Μετάβαση στο περιεχόμενο

Ηλακάτη

Από Βικιθήκη
Ἠλακάτη
Συγγραφέας:
Δείτε επίσης μεταφράσεις στα νέα ελληνικά των Ιωάννη Πολέμη και Σίμου Μενάρδου.


Γλαύκας ὦ φιλέριθ’ ἀλακάτα δῶρον Ἀθανάας
γύναιξιν, νόος οἰκωφελίας αἶσιν ἐπάβολος,
θάρσεισ’ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν,
ὄππυι Κύπριδος ἶρον καλάμῳ χλῶρον ὑπ’ ἀπάλῳ.
τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Διός,
ὅππως ξέννον ἔμον τέρψομ’ ἴδων κἀντιφιλήσομαι
Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,
καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν
δῶρον Νικιάας εἰς ἀλόχω χέρρας ὀπάσσομεν,
σὺν τᾷ πόλλα μὲν ἔρρ’ ἐκτελέσεις, ἀνδρεΐοις πέπλοις, 10
πόλλ δ’ οἶα γύναικες φορέοισ’ ὑδάτινα βράκη.
δὶς γὰρ ματέρες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
πέξαιντ’ αὐτοένει, Θευγενίδος γ’ ἔννεκ᾽ ἐϋσφύρω·
οὔτως ἀνυσίεργος, φιλέει δ’ ὄσσα σαόφρονες.
οὐ γὰρ εἰς ἀκίρας οὐδ’ ἐς ἀέργῳ κεν ἐβολλόμαν
ὄπασσαί σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθονός.

καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσε ποτ’ Ἀρχίας
νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.
νῦν μὰν οἶκον ἔχοισ’ ἄνερος, ὃς πόλλ’ ἐδάη σόφα
ἀνθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλάλκεμεν, 20
οἰκήσεις κατὰ Μίλλατον ἐράνναν μετ’ Ἰαόνων,
ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ,
καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχης ξένω·
κῆνο γάρ τις ἔρει τὤπος ἰδών σ’· «ἦ μεγάλα χάρις
δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.»