Ψευδοσοφιστής ή Σολοικιστής

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ψευδοσοφιστὴς ἢ Σολοικιστής
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. * Luciani Samosatensis Opera, Vol III. by Karl Jacobitz in aedibus B. G. Teubneri· Leipzig, 1896


Λυκῖνος
1 Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;

Σολοικιστής

Ἐμοὶ μὲν δοκεῖ.
Λυκῖνος
Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα;

Σολοικιστής
Ἀληθῆ λέγεις.

Λυκῖνος Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ;

Σολοικιστής
Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.

Λυκῖνος Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;

Σολοικιστής
Παντάπασί γε.

Λυκῖνος
Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ [1].

Σολοικιστής
Οὐκοῦν εἰπέ.

Λυκῖνος
Ἀλλ̓ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως.

Σολοικιστής
ἔχων;

Λυκῖνος
Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μέν οἶσθ̓, ἃ δ̓ οὐκ οἶσθα.

Σολοικιστής
Εἰπὲ μόνον.

Λυκῖνος
Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ̓ οὐκ ἔγνως.

Σολοικιστής
Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;

Λυκῖνος
Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ̓ οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ [2] καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.

Σολοικιστής
2 Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.

Λυκῖνος
Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;

Σολοικιστής
Τίνας τρεῖς;

Λυκῖνος
Ὅλους [3].

Σολοικιστής
Ἐγὼ μέν σε παίζειν δοκῶ.

Λυκῖνος
Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις.

Σολοικιστής
Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;

Λυκῖνος
Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ̓ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.

Σολοικιστής
Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.

Λυκῖνος
Ἀλλ̓ οὐδὲ νῦν ἔγνως.

Σολοικιστής
Πότε νῦν;

Λυκῖνος
Τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.

Σολοικιστής
Οὐκ οἶδα ὅ τι λέγεις.

Λυκῖνος
Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. Καὶ προϊθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.

Σολοικιστής
3 Ἀλλ̓ ἐγὼ βούλομαι· σὺ δ̓ οὐδὲν εἶπας ὧν ἄνθρωποι σολοικίζοντες λέγουσι.

Λυκῖνος Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα.

Σολοικιστής
Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.

Λυκῖνος

Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ· εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες.

Σολοικιστής
Οὐ λήσουσι.

Λυκῖνος
Καὶ μὴν ἔλαθόν γε.

Σολοικιστής
Θαυμαστὰ λέγεις.

Λυκῖνος
Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε μηδ̓ αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι· [οὐ γὰρ πρόσεστιν αὐτῷ τὸ τίνα]

Σολοικιστής
4 Ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις· ἐγὼ δὲ πολλοὺς ἤδη σολοικίζοντας κατενόησα.

Λυκῖνος Κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων γένῃ τῶν τὰς τίτθας θηλαζόντων. ἢ εἰ οὐ νῦν ἔγνως σολοικίζοντά με, οὐδὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει τῷ μηδὲν εἰδότι.

Σολοικιστής
Ἀληθῆ λέγεις.

