Γεωγραφικά/Β

Από Βικιθήκη
< Γεωγραφικά(Ανακατεύθυνση από Στράβων 2)
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Γεωγραφικά
Συγγραφέας: Στράβων
Βιβλίο Β


βιβλίο Β
(εισαγωγή, συνέχεια)


Ἐν τῶι δευτέρωι κατὰ λέξιν προβαλλόμενος τὰ Ἐρατοσθένους διαιτᾶι καὶ διελέγχει ὅσα μὴ ὀρθῶς εἴρηται ἢ διήιρηται ἢ διαγέγραπται· καὶ Ἱππάρχου δὲ τῶν πολλῶν μιμνήσκεται ἐπιλαμβανόμενος. καὶ ἐπὶ τέλει ἔκθεσις σύντομος καὶ τρόπον τινα σύνοψις τῆς ὅλης πραγματείας͵ τοῦτ᾽ ἔστι τῆς γεωγραφικῆς ἱστορίας.


Κεφάλαιο 1

1.1

Ἐν δὲ τῶι τρίτωι τῶν γεωγραφικῶν καθιστάμενος τὸν τῆς οἰκουμένης πίνακα γραμμῆι τινι διαιρεῖ δίχα ἀπὸ δύσεως ἐπ᾽ ἀνατολὴν παραλλήλωι τῆι ἰσημερινῆι γραμμῆι͵ πέρατα δ᾽ αὐτῆς τίθησι πρὸς δύσει μὲν τὰς Ἡρακλείους στήλας͵ ἐπ᾽ ἀνατολῆι δὲ τὰ ἄκρα καὶ ἔσχατα ὄρη τῶν ἀφοριζόντων ὀρῶν τὴν πρὸς ἄρκτον τῆς Ἰνδικῆς πλευράν. γράφει δὲ τὴν γραμμὴν ἀπὸ στηλῶν διά τε τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῶν μεσημβρινῶν ἄκρων τῆς τε Πελοποννήσου καὶ τῆς Ἀττικῆς μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου. μέχρι μὲν δὴ δεῦρο διὰ τῆς θαλάττης φησὶν εἶναι τὴν λεχθεῖσαν γραμμὴν καὶ τῶν παρακειμένων ἠπείρων (καὶ γὰρ αὐτὴν ὅλην τὴν καθ᾽ ἡμᾶς θάλατταν οὕτως ἐπὶ μῆκος τετάσθαι μέχρι τῆς Κιλικίας)͵ εἶτα ἐπ᾽ εὐθείας πως ἐκβάλλεσθαι παρ᾽ ὅλην τὴν ὀρεινὴν τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς· τὸν γὰρ Ταῦρον ἐπ᾽ εὐθείας τῆι ἀπὸ στηλῶν θαλάττηι τεταμένον δίχα τὴν Ἀσίαν διαιρεῖν ὅλην ἐπὶ μῆκος͵ τὸ μὲν αὐτῆς μέρος βόρειον ποιοῦντα τὸ δὲ νότιον͵ ὥσθ᾽ ὁμοίως καὶ αὐτὸν ἐπὶ τοῦ δι᾽ Ἀθηνῶν ἱδρῦσθαι παραλλήλου καὶ τὴν ἀπὸ στηλῶν μέχρι δεῦρο θάλατταν. 1.2

Ταῦτα δ᾽ εἰπὼν οἴεται δεῖν διορθῶσαι τὸν ἀρχαῖον γεωγραφικὸν πίνακα· πολὺ γὰρ ἐπὶ τὰς ἄρκτους παραλλάττειν τὰ ἑωθινὰ μέρη τῶν ὀρῶν κατ᾽ αὐτόν͵ συνεπισπᾶσθαι δὲ καὶ τὴν Ἰνδικὴν ἀρκτικωτέραν ἢ δεῖ γινομένην. πίστιν δὲ τούτου φέρει μίαν μὲν ταύτην͵ ὅτι τὰ τῆς Ἰνδικῆς ἄκρα τὰ μεσημβρινώτατα ὁμολογοῦσι πολλοὶ τοῖς κατὰ Μερόην ἀνταίρειν τόποις͵ ἀπό τε τῶν ἀέρων καὶ τῶν οὐρανίων τεκμαιρόμενοι͵ ἐντεῦθεν δ᾽ ἐπὶ τὰ βορειότατα τῆς Ἰνδικῆς τὰ πρὸς τοῖς Καυκασίοις ὄρεσι Πατροκλῆς͵ ὁ μάλιστα πιστεύεσθαι δίκαιος διά τε τὸ ἀξίωμα καὶ διὰ τὸ μὴ ἰδιώτης εἶναι τῶν γεωγραφικῶν͵ φησὶ σταδίους μυρίους καὶ πεντακισχιλίους· ἀλλὰ μὴν καὶ τὸ ἀπὸ Μερόης ἐπὶ τὸν δι᾽ Ἀθηνῶν παράλληλον τοσοῦτόν πώς ἐστιν ὥστε τῆς Ἰνδικῆς τὰ προσάρκτια μέρη συνάπτοντα τοῖς Καυκασίοις ὄρεσιν εἰς τοῦτον τελευτᾶν τὸν κύκλον.

1.3

Ἄλλην δὲ πίστιν φέρει τοιαύτην͵ ὅτι τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου διάστημα ἐπὶ τὴν θάλατταν τὴν Ποντικὴν τρισχιλίων πώς ἐστι σταδίων πρὸς ἄρκτον ἰόντι καὶ τοὺς περὶ Ἀμισὸν ἢ Σινώπην τόπους͵ ὅσον καὶ τὸ πλάτος τῶν ὀρῶν λέγεται· ἐκ δὲ Ἀμισοῦ πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν φερομένωι πρῶτον μὲν ἡ Κολχίς ἐστιν͵ ἔπειτα ἡ ἐπὶ τὴν Ὑρκανίαν θάλατταν ὑπέρθεσις καὶ ἡ ἐφεξῆς ἡ ἐπὶ Βάκτρα καὶ τοὺς ἐπέκεινα Σκύθας ὁδὸς δεξιὰ ἔχοντι τὰ ὄρη· αὕτη δ᾽ ἡ γραμμὴ διὰ Ἀμισοῦ πρὸς δύσιν ἐκβαλλομένη διὰ τῆς Προποντίδος ἐστὶ καὶ τοῦ Ἑλλησπόντου. ἀπὸ δὲ Μερόης ἐπὶ τὸν Ἑλλήσποντον οὐ πλείους εἰσὶ τῶν μυρίων καὶ ὀκτακισχιλίων σταδίων͵ ὅσοι καὶ ἀπὸ τοῦ μεσημβρινοῦ πλευροῦ τῆς Ἰνδικῆς πρὸς τὰ περὶ τοὺς Βακτρίους μέρη͵ προστεθέντων τρισχιλίων τοῖς μυρίοις καὶ πεντακισχιλίοις͵ ὧν οἱ μὲν τοῦ πλάτους ἦσαν τῶν ὀρῶν οἱ δὲ τῆς Ἰνδικῆς.

1.4

Πρὸς δὲ τὴν ἀπόφασιν ταύτην ὁ Ἵππαρχος ἀντιλέγει διαβάλλων τὰς πίστεις· οὐδὲ γὰρ Πατροκλέα πιστὸν εἶναι͵ δυεῖν ἀντιμαρτυρούντων αὐτῶι Δηιμάχου τε καὶ Μεγασθένους͵ οἳ καθ᾽ οὓς μὲν τόπους δισμυρίων εἶναι σταδίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ μεσημβρίαν θαλάττης͵ καθ᾽ οὓς δὲ καὶ τρισμυρίων· τούτους τε δὴ τοιαῦτα λέγειν καὶ τοὺς ἀρχαίους πίνακας τούτοις ὁμολογεῖν. ἀπίθανον δή που νομίζει τὸ μόνωι δεῖν πιστεύειν Πατροκλεῖ͵ παρέντας τοὺς τοσοῦτον ἀντιμαρτυροῦντας αὐτῶι͵ καὶ διορθοῦσθαι παρ᾽ αὐτὸ τοῦτο τοὺς ἀρχαίους πίνακας͵ ἀλλὰ μὴ ἐᾶν οὕτως͵ ἕως ἄν τι πιστότερον περὶ αὐτῶν γνῶμεν.

1.5

Οἶμαι δὴ πολλὰς ἔχειν εὐθύνας τοῦτον τὸν λόγον. πρῶτον μὲν ὅτι πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾶι φησι τῆι Πατροκλέους αὐτὸν χρῆσθαι. τίνες οὖν ἦσαν οἱ φάσκοντες τὰ μεσημβρινὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην; τίνες δ᾽ οἱ τὸ ἀπὸ Μερόης διάστημα μέχρι τοῦ δι᾽ Ἀθηνῶν παραλλήλου [τοσοῦτον] λέγοντες; τίνες δὲ πάλιν οἱ τὸ τῶν ὀρῶν πλάτος τοσοῦτον͵ ἢ οἱ τὸ ἀπὸ τῆς Κιλικίας ἐπὶ τὴν Ἀμισὸν τὸ αὐτὸ τούτωι λέγοντες; τίνες δὲ οἱ [τὸ] ἀπὸ Ἀμισοῦ διὰ Κόλχων καὶ τῆς Ὑρκανίας μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα εἰς τὴν ἑώιαν θάλατταν καθηκόντων ἐπ᾽ εὐθείας τε εἶναι λέγοντες καὶ ἐπ᾽ ἰσημερινὰς ἀνατολὰς καὶ παρὰ τὰ ὄρη ἐν δεξιᾶι ἔχοντι αὐτά; ἢ πάλιν τὸ ἐπὶ τὴν δύσιν ἐπ᾽ εὐθείας ταύτηι τῆι γραμμῆι͵ διότι ἐπὶ τὴν Προποντίδα ἐστὶ καὶ τὸν Ἑλλήσποντον; ταῦτα γὰρ ὁ Ἐρατοσθένης λαμβάνει πάντα ὡς καὶ ἐκμαρτυρούμενα ὑπὸ τῶν ἐν τοῖς τόποις γενομένων͵ ἐντετυχηκὼς ὑπομνήμασι πολλοῖς͵ ὧν εὐπόρει βιβλιοθήκην ἔχων τηλικαύτην ἡλίκην αὐτὸς Ἵππαρχός φησι.

1.6

Καὶ αὐτὴ δὲ ἡ τοῦ Πατροκλέους πίστις ἐκ πολλῶν μαρτυριῶν σύγκειται͵ τῶν βασιλέων τῶν πεπιστευκότων αὐτῶι τηλικαύτην ἀρχήν͵ τῶν ἐπακολουθησάντων αὐτῶι͵ τῶν ἀντιδοξούντων͵ ὧν αὐτὸς ὁ Ἵππαρχος κατονομάζει· οἱ γὰρ κατ᾽ ἐκείνων ἔλεγχοι πίστεις τῶν ὑπὸ τούτου λεγομένων εἰσίν. οὐδὲ τοῦτο δὲ ἀπίθανον τοῦ Πατροκλέους͵ ὅτι φησὶ τοὺς Ἀλεξάνδρωι συστρατεύσαντας ἐπιδρομάδην ἱστορῆσαι ἕκαστα͵ αὐτὸν δὲ Ἀλέξανδρον ἀκριβῶσαι͵ ἀναγραψάντων τὴν ὅλην χώραν τῶν ἐμπειροτάτων αὐτῶι· τὴν δ᾽ ἀναγραφὴν αὐτῶι δοθῆναί φησιν ὕστερον ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος.

1.7

Ἔτι φησὶν ὁ Ἵππαρχος ἐν τῶι δευτέρωι ὑπομνήματι αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν τὴν τοῦ Πατροκλέους πίστιν ἐκ τῆς πρὸς Μεγασθένη διαφωνίας περὶ τοῦ μήκους τῆς Ἰνδικῆς τοῦ κατὰ τὸ βόρειον πλευρόν͵ τοῦ μὲν Μεγασθένους λέγοντος σταδίων μυρίων ἑξακισχιλίων͵ τοῦ δὲ Πατροκλέους χιλίοις λείπειν φαμένου· ἀπὸ γάρ τινος ἀναγραφῆς σταθμῶν ὁρμηθέντα τοῖς μὲν ἀπιστεῖν διὰ τὴν διαφωνίαν͵ ἐκείνηι δὲ προσέχειν. εἰ οὖν διὰ τὴν διαφωνίαν ἐνταῦθα ἄπιστος ὁ Πατροκλῆς͵ καίτοι παρὰ χιλίους σταδίους τῆς διαφορᾶς οὔσης͵ πόσωι χρὴ μᾶλλον ἀπιστεῖν ἐν οἷς παρὰ ὀκτακισχιλίους ἡ διαφορά ἐστι͵ πρὸς δύο καὶ ταῦτα ἄνδρας συμφωνοῦντας ἀλλήλοις͵ τῶν μὲν λεγόντων τὸ τῆς Ἰνδικῆς πλάτος δισμυρίων σταδίων͵ τοῦ δὲ μυρίων καὶ δισχιλίων;

1.8

Ἐροῦμεν δ᾽ ὅτι οὐ ψιλὴν τὴν διαφωνίαν ἠιτιάσατο͵ ἀλλὰ συγκρίνων πρὸς τὴν ὁμολογίαν καὶ τὴν ἀξιοπιστίαν τῆς ἀναγραφῆς τῶν σταθμῶν. οὐ θαυμαστὸν δὲ εἰ πιστοῦ γίνεταί τι πιστότερον͵ καὶ εἰ τῶι αὐτῶι ἐν ἑτέροις μὲν πιστεύομεν ἐν ἑτέροις δ᾽ ἀπιστοῦμεν͵ ὅταν παρά τινος τεθῆι τι βεβαιότερον. γελοῖόν τε τὸ τὴν παρὰ πολὺ διαφωνίαν ἀπιστοτέρους ποιεῖν νομίσαι τοὺς διαφωνοῦντας· τοὐναντίον γὰρ ἐν τῶι παρὰ μικρὸν συμβαίνειν τοῦτο μᾶλλον ἔοικε. παρὰ μικρὸν γὰρ ἡ πλάνη συμβαίνει μᾶλλον οὐ τοῖς τυχοῦσι μόνον͵ ἀλλὰ καὶ τοῖς πλέον τι τῶν ἑτέρων φρονοῦσιν· ἐν δὲ τοῖς παρὰ πολὺ ὁ μὲν τυχὼν ἁμάρτοι ἄν͵ ὁ δ᾽ ἐπιστημονικώτερος ἧττον ἂν τοῦτο πάθοι· διὸ καὶ πιστεύεται θᾶττον.

1.9

Ἅπαντες μὲν τοίνυν οἱ περὶ τῆς Ἰνδικῆς γράψαντες ὡς ἐπὶ τὸ πολὺ ψευδολόγοι γεγόνασι͵ καθ᾽ ὑπερβολὴν δὲ Δηίμαχος͵ τὰ δὲ δεύτερα λέγει Μεγασθένης͵ Ὀνησίκριτος δὲ καὶ Νέαρχος καὶ ἄλλοι τοιοῦτοι παραψελλίζοντες ἤδη. καὶ ἡμῖν δ᾽ ὑπῆρξεν ἐπὶ πλέον κατιδεῖν ταῦτα ὑπομνηματιζομένοις τὰς Ἀλεξάνδρου πράξεις· διαφερόντως δ᾽ ἀπιστεῖν ἄξιον Δηιμάχωι τε καὶ Μεγασθένει. οὗτοι γάρ εἰσιν οἱ τοὺς ἐνωτοκοίτας καὶ τοὺς ἀστόμους καὶ ἄρρινας ἱστοροῦντες μονοφθάλμους τε καὶ μακροσκελεῖς καὶ ὀπισθοδακτύλους· ἀνεκαίνισαν δὲ καὶ τὴν Ὁμηρικὴν τῶν Πυγμαίων γερανομαχίαν͵ τρισπιθάμους εἰπόντες. οὗτοι δὲ καὶ τοὺς χρυσωρύχους μύρμηκας καὶ Πᾶνας σφηνοκεφάλους ὄφεις τε καὶ βοῦς καὶ ἐλάφους σὺν κέρασι καταπίνοντας· περὶ ὧν ἕτερος τὸν ἕτερον ἐλέγχει͵ ὅπερ καὶ Ἐρατοσθένης φησίν. ἐπέμφθησαν μὲν γὰρ εἰς τὰ Παλίμβοθρα͵ ὁ μὲν Μεγασθένης πρὸς Σανδρόκοττον ὁ δὲ Δηίμαχος πρὸς Ἀλλιτροχάδην τὸν ἐκείνου υἱὸν κατὰ πρεσβείαν· ὑπομνήματα δὲ τῆς ἀποδημίας κατέλιπον τοιαῦτα͵ ὑφ᾽ ἧς δή ποτε αἰτίας προαχθέντες. Πατροκλῆς δὲ ἥκιστα τοιοῦτος· καὶ οἱ ἄλλοι δὲ μάρτυρες οὐκ ἀπίθανοι͵ οἷς κέχρηται ὁ Ἐρατοσθένης ...

1.10

... εἰ γὰρ ὁ διὰ Ῥόδου καὶ Βυζαντίου μεσημβρινὸς ὀρθῶς εἴληπται͵ καὶ ὁ διὰ τῆς Κιλικίας καὶ Ἀμισοῦ ὀρθῶς ἂν εἴη εἰλημμένος· φαίνεται γὰρ τὸ παράλληλον ἐκ πολλῶν͵ ὅταν μηδετέρως ἡ σύμπτωσις ἀπελέγχηται.

1.11

Ὅ τε ἐξ Ἀμισοῦ πλοῦς ἐπὶ τὴν Κολχίδα ὅτι ἐστὶν ἐπὶ ἰσημερινὴν ἀνατολήν͵ καὶ τοῖς ἀνέμοις ἐλέγχεται καὶ ὥραις καὶ καρποῖς καὶ ταῖς ἀνατολαῖς αὐταῖς· ὡς δ᾽ αὕτως καὶ ἡ ἐπὶ τὴν Κασπίαν ὑπέρβασις καὶ ἡ ἐφεξῆς ὁδὸς μέχρι Βάκτρων. πολλαχοῦ γὰρ ἡ ἐνάργεια καὶ τὸ ἐκ πάντων συμφωνούμενον ὀργάνου πιστότερόν ἐστιν͵ ἐπεὶ καὶ αὐτὸς ὁ Ἵππαρχος τὴν ἀπὸ στηλῶν μέχρι τῆς Κιλικίας γραμμήν͵ ὅτι ἐστὶν ἐπ᾽ εὐθείας καὶ ὅτι ἐπὶ ἰσημερινὴν ἀνατολήν͵ οὐ πᾶσαν ὀργανικῶς καὶ γεωμετρικῶς ἔλαβεν͵ ἀλλ᾽ ὅλην τὴν ἀπὸ στηλῶν μέχρι πορθμοῦ τοῖς πλέουσιν ἐπίστευσεν. ὥστ᾽ οὐδ᾽ ἐκεῖνο εὖ λέγει τό ἐπειδὴ οὐκ ἔχομεν λέγειν οὔθ᾽ ἡμέρας μεγίστης πρὸς τὴν βραχυτάτην λόγον οὔτε γνώμονος πρὸς σκιὰν ἐπὶ τῆι παρωρείαι τῆι ἀπὸ Κιλικίας μέχρι Ἰνδῶν͵ οὐδ᾽ εἰ ἐπὶ παραλλήλου γραμμῆς ἐστιν ἡ λόξωσις ἔχομεν εἰπεῖν͵ ἀλλ᾽ ἐᾶν ἀδιόρθωτον͵ λοξὴν φυλάξαντες͵ ὡς οἱ ἀρχαῖοι πίνακες παρέχουσι. πρῶτον μὲν γὰρ τὸ μὴ ἔχειν εἰπεῖν ταὐτόν ἐστι τῶι ἐπέχειν͵ ὁ δ᾽ ἐπέχων οὐδετέρωσε ῥέπει͵ ἐᾶν δὲ κελεύων͵ ὡς οἱ ἀρχαῖοι͵ ἐκεῖσε ῥέπει. μᾶλλον δ᾽ ἂν τἀκόλουθον ἐφύλαττεν͵ εἰ συνεβούλευε μηδὲ γεωγραφεῖν ὅλως· οὐδὲ γὰρ τῶν ἄλλων ὀρῶν τὰς θέσεις͵ οἷον Ἄλπεων καὶ τῶν Πυρηναίων καὶ τῶν Θραικίων καὶ Ἰλλυρικῶν καὶ Γερμανικῶν͵ οὕτως ἔχομεν εἰπεῖν. τίς δ᾽ ἂν ἡγήσαιτο πιστοτέρους τῶν ὑστέρων τοὺς παλαιοὺς τοσαῦτα πλημμελήσαντας περὶ τὴν πινακογραφίαν͵ ὅσα εὖ διαβέβληκεν Ἐρατοσθένης͵ ὧν οὐδενὶ ἀντείρηκεν Ἵππαρχος;

1.12

Καὶ τὰ ἑξῆς δὲ πλήρη μεγάλων ἀποριῶν ἐστιν. ὅρα γάρ͵ εἰ τοῦτο μὲν μὴ κινοίη τις τὸ τὰ ἄκρα τῆς Ἰνδικῆς τὰ μεσημβρινὰ ἀνταίρειν τοῖς κατὰ Μερόην͵ μηδὲ τὸ διάστημα τὸ ἀπὸ Μερόης ἐπὶ τὸ στόμα τὸ κατὰ τὸ Βυζάντιον͵ ὅτι ἐστὶ περὶ μυρίους σταδίους καὶ ὀκτακισχιλίους͵ ποιοίη δὲ τρισμυρίων τὸ ἀπὸ τῶν μεσημβρινῶν Ἰνδῶν μέχρι τῶν ὀρῶν͵ ὅσα ἂν συμβαίη ἄτοπα. τὸ πρῶτον μὲν γὰρ εἴπερ ὁ αὐτός ἐστι παράλληλος ὁ διὰ Βυζαντίου τῶι διὰ Μασσαλίας͵ καθάπερ εἴρηκεν Ἵππαρχος πιστεύσας Πυθέαι͵ ὁ δ᾽ αὐτὸς καὶ μεσημβρινός ἐστιν ὁ διὰ Βυζαντίου τῶι διὰ Βορυσθένους͵ ὅπερ καὶ αὐτὸ δοκιμάζει ὁ Ἵππαρχος͵ δοκιμάζει δὲ καὶ τὸ ἀπὸ Βυζαντίου διάστημα ἐπὶ τὸν Βορυσθένη σταδίους εἶναι τρισχιλίους ἑπτακοσίους͵ τοσοῦτοι ἂν εἶεν καὶ οἱ ἀπὸ Μασσαλίας ἐπὶ τὸν διὰ Βορυσθένους παράλληλον͵ ὅς γε διὰ τῆς Κελτικῆς παρωκεανίτιδος ἂν εἴη· τοσούτους γάρ πως διελθόντες συνάπτουσι τῶι ὠκεανῶι.

