Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Φύσεως

Από Βικιθήκη
(Ανακατεύθυνση από Φύσεως)
Ὀρφικοὶ ὕμνοι
Φύσεως, θυμίαμα ἀρώματα


Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ,
οὐρανίη, πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα,
πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγές,
παντοκράτειρα, τετιμέν’ ἀεί, πανυπέρτατε δαῖμον,
ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα, 5
ἐννυχίη, πολύπειρε, σελασφόρε, δεινοκαθέκτε,
ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα,
ἁγνή, κοσμήτειρα θεῶν ἀτελής τε τελευτή,
κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη,
αὐτοπάτωρ, ἀπάτωρ, ἀργής, πολύγηθε, μεγίστη, 10
εὐαντές, πλοκίη, φιλίη, πολύμικτε, δαῆμον,
ἡγεμόνη, κράντειρα, φερέσβιε, παντρόφε κούρη,
αὐτάρκεια, Δίκη, Χαρίτων πολυώνυμε πειθώ,
αἰθερίη χθονίη καὶ εἰναλίη μεδέουσα,
πικρὰ μέν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισι, 15
πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια,
αὐξιτρόφος, πίειρα πεπαινομένων τε λύτειρα.
πάντων μὲν σὺ πατήρ, μήτηρ, τροφὸς ἠδὲ τιθήνη,
ὠκυλόχεια, μάκαιρα, πολύσπορος, ὡριὰς ὁρμή,
παντοτεχνές, πλάστειρα, πολύκτιτε, πότνιε δαῖμον, 20
ἀιδίη, κινησιφόρος, πολύπειρε, περίφρων,
ἀενάῳ στροφάλιγγι θοὸν ῥύμα δινεύουσα,

πάνρυτε, κυκλοτερής, ἀλλοτριομορφοδίαιτε,
εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα,
σκηπτούχων ἐφύπερθε, βαρυβρεμέτειρα, κρατίστη, 25
ἄτρομε, πανδαμάτειρα, πεπρωμένη, αἶσα, πυρίπνους,
ἀίδιος ζωὴ ἠδ’ ἀθανάτη τε πρόνοια·
πάντα σὺ ἔσσι· ἄνασσα, σὺ γὰρ μούνη τάδε τεύχεις.
ἀλλά, θεά, λίτομαί σε σὺν εὐόλβοισιν ἐν ὥραις
εἰρήνην ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων. 30