Λυκῖνος
Καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ σε. Μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα, καὶ αὐτὸς μὴ σολοικίζειν.
5 κἀγὼ μὲν οὕτως. Σωκράτης δὲ ὁ ἀπὸ Μόψου, ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ, τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα. πρὸς μέντοι γε τὸν ἐρωτήσαντα πηνίκα ἔξεισι; [p. 561] Τίς γὰρ ἄν, ἔφη, ἀποκριθείη σοι περὶ τῆς τήμερον ὡς ἐξιών; ἑτέρου δὲ φήσαντος, Ἱκανὰ ἔχω τὰ πατρῷα, Πῶς φής; εἶπε· τέθνηκε γὰρ ὁ πατήρ σοι; ἄλλου δὲ αὖθις λέγοντος, Πατριώτης ἔστι μοι· Ἐλάνθανες ἄρα ἡμᾶς, ἔφη, βάρβαρος ὤν. ἄλλου δὲ εἰπόντος, Ὁ δεῖνά ἐστι μεθύσης, Μητρός, εἶπεν, ἢ πῶς λέγεις; ἑτέρου δὲ ἐκλελογχότας, Διπλασιάζεις, ἔφη, τοὺς ἐξειληχότας. εἰπόντος δέ τινος, Λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ, Οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν. ἑτέρου δὲ εἰπόντος, Πρόσεισιν ὁ μεῖραξ οὑμὸς φίλος, Ἔπειτα, ἔφη, λοιδορεῖς φίλον ὄντα; πρὸς δὲ τὸν εἰπόντα, Δεδίττομαι τὸν ἄνδρα καὶ φεύγω, Σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς, διώξῃ. ἄλλου δὲ εἰπόντος, Τῶν φίλων ὁ κορυφαιότατος[4] Χάριέν γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι ἐπάνω. καὶ ἐξορμῶ δέ τινος εἰπόντος, Καὶ τίς ἐστιν, εἶπεν, ὃν ἐξορμᾷς; ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, Ἐκ τῆς ἐπιπολῆς εἶπεν, ὡς ἐκ τῆς πιθάκνης. λέγοντος δέ τινος Συνετάξατό μοι, Καὶ λόχον δέ, ἔφη, Ξενοφῶν εἶπε συνετάξατο. ἄλλου δὲ εἰπόντος, Περιέστην αὐτὸν ὥστε λαθεῖν, Θαυμαστόν, ἔφη, εἰ εἷς ὤν περιέστης τὸν ἕνα. ἑτέρου δὲ λέγοντος, Συνεκρίνετο αὐτῷ, Καὶ διεκρίνετο πάντως, εἶπεν.
6 Εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας Ἀττικῶς παίζειν ἀνεπαχθῶς: πρὸς γοῦν τὸν εἰπόντα, Νῶϊ τοῦτο δοκεῖ, Σύ, ἔφη, καὶ νῶϊν ἐρεῖς ὡς ἁμαρτάνομεν. ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν ἐπιχωρίων καὶ εἰπόντος, Ἡ δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, Οὐκ ἄρα, ἔφη, ὁ Ἡρακλῆς ἐμίχθη αὐτῇ; καρῆναι δέ τινος εἰπόντος ὡς [p. 568] δέοιτο, Τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας; καὶ ζυγομαχεῖν δέ τινος εἰπόντος, Πρὸς τὸν ἐχθρόν, εἶπε, ζυγομαχεῖς; ἑτέρου δὲ εἰπόντος βασανίζεσθαι τὸν παῖδα αὐτῷ νοσοῦντα, Ἐπὶ τῷ, ἔφη, ἢ τί βουλομένου τοῦ βασανίζοντος; προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς μαθήμασιν, Ὁ δὲ Πλάτων, ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ. ἐρομένου δέ τινος εἰ μελετήσει ὁ δεῖνα, Πῶς οὖν, ἔφη, ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι ὁ δεῖνα;
7 ἀττικίζοντος δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου, Βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον. καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι αὐτοῦ, Μή τι, ἔφη, διήμαρτες βαλών; ἀφιστᾶν δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, Ἄμφω μέν, ἔφη, οὐκ οἶδα. πρὸς δὲ τὸν λέγοντα πλὴν εἰ μή, Ταῦτα, ἔφη, διπλᾶ χαρίζῃ. καὶ χρᾶσθαι δέ τινος εἰπόντος, Ψευδαττικόν, ἔφη, τὸ ῥῆμα. Τῷ δὲ λέγοντι ἔκτοτε, Καλόν, ἔφη, τὸ εἰπεῖν ἐκπέρυσι, ὁ γὰρ Πλάτων ἐς τότε λέγει. Τῷ δὲ ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, Ἕτερα ἀνθ̓ ἑτέρων, ἔφη, σημαίνεις. ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ λέγοντος φὴς μὴ ἀντιποιεῖσθαι. Βράδιον δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον. βαρεῖν δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν, ὡς νενόμικας. λέλογχα δὲ τὸ τὸ εἴληχα λέγοντος, Ὀλίγον, ἔφη, καὶ παρ' οἷς ἁμαρτάνεται. ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν λεγόντων, Ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς ἴσμεν. Περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, Καὶ τὸν φάττον ἐροῦμεν, ἔφη. φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι, Καὶ πῶς ἄν, ἔφη, φακόν τις φάγοι; ταῦτα μὲν τὰ Σωκράτεια.
8 Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους εἶναι ὅλους, σὺ δὲ γνώρισον: οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων.

Σολοικιστής Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος· ὅμως εἰπέ.

Λυκῖνος
Καὶ πῶς φὴς οὐ δυνήσεσθαι; ἡ γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.

Σολοικιστής
Εἰπὲ τοίνυν.

Λυκῖνος
Ἀλλὰ εἶπον.

Σολοικιστής
Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.

Λυκῖνος
Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;

σολοικιστής
Οὐκ ἔμαθον.

Λυκῖνος
Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατ̓ ἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. Σὺ δὲ τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.

Σολοικιστής
Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.

Λυκῖνος
9 Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφ̓ ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον: σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειε πλήν γε ὁ Ἀπόλλων. μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ τὸν μαντευόμενον κατενόησας.

Σολοικιστής
Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον.

Λυκῖνος
Εἰ ἄρα καθ̓ εἷς λανθάνει σε περιιών;

σολοικιστής
Ἐοίκασί γε.

Λυκῖνος
Ὁ δὲ καθ̓ εἷς πῶς παρῆλθεν;

Σολοικιστής
Οὐδὲ τοῦτο ἔμαθον.