1.13

Πάλιν δ᾽ ἐπεὶ τὴν Κινναμωμοφόρον ἐσχάτην ἴσμεν οἰκουμένην πρὸς μεσημβρίαν͵ καὶ καθ᾽ Ἵππαρχον αὐτὸν ὁ δι᾽ αὐτῆς παράλληλος ἀρχὴ τῆς εὐκράτου καὶ τῆς οἰκουμένης ἐστί͵ καὶ διέχει τοῦ ἰσημερινοῦ περὶ ὀκτακισχιλίους καὶ ὀκτακοσίους σταδίους· ἐπεὶ οὖν φησὶν ἀπὸ τοῦ ἰσημερινοῦ τὸν διὰ Βορυσθένους διέχειν τρισμυρίους καὶ τετρακισχιλίους σταδίους͵ εἶεν ἂν λοιποὶ οἱ ἀπὸ τοῦ ὁρίζοντος τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον εἰς τὸν διὰ Βορυσθένους καὶ τῆς Κελτικῆς παρωκεανίτιδος στάδιοι δισμύριοι πεντακισχίλιοι διακόσιοι. ὁ δέ γε ἀπὸ τῆς Κελτικῆς πρὸς ἄρκτον πλοῦς ἔσχατος λέγεται παρὰ τοῖς νῦν ὁ ἐπὶ τὴν Ἰέρνην͵ ἐπέκεινα μὲν οὖσαν τῆς Βρεττανικῆς͵ ἀθλίως δὲ διὰ ψῦχος οἰκουμένην͵ ὥστε τὰ ἐπέκεινα νομίζειν ἀοίκητα. οὐ πλέον δὲ τῆς Κελτικῆς τὴν Ἰέρνην διέχειν φασὶ τῶν πεντακισχιλίων͵ ὥστε περὶ τρισμυρίους εἶεν ἂν ἢ μικρῶι πλείους οἱ πάντες οἱ τὸ πλάτος τῆς οἰκουμένης ἀφορίζοντες.

1.14

Φέρε δὴ ἐπὶ τὴν ἀνταίρουσαν τῆι Κινναμωμοφόρωι καὶ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου πρὸς ἕω κειμένην ὑποβῶμεν. αὕτη δ᾽ ἐστὶν ἡ περὶ τὴν Ταπροβάνην· ἡ δὲ Ταπροβάνη πεπίστευται σφόδρα ὅτι τῆς Ἰνδικῆς πρόκειται πελαγία μεγάλη νῆσος πρὸς νότον͵ μηκύνεται δὲ ἐπὶ τὴν Αἰθιοπίαν πλέον ἢ πεντακισχιλίους σταδίους͵ ὥς φασιν͵ ἐξ ἧς καὶ ἐλέφαντα κομίζεσθαι πολὺν εἰς τὰ τῶν Ἰνδῶν ἐμπόρια καὶ χελώνεια καὶ ἄλλον φόρτον. ταύτηι δὴ τῆι νήσωι πλάτος προστεθὲν τὸ ἀνάλογον τῶι μήκει καὶ δίαρμα τὸ ἐπ᾽ αὐτὴν ἐκ τῆς Ἰνδικῆς τῶν μὲν τρισχιλίων σταδίων οὐκ ἂν ἔλαττον ποιήσειε διάστημα͵ ὅσον ἦν τὸ ἀπὸ τοῦ ὅρου τῆς οἰκουμένης εἰς Μερόην͵ εἴπερ μέλλει τὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τῆι Μερόηι· πιθανώτερον δ᾽ ἐστὶ καὶ πλείους τῶν τρισχιλίων τιθέναι. εἰ δὴ τοῦτο προσθείη τις τοῖς τρισμυρίοις͵ οἷς φησιν ὁ Δηίμαχος μέχρι τῆς εἰς Βακτρίους καὶ Σογδιανοὺς ὑπερθέσεως͵ ἐκπέσοι ἂν πάντα ταῦτα τὰ ἔθνη τῆς οἰκουμένης καὶ τῆς εὐκράτου. τίς ἂν οὖν θαρρήσειε ταῦτα λέγειν͵ ἀκούων καὶ τῶν πάλαι καὶ τῶν νῦν τὴν εὐκρασίαν καὶ τὴν εὐκαρπίαν λεγόντων πρῶτον μὲν τὴν τῶν προσβόρρων Ἰνδῶν͵ ἔπειτα δὲ καὶ τὴν ἐν τῆι Ὑρκανίαι καὶ τῆι Ἀρίαι καὶ ἐφεξῆς τῆι τε Μαργιανῆι καὶ τῆι Βακτριανῆι; ἅπασαι γὰρ αὗται προσεχεῖς μέν εἰσι τῆι βορείωι πλευρᾶι τοῦ Ταύρου͵ καὶ ἥ γε Βακτριανὴ καὶ πλησιάζει τῆι εἰς Ἰνδοὺς ὑπερθέσει͵ τοσαύτηι δ᾽ εὐδαιμονίαι κέχρηνται ὥστε πάμπολύ τι ἀπέχειν τῆς ἀοικήτου. ἐν μέν γε τῆι Ὑρκανίαι τὴν ἄμπελον μετρητὴν οἴνου φέρειν φασί͵ τὴν δὲ συκῆν μεδίμνους ἑξήκοντα͵ τὸν δὲ σῖτον ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεσθαι͵ ἐν δὲ τοῖς δένδρεσι σμηνουργεῖσθαι καὶ τῶν φύλλων ἀπορρεῖν μέλι͵ ὅπερ γίνεσθαι μὲν καὶ τῆς Μηδίας ἐν τῆι Ματιανῆι καὶ τῆς Ἀρμενίας ἐν τῆι Σακασηνῆι καὶ τῆι Ἀραξηνῆι· ἀλλ᾽ ἐνταῦθα μὲν οὐκ ἐπ᾽ ἴσης θαυμαστόν͵ εἴπερ εἰσὶ νοτιώτεραι τῆς Ὑρκανίας καὶ εὐκρασίαι διαφέρουσαι τῆς ἄλλης χώρας· ἐκεῖ δὲ μᾶλλον. ἐν δὲ τῆι Μαργιανῆι τὸν πυθμένα φασὶν εὑρίσκεσθαι τῆς ἀμπέλου πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτόν͵ τὸν δὲ βότρυν δίπηχυν. παραπλησίαν δὲ λέγουσι καὶ τὴν Ἀρίαν͵ εὐοινίαι δὲ καὶ ὑπερβάλλειν͵ ἐν ἧι γε καὶ εἰς τριγένειαν παραμένειν ἐν ἀπιττώτοις ἄγγεσι τὸν οἶνον· πάμφορον δ᾽ εἶναι καὶ τὴν Βακτριανὴν πλὴν ἐλαίου͵ πλησίον τῆι Ἀρίαι παρακειμένην.

1.15

Εἰ δὲ καὶ ψυχρὰ μέρη τῶν τόπων τούτων ἐστίν͵ ὅσα ὑψηλὰ καὶ ὀρεινά͵ οὐδὲν δεῖ θαυμάζειν· καὶ γὰρ ἐν τοῖς μεσημβρινοῖς κλίμασι τὰ ὄρη ψυχρά ἐστι͵ καὶ καθόλου τὰ μετέωρα ἐδάφη͵ κἂν πεδία ἦι. τῆς γοῦν Καππαδοκίας τὰ πρὸς τῶι Εὐξείνωι πολὺ βορειότερά ἐστι τῶν πρὸς τῶι Ταύρωι· ἀλλ᾽ ἡ μὲν Βαγαδανία͵ πεδίον ἐξαίσιον μεταξὺ πῖπτον τοῦ τε Ἀργαίου ὄρους καὶ τοῦ Ταύρου͵ σπάνιον εἴ πού τι τῶν καρπίμων δένδρων φύοι͵ καίπερ νοτιώτερον τῆς Ποντικῆς θαλάττης σταδίοις τρισχιλίοις͵ τὰ δὲ τῆς Σινώπης προάστεια καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιόφυτά ἐστι. καὶ τὸν Ὦξον δὲ τὸν ὁρίζοντα τὴν Βακτριανὴν ἀπὸ τῆς Σογδιανῆς οὕτω φασὶν εὔπλουν εἶναι ὥστε τὸν Ἰνδικὸν φόρτον ὑπερκομισθέντα εἰς αὐτὸν ῥαιδίως εἰς τὴν Ὑρκανίαν κατάγεσθαι καὶ τοὺς ἐφεξῆς τόπους μέχρι τοῦ Πόντου διὰ τῶν ποταμῶν.

1.16

Τίν᾽ [ἂν] οὖν τοιαύτην εὕροις εὐδαιμονίαν περὶ Βορυσθένη καὶ τὴν Κελτικὴν τὴν παρωκεανῖτιν; ὅπου μηδὲ φύεται ἄμπελος ἢ μὴ τελεσφορεῖ· ἐν δὲ τοῖς νοτιωτέροις τούτων καὶ ἐπιθαλαττιδίοις καὶ τοῖς κατὰ Βόσπορον τελεσφορεῖ͵ ἐν μικροκαρπίαι δέ͵ καὶ τοῦ χειμῶνος κατορύττεται. οἱ δὲ πάγοι παρ᾽ αὐτοῖς τοιοῦτοί τινές εἰσιν ἐπὶ τῶι στόματι τῆς λίμνης τῆς Μαιώτιδος͵ ὥστ᾽ ἐν χωρίωι͵ ἐν ὧι χειμῶνος ὁ τοῦ Μιθριδάτου στρατηγὸς ἐνίκησε τοὺς βαρβάρους ἱππομαχῶν ἐπὶ τῶι πάγωι͵ τοὺς αὐτοὺς καταναυμαχῆσαι θέρους͵ λυθέντος τοῦ πάγου. ὁ δ᾽ Ἐρατοσθένης καὶ τοὐπίγραμμα προφέρεται τὸ ἐν τῶι Ἀσκληπιείωι τῶι Παντικαπαιέων ἐπὶ τῆι ῥαγείσηι χαλκῆι ὑδρίαι διὰ τὸν πάγον εἴ τις ἄρ᾽ ἀνθρώπων μὴ πείθεται οἷα παρ᾽ ἡμῖν γίγνεται͵ εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν· ἣν οὐχ ὡς ἀνάθημα θεοῦ καλόν͵ ἀλλ᾽ ἐπίδειγμα χειμῶνος μεγάλου θῆχ᾽ ἱερεὺς Στρατίος. ὅπου οὖν οὐδὲ τοῖς ἐν Βοσπόρωι συγκριτέον τὰ ἐν τοῖς διαριθμηθεῖσι τόποις͵ ἀλλ᾽ οὐδὲ τοῖς ἐν Ἀμισῶι καὶ Σινώπηι (καὶ γὰρ ἐκείνων εὐκρατοτέρους ἂν εἴποι τις)͵ σχολῆι γ᾽ ἂν παραβάλλοιντο τοῖς κατὰ Βορυσθένη καὶ τοῖς ἐσχάτοις Κελτοῖς. μόλις γὰρ ἂν ταυτοκλινεῖς εἶεν τοῖς κατ᾽ Ἀμισὸν καὶ Σινώπην καὶ Βυζάντιον καὶ Μασσαλίαν͵ οἳ τοῦ Βορυσθένους καὶ τῶν Κελτῶν ὡμολόγηνται νοτιώτεροι σταδίοις τρισχιλίοις καὶ ἑπτακοσίοις.

1.17

Οἱ δέ γε περὶ Δηίμαχον τοῖς τρισμυρίοις ἐὰν προσλάβωσι τὸ ἐπὶ τὴν Ταπροβάνην καὶ τοὺς ὅρους τῆς διακεκαυμένης͵ οὓς οὐκ ἐλάττους τῶν τετρακισχιλίων θετέον͵ ἐκτοπιοῦσι τά τε Βάκτρα καὶ τὴν Ἀρίαν εἰς τοὺς ἀπέχοντας τόπους τῆς διακεκαυμένης σταδίους τρισμυρίους καὶ τετρακισχιλίους͵ ὅσους ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ Βορυσθένη φησὶν εἶναι ὁ Ἵππαρχος. ἐκπεσοῦνται ἄρα εἰς τοὺς βορειοτέρους τοῦ Βορυσθένους καὶ τῆς Κελτικῆς σταδίοις ὀκτακισχιλίοις καὶ ὀκτακοσίοις͵ ὅσοις νοτιώτερός ἐστιν ὁ ἰσημερινὸς τοῦ ὁρίζοντος κύκλου τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον͵ ὅν φαμεν διὰ τῆς Κινναμωμοφόρου μάλιστα γράφεσθαι. ἡμεῖς δέ γε ἐπεδείκνυμεν μέχρι τῆς Ἰέρνης μόλις οἰκήσιμα ὄντα τὰ ὑπὲρ τὴν Κελτικήν͵ ἅπερ οὐ πλείω τῶν πεντακισχιλίων ἐστίν. οὗτος δ᾽ ἀποφαίνει ὁ λόγος τῆς Ἰέρνης ἔτι βορειότερον εἶναί τινα κύκλον οἰκήσιμον σταδίοις τρισχιλίοις ὀκτακοσίοις. ἔσται δὲ Βάκτρα καὶ τοῦ στόματος τῆς Κασπίας θαλάττης εἴτε Ὑρκανίας πάμπολύ τι ἀρκτικώτερα͵ ὅπερ τοῦ μυχοῦ τῆς Κασπίας καὶ τῶν Ἀρμενιακῶν καὶ Μηδικῶν ὀρῶν διέχει περὶ ἑξακισχιλίους σταδίους͵ καὶ δοκεῖ αὐτῆς τῆς παραλίας μέχρι τῆς Ἰνδικῆς ἀρκτικώτερον εἶναι σημεῖον καὶ περίπλουν ἔχειν ἀπὸ τῆς Ἰνδικῆς δυνατόν͵ ὥς φησιν ὁ τῶν τόπων ἡγησάμενος τούτων Πατροκλῆς. ἔτι τοίνυν ἡ Βακτριανὴ χίλια στάδια ἐπὶ τὴν ἄρκτον ἐκτείνεται· τὰ δὲ τῶν Σκυθῶν [ἔθνη] πολὺ μείζω ταύτης ἐπέκεινα χώραν νέμεται͵ καὶ τελευτᾶι πρὸς τὴν βόρειον θάλατταν͵ νομαδικῶς μὲν ζῶντα δ᾽ ὅμως. πῶς οὖν͵ εἴπερ καὶ αὐτὰ τὰ Βάκτρα ἤδη τῆς οἰκουμένης ἐκπίπτει; εἴη ἂν τὸ διάστημα τοῦτο ἀπὸ τοῦ Καυκάσου μέχρι τῆς βορείας θαλάττης τῆι διὰ Βάκτρων ὀλίγωι πλειόνων ἢ τετρακισχιλίων. ταῦτα δὴ προστεθέντα τῶι ἀπὸ τῆς Ἰέρνης ἐπὶ τὰ βόρεια σταδιασμῶι ποιεῖ τὸ πᾶν διὰ τῆς ἀοικήτου διάστημα ἐπὶ τοῦ διὰ τῆς Ἰέρνης σταδιασμοῦ σταδίων ἑπτακισχιλίων καὶ ὀκτακοσίων· εἰ δὲ ἐάσειέ τις τοὺς τετρακισχιλίους σταδίους͵ αὐτά γε τὰ πρὸς τῶι Καυκάσωι μέρη τῆς Βακτριανῆς ἔσται βορειότερα τῆς Ἰέρνης σταδίοις τρισχιλίοις καὶ ὀκτακοσίοις͵ τῆς δὲ Κελτικῆς καὶ τοῦ Βορυσθένους ὀκτακισχιλίοις καὶ ὀκτακοσίοις.

1.18

Φησὶ δὲ ὁ Ἵππαρχος κατὰ τὸν Βορυσθένη καὶ τὴν Κελτικὴν ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραυγάζεσθαι τὸ φῶς τοῦ ἡλίου περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν͵ ταῖς δὲ χειμεριναῖς τροπαῖς [τὸ] πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πήχεις ἐννέα͵ ἐν δὲ τοῖς ἀπέχουσι τῆς Μασσαλίας ἑξακισχιλίοις καὶ τριακοσίοις (οὓς ἐκεῖνος μὲν ἔτι Κελτοὺς ὑπολαμβάνει͵ ἐγὼ δ᾽ οἶμαι Βρεττανοὺς εἶναι͵ βορειοτέρους τῆς Κελτικῆς σταδίοις δισχιλίοις πεντακοσίοις) πολὺ μᾶλλον τοῦτο συμβαίνειν. ἐν δὲ ταῖς χειμεριναῖς ἡμέραις ὁ ἥλιος μετεωρίζεται πήχεις ἕξ͵ τέτταρας δ᾽ ἐν τοῖς ἀπέχουσι Μασσαλίας ἐνακισχιλίους σταδίους καὶ ἑκατόν͵ ἐλάττους δὲ τῶν τριῶν ἐν τοῖς ἐπέκεινα͵ οἳ κατὰ τὸν ἡμέτερον λόγον πολὺ ἂν εἶεν ἀρκτικώτεροι τῆς Ἰέρνης. οὗτος δὲ Πυθέαι πιστεύων κατὰ τὰ ἀρκτικώτερα τῆς Βρεττανικῆς τὴν οἴκησιν ταύτην τίθησι͵ καί φησιν εἶναι τὴν μακροτάτην ἐνταῦθα ἡμέραν ὡρῶν ἰσημερινῶν δέκα ἐννέα͵ ὀκτωκαίδεκα δὲ ὅπου τέτταρας ὁ ἥλιος μετεωρίζεται πήχεις· οὕς φησιν ἀπέχειν τῆς Μασσαλίας ἐνακισχιλίους καὶ ἑκατὸν σταδίους͵ ὥσθ᾽ οἱ νοτιώτατοι τῶν Βρεττανῶν βορειότεροι τούτων εἰσίν. ἤτοι οὖν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου εἰσὶ τοῖς πρὸς τῶι Καυκάσωι Βακτρίοις ἢ ἐπί τινος πλησιάζοντος· εἴρηται γὰρ ὅτι κατὰ τοὺς περὶ Δηίμαχον συμβήσεται βορειοτέρους εἶναι τῆς Ἰέρνης τοὺς πρὸς τῶι Καυκάσωι Βακτρίους σταδίοις τρισχιλίοις ὀκτακοσίοις· προστεθέντων δὲ τούτων τοῖς ἀπὸ Μασσαλίας εἰς Ἰέρνην͵ γίνονται μύριοι δισχίλιοι πεντακόσιοι. τίς οὖν ἱστόρηκεν ἐν τοῖς ἐκεῖ τόποις (λέγω δὲ τοῖς περὶ Βάκτρα) τοῦτο τὸ μῆκος τῶν μεγίστων ἡμερῶν ἢ τὸ ἔξαρμα τοῦ ἡλίου τὸ κατὰ τὰς μεσουρανήσεις ἐν ταῖς χειμεριναῖς τροπαῖς; ὀφθαλμοφανῆ γὰρ πάντα ταῦτα [καὶ] ἰδιώτηι καὶ οὐ δεόμενα μαθηματικῆς σημειώσεως͵ ὥστε συνέγραψαν ἂν πολλοὶ καὶ τῶν παλαιῶν τῶν τὰ Περσικὰ ἱστορούντων καὶ τῶν ὕστερον μέχρι καὶ εἰς ἡμᾶς. πῶς δ᾽ ἂν ἡ λεχθεῖσα εὐδαιμονία τῶν τόπων ὡμολόγητο τοῖς τοιούτοις ἐν τῶι οὐρανῶι φαινομένοις; ἐκ δὲ τῶν εἰρημένων δῆλον ὡς καὶ σοφῶς ἀντιλέγει πρὸς τὴν ἀπόδειξιν͵ ὡς ἰσοδυναμούντων τῶν ζητουμένων λαμβάνοντος πρὸς τὸ ἀποδεῖξαι τὸ ζητούμενον.

