ορεστης
Ἑρμῆ χθόνιε, πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
[…]
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι […] 5
[…]
[…] πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
[…]
οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾽ ἐκφορᾷ νεκροῦ.>
[…]
τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις 10
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
ἢ πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας τύχω
χοὰς φερούσας νερτέροις μειλίγματα; 15
οὐδέν ποτ᾽ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς 20
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
[α’ χορ.
χορος
ἰαλτὸς ἐκ δόμων ἔβαν [στρ. α.
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
ὄνυχος ἄλοκι νεοτόμῳ· 25
δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ᾽ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,
προστέρνῳ στολμῷ
πέπλων ἀγελάστοις 30
ξυμφοραῖς πεπληγμένων.
τορὸς δὲ Φοῖβος ὀρθόθριξ [ἀντ. α.
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ, 35
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταί <τε> τῶνδ᾽ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς
νέρθεν περιθύμως 40
τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, [στρ. β.
ἰὼ γαῖα μαῖα,
μωμένα μ᾽ ἰάλλει 45
δύσθεος γυνά. φοβοῦ-
μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων. 50
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισι.
σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν [ἀντ. β. 55
δι᾽ ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον. 60
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη [βρύει],
τοὺς δ᾽ ἄκραντος ἔχει νύξ. 65
δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ [στρ. γ.
τίτας φόνος πέπηγεν οὐ διαῤῥύδαν.
διαλγὴς <δ᾽> ἄτα διαφέρει
τὸν αἴτιον παναρκέτας νόσου βρύειν. 70
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων [ἀντ. γ.
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
<προ>βαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.
ἐμοὶ δ᾽ —ἀνάγκαν γὰρ ἀμφίπτολιν [ἐπῳδ. 75
θεοὶ προσήνεγκαν· (ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν )—
δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
βίᾳ φρενῶν αἰνέσαι 80
πικρὸν στύγος κρατούσῃ.
δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
ματαίοισι δεσποτᾶν
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. 83β
[ α’ ἐπεισ.
ηλεκτρα
δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ 85
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; 90
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; 95
ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,
στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι· 100
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον. 105
χορος
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
ηλεκτρα
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
χορος
φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
ηλεκτρα
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
110
χορος
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
ηλεκτρα
ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε;
χορος
αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
ηλεκτρα
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;
χορος
μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.
115
ηλεκτρα
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
χορος
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
ηλεκτρα
τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
χορος
ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα—
ηλεκτρα
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
120
χορος
ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.
ηλεκτρα
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
χορος
πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
ηλεκτρα
κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
124
<ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ 124α
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς 125
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ 130
φίλον τ᾽ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων 135
φεύγων Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ 140
μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς, 145
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”
τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος, 150
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
χορος
ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ
πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽
ἀπότροπον ἄγος ἀπεύχετον 155
κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-
βας ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοτοῖ,
ἴτω τις δορυ-
σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων, 160
Σκυθικά τ᾽ ἐν χεροῖν παλίντον᾽
ἐν ἔργῳ βέλη ᾽πιπάλλων Ἄρης
σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη.
ηλεκτρα
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
νέου δὲ μύθου τοῦδε κοινωνήσατε· 165
χορος
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
ηλεκτρα
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
χορος
τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;
ηλεκτρα
εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.
170
χορος
πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
ηλεκτρα
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
χορος
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
ηλεκτρα
καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος—
χορος
ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
175
ηλεκτρα
αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
χορος
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
ηλεκτρα
μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται.
χορος
καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;
ηλεκτρα
ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.
180
χορος
οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
ηλεκτρα
κἀμοὶ προσέστη καρδίας κλυδώνιον
χολῆς, ἐπαίσθην δ᾽ ὡς διανταίῳ βέλει·
ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι 185
σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,
ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον 190
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου—σαίνομαι δ᾽ ὑπ᾽ ἐλπίδος.
φεῦ.
εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην, 195
ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,
ἀλλ᾽ εὖ ᾽σαφήνει τόνδ᾽ ἀποπτύσαι πλόκον,
εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός. 200
ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, 205
ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖς—
καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι
εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. 210
πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.
ορεστης
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
ηλεκτρα
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
ορεστης
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
215
ηλεκτρα
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
ορεστης
σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.
ηλεκτρα
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
ορεστης
ὅδ᾽ εἰμί· μὴ μάτευ᾽ ἐμοῦ μᾶλλον φίλον.