Λυκῖνος
Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον;

Σολοικιστής
Τί οὖν τοῦτο;

Λυκῖνος

Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ.

Σολοικιστής

Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος;

Λυκῖνος
Ὅτι ἀγνοεῖ ὁ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολίποι τὴν γυναῖκα, ἆῤ ἂν ἐπιτρέποις αὐτῷ;

Σολοικιστής
Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος;

Λυκῖνος

Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο;

Σολοικιστής

Οὐκ ἔγωγε.

Λυκῖνος Ὀρθῶς γὰρ λέγεις: οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ τείσεται. καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἢ ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι;

Σολοικιστής
Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἢ ἐξιέναι.

Λυκῖνος
Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἤ ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;

Σολοικιστής
Ὑβριστὴς εἶ.

Λυκῖνος
Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δ̓ οὐκ ἔγνως.

Σολοικιστής
10 Παῦσαι πρὸς τῆς Ἀθηνᾶς· ἀλλ̓ εἰπέ τι τοιοῦτον, ὥστε κἀμὲ μαθεῖν.

Λυκῖνος
Καὶ πῶς ἄν μάθοις;

Σολοικιστής
Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φὴς σολοικίσας ἐμὲ λαθεῖν καὶ παῤ ὅ τι ἕκαστον σεσολοίκισται.

Λυκῖνος
Μηδαμῶς, ὦ ἄριστε· μακρὸν γὰρ ἢν ποιήσαιμεν τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι καθ̓ ἕκαστον αὐτῶν πυνθάνεσθαι: νῦν δὲ ἕτεῤ ἄττα ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τοῦτο τὸ ἄττα μὴ δασέως, ἀλλὰ ψιλῶς ἐξενεγκεῖν: ὀρθῶς φαίνεται ῥηθὲν μετὰ τοῦ ἕτερα συντιθέμενον· μὴ γὰρ οὕτως ἄλογον ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φὴς ὑβρίσαι σε, εἰ μὴ οὕτω λέγοιμι, ἀλλ̓ εἰς σέ, φαίην ἴδιον.

Σολοικιστής
Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν.

Λυκῖνος
Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς ἢ δεσμοῖς ἢ καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ἡ ὕβρις· καὶ γὰρ ὅστις γυναῖκα φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι· ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.

Σολοικιστής
Κατανοῶ τὸ διάφορον.

Λυκῖνος

Ἆῤ οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτά ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;

Σολοικιστής

Ἀλλὰ δὲ τὸ ὑπαλλάττειν εἴ τις ἐναλλάττειν λέγει, τί σοι δόξει λέγειν;

Σολοικιστής
Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει.

Λυκῖνος
Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;

Σολοικιστής
Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστί, τὸ δ̓ ἐναλλάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι.

Λυκῖνος
Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν, τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὅν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισί: βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.

Σολοικιστής
Ὀρθῶς γὰρ λέγεις.

Λυκῖνος
11 Τό γε μὴν καθέζεσθαι καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ' οἶσθ̓ ὅτι διενήνοχεν;

σολοικιστής
Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λέγοντος ὡς ἔστιν ἔκφυλον.

Λυκῖνος
Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί.

Σολοικιστής
Καὶ τῷ ποτ̓ ἂν εἴη διαφέρον;

Λυκῖνος
Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον: ἧς᾿, ὦ ξεῖν̓, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. Τὸ δὲ καθίζω τοῦ καθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι.

Σολοικιστής
12 Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δὴ λέγε· οὕτω γάρ σε δεῖ προδιδάσκειν.

Λυκῖνος
Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ;

Σολοικιστής

Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος.

Λυκῖνος
Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον.

Σολοικιστής
Τίνα ταύτην;

Λυκῖνος
Ὅτι τὸ μὲν ἑτέρῳ τὸ καταδουλοῦν, τὸ δ̓ ἑαυτῷ γίγνεται.

Σολοικιστής
Καλῶς λέγεις.

Λυκῖνος
Καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν, εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις.

Σολοικιστής
Ἀλλ̓ οὐκ ἂν δόξαιμι.

Λυκῖνος
Οὐκοῦν τὰ λοιπὰ ἐσαῦθις ἀναβαλώμεθα, νῦν δὲ διαλύσωμεν τὸν διάλογον.

  1. «ἄρτι δὲ σολοικιῶ», ο πρώτος σολοικισμός του κειμένου: η παράθεση του ἄρτι (μόλις τώρα} με το μέλλοντα σολοικιῶ.
  2. «ὄφελον» αντί του σωστού εδώ ώφελες σε συνδυασμό με οριστική μέλλοντος.
  3. ἀρτιγενείους αντί του ορθού ἀρτιγενείς
  4. κορυφαιότατος άνευ υπερθετικού