1.19

Πάλιν δ᾽ ἐκείνου τὸν Δηίμαχον ἰδιώτην ἐνδείξασθαι βουλομένου καὶ ἄπειρον τῶν τοιούτων· οἴεσθαι γὰρ τὴν Ἰνδικὴν μεταξὺ κεῖσθαι τῆς τε φθινοπωρινῆς ἰσημερίας καὶ τῶν τροπῶν τῶν χειμερινῶν͵ Μεγασθένει τε ἀντιλέγειν φήσαντι ἐν τοῖς νοτίοις μέρεσι τῆς Ἰνδικῆς τάς τε ἄρκτους ἀποκρύπτεσθαι καὶ τὰς σκιὰς ἀντιπίπτειν· μηδέτερον γὰρ τούτων μηδαμοῦ τῆς Ἰνδικῆς συμβαίνειν· ταῦτα δὴ φάσκοντος ἀμαθῶς λέγεσθαι· τό τε γὰρ τὴν φθινοπωρινὴν τῆς ἐαρινῆς διαφέρειν οἴεσθαι κατὰ τὴν διάστασιν τὴν πρὸς τὰς τροπὰς ἀμαθές͵ τοῦ τε κύκλου τοῦ αὐτοῦ ὄντος καὶ τῆς ἀνατολῆς· τοῦ τε διαστήματος τοῦ ἐπὶ τῆς γῆς τροπικοῦ ἀπὸ τοῦ ἰσημερινοῦ͵ ὧν μεταξὺ τίθησι τὴν Ἰνδικὴν ἐκεῖνος͵ δειχθέντος ἐν τῆι ἀναμετρήσει πολὺ ἐλάττονος τῶν δισμυρίων σταδίων͵ συμβῆναι ἂν καὶ κατ᾽ αὐτὸν ἐκεῖνον͵ ὅπερ αὐτὸς νομίζει͵ οὐχ ὃ ἐκεῖνος· δυεῖν μὲν γὰρ ἢ καὶ τριῶν μυριάδων οὖσαν τὴν Ἰνδικὴν οὐδὲ πεσεῖν μεταξὺ τοσούτου διαστήματος͵ ὅσων δ᾽ αὐτὸς εἴρηκε͵ πεσεῖν ἄν· τῆς δ᾽ αὐτῆς ἀγνοίας εἶναι καὶ τὸ μηδαμοῦ τῆς Ἰνδικῆς ἀποκρύπτεσθαι φάσκειν τὰς ἄρκτους μηδὲ τὰς σκιὰς ἀντιπίπτειν͵ ὅτε γε καὶ πεντακισχιλίους προελθόντι ἀπ᾽ Ἀλεξανδρείας εὐθὺς συμβαίνειν ἄρχεται· ταῦτα δὴ εἰπόντος͵ εὐθύνει πάλιν οὐκ εὖ ὁ Ἵππαρχος͵ πρῶτον ἀντὶ τοῦ χειμερινοῦ τροπικοῦ τὸν θερινὸν δεξάμενος͵ εἶτ᾽ οὐκ οἰόμενος δεῖν μάρτυρι χρῆσθαι τῶν μαθηματικῶν ἀναστρολογήτωι ἀνθρώπωι͵ ὥσπερ τοῦ Ἐρατοσθένους προηγουμένως τὴν ἐκείνου μαρτυρίαν ἐγκρίνοντος͵ ἀλλ᾽ οὐ κοινῶι τινι ἔθει χρωμένου πρὸς τοὺς ματαιολογοῦντας. εἷς γάρ τις τῶν πρὸς τοὺς ματαίως ἀντιλέγοντας ἐλέγχων ἐστίν͵ ὅταν αὐτὴν τὴν ἐκείνων ἀπόφασιν͵ ὁποία ποτέ ἐστι͵ δείξωμεν ἡμῖν συνηγοροῦσαν.

1.20

Νυνὶ μὲν οὖν ὑποθέμενοι τὰ νοτιώτατα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην͵ ὅπερ εἰρήκασι πολλοὶ καὶ πεπιστεύκασιν͵ ἐπεδείξαμεν τὰ συμβαίνοντα ἄτοπα. ἐπεὶ δὲ ὁ Ἵππαρχος οὐδὲν ἀντειπὼν τῆι ὑποθέσει ταύτηι νυνὶ μετὰ ταῦτα ἐν τῶι δευτέρωι ὑπομνήματι οὐ συγχωρεῖ͵ σκεπτέον καὶ τοῦτον τὸν λόγον. φησὶ τοίνυν ἀνταιρόντων ἀλλήλοις [τῶν] ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένων͵ ἐπειδὰν τὸ μεταξὺ ἦι μέγα διάστημα͵ μὴ δύνασθαι γνωσθῆναι αὐτὸ τοῦτο ὅτι εἰσὶν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου οἱ τόποι͵ ἄνευ τῆς τῶν κλιμάτων συγκρίσεως τῆς κατὰ θάτερον τὸν τόπον. τὸ μὲν οὖν κατὰ Μερόην κλίμα Φίλωνά τε τὸν συγγράψαντα τὸν εἰς Αἰθιοπίαν πλοῦν ἱστορεῖν͵ ὅτι πρὸ πέντε καὶ τετταράκοντα ἡμερῶν τῆς θερινῆς τροπῆς κατὰ κορυφὴν γίνεται ὁ ἥλιος͵ λέγειν δὲ καὶ τοὺς λόγους τοῦ γνώμονος πρός τε τὰς τροπικὰς σκιὰς καὶ τὰς ἰσημερινάς͵ αὐτόν τε Ἐρατοσθένη συμφωνεῖν ἔγγιστα τῶι Φίλωνι͵ τὸ δ᾽ ἐν τῆι Ἰνδικῆι κλίμα μηδένα ἱστορεῖν͵ μηδ᾽ αὐτὸν Ἐρατοσθένη. εἰ δὲ δὴ καὶ αἱ ἄρκτοι ἐκεῖ ἀμφότεραι͵ ὡς οἴεται͵ ἀποκρύπτονται͵ πιστεύων τοῖς περὶ Νέαρχον͵ μὴ δυνατὸν εἶναι ἐπὶ ταὐτοῦ παραλλήλου κεῖσθαι τήν τε Μερόην καὶ τὰ ἄκρα τῆς Ἰνδικῆς. εἰ μὲν τοίνυν περὶ τῶν ἄρκτων ἀμφοτέρων ὅτι ἀποκρύπτονται συναποφαίνεται τοῖς εἰποῦσιν Ἐρατοσθένης͵ πῶς περὶ τοῦ ἐν τῆι Ἰνδικῆι κλίματος οὐδεὶς ἀποφαίνεται͵ οὐδ᾽ αὐτὸς Ἐρατοσθένης; οὗτος γὰρ ὁ λόγος περὶ τοῦ κλίματός ἐστιν. εἰ δ᾽ οὐ συναποφαίνεται͵ ἀπηλλάχθω τῆς αἰτίας. οὐ συναποφαίνεται δέ γε͵ ἀλλὰ τοῦ Δηιμάχου φήσαντος μηδαμοῦ τῆς Ἰνδικῆς μήτ᾽ ἀποκρύπτεσθαι τὰς ἄρκτους μήτ᾽ ἀντιπίπτειν τὰς σκιάς͵ ἅπερ ὑπείληφεν ὁ Μεγασθένης͵ ἀπειρίαν αὐτοῦ καταγιγνώσκει͵ τὸ συμπεπλεγμένον νομίζων ψεῦδος͵ ἐν ὧι ὁμολογουμένως καὶ κατ᾽ αὐτὸν τὸν Ἵππαρχον τό γε μὴ ἀντιπίπτειν τὰς σκιὰς ψεῦδος ἐμπέπλεκται. καὶ γὰρ εἰ μὴ τῆι Μερόηι ἀνταίρει͵ τῆς γε Συήνης νοτιώτερα εἶναι τὰ ἄκρα τῆς Ἰνδικῆς συγχωρῶν φαίνεται.

1.21

Καὶ ἐν τοῖς ἑξῆς δὲ περὶ τῶν αὐτῶν ἐπιχειρῶν ἢ ταὐτὰ λέγει τοῖς ἐξελεγχθεῖσιν ὑφ᾽ ἡμῶν͵ ἢ λήμμασι προσχρῆται ψευδέσιν͵ ἢ ἐπιφέρει τὸ μὴ ἀκολουθοῦν. οὔτε γὰρ τῶι ἀπὸ Βαβυλῶνος εἰς Θάψακον εἶναι σταδίους τετρακισχιλίους ὀκτακοσίους͵ ἐντεῦθεν δὲ πρὸς τὴν ἄρκτον ἐπὶ τὰ Ἀρμένια ὄρη [δισ]χιλίους ἑκατόν͵ ἀκολουθεῖ τὸ ἀπὸ Βαβυλῶνος ἐπὶ τοῦ δι᾽ αὐτῆς μεσημβρινοῦ ἐπὶ τὰ ἀρκτικὰ ὄρη πλείους εἶναι τῶν ἑξακισχιλίων· οὔτε τὸ ἀπὸ Θαψάκου ἐπὶ τὰ ὄρη [δισ]χιλίων καὶ ἑκατόν φησιν Ἐρατοσθένης͵ ἀλλ᾽ εἶναί τι λοιπὸν ἀκαταμέτρητον͵ ὥσθ᾽ ἡ ἑξῆς ἔφοδος ἐκ μὴ διδομένου λήμματος οὐκ ἂν ἐπεραίνετο· οὔτ᾽ ἀπεφήνατο οὐδαμοῦ Ἐρατοσθένης τὴν Θάψακον τῆς Βαβυλῶνος πρὸς ἄρκτους κεῖσθαι πλείοσιν ἢ τετρακισχιλίοις καὶ πεντακοσίοις σταδίοις.

1.22

Ἑξῆς δὲ συνηγορῶν ἔτι τοῖς ἀρχαίοις πίναξιν οὐ τὰ λεγόμενα ὑπὸ τοῦ Ἐρατοσθένους προφέρεται περὶ τῆς τρίτης σφραγῖδος͵ ἀλλ᾽ ἑαυτῶι κεχαρισμένως πλάττει τὴν ἀπόφασιν πρὸς ἀνατροπὴν εὐφυῆ. ὁ μὲν γὰρ ἀκολουθῶν τῆι θέσει τῆι προειρημένηι τοῦ τε Ταύρου καὶ τῆς ἀπὸ στηλῶν θαλάττης͵ διελὼν τῆι γραμμῆι ταύτηι τὴν οἰκουμένην δίχα καὶ καλέσας τὸ μὲν βόρειον μέρος τὸ δὲ νότιον͵ πειρᾶται τούτων ἑκάτερον τέμνειν πάλιν εἰς τὰ δυνατὰ μέρη· καλεῖ δὲ ταῦτα σφραγῖδας. καὶ δὴ τοῦ νοτίου μέρους πρώτην εἰπὼν σφραγῖδα τὴν Ἰνδικήν͵ δευτέραν δὲ τὴν Ἀριανήν͵ ἐχούσας τι εὐπερίγραφον͵ ἴσχυσεν ἀμφοτέρων ἀποδοῦναι καὶ μῆκος καὶ πλάτος͵ τρόπον δέ τινα καὶ σχῆμα͵ ὡς ἂν γεωμετρικός. τὴν μὲν γὰρ Ἰνδικὴν ῥομβοειδῆ φησι διὰ τὸ τῶν πλευρῶν τὰς μὲν θαλάττηι κλύζεσθαι τῆι τε νοτίωι καὶ τῆι ἑώιαι͵ μὴ πάνυ κολπώδεις ἠιόνας ποιούσαις͵ τὰς δὲ λοιπὰς τὴν μὲν τῶι ὄρει τὴν δὲ τῶι ποταμῶι͵ κἀνταῦθα τοῦ εὐθυγράμμου σχήματος ὑπό τι σωζομένου· τὴν δ᾽ Ἀριανὴν ὁρῶν τάς γε τρεῖς πλευρὰς ἔχουσαν εὐφυεῖς πρὸς τὸ ἀποτελέσαι παραλληλόγραμμον σχῆμα͵ τὴν δ᾽ ἑσπέριον οὐκ ἔχων σημείοις ἀφορίσαι διὰ τὸ ἐπαλλάττειν ἀλλήλοις τὰ ἔθνη͵ γραμμῆι τινι ὅμως δηλοῖ τῆι ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὰ ἄκρα τῆς Καρμανίας τελευτώσηι τὰ συνάπτοντα πρὸς τὸν Περσικὸν κόλπον. ἑσπέριον μὲν οὖν καλεῖ τοῦτο τὸ πλευρόν͵ ἑῶιον δὲ τὸ παρὰ τὸν Ἰνδόν͵ παράλληλα δ᾽ οὐ λέγει· οὐδὲ τὰ λοιπά͵ τό τε τῶι ὄρει γραφόμενον καὶ τὸ τῆι θαλάττηι͵ ἀλλὰ μόνον τὸ μὲν βόρειον τὸ δὲ νότιον.

1.23

Οὕτω δ᾽ ὁλοσχερεῖ τινι τύπωι τὴν δευτέραν ἀποδιδοὺς σφραγῖδα πολὺ ταύτης ὁλοσχερέστερον ἀποδίδωσι τὴν τρίτην σφραγῖδα κατὰ πλείους αἰτίας. πρώτην μὲν τὴν λεχθεῖσαν͵ ὅτι οὐκ εὐκρινῶς ἀφώρισται ἡ ἀπὸ Κασπίων πυλῶν ἐπὶ Καρμανίαν͵ ἥτις κοινή ἐστι τῆι τρίτηι πρὸς τὴν δευτέραν σφραγῖδα πλευρά· ἔπειθ᾽ ὅτι εἰς τὴν νότιον πλευρὰν ὁ Περσικὸς ἐμπίπτει κόλπος͵ ὅπερ καὶ αὐτός φησιν͵ ὥστ᾽ ἠνάγκασται τὴν ἐκ Βαβυλῶνος λαβεῖν γραμμὴν ὡς ἂν εὐθεῖάν τινα διὰ Σούσων καὶ Περσεπόλεως μέχρι τῶν ὅρων τῆς Καρμανίας καὶ τῆς Περσίδος͵ ἧι δυνατὸς ἦν εὑρεῖν μεμετρημένην ὁδόν͵ σταδίων οὖσαν τὴν ὅλην μικρῶι πλειόνων ἢ ἐνακισχιλίων· ἣν νότιον μὲν καλεῖ πλευράν͵ παράλληλον δ᾽ οὐ λέγει τῆι βορείωι. δῆλον δ᾽ ὅτι οὐδ᾽ ὁ Εὐφράτης͵ ὧι τὸ ἑσπέριον ἀφορίζει πλευρόν͵ σύνεγγύς ἐστιν εὐθείαι γραμμῆι͵ ἀλλ᾽ ἀπὸ τῶν ὀρῶν ἐπὶ τὴν μεσημβρίαν ῥυεὶς εἶτ᾽ ἐπιστρέφει πρὸς ἕω καὶ πάλιν πρὸς νότον μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς. δηλοῖ δὲ τὸ μὴ εὐθύπορον τοῦ ποταμοῦ͵ φράζων τὸ σχῆμα τῆς Μεσοποταμίας͵ ὃ ποιοῦσι συμπίπτοντες εἰς ἓν ὅ τε Τίγρις καὶ ὁ Εὐφράτης͵ ὑπηρεσίωι παραπλήσιον͵ ὥς φησι. καὶ μὴν οὐδὲ πᾶν μεμετρημένον ἔχει τὸ ἑσπέριον πλευρὸν τὸ ἀφοριζόμενον ὑπὸ τοῦ Εὐφράτου͵ ἀλλὰ φησὶ τὸ πρὸς τῆι Ἀρμενίαι μέρος καὶ τοῖς ἀρκτικοῖς ὄρεσι μὴ ἔχειν [εἰπεῖν] πόσον ἐστὶ διὰ τὸ ἀμέτρητον εἶναι. διὰ δὴ ταῦτα πάντα τυπωδῶς φησιν ἀποδιδόναι τὴν τρίτην μερίδα· καὶ γὰρ καὶ τὰ διαστήματά φησιν ἐκ πολλῶν συναγαγεῖν τῶν τοὺς σταθμοὺς πραγματευσαμένων͵ [ὧν] τινὰς καὶ ἀνεπιγράφους καλεῖ. ἀγνωμονεῖν δὴ δόξειεν ἂν ὁ Ἵππαρχος πρὸς τὴν τοιαύτην ὁλοσχέρειαν γεωμετρικῶς ἀντιλέγων͵ ἐν ἧι χάριν εἰδέναι δεῖ τοῖς καὶ ὁπωσοῦν ἀπαγγείλασιν ἡμῖν τὴν τῶν τόπων φύσιν. ὅταν δὲ δὴ μηδ᾽ ἐξ ὧν ἐκεῖνος λέγει λαμβάνηι τὰς γεωμετρικὰς ὑποθέσεις ἀλλ᾽ ἑαυτῶι πλάσας͵ ἐκφανέστερον ἂν τὸ φιλότιμον καταμηνύοιτο.

1.24

Ὁ μὲν δὴ οὕτως φησὶ τὴν τρίτην μερίδα τυπωδῶς ἀποδίδοσθαι μυρίων σταδίων ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὸν Εὐφράτην͵ κατὰ μέρος δὲ διαιρῶν͵ ὡς ἀναγεγραμμένην εὗρε τὴν μέτρησιν οὕτω τίθησιν͵ ἔμπαλιν τὴν ἀρχὴν ἀπὸ τοῦ Εὐφράτου ποιησάμενος καὶ τῆς κατὰ Θάψακον διαβάσεως αὐτοῦ. μέχρι μὲν δὴ τοῦ Τίγριδος͵ ὅπου Ἀλέξανδρος διέβη͵ σταδίους [δισ]χιλίους καὶ τετρακοσίους γράφει· ἐντεῦθεν δ᾽ ἐπὶ τοὺς ἑξῆς τύπους διὰ Γαυγαμήλων καὶ τοῦ Λύκου καὶ Ἀρβήλων καὶ Ἐκβατάνων͵ ἧι Δαρεῖος ἐκ τῶν Γαυγαμήλων ἔφυγε μέχρι Κασπίων πυλῶν͵ τοὺς μυρίους ἐκπληροῖ͵ τριακοσίοις μόνον πλεονάσας. τὸ μὲν δὴ βόρειον πλευρὸν οὕτω καταμετρεῖ͵ οὐ παράλληλον τοῖς ὄρεσι θεὶς οὐδὲ τῆι διὰ στηλῶν καὶ Ἀθηνῶν καὶ Ῥόδου γραμμῆι· ἡ γὰρ Θάψακος πολὺτῶν ὀρῶν ἀφέστηκε͵ συμπίπτει δὲ καὶ τὸ ὄρος καὶ ἡ ἀπὸ Θαψάκου ὁδὸς ἐπὶ τὰς Κασπίους πύλας. καὶ τά γε προσάρκτια μέρη τοῦ ὅρου ταῦτ᾽ ἐστίν.

1.25

Ἀποδοὺς δὲ τὸ βόρειον οὕτω πλευρόν τὸ δὲ νότιον φησί παρὰ μὲν τὴν θάλατταν οὐκ ἔστι λαβεῖν διὰ τὸ τὸν Περσικὸν ἐμπίπτειν κόλπον͵ ἀπὸ Βαβυλῶνος δὲ διὰ Σούσων καὶ Περσεπόλεως μέχρι τῶν ὁρίων τῆς τε Περσίδος καὶ τῆς Καρμανίας σταδίους εἶναι ἐνακισχιλίους καὶ διακοσίους͵ νότιον μὲν λέγων͵ παράλληλον δ᾽ οὐ λέγων τῶι βορείωι τὸ νότιον. τὴν δὲ διαφωνίαν τοῦ μήκους φησὶ συμβαίνειν͵ τοῦ τε βορείου τεθέντος πλευροῦ καὶ τοῦ νοτίου͵ διὰ τὸ τὸν Εὐφράτην μέχρι τινὸς πρὸς μεσημβρίαν ῥυέντα πρὸς τὴν ἕω πολὺ ἐγκλίνειν.