ηλεκτρα
ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;
220
ορεστης
αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανοῤῥαφῶ.
ηλεκτρα
ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
ορεστης
κἀν τοῖς ἐμοῖς ἄρ᾽, εἴπερ ἔν γε τοῖσι σοῖς
ηλεκτρα
ὡς ὄντ᾽ Ὀρέστην τάδε σ᾽ ἐγὼ προσεννέπω;
ορεστης
αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·
225
κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς
σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ. 230
ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾽κπλαγῇς φρένας·
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
ηλεκτρα
ὦ φίλτατον μέλημα δώμασιν πατρός,
235
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός.
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί· προσαυδᾶν δ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον
πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει 240
στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων
μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι. 245
ορεστης
Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους
νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς 250
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα 255
πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς·
οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν 260
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
χορος
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα, 265
γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ᾽ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
ορεστης
οὔτοι προδώσει Λοξίου μεγασθενὴς
χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν, 270
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
ἀποχρημάτοισι ζημίαις ταυρούμενον· 275
αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν νόσους,
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις 280
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ·
ἄλλας τ᾽ ἐφώνει προσβολάς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος 285
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν
κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας. 290
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν· δέχεσθαι <δ᾽> οὔτε συλλύειν τινά.
πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ 295
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα, 300
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχ᾽ εἴσεται. 305
χορος
ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, Διόθεν
τῇδε τελευτᾶν,
τὸ δίκαιον μεταβαίνει.
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
γλῶσσα τελείσθω· τοὐφειλόμενον 310
πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ·
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
πληγὴν τινέτω. δράσαντι παθεῖν,
τριγέρων μῦθος τάδε φωνεῖ.
[β’ χορ.
ορεστης
ὦ πάτερ αἰνόπατερ, τί σοι [στρ. α’
315
φάμενος ἢ τί ῥέξας
τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας,
ἔνθα σ᾽ ἔχουσιν εὐναί,
σκότῳ φάος ἀντίμοι-
ρον; χάριτες δ᾽ ὁμοίως 320
κέκληνται γόος εὐκλεὴς
προσθοδόμοις Ἀτρείδαις.
χορος
τέκνον, φρόνημα τοῦ [στρ. β’
θανόντος οὐ δαμάζει
πυρὸς [ἡ] μαλερὰ γνάθος, 325
φαίνει δ᾽ ὕστερον ὀργάς·
ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,
ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
πατέρων τε καὶ τεκόντων
γόος ἔνδικος ματεύει 330
τὸ πᾶν ἀμφιλαφής ταραχθείς.
ηλεκτρα
κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει [ἀντ. α’
πολυδάκρυτα πένθη.
δίπαις τοί σ᾽ ἐπιτύμβιος
θρῆνος ἀναστενάζει. 335
τάφος δ᾽ ἱκέτας δέδεκται
φυγάδας θ᾽ ὁμοίως.
τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;
οὐκ ἀτρίακτος ἄτα;
χορος
ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
340
θείη κελάδους εὐφθογγοτέρους·
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὰν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
ορεστης
εἰ γὰρ ὑπ᾽ Ἰλίῳ [στρ. γ’
345
πρός τινος Λυκίων, πάτερ,
δορίτμητος κατηναρίσθης·
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
τέκνων τ᾽ ἐν κελεύθοις
ἐπιστρεπτὸν αἰῶ 350
κτίσας πολύχωστον ἂν εἶχες
τάφον διαποντίου γᾶς
δώμασιν εὐφόρητον,
χορος
φίλος φίλοισι τοῖς [ἀντ. β’
ἐκεῖ καλῶς θανοῦσιν 355
κατὰ χθονὸς ἐμπρέπων
σεμνότιμος ἀνάκτωρ,
πρόπολός τε τῶν μεγίστων
χθονίων ἐκεῖ τυράννων·
βασιλεὺς γὰρ ἦσθ᾽, ὄφρ᾽ ἔζης, 360
μόριμον λάχος πιπλάντων
χεροῖν πεισίβροτόν τε βάκτρον.
ηλεκτρα
μηδ᾽ ὑπὸ Τρωίας [ἀντ. γ’
τείχεσι φθίμενος, πάτερ,
μετ᾽ ἄλλῳ δουρικμῆτι λαῷ 365
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.
