Ορφικοί ύμνοι/Τύχης
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Τύχης, θυμίαμα λίβανον |
Δεῦρο, Τύχη· καλέω σ’, ἀγαθὴν κράντειραν, ἐπ’ εὐχαῖς,
μειλιχίην, ἐνοδῖτιν, ἐπ’ εὐόλβοις κτεάτεσσιν,
Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον, Εὐβουλῆος
αἵματος ἐκγεγαῶσαν, ἀπρόσμαχον εἶδος ἔχουσαν,
τυμβιδίην, πολύπλαγκτον, ἀοίδιμον ἀνθρώποισιν. 5
ἐν σοὶ γὰρ βίοτος θνητῶν παμποίκιλός ἐστιν·
οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆθος πολύολβον,
οἷς δὲ κακὴν πενίην θυμῷ χόλον ὁρμαίνουσα.
ἀλλά, θεά, λίτομαί σε μολεῖν βίῳ εὐμενέουσαν,
ὄλβοισι πλήθουσαν ἐπ’ εὐόλβοις κτεάτεσσιν. 10