1.26

Τῶν δὲ πλαγίων πλευρῶν τὴν ἑσπερίαν λέγει πρῶτον͵ ἣν ὁποία τίς ἐστιν͵ εἴτε μία εἴτε δύο͵ ἐν μέσωι πάρεστι σκοπεῖν. ἀπὸ γὰρ τῆς κατὰ Θάψακόν φησι διαβάσεως παρὰ τὸν Εὐφράτην εἰς μὲν Βαβυλῶνα σταδίους εἶναι τετρακισχιλίους ὀκτακοσίους͵ ἐντεῦθεν δ᾽ ἐπὶ τὰς ἐκβολὰς τοῦ Εὐφράτου καὶ πόλιν Τερηδόνα τρισχιλίους· τὰ δ᾽ ἀπὸ Θαψάκου πρὸς τὰς ἄρκτους μέχρι μὲν τῶν Ἀρμενίων πυλῶν καταμεμετρῆσθαι καὶ εἶναι ὡς χιλίους ἑκατόν͵ τοὺς δὲ διὰ Γορδυαίων καὶ Ἀρμενίων μηκέτι· διὸ δὴ παραλείπειν αὐτούς. τοῦ δὲ πρὸς ἕω πλευροῦ τὸ μὲν διὰ τῆς Περσικῆς κατὰ μῆκος ἀπὸ τῆς Ἐρυθρᾶς ὡς ἐπὶ Μηδίαν καὶ τὰς ἄρκτους οὐκ ἔλαττον εἶναι δοκεῖ τῶν ὀκτακισχιλίων͵ ἀπὸ δέ τινων ἀκρωτηρίων καὶ ὑπὲρ τοὺς ἐνακισχιλίους͵ τὸ δὲ λοιπὸν διὰ τῆς Παραιτακηνῆς καὶ Μηδίας ἐπὶ Κασπίους πύλας ὡς τρισχιλίων· τὸν δὲ Τίγριν ποταμὸν καὶ τὸν Εὐφράτην ῥέοντας ἐκ τῆς Ἀρμενίας πρὸς μεσημβρίαν͵ ἐπειδὰν παραμείψωνται τὰ τῶν Γορδυαίων ὄρη͵ κύκλον μέγαν περιβαλομένους καὶ ἐμπεριλαβόντας χώραν πολλὴν τὴν Μεσοποταμίαν ἐπιστρέφειν πρὸς χειμερινὴν ἀνατολὴν καὶ τὴν μεσημβρίαν͵ πλέον δὲ τὸν Εὐφράτην· γενόμενον δὲ τοῦτον ἔγγιον ἀεὶ τοῦ Τίγριδος κατὰ τὸ Σεμιράμιδος διατείχισμα καὶ κώμην καλουμένην Ὦπιν͵ διασχόντα ταύτης ὅσον διακοσίους σταδίους καὶ ῥυέντα διὰ Βαβυλῶνος ἐκπίπτειν εἰς τὸν Περσικὸν κόλπον. γίνεται δή φησί τὸ σχῆμα τῆς Μεσοποταμίας καὶ Βαβυλωνίας ὑπηρεσίωι παραπλήσιον. ὁ μὲν δὴ Ἐρατοσθένης τοιαῦτ᾽ εἴρηκε.

1.27

Περὶ δὲ τῆς τρίτης σφραγῖδος καὶ ἄλλα μέν τινα ἁμαρτήματα ποιεῖ͵ περὶ ὧν ἐπισκεψόμεθα͵ ἃ δὲ Ἵππαρχος προφέρει αὐτῶι͵ οὐ πάνυ. σκοπῶμεν δ᾽ ἃ λέγει. βουλόμενος γὰρ βεβαιοῦν τὸ ἐξ ἀρχῆς͵ ὅτι οὐ μεταθετέον τὴν Ἰνδικὴν ἐπὶ τὰ νοτιώτερα͵ ὥσπερ Ἐρατοσθένης ἀξιοῖ͵ σαφὲς ἂν γενέσθαι τοῦτο μάλιστά φησιν ἐξ ὧν αὐτὸς ἐκεῖνος προφέρεται· τὴν γὰρ τρίτην μερίδα κατὰ τὴν βόρειον πλευρὰν εἰπόντα ἀφορίζεσθαι ὑπὸ τῆς ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὸν Εὐφράτην γραμμῆς σταδίων μυρίων οὔσης͵ μετὰ ταῦτα ἐπιφέρειν ὅτι τὸ νότιον πλευρὸν τὸ ἀπὸ Βαβυλῶνος εἰς τοὺς ὅρους τῆς Καρμανίας μικρῶι πλειόνων ἐστὶν ἢ ἐνακισχιλίων͵ τὸ δὲ πρὸς δύσει πλευρὸν ἀπὸ Θαψάκου παρὰ τὸν Εὐφράτην ἐστὶν εἰς Βαβυλῶνα τετρακισχίλιοι ὀκτακόσιοι στάδιοι͵ καὶ ἑξῆς ἐπὶ τὰς ἐκβολὰς τρισχίλιοι͵ τὰ δὲ πρὸς ἄρκτον ἀπὸ Θαψάκου τὸ μὲν ἀπομεμέτρηται μέχρι χιλίων ἑκατόν͵ τὸ λοιπὸν δ᾽ οὐκέτι. ἐπεὶ τοίνυν φησί τὸ μὲν βόρειόν ἐστι πλευρὸν τῆς τρίτης μερίδος ὡς μυρίων͵ ἡ δὲ τούτωι παράλληλος ἀπὸ Βαβυλῶνος εὐθεῖα μέχρι ἀνατολικοῦ πλευροῦ συνελογίσθη μικρῶι πλει όνων ἢ ἐνακισχιλίων͵ δῆλον ὅτι ἡ Βαβυλὼν οὐ πολλῶι πλείοσιν ἢ χιλίοις σταδίοις ἐστὶν ἀνατολικωτέρα τῆς κατὰ Θάψακον διαβάσεως.

1.28

Ἐροῦμεν δ᾽ ὅτι͵ εἰ μὲν ἐπὶ τῆς αὐτῆς μεσημβρινῆς εὐθείας ἐπ᾽ ἀκριβὲς ἐλαμβάνοντο αἵ τε Κάσπιοι πύλαι καὶ οἱ ὅροι τῶν Καρμανίων καὶ Περσῶν͵ πρὸς ὀρθάς τε ἤγοντο ἀπὸ τῆς λεχθείσης μεσημβρινῆς εὐθείας ἥ τε ἐπὶ Θάψακον καὶ ἡ ἐπὶ Βαβυλῶνα͵ συνέβαινεν ἂν τοῦτο. ἡ γὰρ προσεκβαλλομένη τῆι διὰ Βαβυλῶνος μέχρι τῆς διὰ Θαψάκου εὐθείας μεσημβρινῆς ἴση ἂν ἦν πρὸς αἴσθησιν ἢ πάρισός γε τῆι ἀπὸ Κασπίων πυλῶν εἰς Θάψακον͵ ὥστε τῆι ὑπεροχῆι ἐγίνετ᾽ ἂν ἀνατολικωτέρα ἡ Βαβυλὼν τῆς Θαψάκου͵ ἧι ὑπερέχει ἡ ἐκ Κασπίων πυλῶν εἰς Θάψακον τῆς ἐκ τῶν Καρμανίων ὅρων εἰς Βαβυλῶνα. ἀλλ᾽ οὔτε τὴν διορίζουσαν γραμμὴν ἑσπέριον πλευρὸν τῆς Ἀριανῆς ἐπὶ μεσημβρινοῦ κειμένην εἴρηκεν Ἐρατοσθένης͵ οὔτε τὴν ἀπὸ Κασπίων πυλῶν ἐπὶ Θάψακον πρὸς ὀρθὰς τῆι διὰ τῶν Κασπίων πυλῶν μεσημβρινῆι͵ ἀλλὰ μᾶλλον τὴν τῶι ὄρει γραφομένην͵ πρὸς ἣν ἡ ἐπὶ Θάψακον γωνίαν ποιεῖ ἀπὸ τοῦ αὐτοῦ σημείου κατηγμένη ἀφ᾽ οὗ καὶ ἡ τοῦ ὄρους γραμμή· οὔθ᾽ ἡ ἐπὶ Βαβυλῶνα ἠγμένη ἀπὸ τῆς Καρμανίας παράλληλος εἴρηται τῆι ἐπὶ Θάψακον ἠγμένηι· οὐδ᾽ εἰ παράλληλος ἦν͵ μὴ [πρὸς] ὀρθὰς δὲ τῆι διὰ Κασπίων πυλῶν μεσημβρινῆι͵ οὐδὲν ἂν ἐγίνετο πλέον πρὸς τὸν συλλογισμόν.

1.29

Ὁ δὲ ταῦτα λαβὼν ἐξ ἑτοίμου καὶ δείξας͵ ὡς οἴεται͵ διότι ἡ Βαβυλὼν κατὰ Ἐρατοσθένη Θαψάκου ἀνατολικωτέρα ἐστὶ μικρῶι πλείοσιν ἢ χιλίοις σταδίοις͵ πάλιν ἄλλως πλάττει λῆμμα ἑαυτῶι πρὸς τὴν ἑξῆς ἀπόδειξιν καί φησιν͵ ἐὰν ἐννοηθῆι ἀπὸ Θαψάκου ἐπὶ μεσημβρίαν εὐθεῖα ἀγομένη καὶ ἀπὸ Βαβυλῶνος ἐπὶ ταύτην κάθετος͵ τρίγωνον ὀρθογώνιον ἔσεσθαι͵ συνεστηκὸς ἔκ τε τῆς ἀπὸ Θαψάκου ἐπὶ Βαβυλῶνα τεινούσης πλευρᾶς καὶ τῆς ἀπὸ Βαβυλῶνος καθέτου ἐπὶ τὴν διὰ Θαψάκου μεσημβρινὴν γραμμὴν ἠγμένης καὶ αὐτῆς τῆς διὰ Θαψάκου μεσημβρινῆς. τούτου δὲ τοῦ τριγώνου τὴν μὲν ὑποτείνουσαν τῆι ὀρθῆι τὴν ἀπὸ Θαψάκου εἰς Βαβυλῶνα τίθησιν͵ ἥν φησι τετρακισχιλίων ὀκτακοσίων εἶναι͵ τὴν δ᾽ ἐκ Βαβυλῶνος εἰς τὴν διὰ Θαψάκου μεσημβρινὴν γραμμὴν κάθετον μικρῶι πλειόνων ἢ χιλίων͵ ὅσων ἦν ἡ ὑπεροχὴ τῆς ἐπὶ Θάψακον πρὸς τὴν μέχρι Βαβυλῶνος· ἐκ δὲ τούτων καὶ τὴν λοιπὴν τῶν περὶ τὴν ὀρθὴν συλλογίζεται πολλαπλάσιον οὖσαν τῆς λεχθείσης καθέτου· προστίθησι δὲ ταύτηι τὴν ἀπὸ Θαψάκου πρὸς ἄρκτον ἐκβαλλομένην μέχρι τῶν Ἀρμενίων ὀρῶν͵ ἧς τὸ μὲν ἔφη μεμετρῆσθαι Ἐρατοσθένης καὶ εἶναι χιλίων ἑκατόν͵ τὸ δ᾽ ἀμέτρητον ἐᾶι. οὗτος δ᾽ ἐπὶ τοὐλάχιστον ὑποτίθεται χιλίων͵ ὥστε τὸ συνάμφω δισχιλίων καὶ ἑκατὸν γίγνεσθαι͵ ὃ προσθεὶς τῆι ἐπ᾽ εὐθείας πλευρᾶι τοῦ τριγώνου μέχρι τῆς καθέτου τῆς ἐκ Βαβυλῶνος πολλῶν χιλιάδων λογίζεται διάστημα τὸ ἀπὸ τῶν Ἀρμενίων ὀρῶν καὶ τοῦ δι᾽ Ἀθηνῶν παραλλήλου μέχρι τῆς ἐκ Βαβυλῶνος καθέτου͵ ἥτις ἐπὶ τοῦ διὰ Βαβυλῶνος παραλλήλου ἵδρυται. τὸ δέ γε ἀπὸ τοῦ δι᾽ Ἀθηνῶν παραλλήλου ἐπὶ τὸν διὰ Βαβυλῶνος δείκνυσιν οὐ μεῖζον ὂν σταδίων δισχιλίων τετρακοσίων͵ ὑποτεθέντος τοῦ μεσημβρινοῦ παντὸς τοσούτων σταδίων͵ ὅσων Ἐρατοσθένης φησίν. εἰ δὲ τοῦτο͵ οὐκ ἂν ἦν τὰ ὄρη τὰ Ἀρμένια καὶ τὰ τοῦ Ταύρου ἐπὶ τοῦ δι᾽ Ἀθηνῶν παραλλήλου͵ ὡς Ἐρατοσθένης͵ ἀλλὰ πολλαῖς χιλιάσι σταδίων ἀρκτικώτερα κατ᾽ αὐτὸν ἐκεῖνον. ἐνταῦθα δὴ πρὸς τῶι τοῖς ἀνεσκευασμένοις λήμμασι προσχρῆσθαι πρὸς τὴν τοῦ ὀρθογωνίου τριγώνου τάξιν καὶ τοῦτο λαμβάνει τὸ μὴ διδόμενον͵ τὸ τὴν ὑποτείνουσαν τῆι ὀρθῆι γωνίαι τὴν ἀπὸ Θαψάκου γραμμὴν εὐθεῖαν εἶναι μέχρι Βαβυλῶνος ἐν σταδίοις τετρακισχιλίοις ὀκτακοσίοις. παρά τε γὰρ τὸν Εὐφράτην φησὶν εἶναι τὴν ὁδὸν ταύτην ὁ Ἐρατοσθένης͵ καὶ τὴν Μεσοποταμίαν σὺν τῆι Βαβυλωνίαι μεγάλωι κύκλωι περιέχεσθαι λέγων ὑπό τε τοῦ Εὐφράτου καὶ τοῦ Τίγριδος͵ τὸ πλέον δὲ τῆς περιοχῆς ὑπὸ τοῦ Εὐφράτου συμβαίνειν φησίν· ὥσθ᾽ ἡ ἀπὸ Θαψάκου εἰς Βαβυλῶνα εὐθεῖα οὔτ᾽ ἂν παρὰ τὸν Εὐφράτην εἴη οὔτ᾽ ἂν τοσούτων σταδίων οὐδ᾽ ἐγγύς. ἀνατέτραπται οὖν ὁ συλλογισμός· καὶ μὴν εἴρηταί γε͵ ὅτι οὐχ οἷόν τε δυεῖν δεδομένων γραμμῶν ἀπὸ τῶν Κασπίων πυλῶν κατάγεσθαι τὴν μὲν ἐπὶ Θάψακον τὴν δ᾽ ἐπὶ τὰ τῶν Ἀρμενίων ὄρη τὰ κατάλληλα τῆι Θαψάκωι͵ ἀπέχοντα τῆς Θαψάκου τοὐλάχιστον κατ᾽ αὐτὸν τὸν Ἵππαρχον δισχιλίους καὶ ἑκατὸν σταδίους͵ ἀμφοτέρας παραλλήλους εἶναι καὶ ἀλλήλαις καὶ τῆι διὰ Βαβυλῶνος͵ ἣν νότιον πλευρὰν Ἐρατοσθένης ἐκάλεσεν. ἐκεῖνος μὲν οὖν οὐκ ἔχων καταμεμετρημένην εἰπεῖν τὴν παρὰ τὰ ὄρη ὁδόν͵ τὴν δ᾽ ἀπὸ Θαψάκου ἐπὶ Κασπίους πύλας͵ ταύτην εἶπε καὶ προσέθηκε τὸ ὡς τυπωδῶς εἰπεῖν· ἄλλως τε τῶι βουλομένωι τὸ μῆκος εἰπεῖν τῆς μετὰ τὴν Ἀριανὴν μέχρι Εὐφράτου χώρας οὐ πολὺ διέφερε ταύτην ἢ ἐκείνην καταμετρεῖν. ὁ δ᾽ ὡς παραλλήλους ὑπακούων λέγεσθαι τελέως ἂν δόξειε καταγινώσκειν παιδικὴν ἀμαθίαν τἀνθρώπου.

1.30

Ταῦτα μὲν οὖν ἐᾶν δεῖ ὡς παιδικά. ἃ δ᾽ ἄν τις αἰτιάσαιτο τοῦ Ἐρατοσθένους τοιαῦτά ἐστι. καθάπερ γὰρ ἡ κατὰ μέλος τομὴ τῆς ἄλλως κατὰ μέρος διαφέρει (διότι ἡ μὲν καὶ τὰ μέρη λαμβάνει περιγραφὴν ἔχοντα φυσικήν͵ ἀρθρώσει τινὶ καὶ τύπωι σημειώδη͵ ἡ δ᾽ οὐδὲν ἔχει τοιοῦτον)͵ χρώμεθα δ᾽ οἰκείως ἑκατέραι τὸν καιρὸν καὶ τὴν χρείαν σκοποῦντες͵ οὕτως ἐπὶ τῶν γεωγραφικῶν δεῖ μὲν τομὰς ποιεῖσθαι τῶν μερῶν τὰ καθ᾽ ἕκαστα ἐπιόντας͵ μιμεῖσθαι δὲ τὰς κατὰ μέλος τομὰς μᾶλλον ἢ τὰς ὡς ἔτυχε. τὸ γὰρ σημειῶδες καὶ τὸ εὐπεριόριστον ἐκεῖθεν λαβεῖν ἔστιν͵ οὗ χρείαν ἔχει ὁ γεωγράφος· εὐπεριόριστον δέ͵ ὅταν ἢ ποταμοῖς ἢ ὄρεσιν ἢ θαλάττηι δυνατὸν ἦι͵ καὶ ἔθνει δὲ ἢ ἔθνεσι καὶ μεγέθει ποσῶι καὶ σχήματι͵ ὅπου τοῦτο δυνατόν. πανταχοῦ δὲ ἀντὶ τοῦ γεωμετρικῶς τὸ ἁπλῶς καὶ ὁλοσχερῶς ἱκανόν. μέγεθος μὲν οὖν ἱκανόν ἐστιν͵ ἂν τὸ μέγιστον εἴπηις μῆκος καὶ πλάτος͵ ὡς τῆς οἰκουμένης ἑπτὰ μυριάδων εἰ τύχοι μῆκος͵ πλάτος δ᾽ ἔλαττον ἢ ἥμισυ μικρῶι τοῦ μήκους· σχῆμα δ᾽͵ ἂν τῶν γεωμετρικῶν τινὶ σχημάτων εἰκάσηις͵ ὡς τὴν Σικελίαν τριγώνωι͵ ἢ τῶν ἄλλων γνωρίμων τινὶ σχημάτων͵ οἷον τὴν Ἰβηρίαν βύρσηι͵ τὴν Πελοπόννησον πλατάνου φύλλωι· ὅσωι δ᾽ ἂν μεῖζον ἦι τὸ τεμνόμενον͵ τοσῶιδε καὶ ὁλοσχερεστέρας πρέποι ἂν ποιεῖσθαι τὰς τομάς.