πάρος δ᾽ οἱ κτανόντες
νιν οὕτως δαμῆναι
<φίλοις>, θανατηφόρον αἶσαν
πρόσω τινὰ πυνθάνεσθαι 370
τῶνδε πόνων ἄπειρον.
χορος
ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
μείζονα φωνεῖς· δύνασαι γάρ.
ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης 375
δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·
παισὶ δὲ μᾶλλον γεγένηται.
ορεστης
τοῦτο διαμπερὲς οὖς [στρ. δ’
380
ἵκεθ᾽ ἅπερ τι βέλος.
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
ὑστερόποινον ἄταν
βροτῶν τλάμονι καὶ πανούργῳ
χειρὶ—τοκεῦσι δ᾽ ὅμως τελεῖται.
χορος
ἐφυμνῆσαι γένοιτό μοι πυκά- [στρ. ε’
385
εντ᾽ ὀλολυγμὸν ἀνδρὸς
θεινομένου, γυναικός τ᾽
ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
ποτᾶται; πάροιθεν δὲ πρῴρας 390
δριμὺς ἄηται κραδίας
θυμὸς ἔγκοτον στύγος.
ηλεκτρα
καί πότ᾽ ἂν ἀμφιθαλὴς [ἀντ. δ’
Ζεὺς ἐπὶ χεῖρα βάλοι, 395
φεῦ φεῦ, κάρανα δαΐξας;
πιστὰ γένοιτο χώρᾳ.
δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
χορος
ἀλλὰ νόμος μὲν φονίας σταγόνας
400
χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
παρὰ τῶν πρότερον φθιμένων ἄτην
ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.
ορεστης
πόποι δὴ νερτέρων τυραννίδες, [στρ. ζ’
405
ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως
ἔχοντα καὶ δωμάτων
ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;
χορος
πέπαλται δαὖτὲ μοι φίλον κέαρ [ἀντ. ε’
410
τόνδε κλύουσαν οἶκτον
καὶ τότε μὲν δύσελπις,
σπλάγχνα δέ μοι κελαινοῦ-
ται πρὸς ἔπος κλυούσᾳ.
ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ <μ᾽ 415
ἐλπὶς>, ἀπέστασεν ἄχος
προσφανεῖσά μοι καλῶς.
ηλεκτρα
τί δ᾽ ἂν φάντες τύχοιμεν ἢ τά περ [ἀντ. ζ’
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται. 420
λύκος γὰρ ὥστ᾽ ὠμόφρων
ἄσαντος ἐκ ματρός ἐστι θυμός.
χορος
ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας [στρ. η’
νόμοις ἰηλεμιστρίας,
ἀπριγδόπληκτα πολυπλάνητα δ᾽ ἦν ἰδεῖν 425
ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπεῤῥόθει
κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
ηλεκτρα
ἰὼ [ἰὼ] δαΐα [στρ. θ’
πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς 430
ἄνευ πολιτᾶν ἄνακτ᾽,
ἄνευ δὲ πενθημάτων
ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
ορεστης
τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι. [στρ. ι’
πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τείσει 435
ἕκατι μὲν δαιμόνων,
ἕκατι δ᾽ ἀμᾶν χερῶν;
ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.
χορος
ἐμασχαλίσθη δέ γ᾽, ὡς τόδ᾽ εἰδῇς· [ἀντ. ι’
ἔπρασσε δ᾽, πέρ νιν ὧδε θάπτει, 440
μόρον κτίσαι μωμένα
ἄφερτον αἰῶνι σῷ.
κλύεις πατρῴους δύας ἀτίμους.
ηλεκτρα
λέγεις πατρῷον μόρον· ἐγὼ δ᾽ ἀπεστάτουν [ἀντ. η’
445
ἄτιμος, οὐδὲν ἀξία·
μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου <υ ->. 450
χορος
δι᾽ ὤτων δὲ συν- [ἀντ. θ’
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.
πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν. 455
ορεστης
σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις. [στρ. κ’
ηλεκτρα
ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
χορος
στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιῤῥοθεῖ·
ἄκουσον ἐς φάος μολών,
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς. 460
ορεστης
Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα. [ἀντ. κ’
ηλεκτρα
ἰὼ θεοί, κραίνετ᾽ ἐνδίκως <δίκας.>
χορος
τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων.
τὸ μόρσιμον μένει πάλαι,
εὐχομένοις δ᾽ ἂν ἔλθοι. 465
ὦ πόνος ἐγγενὴς [στρ. λ’
καὶ παράμουσος Ἄτας
αἱματόεσσα πλαγά.
