐλαύνεις.
ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβὴ
χαροπὰ μερόπων στρέφεται τύχα,
λήθουσα δὲ παρ πόδα βαίνεις,
γαυρούμενον αὐχένα κλίνεις.
ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς,
νεύεις δ' ὑπὸ κόλπον ὀφρὺν ἀεὶ
ζυγὸν μετὰ χεῖρα κρατοῦσα.
ἴλαθι μάκαιρα δικασπόλε
Νέμεσι πτερόεσσα βίου ῥοπά.
Νέμεσιν θέον ᾄδομεν ἀφθίταν,
Νίκην τανυσίπτερον ὀμβρίμαν
νημερτέα καὶ πάρεδρον Δίκας,
ἃ τᾶν μεγαλανορίαν βροτῶν
νεμεσῶσα φέρεις κατὰ Ταρτάρου.