1.31

Ἡ μὲν οὖν οἰκουμένη δίχα διήιρηται τῶι τε Ταύρωι καὶ τῆι ἐπὶ στήλας θαλάττηι καλῶς. καὶ τοῦ νοτίου μέρους ἡ μὲν Ἰνδικὴ περιώρισται πολλοῖς· καὶ γὰρ ὄρει καὶ ποταμῶι καὶ θαλάττηι καὶ ἑνὶ ὀνόματι ὡς ἑνὸς ἔθνους· ὥστε καὶ τετράπλευρος ὀρθῶς λέγεται καὶ ῥομβοειδής. ἡ δ᾽ Ἀριανὴ ἧττον μὲν τὸ εὐπερίγραφον ἔχει διὰ τὸ τὴν ἑσπερίαν πλευρὰν συγκεχύσθαι͵ διώρισται δ᾽ ὅμως ταῖς τε τρισὶ πλευραῖς ὡς ἂν εὐθείαις͵ καὶ τῶι ὀνόματι ὡς ἂν ἑνὸς ἔθνους. ἡ δὲ τρίτη σφραγὶς τελέως ἀπερίγραφός ἐστιν͵ οὕτω γε ἀφορισθεῖσα· ἥ τε γὰρ κοινὴ πλευρὰ αὐτῆι τε καὶ τῆι Ἀριανῆι συγκέχυται͵ ὡς προείρηται͵ καὶ ἡ νότιος πλευρὰ ἀργότατα εἴληπται· οὔτε γὰρ περιγράφει τὴν σφραγῖδα͵ διὰ μέσης τε αὐτῆς βαδίζουσα καὶ πολλὰ μέρη ἀπολείπουσα πρὸς νότον͵ οὔτε μῆκος ὑπογράφει τὸ μέγιστον (τὸ γὰρ προσάρκτιον πλευρὸν μεῖζον)͵ οὔθ᾽ ὁ Εὐφράτης ἑσπέριόν ἐστι πλευρὸν οὐδ᾽ εἰ ἐπ᾽ εὐθείας ῥέοι͵ τῶν ἄκρων αὐτοῦ μὴ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων. τί γὰρ μᾶλλον ἑσπέριον ἢ νότιον; χωρὶς δὲ τούτων͵ ὀλίγης οὔσης τῆς ἐπὶ θάλατταν λοιπῆς τὴν Κιλίκιον καὶ τὴν Συριακήν͵ τὸ μὴ μέχρι δεῦρο προάγειν δεῖν τὴν σφραγῖδα οὐ πιθανόν͵ τῆς τε Σεμιράμιδος καὶ τοῦ Νίνου Σύρων λεγομένων͵ ὧν τῆς μὲν ἡ Βαβυλὼν κτίσμα καὶ βασίλειον͵ τοῦ δὲ Νίνος ὡς ἂν μητρόπολις τῆς Συρίας. καὶ τῆς διαλέκτου δὲ μέχρι νῦν διαμενούσης τῆς αὐτῆς τοῖς τε ἐκτὸς τοῦ Εὐφράτου καὶ τοῖς ἐντός͵ τὸ ἐνταῦθα μέντοι τοιούτωι μερισμῶι διασπᾶν ἔθνος γνωριμώτατον καὶ τὰ μέρη συνάπτειν τοῖς ἀλλοεθνέσιν ἥκιστα ἂν πρέποι. οὐδὲ γὰρ ὑπὸ μεγέθους ἀπηναγκάσθαι λέγοι ἄν· καὶ γὰρ τὸ μέχρι θαλάττης οὐ μήν πω ἂν ἐξισάζοιτο τῆι Ἰνδικῆι͵ ἀλλ᾽ οὐδὲ τῆι Ἀριανῆι͵ προσλαβὸν καὶ τὸ μέχρι τῶν ὅρων τῆς εὐδαίμονος Ἀραβίας καὶ τῆς Αἰγύπτου· ὥστε πολὺ κρεῖττον ἦν μέχρι δεῦρο προελθεῖν͵ τῆς τρίτης εἰπόντα σφραγῖδος τοσαύτηι προσθήκηι τῆι μέχρι τῆς Συριακῆς θαλάττης τὸ μὲν νότιον πλευρὸν οὐχ ὥσπερ ἐκεῖνος εἶπεν ἔχον͵ οὐδ᾽ ἐπ᾽ εὐθείας͵ ἀλλ᾽ ἀπὸ τῆς Καρμανίας εὐθὺς τὴν δεξιὰν παραλίαν εἰσπλέοντι τὸν Περσικὸν κόλπον μέχρι τῆς ἐκβολῆς τοῦ Εὐφράτου͵ καὶ μετὰ ταῦτα τοῖς ὁρίοις τῆς Μεσήνης καὶ τῆς Βαβυλωνίας συνάπτον͵ ἥπερ ἐστὶν ἀρχὴ τοῦ διορίζοντος τὴν εὐδαίμονα Ἀραβίαν ἀπὸ τῆς ἄλλης ἠπείρου͵ εἶτ᾽ ἐφεξῆς αὐτὸν τοῦτον διεξιόν͵ διῆκόν τε μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου καὶ Πηλουσίου͵ καὶ ἔτι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου· τοῦτο μὲν τὸ νότιον πλευρόν͵ τὸ δὲ λοιπὸν ἑσπέριον τὴν ἀπὸ τοῦ Κανωβικοῦ στόματος μέχρι τῆς Κιλικίας παραλίαν.

1.32

Τετάρτη δ᾽ ἂν εἴη σφραγὶς ἡ συνεστῶσα ἔκ τε τῆς εὐδαίμονος Ἀραβίας καὶ τοῦ Ἀραβίου κόλπου καὶ τῆς Αἰγύπτου πάσης καὶ τῆς Αἰθιοπίας. ταύτης δὲ τῆς μερίδος μῆκος μὲν ἔσται τὸ ἀφοριζόμενον ὑπὸ δυεῖν μεσημβρινῶν· ὁ μὲν γὰρ γράφεται διὰ τοῦ δυσμικωτάτου σημείου τοῦ ἐπ᾽ αὐτῆς͵ ὁ δὲ διὰ τοῦ ἑωθινωτάτου· πλάτος δὲ τὸ μεταξὺ δυεῖν παραλλήλων͵ ὧν ὁ μὲν γράφεται διὰ τοῦ βορειοτάτου σημείου͵ ὁ δὲ διὰ τοῦ νοτιωτάτου· ἐπὶ γὰρ τῶν ἀνωμάλων σχημάτων͵ ἐφ᾽ ὧν πλευραῖς οὐ δυνατὸν ἀφορίσαι πλάτος καὶ μῆκος͵ οὕτω τὸ μέγεθος ἀφοριστέον. καθόλου δὲ νοητέον͵ ὅτι οὐχ ὡσαύτως λέγεται μῆκος καὶ πλάτος ἐπὶ ὅλου καὶ μέρους· ἀλλ᾽ ἐφ᾽ ὅλου μὲν τὸ μεῖζον διάστημα καλεῖται μῆκος͵ τὸ δ᾽ ἔλαττον πλάτος͵ ἐπὶ μέρους δὲ μῆκος μὲν τὸ παράλληλον τῶι τοῦ ὅλου μήκει τμῆμα ἐκείνου͵ ὁπότερον ἂν ἦι μεῖζον͵ κἂν τὸ ληφθὲν διάστημα ἐν τῶι πλάτει μεῖζον ἦι τοῦ ληφθέντος ἐν τῶι μήκει διαστήματος. διὸ καὶ τῆς οἰκουμένης ἀπ᾽ ἀνατολῆς ἐπὶ δύσιν μηκυνομένης͵ ἀπὸ δὲ ἄρκτων ἐπὶ νότον πλατυνομένης͵ καὶ τοῦ μὲν μήκους ἐπὶ παραλλήλου τινὸς τῶι ἰσημερινῶι γραφομένου͵ τοῦ δὲ πλάτους ἐπὶ μεσημβρινοῦ͵ δεῖ καὶ τῶν μερῶν λαμβάνεσθαι μήκη μὲν τὰ παράλληλα τῶι μήκει τμήματα αὐτῆς͵ πλάτη δὲ τὰ τῶι πλάτει. οὕτω γὰρ ἂν ἄμεινον ὑπογράφοιτο πρῶτον μὲν τὸ μέγεθος τῆς οἰκουμένης ὅλης͵ ἔπειτα καὶ ἡ διάθεσις καὶ τὸ σχῆμα τῶν μερῶν͵ καθ᾽ ἃ μὲν ἀπολείπειν καθ᾽ ἃ δὲ πλεονάζειν φαινομένων τῆι τοιαύτηι παραθέσει.

1.33

Ἐρατοσθένης δὲ τὸ μὲν τῆς οἰκουμένης λαμβάνει μῆκος ἐπὶ τῆς διὰ στηλῶν καὶ Κασπίων πυλῶν καὶ Καυκάσου γραμμῆς͵ ὡς ἂν εὐθείας͵ τὸ δὲ τῆς τρίτης μερίδος ἐπὶ τῆς διὰ Κασπίων πυλῶν καὶ Θαψάκου͵ τὸ δὲ τῆς τετάρτης ἐπὶ τῆς διὰ Θαψάκου καὶ Ἡρώων πόλεως μέχρι τῆς μεταξὺ τῶν στομάτων τοῦ Νείλου͵ [ἣν] ἀνάγκη καταστρέφειν εἰς τοὺς περὶ Κάνωβον καὶ Ἀλεξάνδρειαν τόπους· ἐνταῦθα γάρ ἐστι τὸ ἔσχατον στόμα τὸ καλούμενον Κανωβικόν τε καὶ Ἡρακλεωτικόν. εἴτ᾽ οὖν ἐπ᾽ εὐθείας ἀλλήλοις τὰ μήκη τίθησιν͵ εἴθ᾽ ὡς ἂν γωνίαν ποιοῦντα κατὰ Θάψακον͵ ἀλλ᾽ ὅτι γε οὐ παράλληλον οὐδέτερον τῶι τῆς οἰκουμένης μήκει͵ φανερόν ἐστιν ἐξ αὐτῶν ὧν εἴρηκεν αὐτός. τὸ μὲν γὰρ τῆς οἰκουμένης μῆκος διὰ τοῦ Ταύρου γράφει καὶ τῆς ἐπ᾽ εὐθείας μέχρι στηλῶν θαλάττης κατὰ γραμμὴν τὴν διὰ τοῦ Καυκάσου καὶ Ῥόδου καὶ Ἀθηνῶν͵ ἀπὸ δὲ Ῥόδου εἰς Ἀλεξάνδρειαν κατὰ τὸν δι᾽ αὐτῶν μεσημβρινὸν οὐ πολὺ ἐλάττους τῶν τετρακισχιλίων φησὶν εἶναι σταδίων͵ ὥστε τοσοῦτον καὶ οἱ παράλληλοι διέχοιεν ἂν ἀλλήλων ὅ τε διὰ Ῥόδου καὶ ὁ δι᾽ Ἀλεξανδρείας. ὁ δ᾽ αὐτός πώς ἐστι τούτωι ὁ διὰ τῆς Ἡρώων πόλεως͵ ἢ νοτιώτερός γε τούτου͵ ὥσθ᾽ ἡ συμπίπτουσα γραμμὴ τούτωι τε τῶι παραλλήλωι καὶ τῶι διὰ Ῥόδου καὶ Κασπίων πυλῶν͵ εἴτ᾽ εὐθεῖα εἴτε κεκλασμένη͵ οὐκ ἂν εἴη παράλληλος οὐδετέραι. οὐκ εὖ γοῦν λαμβάνεται τὰ μήκη͵ οὐκ εὖ δὲ οὐδὲ αἱ βόρειοι λαμβάνονται μερίδες.

1.34

Ἀλλ᾽ ἐπὶ τὸν Ἵππαρχον πρότερον ἐπανιόντες τὰ ἑξῆς ἴδωμεν. πάλιν γὰρ πλάσας ἑαυτῶι λήμματα γεωμετρικῶς ἀνασκευάζει τὰ ὑπ᾽ ἐκείνου τυπωδῶς λεγόμενα. φησὶ γὰρ αὐτὸν λέγειν τὸ ἐκ Βαβυλῶνος εἰς μὲν Κασπίους πύλας διάστημα σταδίων ἑξακισχιλίων ἑπτακοσίων͵ εἰς δὲ τοὺς ὅρους τῆς Καρμανίας καὶ Περσίδος πλειόνων ἢ ἐνακισχιλίων͵ ὅπερ ἐπὶ γραμμῆς κεῖται πρὸς ἰσημερινὰς ἀνατολὰς εὐθείας ἀγομένης· γίνεσθαι δὲ ταύτην κάθετον ἐπὶ τὴν κοινὴν πλευρὰν τῆς τε δευτέρας καὶ τῆς τρίτης σφραγῖδος͵ ὥστε κατ᾽ αὐτὸν συνίστασθαι τρίγωνον ὀρθογώνιον ὀρθὴν ἔχον τὴν πρὸς τοῖς ὅροις τῆς Καρμανίας͵ καὶ τὴν ὑποτείνουσαν εἶναι ἐλάττω μιᾶς τῶν περὶ τὴν ὀρθὴν ἐχουσῶν· δεῖν οὖν τὴν Περσίδα τῆς δευτέρας ποιεῖν σφραγῖδος. πρὸς ταῦτα δ᾽ εἴρηται ὅτι οὔθ᾽ ἡ ἐκ Βαβυλῶνος εἰς τὴν Καρμανίαν ἐπὶ παραλλήλου λαμβάνεται͵ οὔθ᾽ ἡ διορίζουσα εὐθεῖα τὰς σφραγῖδας μεσημβρινὴ εἴρηται· ὥστ᾽ οὐδὲν εἴρηται πρὸς αὐτόν. οὐδὲ τὸ ἐπιφερόμενον [εὖ]· εἰρηκότος γὰρ ἀπὸ Κασπίων πυλῶν εἰς μὲν Βαβυλῶνα τοὺς λεχθέντας͵ εἰς δὲ Σοῦσα σταδίους εἶναι τετρακισχιλίους ἐνακοσίους͵ ἀπὸ δὲ Βαβυλῶνος τρισχιλίους τετρακοσίους͵ πάλιν ἀπὸ τῶν αὐτῶν ὁρμηθεὶς ὑποθέσεων ἀμβλυγώνιον τρίγωνον συνίστασθαί φησι πρός τε ταῖς Κασπίοις πύλαις καὶ Σούσοις καὶ Βαβυλῶνι͵ τὴν ἀμβλεῖαν γωνίαν ἔχον πρὸς Σούσοις͵ τὰ δὲ τῶν πλευρῶν μήκη τὰ ἐκκείμενα· εἶτ᾽ ἐπιλογίζεται͵ διότι συμβήσεται κατὰ τὰς ὑποθέσεις ταύτας τὴν διὰ Κασπίων πυλῶν μεσημβρινὴν γραμμὴν ἐπὶ τοῦ διὰ Βαβυλῶνος καὶ Σούσων παραλλήλου δυσμικωτέραν ἔχειν τὴν κοινὴν τομὴν τῆς κοινῆς τομῆς τοῦ αὐτοῦ παραλλήλου καὶ τῆς ἀπὸ Κασπίων πυλῶν καθηκούσης εὐθείας ἐπὶ τοὺς ὅρους τοὺς τῆς Καρμανίας καὶ τῆς Περσίδος πλείοσι τῶν τετρακισχιλίων καὶ τετρακοσίων· σχεδὸν δή τι πρὸς τὴν διὰ Κασπίων πυλῶν μεσημβρινὴν γραμμὴν ἡμίσειαν ὀρθῆς ποιεῖν γωνίαν τὴν διὰ Κασπίων πυλῶν καὶ τῶν ὅρων τῆς τε Καρμανίας καὶ τῆς Περσίδος͵ καὶ νεύειν αὐτὴν ἐπὶ τὰ μέσα τῆς τε μεσημβρίας καὶ τῆς ἰσημερινῆς ἀνατολῆς· ταύτηι δ᾽ εἶναι παράλληλον τὸν Ἰνδὸν ποταμόν͵ ὥστε καὶ τοῦτον ἀπὸ τῶν ὀρῶν οὐκ ἐπὶ μεσημβρίαν ῥεῖν͵ ὥς φησιν Ἐρατοσθένης͵ ἀλλὰ μεταξὺ ταύτης καὶ τῆς ἰσημερινῆς ἀνατολῆς͵ καθάπερ ἐν τοῖς ἀρχαίοις πίναξι καταγέγραπται. τίς οὖν συγχωρήσει τὸ νῦν συσταθὲν τρίγωνον ἀμβλυγώνιον εἶναι͵ μὴ συγχωρῶν ὀρθογώνιον εἶναι τὸ περιέχον αὐτό; τίς δ᾽ ἐπὶ παραλλήλου κειμένην τὴν ἀπὸ Βαβυλῶνος εἰς Σοῦσα μίαν τῶν τὴν ἀμβλεῖαν περιεχουσῶν͵ τὴν ὅλην μὴ συγχωρῶν τὴν μέχρι Καρμανίας; τίς δὲ τῶι Ἰνδῶι παράλληλον τὴν ἀπὸ Κασπίων πυλῶν ἐπὶ τοὺς ὅρους τῆς Καρμανίας; ὧν χωρὶς κενὸς ἂν εἴη ὁ συλλογισμός. χωρὶς δὲ τούτων κἀκεῖνος εἴρηκεν͵ ὅτι ῥομβοειδές ἐστι τὸ σχῆμα τῆς Ἰνδικῆς· καὶ καθάπερ ἡ ἑωθινὴ πλευρὰ παρέσπασται πολὺ πρὸς ἕω͵ καὶ μάλιστα τῶι ἐσχάτωι ἀκρωτηρίωι͵ ὃ καὶ πρὸς μεσημβρίαν προπίπτει πλέον παρὰ τὴν ἄλλην ἠιόνα͵ οὕτω καὶ ἡ παρὰ τὸν Ἰνδὸν πλευρά. πάντα δὲ ταῦτα λέγει γεωμετρικῶς ἐλέγχων͵ οὐ πιθανῶς.

1.35

Ταῦτα δὲ καὶ αὐτὸς ἑαυτῶι ἐπενέγκας ἀπολύεται φήσας͵ εἰ μὲν παρὰ μικρὰ διαστήματα ὑπῆρχεν ὁ ἔλεγχος͵ συγγνῶναι ἂν ἦν· ἐπειδὴ δὲ παρὰ χιλιάδας σταδίων φαίνεται διαπίπτων͵ οὐκ εἶναι συγγνωστά· καίτοι ἐκεῖνόν γε καὶ παρὰ τετρακοσίους σταδίους αἰσθητὰ ἀποφαίνεσθαι τὰ παραλλάγματα͵ ὡς ἐπὶ τοῦ δι᾽ Ἀθηνῶν παραλλήλου καὶ τοῦ διὰ Ῥόδου. ἔστι δὲ τὸ πρὸς αἴσθησιν οὐχ ἁπλοῦν͵ ἀλλὰ τὸ μὲν ἐν πλάτει μείζονι τὸ δ᾽ ἐν ἐλάττονι· μείζονι μέν͵ ἂν αὐτῶι τῶι ὀφθαλμῶι πιστεύωμεν ἢ καρποῖς ἢ κράσεσιν ἀέρων πρὸς τὴν τῶν κλιμάτων κρίσιν͵ ἐλάττονι δ᾽͵ ἂν δι᾽ ὀργάνων γνωμονικῶν ἢ διοπτρικῶν. ὁ μὲν οὖν δι᾽ Ἀθηνῶν παράλληλος γνωμονικῶς ληφθεὶς καὶ ὁ διὰ Ῥόδου καὶ Καρίας͵ εἰκότως ἐν σταδίοις τοσούτοις αἰσθητὴν ἐποίησε τὴν διαφοράν. ὁ δ᾽ ἐν πλάτει μὲν τρισχιλίων σταδίων͵ μήκει δὲ καὶ τετρακισμυρίων ὄρους͵ πελάγους δὲ τρισμυρίων λαμβάνων τὴν ἀπὸ δύσεως ἐπ᾽ ἰσημερινὰς ἀνατολὰς γραμμήν͵ καὶ τὰ ἐφ᾽ ἑκάτερον τὸ μέρος τὰ μὲν νότια ὀνομάζων τὰ δὲ βόρεια͵ καὶ ταῦτα πλινθία καλῶν καὶ σφραγῖδας͵ νοείσθω πῶς καὶ ταῦτα λέγει καὶ πλευρὰ τὰ μὲν ἀρκτικὰ τὰ δὲ νότια͵ καὶ πῶς τὰ μὲν ἑσπέρια τὰ δὲ ἑωθινά· καὶ τὸ μὲν παρὰ πολὺ διαμαρτανόμενον παρορῶν ὑπεχέτω λόγον (δίκαιον γάρ)͵ τὸ δὲ παρὰ μικρὸν οὐδὲ παριδὼν ἐλεγκτέος ἐστίν. ἐνταῦθα δ᾽ οὐδετέρως αὐτῶι προσάγεταί τις ἔλεγχος· οὔτε γὰρ τῶν ἐν τοσούτωι πλάτει γεωμετρική τις δύναιτ᾽ ἂν [εἶναι] ἀπόδειξις͵ οὔτ᾽ ἐν οἷς ἐπιχειρεῖ γεωμετρεῖν ὁμολογουμένοις χρῆται λήμμασιν͵ ἀλλ᾽ ἑαυτῶι πλάσας.