ἰὼ δύστον᾽ ἄφερτα κήδη·
ἰὼ δυσκατάπαυστον ἄλγος. 470
δώμασιν ἔμμοτον [ἀντ. λ’
τῶνδ᾽ ἄκος, οὐδ᾽ ἀπ᾽ ἄλλων
ἔκτοθεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν,
δι᾽ ὠμὰν ἔριν αἱματηράν.
θεῶν <τῶν> κατὰ γᾶς ὅδ᾽ ὕμνος. 475
ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν
παισὶν προφρόνως ἐπὶ νίκῃ.
[γ’ ἐπεισ.
ορεστης
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων. 480
ηλεκτρα
κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον>.
ορεστης
οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατ᾽· εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσῃ
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. 485
ηλεκτρα
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
ορεστης
ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.
ηλεκτρα
ὦ Περσέφασσα, δὸς δ᾽ ἔτ᾽ εὔμορφον κράτος.
490
ορεστης
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
ηλεκτρα
μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισαν.
ορεστης
πέδαις δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.
ηλεκτρα
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
ορεστης
ἆρ᾽ ἐξεγείρῃ τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;
495
ηλεκτρα
ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
ορεστης
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
ηλεκτρα
καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,
500
ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ·
οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον,
καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·
παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι 505
θανόντι· φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
χορος
καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον,
510
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
ορεστης
ἔσται· πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου 515
μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ᾽· οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε.
τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος 520
ἑνός, μάτην ὁ μόχθος· ὧδ᾽ ἔχει λόγος.
θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.
χορος
οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ· ἔκ τ᾽ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. 525
ορεστης
ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
χορος
τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
ορεστης
καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
χορος
ἐν[ι] παιδὸς ὁρμίσαι δίκην.
ορεστης
τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
530
χορος
αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
ορεστης
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
χορος
ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
ορεστης
οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
χορος
ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
535
πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
ορεστης
ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
540
τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον, 545
θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε. 550
χορος
τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
ορεστης
ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, 555
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
θανόντες, καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων, 560
ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ 565
δέξαιτ᾽, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν·
“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;” 570
εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
ἀρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ,
πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;” νεκρὸν 575
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε· 580
ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
[γ’ χορ.
χορος
πολλὰ μὲν γᾶ τρέφει [στρ. α’
585
δεινὰ [καὶ] δειμάτων ἄχη,
πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων
ἀνταίων βρύουσι·
πλάθουσι [βλαστοῦσι] καὶ πεδαίχμιοι
λαμπάδες πεδάοροι, 590
πτανά τε καὶ πεδοβά-
μονα κἀνεμοέντ᾽ ἂν
αἰγίδων φράσαι κότον.
ἀλλ᾽ ὑπέρτολμον ἀν- [ἀντ. α’
δρὸς φρόνημα τίς λέγοι 595
καὶ γυναικῶν φρεσὶν τλαμόνων [καὶ]
παντόλμους ἔρωτας
ἄταισι συννόμους βροτῶν;
ξυζύγους δ᾽ ὁμαυλίας
θηλυκρατὴς ἀπέρω-
τος ἔρως παρανικᾷ 600
κνωδάλων τε καὶ βροτῶν.
ἴστω δ᾽, ὅστις οὐχ ὑπόπτερος [στρ. β‘
φροντίσιν, δαεὶς
τὰν ἁ παιδολυ-
μὰς τάλαινα Θεστιὰς μήσατο 605
πυρδαῆτιν πρόνοιαν,
καταίθουσα παιδὸς δαφοινὸν
δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν
ματρόθεν κελάδησε,
ξύμμετρόν τε διαὶ βίου 610
μοιρόκραντον ἐς ἆμαρ.
ἄλλαν δεῖ τιν᾽ ἐν λόγοις στυγεῖν [ἀντ. β’
φοινίαν κόραν,
ἅτ᾽ ἐχθρῶν ὑπαὶ 615
φῶτ᾽ ἀπώλεσεν φίλον Κρητικοῖς
χρυσοκμήτοισιν ὅρμοις
πιθήσασα δώροισι Μίνω,
Νῖσον ἀθανάτας τριχὸς
νοσφίσασ᾽ ἀπροβούλως 620
πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.