1.36

Βέλτιον δὲ περὶ τῆς τετάρτης λέγει μερίδος͵ προσ τίθησι δὲ καὶ [τὸ] τοῦ φιλαιτίου καὶ τοῦ μένοντος ἐπὶ τῶν αὐτῶν ὑποθέσεων ἢ τῶν παραπλησίων. τοῦτο μὲν γὰρ ὀρθῶς ἐπιτιμᾶι διότι μῆκος ὀνομάζει τῆς μερίδος ταύτης τὴν ἀπὸ Θαψάκου μέχρι Αἰγύπτου γραμμήν͵ ὥσπερ εἴ τις παραλληλογράμμου τὴν διάμετρον μῆκος αὐτοῦ φαίη· οὐ γὰρ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖται ἥ τε Θάψακος καὶ ἡ τῆς Αἰγύπτου παραλία͵ ἀλλ᾽ ἐπὶ διεστώτων πολὺ ἀλλήλων͵ ἐν δὲ τῶι μεταξὺ διαγώνιός πως ἄγεται καὶ λοξὴ ἡ ἀπὸ Θαψάκου εἰς Αἴγυπτον. τὸ δὲ θαυμάζειν͵ πῶς ἐθάρρησεν εἰπεῖν ἑξακισχιλίων σταδίων τὸ ἀπὸ Πηλουσίου εἰς Θάψακον͵ πλειόνων ὄντων ἢ ὀκτακισχιλίων͵ οὐκ ὀρθῶς. λαβὼν γὰρ δι᾽ ἀποδείξεως μέν͵ ὅτι ὁ διὰ Πηλουσίου παράλληλος τοῦ διὰ Βαβυλῶνος πλείοσιν ἢ δισχιλίοις καὶ πεντακοσίοις σταδίοις νοτιώτερός ἐστι͵ κατ᾽ Ἐρατοσθένη δὲ (ὡς οἴεται)͵ διότι τοῦ διὰ Βαβυλῶνος ὁ διὰ τῆς Θαψάκου ἀρκτικώτερος τετρακισχιλίοις ὀκτακοσίοις͵ συμπίπτειν φησὶ πλείους τῶν ὀκτακισχιλίων. πῶς οὖν κατ᾽ Ἐρατοσθένη δείκνυται ἡ τοσαύτη ἀπόστασις τοῦ διὰ Βαβυλῶνος παραλλήλου ἀπὸ τοῦ διὰ Θαψάκου͵ ζητῶ. ὅτι μὲν γὰρ ἀπὸ Θαψάκου ἐπὶ Βαβυλῶνα τοσοῦτόν ἐστιν͵ εἴρηκεν ἐκεῖνος· ὅτι δὲ καὶ ἀπὸ τοῦ δι᾽ ἑκατέρου παραλλήλου ἐπὶ τὸν διὰ θατέρου͵ οὐκ εἴρηκεν· οὐδὲ γάρ͵ ὅτι ἐπὶ ταὐτοῦ μεσημβρινοῦ ἐστιν ἡ Θάψακος καὶ ἡ Βαβυλών. τἀναντία γὰρ αὐτὸς ὁ Ἵππαρχος ἔδειξε κατ᾽ Ἐρατοσθένη πλείοσιν ἢ χιλίοις σταδίοις συμβαίνειν ἀνατολικωτέραν εἶναι τὴν Βαβυλῶνα τῆς Θαψάκου. ἡμεῖς τε παρετίθεμεν τὰς Ἐρατοσθένους ἀποφάσεις͵ ἐν αἷς τὸν Τίγριν καὶ τὸν Εὐφράτην ἐγκυκλοῦσθαι τήν τε Μεσοποταμίαν καὶ τὴν Βαβυλωνίαν͵ καὶ τὸ πλέον γε τῆς ἐγκυκλώσεως τὸν Εὐφράτην ποιεῖν· ἀπὸ γὰρ τῶν ἄρκτων ἐπὶ μεσημβρίαν ῥυέντα ἐπιστρέφειν πρὸς τὰς ἀνατολάς͵ ἐκπίπτειν δὲ ἐπὶ μεσημβρίαν. ἡ μὲν οὖν ἐπὶ μεσημβρίαν ἀπὸ τῶν ἄρκτων ὁδὸς ὡς ἂν μεσημβρινοῦ τινός ἐστιν͵ ἡ δ᾽ ἐπὶ τὰς ἀνατολὰς ἐπιστροφὴ καὶ ἐπὶ τὴν Βαβυλῶνα ἔκνευσίς τέ ἐστιν ἀπὸ τοῦ μεσημβρινοῦ καὶ οὐκ ἐπ᾽ εὐθείας διὰ τὴν ῥηθεῖσαν ἐγκύκλωσιν. τὴν δέ γε ὁδὸν εἴρηκε τετρακισχιλίων καὶ ὀκτακοσίων σταδίων τὴν ἐπὶ Βαβυλῶνα ἀπὸ Θαψάκου παρὰ τὸν Εὐφράτην προσθείς͵ καθάπερ ἐπίτηδες͵ τοῦ μή τινα εὐθεῖαν αὐτὴν δέξασθαι καὶ μέτρον τοῦ μεταξὺ δυεῖν παραλλήλων διαστήματος. μὴ διδομένου δὲ τούτου͵ κενόν ἐστι καὶ τὸ ἐφεξῆς δείκνυσθαι δοκοῦν͵ ὅτι συνισταμένου ὀρθογωνίου τριγώνου πρός τε Πηλουσίωι καὶ Θαψάκωι καὶ τῆι τομῆι τοῦ τε διὰ Πηλουσίου παραλλήλου καὶ τοῦ διὰ Θαψάκου μεσημβρινοῦ͵ μία τῶν περὶ τὴν ὀρθήν͵ ἡ ἐπὶ τοῦ μεσημβρινοῦ͵ μείζων ἔσται τῆς ὑπὸ τὴν ὀρθήν͵ τῆς ἀπὸ Θαψάκου εἰς Πηλούσιον. κενὸν δὲ καὶ τὸ συνάπτον τούτωι͵ ἀπὸ μὴ συγχωρουμένου λήμματος κατασκευαζόμενον. οὐ γὰρ δὴ δίδοται τὸ ἀπὸ Βαβυλῶνος ἐπὶ τὸν διὰ Κασπίων πυλῶν μεσημβρινὸν εἶναι διάστημα τετρακισχιλίων ὀκτακοσίων. ἐλήλεγκται γὰρ ὑφ᾽ ἡμῶν ἐκ τῶν μὴ συγχωρουμένων ὑπ᾽ Ἐρατοσθένους κατεσκευακότα τοῦτο τὸν Ἵππαρχον· ἵνα δ᾽ ἀνίσχυρον ἦι τὸ ὑπὸ ἐκείνου διδόμενον͵ λαβὼν τὸ εἶναι πλείους ἢ ἐννακισχιλίους ἐκ Βαβυλῶνος ἐπὶ τὴν ἐκ Κασπίων πυλῶν οὕτως ἀγομένην γραμμήν͵ ὡς ἐκεῖνος εἴρηκεν͵ ἐπὶ τοὺς ὅρους τῆς Καρμανίας͵ ἐδείκνυε τὸ αὐτό.

1.37

Οὐ τοῦτο οὖν λεκτέον πρὸς τὸν Ἐρατοσθένη͵ ἀλλ᾽ ὅτι τῶν ἐν πλάτει λεγομένων καὶ μεγεθῶν καὶ σχημάτων εἶναί τι δεῖ μέτρον καὶ ὅπου μὲν μᾶλλον ὅπου δὲ ἔλαττον͵ συγχωρητέον. ληφθέντος γὰρ τοῦ τῶν ὀρῶν πλάτους τῶν ἐπὶ τὰς ἰσημερινὰς ἀνατολὰς ἐκτεινομένων τρισχιλίων σταδίων͵ ὁμοίως δὲ καὶ τοῦ τῆς θαλάττης τῆς μέχρι στηλῶν͵ μᾶλλον ἄν τις συγχωρήσειεν ὡς ἐπὶ μιᾶς γραμμῆς ἐξετάζεσθαι τὰς παραλλήλους ἐκείνης ἐν τῶι αὐτῶι πλάτει ἀγομένας ἢ τὰς συμπιπτούσας͵ καὶ τῶν συμπιπτουσῶν τὰς ἐν αὐτῶι ἐκείνωι τῶι πλάτει τὴν σύμπτωσιν ἐχούσας ἢ τὰς ἐκτός· ὡσαύτως καὶ τὰς διισταμένας μέχρι τοῦ μὴ ἐκβαίνειν τοῦ πλάτους ἢ τὰς ἐκβαινούσας͵ καὶ τὰς ἐν μείζονι μήκει μᾶλλον ἢ τὰς ἐν ἐλάττονι. καὶ γὰρ ἡ ἀνισότης τῶν μηκῶν συγκρύπτοιτ᾽ ἂν μᾶλλον καὶ ἡ ἀνομοιότης τῶν σχημάτων· οἷον ἐν τῶι πλάτει τοῦ Ταύρου παντὸς καὶ τῆς μέχρι στηλῶν θαλάττης͵ ὑποκειμένων τρισχιλίων σταδίων͵ νοεῖται ἕν τι παραλληλόγραμμον χωρίον͵ τὸ περιγράφον τό τε ὄρος ἅπαν καὶ τὴν λεχθεῖσαν θάλατταν. ἐὰν οὖν διέληις εἰς πλείω παραλληλόγραμμα τὸ μῆκος͵ καὶ τὴν διάμετρον ὅλου τε τούτου λάβηις καὶ τῶν μερῶν͵ ῥᾶιον ἂν ἡ τοῦ ὅλου διάμετρος ἡ αὐτὴ λογισθείη τῆι κατὰ τὸ μῆκος πλευρᾶι ἤπερ ἡ ἐν τοῖς μέρεσι· καὶ ὅσωι γ᾽ ἂν ἔλαττον ἦι τὸ παραλληλόγραμμον τὸ ληφθὲν ἐν μέρει͵ τοσῶιδε μᾶλλον τοῦτ᾽ ἂν συμβαίνοι. ἥ τε γὰρ λοξότης τῆς διαμέτρου ἧττον ἀπελέγχεται καὶ ἡ ἀνισότης τοῦ μήκους ἐν τοῖς μεγάλοις͵ ὥστ᾽ οὐδ᾽ ἂν ὀκνήσειας ἐπ᾽ αὐτῶν τὴν διάμετρον εἰπεῖν μῆκος τοῦ σχήματος. ἐὰν οὖν τὴν διάμετρον λοξώσηις μᾶλλον͵ ὥστε ἐκπεσεῖν ἔξω τῶν πλευρῶν ἑκατέρας ἢ τῆς γε ἑτέρας͵ οὐκ ἂν ὁμοίως ἔτι ταῦτα συμβαίνοι· τοιοῦτον δή τι λέγω τὸ μέτρον τῶν ἐν πλάτει λεγομένων. ὁ δ᾽ ἀπὸ τῶν Κασπίων πυλῶν τὴν μὲν δι᾽ αὐτῶν τῶν ὀρῶν λαμβάνων ὡς ἂν ἐπὶ ταὐτοῦ παραλλήλου μέχρι στηλῶν ἀγομένην͵ τὴν δ᾽ ἀπονεύουσαν εἰς Θάψακον εὐθὺς ἔξω πολὺ τῶν ὀρῶν͵ καὶ πάλιν ἐκ Θαψάκου προσεκβάλλων ἄλλην μέχρι Αἰγύπτου τοσοῦτον ἐπιλαμβάνουσαν πλάτος͵ εἶτα τῶι μήκει τῶι ταύτης καταμετρῶν τὸ τοῦ χωρίου μῆκος͵ διαμέτρωι τετραγώνου καταμετρεῖν ἂν δόξειε τὸ τοῦ τετραγώνου μῆκος. ὅταν δὲ μηδὲ διάμετρος ἦι ἀλλὰ κεκλασμένη ἡ γραμμή͵ πολὺ μᾶλλον ἂν δόξειε πλημμελεῖν· κεκλασμένη γάρ ἐστιν ἡ ἀπὸ Κασπίων πυλῶν διὰ Θαψάκου πρὸς τὸν Νεῖλον ἀγομένη. πρὸς μὲν Ἐρατοσθένη ταῦτα.

1.38

Πρὸς δὲ τὸν Ἵππαρχον κἀκεῖνο͵ ὅτι ἐχρῆν͵ ὡς κατηγορίαν πεποίηται τῶν ὑπ᾽ ἐκείνου λεχθέντων͵ οὕτω καὶ ἐπανόρθωσίν τινα ποιήσασθαι τῶν ἡμαρτημένων· ὅπερ ἡμεῖς ποιοῦμεν. ἐκεῖνος δ᾽ εἰ καί που τούτου πεφρόντικε͵ κελεύει ἡμᾶς τοῖς ἀρχαίοις πίναξι προσέχειν͵ δεομένοις παμπόλλωι τινὶ μείζονος ἐπανορθώσεως ἢ ὁ Ἐρατοσθένους πίναξ προσδεῖται. καὶ τὸ ἐπιφερόμενον δ᾽ ἐπιχείρημα τῆς αὐτῆς ἔχεται μοχθηρίας. λαμβάνει γὰρ ἐν λήμματι τὸ ἐκ τῶν μὴ διδομένων κατασκευασθέν͵ ὡς ἠλέγξαμεν ἡμεῖς͵ ὅτι Θαψάκου Βαβυλὼν ἀνατολικωτέρα ἐστὶν οὐ πλείοσιν ἢ χιλίοις σταδίοις· ὥστ᾽ εἰ καὶ πάνυ συνάγεται τὸ πλείοσιν ἢ δισχιλίοις καὶ τετρακοσίοις σταδίοις ἀνατολικωτέραν αὐτὴν εἶναι ἐκ τῶν λεγομένων ὑπὸ τοῦ Ἐρατοσθένους͵ ὅτι ἐπὶ τὴν τοῦ Τίγριδος διάβασιν͵ ἧι Ἀλέξανδρος διέβη͵ ἀπὸ Θαψάκου ἐστὶ σύντομος σταδίων δισχιλίων τετρακοσίων͵ ὁ δὲ Τίγρις καὶ ὁ Εὐφράτης ἐγκυκλωσάμενοι τὴν Μεσοποταμίαν͵ τέως μὲν ἐπ᾽ ἀνατολὰς φέρονται͵ εἶτ᾽ ἐπιστρέφουσι πρὸς νότον καὶ πλησιάζουσι τότε ἀλλήλοις τε ἅμα καὶ Βαβυλῶνι͵ οὐδὲν ἄτοπον συμβαίνει τῶι λόγωι.

1.39

Πλημμελεῖ δὲ καὶ ἐν τῶι ἑξῆς ἐπιχειρήματι͵ ἐν ὧι συνάγειν βούλεται͵ ὅτι τὴν ἀπὸ Θαψάκου ἐπὶ Κασπίους πύλας ὁδόν͵ ἣν μυρίων σταδίων Ἐρατοσθένης εἴρηκεν͵ οὐκ ἐπ᾽ εὐθείας ἀναμεμετρημένην ὡς ἐπ᾽ εὐθείας παραδίδωσι͵ τῆς εὐθείας πολὺ ἐλάττονος οὔσης. ἡ δ᾽ ἔφοδός ἐστιν αὐτῶι τοιαύτη. φησὶν εἶναι κατ᾽ Ἐρατοσθένη τὸν αὐτὸν μεσημβρινὸν τόν τε διὰ τοῦ Κανωβικοῦ στόματος καὶ τὸν διὰ Κυανέων͵ διέχειν δὲ τοῦτον τοῦ διὰ Θαψάκου ἑξακισχιλίους τριακοσίους σταδίους͵ τὰς δὲ Κυανέας τοῦ Κασπίου ὄρους ἑξακισχιλίους ἑξακοσίους͵ ὃ κεῖται κατὰ τὴν ὑπέρθεσιν τὴν ἐπὶ τὸ Κάσπιον πέλαγος ἐκ Κολχίδος͵ ὥστε παρὰ τριακοσίους σταδίους τὸ ἴσον εἶναι διάστημα ἀπὸ τοῦ διὰ Κυανέων μεσημβρινοῦ ἐπί τε Θάψακον καὶ ἐπὶ τὸ Κάσπιον· τρόπον δή τινα ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κεῖσθαι τήν τε Θάψακον καὶ τὸ Κάσπιον· τούτωι δ᾽ ἀκολουθεῖν τὸ ἀφεστάναι ἴσον τὰς Κασπίους πύλας Θαψάκου τε καὶ τοῦ Κασπίου͵ [τοῦ δὲ Κασπίου] πολὺ ἐλάττους ἀφεστάναι τῶν μυρίων͵ ὅσους φησὶν ἀφεστάναι Ἐρατοσθένης τῆς Θαψάκου͵ [τῆς Θαψάκου] ἄρα πολὺ ἐλάττους ἢ μυρίους ἀφεστάναι τοὺς ἐπ᾽ εὐθείας. κυκλοπορίαν ἄρα εἶναι τοὺς μυρίους͵ [οὓς] λογίζεται ἐκεῖνος ἐπ᾽ εὐθείας ἀπὸ Κασπίων πυλῶν εἰς Θάψακον. ἐροῦμεν δὲ πρὸς αὐτόν͵ ὅτι τοῦ Ἐρατοσθένους ἐν πλάτει λαμβάνοντος [τὰς] εὐθείας͵ ὅπερ οἰκεῖόν ἐστι γεωγραφίας͵ ἐν πλάτει δὲ καὶ τὰς μεσημβρινὰς καὶ τὰς ἐπὶ ἰσημερινὴν ἀνατολήν͵ ἐκεῖνος γεωμετρικῶς αὐτὸν εὐθύνει καὶ ὡς ἂν δι᾽ ὀργάνων λάβοι τις τούτων ἕκαστον͵ οὐδὲ αὐτὸς δι᾽ ὀργάνων ἀλλὰ μᾶλλον στοχασμῶι λαμβάνων καὶ τὸ πρὸς ὀρθὰς καὶ τὸ παραλλήλους. ἓν μὲν δὴ τοῦθ᾽ ἁμάρτημα· ἕτερον δὲ τὸ μηδὲ τὰ κείμενα παρ᾽ ἐκείνωι διαστήματα τίθεσθαι ὑπ᾽ αὐτοῦ͵ μηδὲ πρὸς ἐκεῖνα τὸν ἔλεγχον προσάγεσθαι͵ ἀλλὰ πρὸς τὰ ὑπ᾽ αὐτοῦ πλαττόμενα. διόπερ πρῶτον μὲν ἐκείνου τὸ ἀπὸ τοῦ στόματος ἐπὶ Φᾶσιν εἰπόντος σταδίων ὀκτακισχιλίων͵ καὶ προσθέντος τοὺς εἰς Διοσκουριάδα ἐνθένδε ἑξακοσίους͵ τὴν δ᾽ ἀπὸ Διοσκουριάδος εἰς τὸ Κάσπιον ὑπέρθεσιν ἡμερῶν πέντε͵ ἥτις κατ᾽ αὐτὸν Ἵππαρχον εἰκάζεται λέγεσθαι ὅσον χιλίων σταδίων͵ ὥστε τὴν σύμπασαν κατ᾽ Ἐρατοσθένη κεφαλαιοῦσθαι ἐννακισχιλίων ἑξακοσίων· αὐτὸς συντέτμηκε καὶ φησὶν ἐκ μὲν Κυανέων εἰς Φᾶσιν πεντακισχιλίους ἑξακοσίους͵ εἰς δὲ Κάσπιον ἐνθένδε ἄλλους χιλίους· ὥστ᾽ οὐ κατ᾽ Ἐρατοσθένη συμβαίνοι ἂν ἐπὶ τοῦ αὐτοῦ πως μεσημβρινοῦ τό τε Κάσπιον εἶναι καὶ τὴν Θάψακον͵ ἀλλὰ κατ᾽ αὐτόν. φέρε δ᾽ οὖν κατ᾽ Ἐρατοσθένη· πῶς οὖν τούτωι ἕπεται τὸ τὴν ἀπὸ τοῦ Κασπίου ἐπὶ Κασπίους πύλας ἴσην εἶναι τῆι ἀπὸ Θαψάκου ἐπὶ τὸ αὐτὸ σημεῖον;

1.40

Ἐν δὲ τῶι δευτέρωι ὑπομνήματι ἀναλαβὼν πάλιν τὴν αὐτὴν ζήτησιν τὴν περὶ τῶν ὅρων τῶν κατὰ τὸν Ταῦρον͵ περὶ ὧν ἱκανῶς εἰρήκαμεν͵ μεταβαίνει πρὸς τὰ βόρεια μέρη τῆς οἰκουμένης· εἶτ᾽ ἐκτίθεται τὰ λεχθέντα ὑπὸ τοῦ Ἐρατοσθένους περὶ τῶν μετὰ τὸν Πόντον τόπων͵ ὅτι φησὶ τρεῖς ἄκρας ἀπὸ τῶν ἄρκτων καθήκειν· μίαν μὲν ἐφ᾽ ἧς ἡ Πελοπόννησος͵ δευτέραν δὲ τὴν Ἰταλικήν͵ τρίτην δὲ τὴν Λιγυστικήν͵ ὑφ᾽ ὧν κόλπους ἀπολαμβάνεσθαι τόν τε Ἀδριατικὸν καὶ τὸν Τυρρηνικόν. ταῦτα δ᾽ ἐκθέμενος καθόλου πειρᾶται τὰ καθ᾽ ἕκαστα περὶ αὐτῶν λεγόμενα ἐλέγχειν γεωμετρικῶς μᾶλλον ἢ γεωγραφικῶς. ἔστι δὲ τοσοῦτον τῶν ἁμαρτανομένων ἐν αὐτοῖς ὑπὸ τοῦ Ἐρατοσθένους τὸ πλῆθος͵ καὶ ὑπὸ Τιμοσθένους τοῦ τοὺς λιμένας συγγράψαντος (ὃν ἐπαινεῖ μὲν ἐκεῖνος μάλιστα τῶν ἄλλων͵ διαφωνῶν δ᾽ ἐλέγχεται πρὸς αὐτὸν πλεῖστα)͵ ὥστ᾽ οὐκ ἄξιον ἡγοῦμαι διαιτᾶν οὔτ᾽ ἐκείνους ἐπὶ τοσοῦτον διαμαρτάνοντας τῶν ὄντων͵ οὔτε τὸν Ἵππαρχον. καὶ γὰρ οὗτος τὰ μὲν παραλείπει τῶν ἡμαρτημένων τὰ δ᾽ οὐκ ἐπανορθοῖ͵ ἀλλ᾽ ἐλέγχει μόνον ὅτι ψευδῶς ἢ μαχομένως εἴρηται. αἰτιάσαιτο μὲν γὰρ καὶ τοῦτ᾽ ἂν ἴσως τις͵ ὅτι φησὶν ἄκρας τρεῖς τῆς Εὐρώπης͵ μίαν μὲν τιθεὶς τὴν ἐφ᾽ ἧς ἡ Πελοπόννησος· ἔχει γάρ τι πολυσχιδές· καὶ γὰρ τὸ Σούνιον ἀκρωτηριάζει ὁμοίως τῆι Λακωνικῆι͵ οὐ πολὺ ἧττον μεσημβρινώτερον ὂν τῶν Μαλεῶν καὶ κόλπον ἀπολαμβάνον ἀξιόλογον. καὶ ἡ Θραικία Χερρόνησος ἀπολαμβάνει πρὸς τὸ Σούνιον τόν τε Μέλανα κόλπον καὶ τοὺς ἐφεξῆς τοὺς Μακεδονικούς. εἰ δ᾽ οὖν παρείημεν τοῦτο͵ καὶ τῶν διαστημάτων τὰ πλεῖστα φανερῶς ψευδογραφούμενα ἐλέγχει τὴν ἀπειρίαν τῶν τόπων ὑπερβάλλουσαν καὶ οὐ δεομένην γεωμετρικῶν ἐλέγχων͵ ἀλλὰ φανερῶν καὶ αὐτόθεν ἐκμαρτυρεῖσθαι δυναμένων· οἷον ὅτι ἐξ Ἐπιδάμνου πρὸς τὸν Θερμαῖον κόλπον ἡ ὑπέρβασίς ἐστι πλειόνων ἢ δισχιλίων σταδίων· ὁ δ᾽ ἐνακοσίων φησίν· ἐκ δὲ Ἀλεξανδρείας εἰς Καρχηδόνα ὑπὲρ μυρίους καὶ τρισχιλίους͵ οὐ πλείους ὄντας τῶν ἐννακισχιλίων͵ εἴπερ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἐστι κατὰ τοῦτον τῆι μὲν Ἀλεξανδρείαι Καρία καὶ Ῥόδος͵ τῆι δὲ Καρχηδόνι ὁ πορθμός. πάντες γὰρ ὁμολογοῦσι μὴ πλειόνων εἶναι τὸν ἐκ Καρίας ἐπὶ πορθμὸν πλοῦν σταδίων ἢ ἐνακισχιλίων· ὅ τε μεσημβρινὸς ἐν μεγάλωι μέν τινι διαστήματι λαμβανόμενος δοθείη ἂν ὁ αὐτὸς εἶναι τοσοῦτον δυσμικώτερος πρὸς τὸν ἑωθινώτερον ὅσον ἡ Καρχηδών ἐστι τοῦ πορθμοῦ πρὸς δύσει μᾶλλον͵ ἐν δὲ τετρακισχιλίοις σταδίοις ἔχει καταφανῆ τὸν ἔλεγχον. ὁ δὲ καὶ τὴν Ῥώμην τιθεὶς ἐπὶ ταὐτοῦ μεσημβρινοῦ τὴν τοσοῦτον καὶ Καρχηδόνος δυσμικωτέραν͵ ὑπερβολὴν οὐκ ἀπολείπει τῆς τῶν τόπων ἀπειρίας καὶ τούτων καὶ τῶν ἐφεξῆς πρὸς δύσιν μέχρι στηλῶν.

1.41

Ἱππάρχωι μὲν οὖν μὴ γεωγραφοῦντι ἀλλ᾽ ἐξετάζοντι τὰ λεχθέντα ἐν τῆι γεωγραφίαι τῆι Ἐρατοσθένους οἰκεῖον ἦν ἐπὶ πλέον τὰ καθ᾽ ἕκαστα εὐθύνειν. ἡμεῖς δ᾽ ἐν οἷς μὲν κατορθοῖ͵ τὸ πλέον δ᾽ ἔτι ὅπου καὶ πλημμελεῖ͵ τὸν καθ᾽ ἕκαστα οἰκεῖον λόγον ὠιήθημεν δεῖν προσάγειν͵ τὰ μὲν ἐπανορθοῦντες͵ ὑπὲρ ὧν δ᾽ ἀπολυόμενοι τὰς ἐπιφερομένας αἰτίας ὑπὸ τοῦ Ἱππάρχου͵ καὶ αὐτὸν τὸν Ἵππαρχον συνεξετάζομεν͵ ὅπου τι φιλαιτίως εἴρηκεν. ἐν δὲ τούτοις ὁρῶντες ἤδη τὸν μὲν τελέως παραπαίοντα͵ τὸν δὲ δικαίως ἐπικαλοῦντα͵ ἀρκεῖν ὑπολαμβάνομεν͵ ἂν ἐν αὐτῆι τῆι γεωγραφίαι τὰ ὄντα λέγοντες ἐπανορθῶμεν αὐτόν. ἐφ᾽ ὧν γὰρ συνεχῆ καὶ ἐπιπολάζοντά ἐστι τὰ ἁμαρτανόμενα͵ κρεῖττον μηδὲ μεμνῆσθαι πλὴν εἰ σπάνιόν τι καὶ καθόλου͵ ὅπερ πειρασόμεθα ποιεῖν ἐν τοῖς καθ᾽ ἕκαστα. καὶ νῦν δ᾽ εἰρήσθω ὅτι καὶ Τιμοσθένης καὶ Ἐρατοσθένης καὶ οἱ ἔτι τούτων πρότεροι τελέως ἠγνόουν τά τε Ἰβηρικὰ καὶ τὰ Κελτικά͵ μυρίωι δὲ μᾶλλον τὰ Γερμανικὰ καὶ τὰ Βρεττανικά͵ ὡς δ᾽ αὕτως τὰ τῶν Γετῶν καὶ Βασταρνῶν. ἐπὶ πολὺ δ᾽ ἀγνοίας ἐτύγχανον ἀφιγμένοι καὶ τῶν κατ᾽ Ἰταλίαν καὶ τὸν Ἀδρίαν καὶ τὸν Πόντον καὶ τῶν ἐφεξῆς προσαρκτίων μερῶν· εἰ καὶ τὰ τοιαῦτα ἴσως φιλαίτια. τοῦ γὰρ Ἐρατοσθένους ἐπὶ τῶν πόρρω διεστηκότων τὰ παραδεδομένα φάσκοντος ἐρεῖν διαστήματα͵ μὴ διισχυριζομένου δὲ καὶ λέγοντος ὡς παρέλαβε͵ προστιθέντος δ᾽ ἔστιν ὅπου τὰ ἐπ᾽ εὐθείας μᾶλλον καὶ ἧττον͵ οὐ δεῖ προσάγειν τὸν ἀκριβῆ ἔλεγχον τοῖς μὴ ὁμολογουμένοις πρὸς ἄλληλα διαστήμασιν· ὅπερ ποιεῖν πειρᾶται ὁ Ἵππαρχος ἔν τε τοῖς πρότερον λεχθεῖσι καὶ ἐν οἷς τὰ περὶ τὴν Ὑρκανίαν μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα ἐθνῶν ἐκτίθεται διαστήματα͵ καὶ ἔτι τὰ ἀπὸ Κολχίδος ἐπὶ τὴν Ὑρκανίαν θάλατταν. οὐ γὰρ ὁμοίως ἐπί τε τούτων ἐξεταστέον αὐτὸν καὶ ἐπὶ τῶν κατὰ τὴν ἠπειρῶτιν παραλίαν καὶ τοὺς ἄλλους τοὺς οὕτω γνωρίμους τόπους· ἀλλ᾽ οὐδ᾽ ἐπὶ τούτων γεωμετρικῶς͵ ὅπερ ἔφην͵ ἀλλὰ γεωγραφικῶς μᾶλλον. αἰτιασάμενος δ᾽ οὖν τινα τῶν Αἰθιοπικῶν ἐπὶ τέλει τοῦ δευτέρου ὑπομνήματος τῶν πρὸς τὴν Ἐρατοσθένους γεωγραφίαν πεποιημένων͵ ἐν τῶι τρίτωι φησὶ τὴν μὲν πλείω θεωρίαν ἔσεσθαι μαθηματικήν͵ ἐπὶ ποσὸν δὲ καὶ γεωγραφικήν· οὐδ᾽ ἐπὶ ποσὸν μέντοι δοκεῖ μοι ποιήσασθαι γεωγραφικήν͵ ἀλλὰ πᾶσαν μαθηματικήν͵ διδόντος καὶ τοῦ Ἐρατοσθένους τὴν τοιαύτην πρόφασιν. πολλαχοῦ γὰρ ἐκπίπτει πρὸς τὸ ἐπιστημονικώτερον τῆς προκειμένης ἱστορίας͵ ἐκπεσὼν δὲ οὐκ ἀκριβεῖς ἀλλ᾽ ὁλοσχερεῖς ποιεῖται τὰς ἀποφάσεις͵ τρόπον τινὰ ἐν μὲν τοῖς γεωγραφικοῖς μαθηματικὸς ἐν δὲ τοῖς μαθηματικοῖς γεωγραφικὸς ὤν͵ ὥστε πρὸς ἄμφω δίδωσιν ἀφορμὰς τοῖς ἀντιλέγουσιν͵ ἐν δὲ τούτωι τῶι ὑπομνήματι καὶ δικαίας καὶ οὗτος καὶ ὁ Τιμοσθένης͵ ὥστ᾽ οὐδ᾽ ἡμῖν καταλείπεται συνεπισκοπεῖν͵ ἀλλ᾽ ἀρκεῖσθαι τοῖς ὑπὸ τοῦ Ἱππάρχου λεχθεῖσιν.


Κεφάλαιο 2 2.1

Ἴδωμεν δὲ καὶ Ποσειδώνιον ἅ φησιν ἐν τοῖς περὶ ὠκεανοῦ· δοκεῖ γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν͵ τὰ μὲν οἰκείως τὰ δὲ μαθηματικώτερον. οὐκ ἄτοπον οὖν ἔνια καὶ τῶν ὑπὸ τούτου λεγομένων διαιτῆσαι͵ τὰ μὲν νῦν τὰ δ᾽ ἐν τοῖς καθ᾽ ἕκαστα ὡς ἂν ὑποπίπτηι͵ μέτρου τινὸς ἐχομένους. ἔστιν οὖν τι τῶν πρὸς γεωγραφίαν οἰκείων τὸ τὴν γῆν ὅλην ὑποθέσθαι σφαιροειδῆ καθάπερ καὶ τὸν κόσμον͵ καὶ τὰ ἄλλα παραδέξασθαι τὰ ἀκόλουθα τῆι ὑποθέσει ταύτηι· τούτων δ᾽ ἐστὶ καὶ τὸ πεντάζωνον αὐτὴν εἶναι.

2.2

Φησὶ δὴ ὁ Ποσειδώνιος τῆς εἰς πέντε ζώνας διαιρέσεως ἀρχηγὸν γενέσθαι Παρμενίδην· ἀλλ᾽ ἐκεῖνον μὲν σχεδόν τι διπλασίαν ἀποφαίνειν τὸ πλάτος τὴν διακεκαυμένην ὑπερπίπτουσαν ἑκατέρων τῶν τροπικῶν εἰς τὸ ἐκτὸς καὶ πρὸς ταῖς εὐκράτοις· Ἀριστοτέλη δὲ αὐτὴν καλεῖν τὴν μεταξὺ τῶν τροπικῶν͵ τὰς δὲ μεταξὺ τῶν τροπικῶν καὶ τῶν ἀρκτικῶν εὐκράτους. ἀμφοτέροις δ᾽ ἐπιτιμᾶι δικαίως· διακεκαυμένην γὰρ λέγεσθαι τὸ ἀοίκητον διὰ καῦμα· τῆς δὲ μεταξὺ τῶν τροπικῶν πλέον ἢ τὸ ἥμισυ τοῦ πλάτους οὐκ οἰκήσιμόν ἐστιν ἐκ τῶν ὑπὲρ Αἰγύπτου στοχαζομένοις Αἰθιόπων͵ εἴπερ τὸ μὲν ἥμισυ τοῦ παντὸς πλάτους ἐστὶν ὃ διαιρεῖ ἐφ᾽ ἑκάτερα ὁ ἰσημερινός͵ τούτου δὲ τὸ μὲν ἀπὸ τῆς Συήνης͵ ἥπερ ἐστὶν ὅριον τοῦ θερινοῦ τροπικοῦ͵ εἰς Μερόην εἰσὶ πεντακισχίλιοι͵ τὸ δ᾽ ἐνθένδε ἕως [τοῦ] τῆς Κινναμωμοφόρου παραλλήλου͵ ὅσπερ ἐστὶν ἀρχὴ τῆς διακεκαυμένης͵ τρισχίλιοι. τοῦτο μὲν οὖν τὸ διάστημα πᾶν ἐστι μετρητόν͵ πλεῖταί τε γὰρ καὶ ὁδεύεται· τὸ δ᾽ ἑξῆς μέχρι τοῦ ἰσημερινοῦ λόγωι δείκνυται κατὰ τὴν ὑπ᾽ Ἐρατοσθένους γενομένην ἀναμέτρησιν τῆς γῆς ὅτι ἐστὶ σταδίων ὀκτακισχιλίων ὀκτακοσίων· ὃν δὴ λόγον ἔχει τὰ μύρια ἑξακισχίλια ὀκτακόσια πρὸς τὰ ὀκτακισχίλια [ὀκτακόσια]͵ τοῦτον ἂν ἔχοι τὸ μεταξὺ τῶν τροπικῶν διάστημα πρὸς τὸ τῆς διακεκαυμένης πλάτος. κἂν τῶν νεωτέρων δὲ ἀναμετρήσεων εἰσάγηται ἡ ἐλαχίστην ποιοῦσα τὴν γῆν͵ οἵαν ὁ Ποσειδώνιος ἐγκρίνει περὶ ὀκτωκαίδεκα μυριάδας οὖσαν͵ περὶ ἥμισύ που ἀποφαίνει τὴν διακεκαυμένην τῆς μεταξὺ τῶν τροπικῶν ἢ μικρῶι τοῦ ἡμίσους μείζονα͵ ἴσην δὲ καὶ τὴν αὐτὴν οὐδαμῶς. τοῖς τε ἀρκτικοῖς οὔτε παρὰ πᾶσιν οὖσιν οὔτε τοῖς αὐτοῖς πανταχοῦ τίς ἂν διορίζοι τὰς εὐκράτους͵ αἵπερ εἰσὶν ἀμετάπτωτοι; τὸ μὲν οὖν μὴ παρὰ πᾶσιν εἶναι τοὺς ἀρκτικούς͵ οὐδὲν ἂν εἴη πρὸς τὸν ἔλεγχον· δεῖ γὰρ παρὰ τοῖς τὴν εὔκρατον οἰκοῦσιν εἶναι πᾶσι͵ πρὸς οὕσπερ καὶ λέγεται μόνους εὔκρατος. τὸ δὲ μὴ πανταχοῦ τὸν αὐτὸν τρόπον͵ ἀλλὰ μεταπίπτειν͵ καλῶς εἴληπται.

2.3

Αὐτὸς δὲ διαιρῶν εἰς τὰς ζώνας πέντε μέν φησιν εἶναι χρησίμους πρὸς τὰ οὐράνια͵ τούτων δὲ περισκίους δύο τὰς ὑπὸ τοῖς πόλοις μέχρι τῶν ἐχόντων τοὺς τροπικοὺς ἀρκτικούς͵ ἑτεροσκίους δὲ τὰς ἐφεξῆς ταύταις δύο μέχρι τῶν ὑπὸ τοῖς τροπικοῖς οἰκούντων͵ ἀμφίσκιον δὲ τὴν μεταξὺ τῶν τροπικῶν· πρὸς δὲ τὰ ἀν θρώπεια ταύτας τε καὶ δύο ἄλλας στενὰς τὰς ὑπὸ τοῖς τροπικοῖς͵ καθ᾽ ἃς ἥμισύ πως μηνὸς κατὰ κορυφήν ἐστιν ὁ ἥλιος͵ δίχα διαιρουμένας ὑπὸ τῶν τροπικῶν. ἔχειν γάρ τι ἴδιον τὰς ζώνας ταύτας͵ αὐχμηράς τε ἰδίως καὶ ἀμμώδεις ὑπαρχούσας καὶ ἀφόρους πλὴν σιλφίου καὶ πυρωδῶν τινων καρπῶν συγκεκαυμένων· ὄρη γὰρ μὴ εἶναι πλησίον ὥστε τὰ νέφη προσπίπτοντα ὄμβρους ποιεῖν͵ μηδὲ δὴ ποταμοῖς διαρρεῖσθαι· διόπερ οὐλότριχας καὶ οὐλόκερως καὶ προχείλους καὶ πλατύρρινας γεννᾶσθαι· τὰ γὰρ ἄκρα αὐτῶν συστρέφεσθαι· καὶ τοὺς ἰχθυοφάγους δὲ κατὰ ταύτας τὰς ζώνας οἰκεῖν. ὅτι δὲ ταῦτ᾽ ἴδια τῶν ζωνῶν τούτων͵ δηλοῦν φησὶ τὸ τοὺς νοτιωτέρους αὐτῶν ἔχειν τὸ περιέχον εὐκρατότερον καὶ τὴν γῆν καρπιμωτέραν καὶ εὐυδροτέραν.


Κεφάλαιο 3

3.1

Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ͵ δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑποπιπτούσας͵ δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν͵ [καὶ δύο τὰς μεταξὺ τούτων] καὶ τοῦ ἰσημερινοῦ. ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς ἅμα καὶ γεωγραφικῶς εἰρῆσθαι· φυσικῶς μέν͵ ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς τὴν τοῦ περιέχοντος κρᾶσιν· πρὸς μὲν τὰ οὐράνια͵ ὅτι τοῖς περισκίοις [καὶ τοῖς ἑτεροσκίοις] καὶ τοῖς ἀμφισκίοις οὕτως ἂν ἄριστα διοριζομένοις συνδιορίζεται καὶ τὰ περὶ τὴν θέαν τῶν ἄστρων͵ ὁλοσχερεῖ τινι μερισμῶι λαμβάνοντα τὴν ἐξάλλαξιν· πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν͵ ὅτι τῆς τούτου κράσεως πρὸς τὸν ἥλιον κρινομένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι πρός τε τὰς τῶν ζώιων καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων ἡμισυσταλεῖς τῶν ὑπὸ τῶι ἀέρι καὶ ἐν αὐτῶι ἐκείνωι͵ ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ μεσότης. αὕτη δὲ τῶι εἰς τὰς ζώνας μερισμῶι λαμβάνει τὴν οἰκείαν διάκρισιν· αἵ τε γὰρ κατεψυγμέναι δύο τὴν ἔλλειψιν τοῦ θάλπους ὑπαγορεύουσιν εἰς μίαν τοῦ περιέχοντος φύσιν συναγόμεναι͵ αἵ τε εὔκρατοι παραπλησίως εἰς μίαν τὴν μεσότητα ἄγονται͵ εἰς δὲ τὴν λοιπὴν ἡ λοιπὴ μία καὶ διακεκαυμένη. ὅτι δὲ καὶ γεωγραφικός ἐστιν ὁ μερισμός͵ δῆλον· ζητεῖ γὰρ ἡ γεωγραφία τῆς ἑτέρας τῶν εὐκράτων ἀφορίσαι τὸ οἰκούμενον ὑφ᾽ ἡμῶν τμῆμα· πρὸς δύσει μὲν οὖν καὶ ἀνατολῆι θάλαττά ἐστιν ἡ περατοῦσα͵ πρὸς δὲ τὰ νότια καὶ τὰ βόρεια ὁ ἀήρ͵ ὁ μὲν μέσος εὔκρατος ὢν καὶ φυτοῖς καὶ ζώιοις͵ ὁ δ᾽ ἐφ᾽ ἑκάτερα δύσκρατος ὑπερβολῆι καὶ ἐλλείψει τοῦ θάλπους. εἰς δὲ τὰς τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως· τῶι γὰρ ἰσημερινῶι τμηθεῖσα δίχα ἡ σφαῖρα τῆς γῆς εἴς τε τὸ βόρειον ἡμισφαίριον͵ ἐν ὧι ἡμεῖς ἐσμεν͵ καὶ τὸ νότιον ὑπέγραψε τὰς τρεῖς διαφοράς· τὰ μὲν γὰρ πρὸς τῶι ἰσημερινῶι καὶ τῆι διακεκαυμένηι ζώνηι διὰ καῦμα ἀοίκητά ἐστι͵ τὰ δὲ πρὸς τῶι πόλωι διὰ ψῦχος͵ τὰ δὲ μέσα τὰ εὔκρατα καὶ τὰ οἰκήσιμα. ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε ταύτας προστίθησιν οὐδ᾽ ὁμοίαι κεχρημένας διαφορᾶι͵ ἀλλ᾽ ὡς ἂν εἰ καὶ ταῖς ἐθνικαῖς διαφοραῖς ἀπέφαινε ζώνας͵ ἄλλην μὲν τὴν Αἰθιοπικήν͵ ἄλλην δὲ τὴν Σκυθικὴν καὶ Κελτικήν͵ τρίτην δὲ τὴν ἀνὰ μέσον.