κιγχάνει δέ μιν Ἑρμῆς.
ἐπεὶ δ᾽ ἐπεμνασάμαν ἀμειλίχων [στρ. γ’
πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή-
λευμ᾽ ἀπεύχετον δόμοις 625
γυναικοβούλους τε μήτιδας φρενῶν
ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,
ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.
τίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων
γυναικείαν <τ᾽> ἄτολμον αἰχμάν. 630
κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον [ἀντ. γ’
λόγῳ· γοᾶται δὲ δὴ πάθος κατά-
πτυστον· ᾔκασεν δέ τις
τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
θεοστυγήτῳ δ᾽ ἄχει 635
βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;
τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος [στρ. δ’
διανταίαν ὀξυπευκὲς οὐτᾷ 640
διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν
λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
σέβας παρεκβάντος οὐ θεμιστῶς. 645
Δίκας δ᾽ ἐρείδεται πυθμήν· [ἀντ. δ’
προχαλκεύει δ᾽ Αἶσα φασγανουργός·
τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν
αἱμάτων παλαιτέρων τίνειν μύσος 650
χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
[δ’ ἐπεισ.
ορεστης
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;
τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ, 655
εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.
οικετης
εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
ορεστης
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται 660
σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος
γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον·
αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους 665
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
κλυταιμνηστρα
ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖά περ δόμοισι τοῖσδ᾽ ἐπεικότα,
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία 670
στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.
εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν
ορεστης
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ 675
εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα,
ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
“ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις, 680
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν. 685
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.”
τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι. 690
κλυταιμνηστρα
οἲ ᾽γώ, κατ᾽ ἄκρας εἶπας ὡς πορθούμεθα.
ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
φίλων ἀποψιλοῖς με τὴν παναθλίαν. 695
καὶ νῦν Ὀρέστης —ἦν γὰρ εὐβούλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
ορεστης
ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν
700
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
πρὸς δυσσεβείας <δ᾽> ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν,
τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις, 705
καταινέσαντα καὶ κατεξενωμένον.
κλυταιμνηστρα
οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.
ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους 710
μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
ἄγ᾽ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον·
κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε. 715
ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
χορος
εἶεν, φίλιαι δμωίδες οἴκων,
πότε δὴ στομάτων 720
δείξομεν ἰσχὺν ἐπ᾽ Ὀρέστῃ;
ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ
χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι τῷ βασιλείῳ,
νῦν ἐπάκουσον, νῦν ἐπάρηξον· 725
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν
καὶ τὸν νύχιον τοῖσδ᾽ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν· 730
τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;
τροφος
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον 735
ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν, 740
φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις 745
τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην·
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,— 750
κἀκ᾽ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις, 755
εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος. 760
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί·
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον
οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον. 765
χορος
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
τροφος
ἦ πῶς; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.
χορος
εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
τροφος
ἄγειν κελεύει δορυφόρους ὀπάονας.
χορος
μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει·
770
ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
τροφος
ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
χορος
ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
775
τροφος
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
χορος
οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
τροφος
τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
χορος
ἄγγελλ᾽ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. 780
τροφος
ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.
[δ’ χορ.
χορος
νῦν παραιτουμένᾳ μοι, πάτερ [στρ. α’
Ζεῦ θεῶν Ὀλυμπίων,
δὸς τύχας τυχεῖν δόμου κυρίως 785
τὰ σώφρον᾽ εὖ μαιομένοις ἰδεῖν.
διὰ δίκας πᾶν ἔπος
ἔλακον· <ὦ> Ζεῦ, σύ νιν φυλάσσοις.
ἓ ἕ, πρὸ δὲ δὴ ᾽χθρῶν [μεσῳδ. α’
τὸν ἔσωθεν μελάθρων, Ζεῦ, 790
θές, ἐπεί νιν μέγαν ἄρας,
δίδυμα καὶ τριπλᾶ
παλίμποινα θέλων ἀμείψει.
ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ- [ἀντ. α’
νιν ζυγέντ᾽ ἐν ἅρμασιν 795
πημάτων. <σὺ δ᾽> ἐν δρόμῳ προστιθεὶς
μέτρον κτίσον σῳζόμενον ῥυθμὸν
τοῦτ᾽ ἰδεῖν διὰ πέδον
ἀνομένων βημάτων ὄρεγμα;
οἵ τ᾽ ἔσω δωμάτων [στρ. β’ 800
πλουτογαθῆ μυχὸν νομίζετε,
κλῦτε, σύμφρονες θεοί·
[ἄγετε] τῶν πάλαι πεπραγμένων
λύσασθ᾽ αἷμα προσφάτοις δίκαις.
γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι. 805
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων [μεσῳδ. β’
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας <φῶς>
λαμπρὸν ἰδεῖν φιλίοις
ὄμμασιν <ἐκ> δνοφερᾶς καλύπτρας. 810
ξυλλάβοι δ᾽ ἐνδίκως [ἀντ. β’
παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίαν θέλων·
[πολλὰ δ᾽ ἄλλα φανεῖ χρηίζων κρυπτά]. 815
ἄσκοπον δ᾽ ἔπος λέγων
νύκτα πρό τ᾽ ὀμμάτων σκότον φέρει,
καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.
καὶ τότ᾽ ἤδη κλυτὸν [στρ. γ’
δωμάτων λυτήριον, 820
θῆλυν οὐριοστάταν οὐδ᾽
ὀξύκρεκτον γοα-
τᾶν νόμον θήσομεν· “πλεῖ τάδ᾽ εὖ·
ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽· ἄ- 825
τα δ᾽ ἀποστατεῖ φίλων.”
σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων, [μεσῳδ. γ’
ἐπαΰσας πατρὸς αὐδὰν
θροούσᾳ [πρὸς σὲ] τέκνον [πατρὸς αὐδὰν]
[καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν. 830
Περσέως τ᾽ ἐν φρεσὶν [ἀντ. γ’
καρδίαν ἀνασχεθών,
τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοισιν,
τοῖς τ᾽ ἄνωθεν πρόπρασ-
σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν 835
φόνιον ἄταν τιθείς, τὸν αἴτιον δ᾽
ἐξαπολλύων μόρου.
[ε’ ἐπεισ.
αιγισθος
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
ξένους μολόντας οὐδαμῶς ἐφίμερον, 840
μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι 845
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
χορος
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα. 850
αιγισθος
ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
εἴτ᾽ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην.
χορος
Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
855
τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽,
ὑπὸ δ᾽ εὐνοίας
πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
πειραὶ κοπάνων ἀνδροδαΐκτων 860
ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ
δαίων ἀρχάς τε πολισσονόμους
πατέρων <θ᾽> ἕξει μέγαν ὄλβον. 865
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.
αιγισθος
ἒ ἔ, ὀτοτοτοῖ.
χορος
ἔα ἔα μάλα·
870
πῶς ἔχει; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
οικετης
οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου·
875
οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,
οὐχ ὡς δ᾽ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ; 880
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
κλυταιμνηστρα
τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
885
οικετης
τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
κλυταιμνηστρα
οἲ ᾽γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα· 890
ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.
ορεστης
σὲ καὶ ματεύω· τῷδε δ᾽ ἀρκούντως ἔχει.
κλυταιμνηστρα
οἲ ᾽γώ. τέθνηκας, φίλτατ᾽ Αἰγίσθου βία.
ορεστης
φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
κείσῃ· θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε. 895
κλυταιμνηστρα
ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
ορεστης
Πυλάδη τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
πυλαδης
ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
900
τὰ πυθόχρηστα, πιστὰ δ᾽ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
ορεστης
κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός· 905
τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
κλυταιμνηστρα
ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
ορεστης
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
κλυταιμνηστρα
ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
910
ορεστης
καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.
κλυταιμνηστρα
οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
ορεστης
τεκοῦσα γάρ μ᾽ ἔῤῥιψας ἐς τὸ δυστυχές.
κλυταιμνηστρα
οὔτοι σ᾽ ἀπέῤῥιψ᾽ εἰς δόμους δορυξένους.
ορεστης
αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
915
κλυταιμνηστρα
ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;
ορεστης
αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
κλυταιμνηστρα
μὴ ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
ορεστης
μὴ ᾽λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.
κλυταιμνηστρα
ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
920
ορεστης
τρέφει δέ γ᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
κλυταιμνηστρα
κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
ορεστης
σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
κλυταιμνηστρα
ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
ορεστης
τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
925
κλυταιμνηστρα
ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
ορεστης
πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
κλυταιμνηστρα
οἲ ᾽γὼ τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην.
ορεστης
ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε. 930
χορος
στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
[ε’ χορ.
χορος
ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, [στρ. α’
935
βαρύδικος ποινά·
ἔμολε δ᾽ ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς Ἄρης.
ἔλασε δ᾽ ἐς τὸ πᾶν
ὁ πυθόχρηστος φυγὰς 940
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων [μεσῳδ.
ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
ὑπαὶ δυοῖν μιαστόροιν,
δυσοίμου τύχας.
ἔμολε δ᾽ ᾧ μέλει κρυπταδίου μάχας [ἀντ. α’
δολιόφρων ποινά·
ἔθιγε δ᾽ ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα—Δίκαν δέ νιν
προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς—
ὀλέθριον πνέουσ᾽ ἐν ἐχθροῖς κότον.
<ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων
ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
ὑπαὶ δυοῖν μιαστόροιν,
δυσοίμου τύχας.>
τά περ ὁ Λοξίας ὁ Παρνασσίας [στρ. β’
μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-
ξεν ἀδόλως δόλοις
βλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται.
“κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ
ὑπουργεῖν κακοῖς”.
ἄξια δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν. 960
πάρα τε φῶς ἰδεῖν [μεσῳδ.
μέγα τ᾽ ἀφῃρέθην ψάλιον οἰκέων.
ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.
τάχα δὲ παντελὴς χρόνος ἀμείψεται [ἀντ. β’ 965
πρόθυρα δωμάτων, ὅταν ἀφ᾽ ἑστίας
πᾶν ἐλαθῇ μύσος
καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
τύχαι δ᾽ εὐπροσωποκοῖται τὸ πᾶν
ἰδεῖν [ἀκοῦσαι] πρευμενεῖς 970
μετοίκοις δόμων πεσοῦνται πάλιν.
πάρα τε φῶς ἰδεῖν
<μέγα τ᾽ ἀφῃρέθην ψάλιον οἰκέων.
ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.>
[στ’ ἐπεισ.
ορεστης
ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
πατροκτόνους τε δωμάτων πορθήτορας.
σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι,
φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι.
ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
καὶ ξυνθανεῖσθαι· καὶ τάδ᾽ εὐόρκως ἔχει.
ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν, 980
τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
ἐκτείνατ᾽ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ,
οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε 985
Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην· 990
ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,
ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος,
φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν,
τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ
σήπειν θιγοῦσ᾽ ἂν ἄλλον οὐ δεδηγμένον 995
τόλμης ἕκατι κἀκδίκου φρονήματος.
τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους. 1000
τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ τ᾽ ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
γένοιτ᾽· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
χορος
αἰαῖ <αἰαῖ> μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
ἒ ἔ,
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
ορεστης
ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
1010
φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε. 1015
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
χορος
οὔτις μερόπων ἀσινὴς βίοτον
διὰ παντὸς ἀπήμον᾽ ἀμείψει.
ἒ ἔ,
μόχθος δ᾽ ὁ μὲν αὐτίχ᾽, ὁ δ᾽ ἥξει. 1020
ορεστης
ἀλλ᾽, ὡς ἂν εἰδῆτ᾽, οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος
ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ. 1025
ἕως δ᾽ ἔτ᾽ ἔμφρων εἰμί, κηρύσσω φίλοις
κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ 1030
πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς
εἶναι, παρέντα δ᾽—οὐκ ἐρῶ τὴν ζημίαν·
τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος
ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι 1035
μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδ᾽ αἷμα κοινόν· οὐδ᾽ ἐφ᾽ ἑστίαν
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
τάδ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·
ἐγὼ δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
χορος
ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, μηδ᾽ ἐπιζευχθῇς στόμα
φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά,
ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
ορεστης
ἆ, ἆ.
δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
πυκνοῖς δράκουσιν· οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ. 1050
χορος
τίνες σε δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
ορεστης
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
χορος
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
1055
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
ορεστης
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
χορος
εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. 1060
ορεστης
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγὼ.
χορος
ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
χορος
ὅδε τοι μελάθροις τοῖς βασιλείοις
1065
τρίτος αὖ χειμὼν
πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανές [τε Θυέστου]·
δεύτερον ἀνδρὸς βασίλεια πάθη· 1070
λουτροδάικτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν
πολέμαρχος ἀνήρ·
νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
ἢ μόρον εἴπω;
ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει 1075
μετακοιμισθὲν μένος ἄτης;