3.2

Ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ τὸ ποιεῖν τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας͵ δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν τροπικῶν· εἴρηται γὰρ ὅτι τοῖς μεταπίπτουσι σημείοις οὐχ ὁριστέον τὰ ἀμετάπτωτα. οὐδὲ τοῖς τροπικοῖς δὲ τῆς διακεκαυμένης ὅροις χρηστέον· καὶ [γὰρ] τοῦτ᾽ εἴρηται. τὴν διακεκαυμένην μέντοι δίχα διαιρῶν πρὸς οὐ φαύλην ἐπίνοιαν φαίνεται κεκινημένος͵ πρὸς ἣν καὶ ὅλην δίχα διαιροῦμεν εὐφυῶς τὴν γῆν εἴς τε τὸ βόρειον ἡμισφαίριον καὶ τὸ νότιον τῶι ἰσημερινῶι· δῆλον γὰρ ὅτι διαιρεῖται κατὰ ταύτην τὴν τομὴν καὶ ἡ διακεκαυμένη͵ [καὶ] ποιεῖ τινα ἐπιτηδειότητα͵ ὥστε καὶ τὸ ἡμισφαίριον ἑκάτερον ἐξ ὅλων συντετάχθαι τριῶν ζωνῶν ὁμοιοειδῶν τῶν ἐν θατέρωι. ἡ μὲν οὖν τοιαύτη τομὴ δέχεται τὴν εἰς ἓξ ζώνας διαίρεσιν͵ ἡ δ᾽ ἑτέρα οὐ πάνυ. εἰ γοῦν τῶι διὰ τῶν πόλων δίχα τέμνοις τὴν γῆν͵ οὐκ ἂν εἰκότως ἑκάτερον τῶν ἡμισφαιρίων͵ τό τε ἑσπέριον καὶ τὸ ἀνατολικόν͵ τέμνοις εἰς ζώνας ἕξ͵ ἀλλὰ ἡ εἰς πέντε ἀρκοῦσα ἂν εἴη· τὸ γὰρ ὁμοιοπαθὲς τῶν τμημάτων ἀμφοτέρων τῆς διακεκαυμένης͵ ἃ ποιεῖ ὁ ἰσημερινός͵ καὶ τὸ συγκεῖσθαι περιττὴν καὶ περίεργον ἀποφαίνει τὴν τομήν͵ ὁμοιοειδῶν μὲν οὐσῶν καὶ τῶν εὐκράτων καὶ τῶν κατεψυγμένων͵ ἀλλ᾽ οὐ συγκειμένων· οὕτως οὖν καὶ τὴν ὅλην γῆν ἐκ τῶν τοιούτων ἡμισφαιρίων ἐπινοουμένην ἀρκούντως ἂν εἰς πέντε διαιροίης. εἰ δ᾽͵ ὥσπερ Ἐρατοσθένης φησίν͵ ἡ ὑποπίπτουσα τῶι ἰσημερινῶι ἐστὶν εὔκρατος͵ καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ (προστίθησι δ᾽ οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται͵ τῶν βορείων νεφῶν κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων)͵ πολὺ κρεῖττον τρίτην εὔκρατον ταύτην ποιεῖν στενήν τινα͵ ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν. συνηγορεῖ δὲ τούτοις καὶ τὰ τοιαῦτα͵ ὧν μέμνηται καὶ Ποσειδώνιος͵ τὸ ἐκεῖ τὰς μεταστάσεις ὀξυτέρας εἶναι τὰς εἰς τὰ πλάγια͵ ὡς δ᾽ αὕτως καὶ τὰς ἀπ᾽ ἀνατολῆς ἐπὶ δύσιν τοῦ ἡλίου· ὀξύτεραι γὰρ αἱ κατὰ μεγίστου κύκλου τῶν ὁμοταχῶν κινήσεων.

3.3

Ἐνίσταται δ᾽ ὁ Ποσειδώνιος τῶι Πολυβίωι͵ διότι φησὶ τὴν ὑπὸ τῶι ἰσημερινῶι οἴκησιν ὑψηλοτάτην· οὐδὲν γὰρ εἶναι κατὰ τὴν σφαιρικὴν ἐπιφάνειαν ὕψος διὰ τὴν ὁμαλότητα͵ οὐδὲ δὴ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῶι ἰσημερινῶι͵ ἀλλὰ μᾶλλον πεδιάδα ἰσόπεδόν πως τῆι ἐπιφανείαι τῆς θαλάττης· τοὺς δὲ πληροῦντας τὸν Νεῖλον ὄμβρους ἐκ τῶν Αἰθιοπικῶν ὀρῶν συμβαίνειν. ταῦτα δ᾽ εἰπὼν ἐνταῦθα ἐν ἄλλοις συγχωρεῖ͵ φήσας ὑπονοεῖν ὄρη εἶναι τὰ ὑπὸ τῶι ἰσημερινῶι͵ πρὸς ἃ ἑκατέρωθεν ἀπὸ τῶν εὐκράτων ἀμφοῖν προσπίπτοντα τὰ νέφη ποιεῖν τοὺς ὄμβρους. αὕτη μὲν οὖν ἡ ἀνομολογία φανερά· ἀλλὰ καὶ δοθέντος τοῦ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῶι ἰσημερινῶι͵ ἄλλη τις ἀνακύπτειν ἂν δόξειεν· οἱ γὰρ αὐτοὶ σύρρουν φασὶν εἶναι τὸν ὠκεανόν. πῶς οὖν ὄρη κατὰ μέσον ἱδρύουσιν αὐτόν; πλὴν εἰ νήσους τινὰς βούλονται λέγειν. ὅπως δὲ [δή] ποτε τοῦτ᾽ ἔχει͵ τῆς γεωγραφικῆς μερίδος ἔξω πίπτει· δοτέον δ᾽ ἴσως τῶι προθεμένωι τὴν περὶ ὠκεανοῦ πραγματείαν ταῦτ᾽ ἐξετάζειν.

3.4

Μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην͵ Ἡρόδοτον μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν· Ἡρακλείδην δὲ τὸν Ποντικὸν ἐν διαλόγωι ποιεῖν ἀφιγμένον παρὰ Γέλωνι μάγον τινὰ περιπλεῦσαι φάσκοντα. ἀμάρτυρα δὲ ταῦτ᾽ εἶναι φήσας καὶ Εὔδοξόν τινα Κυζικηνὸν θεωρὸν καὶ σπονδοφόρον τοῦ τῶν Κορείων ἀγῶνος ἐλθεῖν εἰς Αἴγυπτον ἱστορεῖ κατὰ τὸν δεύτερον Εὐεργέτην· συσταθῆναι δὲ καὶ τῶι βασιλεῖ καὶ τοῖς περὶ αὐτόν ... καὶ μάλιστα κατὰ τοὺς ἀνάπλους τοῦ Νείλου͵ θαυμαστικὸν ὄντα τῶν τοπικῶν ἰδιωμάτων ἅμα καὶ οὐκ ἀπαίδευτον. τυχεῖν δή τινα Ἰνδὸν κομισθέντα ὡς τὸν βασιλέα ὑπὸ τῶν φυλάκων τοῦ Ἀραβίου μυχοῦ͵ λεγόντων εὑρεῖν ἡμιθανῆ καταχθέντα μόνον ἐν νηί͵ τίς δ᾽ εἴη καὶ πόθεν ἀγνοεῖν μὴ συνιέντας τὴν διάλεκτον· τὸν δὲ παραδοῦναι τοῖς διδάξουσιν ἑλληνίζειν. ἐκμαθόντα δὲ διηγήσασθαι διότι ἐκ τῆς Ἰνδικῆς πλέων περιπέσοι πλάνηι καὶ σωθείη δεῦρο τοὺς σύμπλους ἀποβαλὼν λιμῶι· ὑποληφθέντα δὲ ὑποσχέσθαι τὸν εἰς Ἰνδοὺς πλοῦν ἡγήσασθαι τοῖς ὑπὸ τοῦ βασιλέως προχειρισθεῖσι· τούτων δὲ γενέσθαι τὸν Εὔδοξον. πλεύσαντα δὴ μετὰ δώρων ἐπανελθεῖν ἀντιφορτισάμενον ἀρώματα καὶ λίθους πολυτελεῖς͵ ὧν τοὺς μὲν καταφέρουσιν οἱ ποταμοὶ μετὰ τῶν ψήφων͵ τοὺς δ᾽ ὀρυκτοὺς εὑρίσκουσι πεπηγότας ἐξ ὑγροῦ͵ καθάπερ τὰ κρυστάλλινα παρ᾽ ἡμῖν· διαψευσθῆναι δὲ τῶν ἐλπίδων· ἀφελέσθαι γὰρ αὐτὸν ἅπαντα τὸν φόρτον τὸν Εὐεργέτην. τελευτήσαντος δ᾽ ἐκείνου τὸν βίον͵ Κλεοπάτραν τὴν γυναῖκα διαδέξασθαι τὴν ἀρχήν· πάλιν οὖν καὶ ὑπὸ ταύτης πεμφθῆναι τὸν Εὔδοξον μετὰ μείζονος παρασκευῆς. ἐπανιόντα δ᾽ ἀνέμοις παρενεχθῆναι ὑπὲρ τὴν Αἰθιοπίαν· προσφερόμενον δέ τισι τόποις ἐξοικειοῦσθαι τοὺς ἀνθρώπους μεταδόσει σιτίων τε καὶ οἴνου καὶ παλαθίδων͵ ὧν ἐκείνοις οὐ μετῆν͵ ἀντὶ δὲ τούτων ὑδρείας τε τυγχάνειν καὶ καθοδηγίας͵ ἀπογράφεσθαί τε τῶν ῥημάτων ἔνια. εὑρόντα δ᾽ ἀκρόπρωιρον ξύλινον ἐκ ναυαγίου ἵππον ἔχον ἐγγεγλυμμένον͵ πυθόμενον ὡς ἀπὸ τῆς ἑσπέρας πλεόντων τινῶν εἴη τὸ ναυάγιον τοῦτο͵ κομίζειν αὐτὸ ἀναστρέψαντα πρὸς τὸν οἰκεῖον πλοῦν. σωθέντα δ᾽ εἰς Αἴγυπτον͵ οὐκέτι τῆς Κλεοπάτρας ἡγουμένης ἀλλὰ τοῦ παιδός͵ ἀφαιρεθῆναι πάλιν πάντα· φωραθῆναι γὰρ νενοσφισμένον πολλά. τὸ δ᾽ ἀκρόπρωιρον προφέροντα εἰς τὸ ἐμπόριον δεικνύναι τοῖς ναυκλήροις͵ γνῶναι δὲ Γαδειριτῶν ὄν· τούτων γὰρ τοὺς μὲν ἐμπόρους μεγάλα στέλλειν πλοῖα͵ τοὺς δὲ πένητας μικρά͵ ἃ καλεῖν ἵππους ἀπὸ τῶν ἐν ταῖς πρώιραις ἐπισήμων· τούτοις δὲ πλεῖν μέχρι τοῦ Λίξου ποταμοῦ περὶ τὴν Μαυρουσίαν ἁλιευομένους. ἀλλὰ τῶν δὴ ναυκλήρων τινὰς γνωρίσαι τὸ ἀκρόπρωιρον ἑνὸς τῶν ἀπὸ τοῦ Λίξου ποταμοῦ πορρώτερον πλευσάντων καὶ μὴ σωθέντων ὑπάρξαν. ἐκ δὲ τούτου συμβαλόντα τὸν Εὔδοξον ὡς δυνατὸς εἴη ὁ περίπλους ὁ Λιβυκός͵ πορευθέντα οἴκαδε τὴν οὐσίαν ἐνθέμενον πᾶσαν ἐξορμῆσαι. καὶ πρῶτον μὲν εἰς Δικαιάρχειαν͵ εἶτ᾽ εἰς Μασσαλίαν ἐλθεῖν καὶ τὴν ἑξῆς παραλίαν μέχρι Γαδείρων͵ πανταχοῦ δὲ διακωδωνίζοντα ταῦτα καὶ χρηματιζόμενον κατασκευάσασθαι πλοῖον μέγα καὶ ἐφόλκια δύο λέμβοις ληιστρικοῖς ὅμοια͵ ἐμβιβάσαι τε μουσικὰ παιδισκάρια καὶ ἰατροὺς καὶ ἄλλους τεχνίτας͵ ἔπειτα πλεῖν ἐπὶ τὴν Ἰνδικὴν μετέωρον ζεφύροις συνεχέσι. καμνόντων δὲ τῶι πλῶι τῶν συνόντων͵ ἄκοντα ἐπουρίσαι πρὸς γῆν δεδοικότα τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις. καὶ δὴ καὶ συμβῆναι ὅπερ ἐδεδίει· καθίσαι γὰρ τὸ πλοῖον͵ ἡσυχῆ δέ͵ ὥστε μηδ᾽ ἀθροῦν διαλυθῆναι͵ ἀλλὰ φθῆναι τὰ φορτία σωθέντα εἰς γῆν καὶ τῶν ξύλων τὰ πλεῖστα· ἐξ ὧν τρίτον λέμβον συμπηξάμενον πεντηκοντόρωι πάρισον πλεῖν͵ ἕως ἀνθρώποις συνέμιξε τὰ αὐτὰ ῥήματα φθεγγομένοις͵ ἅπερ πρότερον ἀπεγέγραπτο· ἅμα δὲ τοῦτό τε γνῶναι ὅτι οἱ ἐνταῦθα ἄνθρωποι ὁμοεθνεῖς εἶεν τοῖς Αἰθίοψιν ἐκείνοις͵ καὶ ὅτι ὁμοροῖεν τῆι Βόγου βασιλείαι. ἀφέντα δὴ τὸν ἐπὶ Ἰνδοὺς πλοῦν ἀναστρέφειν· ἐν δὲ τῶι παράπλωι νῆσον εὔυδρον καὶ εὔδενδρον ἐρήμην ἰδόντα σημειώσασθαι· σωθέντα δὲ εἰς τὴν Μαυρουσίαν͵ διαθέμενον τοὺς λέμβους πεζῆι κομισθῆναι πρὸς τὸν Βόγον καὶ συμβουλεύειν αὐτῶι τὴν ναυστολίαν ἐπανελέσθαι ταύτην͵ ἰσχῦσαι δ᾽ εἰς τἀναντία τοὺς φίλους ὑποτείνοντας φόβον μὴ συμβῆι τὴν χώραν εὐεπιβούλευτον γενέσθαι͵ δειχθείσης παρόδου τοῖς ἔξωθεν ἐπιστρατεύειν ἐθέλουσιν. ὡς δ᾽ ἐπύθετο λόγωι μὲν πεμπόμενον ἑαυτὸν ἐπὶ τὴν ἀναδειχθεῖσαν ναυστολίαν͵ ἔργωι δ᾽ ἐκτεθησόμενον εἰς ἐρήμην τινὰ νῆσον͵ φυγεῖν εἰς τὴν Ῥωμαίων ἐπικράτειαν κἀκεῖθεν εἰς τὴν Ἰβηρίαν διᾶραι. πάλιν δὲ κατασκευασάμενον στρογγύλον πλοῖον καὶ μακρὸν πεντηκόντορον͵ ὥστε τῶι μὲν πελαγίζειν τῶι δὲ πειρᾶσθαι τῆς γῆς͵ ἐνθέμενον γεωργικὰ ἐργαλεῖα καὶ σπέρματα καὶ οἰκοδόμους ὁρμῆσαι πρὸς τὸν αὐτὸν περίπλουν͵ διανοούμενον͵ εἰ βραδύνοιτο ὁ πλοῦς͵ ἐνδιαχειμάσαι τῆι προεσκεμμένηι νήσωι͵ καὶ σπείραντα καὶ ἀνελόμενον τοὺς καρποὺς τελέσαι τὸν ἐγνωσμένον ἐξ ἀρχῆς πλοῦν.

3.5

Ἐγὼ μὲν οὖν φησί μέχρι [δεῦρο] τῆς περὶ τὸν Εὔδοξον ἱστορίας ἥκω· τί δ᾽ ὕστερον συνέβη τοὺς ἐκ Γαδείρων καὶ τῆς Ἰβηρίας εἰκὸς εἰδέναι. ἐκ πάντων δὴ τούτων φησὶ δείκνυσθαι διότι ἡ οἰκουμένη κύκλωι περιρρεῖται τῶι ὠκεανῶι· οὐ γάρ μιν δεσμὸς περιβάλλεται ἠπείροιο͵ ἀλλ᾽ ἐς ἀπειρεσίην κέχυται· τό μιν οὔτι μιαίνει. θαυμαστὸς δὴ κατὰ πάντα ἐστὶν ὁ Ποσειδώνιος͵ τὸν μὲν τοῦ μάγου περίπλουν͵ ὃν Ἡρακλείδης εἶπεν͵ ἀμάρτυρον νομίσας͵ καὶ αὐτῶν τῶν ὑπὸ Δαρείου πεμφθέντων͵ ὃν Ἡρόδοτος ἱστορεῖ͵ τὸ δὲ Βεργαῖον διήγημα τοῦτο ἐν πίστεως μέρει τιθείς͵ εἴθ᾽ ὑπ᾽ αὐτοῦ πεπλασμένον εἴτ᾽ ἄλλων πλασάντων πιστευθέν. τίς γὰρ ἡ πιθανότης πρῶτον μὲν τῆς κατὰ τὸν Ἰνδὸν περιπετείας; ὁ γὰρ Ἀράβιος κόλπος ποταμοῦ δίκην στενός ἐστι καὶ μακρὸς [πεντακισχιλίους] ἐπὶ μυρίοις που σταδίους μέχρι τοῦ στόματος͵ καὶ τούτου στενοῦ παντάπασιν ὄντος· οὐκ εἰκὸς δ᾽ οὔτ᾽ ἔξω που τὸν πλοῦν ἔχοντας εἰς τὸν κόλπον παρωσθῆναι τοὺς Ἰνδοὺς κατὰ πλάνην (τὰ γὰρ στενὰ ἀπὸ τοῦ στόματος δηλώσειν ἔμελλε τὴν πλάνην)͵ οὔτ᾽ εἰς τὸν κόλπον ἐπίτηδες καταχθεῖσιν ἔτι πλάνης ἦν πρόφασις καὶ ἀνέμων ἀστάτων. λιμῶι τε πῶς περιεῖδον ἅπαντας ἀπολλυμένους σφᾶς πλὴν ἑνός; περιγενόμενός τε πῶς ἱκανὸς ἦν μόνος κατευθύνειν τὸ πλοῖον οὐ μικρὸν ὂν τά γε τηλικαῦτα πελάγη διαίρειν δυνάμενον; τίς δ᾽ ἡ ὀξυμάθεια τῆς διαλέκτου͵ ἀφ᾽ ἧς ἱκανὸς ἦν πεῖσαι τὸν βασιλέα͵ ὡς δυνάμενος τοῦ πλοῦ καθηγήσασθαι; τίς δ᾽ ἡ σπάνις τῶι Εὐεργέτηι τῶν τοιούτων καθηγεμόνων͵ ἤδη γνωριζομένης ὑπὸ πολλῶν τῆς ταύτηι θαλάττης; ὁ δὲ δὴ σπονδοφόρος καὶ θεωρὸς τῶν Κυζικηνῶν πῶς ἀφεὶς τὴν πόλιν εἰς Ἰνδοὺς ἔπλει; πῶς δὲ ἐπιστεύθη τηλικαύτην χρείαν; πῶς δ᾽ ἐπανιὼν ἀφαιρεθεὶς πάντα παρὰ τὴν ἐλπίδα καὶ ἀτιμωθεὶς ἔτι μείζονα ἐπιστεύθη παρασκευὴν δώρων; ἐπανιὼν δὲ καὶ παρενεχθεὶς εἰς τὴν Αἰθιοπίαν τίνος χάριν ἢ τὰς διαλέκτους ἀπεγράφετο͵ ἢ τὸ ἀκρόπρωιρον ἐπυνθάνετο τῆς ἁλιάδος πόθεν ἐκπέσοι; τὸ γὰρ μαθεῖν ὅτι ἀπὸ δύσεως πλεόντων ἦν ναυάγιον οὐδενὸς ἔμελλεν ὑπάρξειν σημεῖον͵ ἐπεὶ καὶ αὐτὸς ἔμελλεν ἀπὸ δύσεως πλεῖν κατὰ τὴν ἐπάνοδον. ἐλθὼν δ᾽ οὖν εἰς Ἀλεξάνδρειαν͵ φωραθεὶς ὡς νενοσφισμένος πολλά͵ πῶς οὐκ ἐκολάσθη͵ ἀλλὰ καὶ περιήιει τοὺς ναυκλήρους διαπυνθανόμενος͵ δεικνὺς ἅμα τὸ ἀκρόπρωιρον; ὁ δὲ γνωρίσας οὐχὶ θαυμαστός; ὁ δὲ πιστεύσας οὐ θαυμασιώτερος καὶ κατ᾽ ἐλπίδα τοιαύτην ἐπανιὼν εἰς τὴν οἰκείαν καὶ μετοικισμὸν ἐκεῖθεν ποιησάμενος εἰς τὰ ἔξω στηλῶν; ἀλλ᾽ οὐδ᾽ ἐξὸν ἦν ἄνευ προστάγματος ἐξ Ἀλεξανδρείας ἀνάγεσθαι͵ καὶ ταῦτα νενοσφισμένωι βασιλικὰ χρήματα. οὐδέ γε λαθεῖν ἐκπλεύσαντα ἐνεδέχετο τοσαύτηι φρουρᾶι κεκλεισμένου τοῦ λιμένος καὶ τῶν ἄλλων ἐξόδων͵ ὅσην καὶ νῦν ἔτι διαμένουσαν ἔγνωμεν ἡμεῖς ἐπιδημοῦντες τῆι Ἀλεξανδρείαι πολὺν χρόνον͵ καίτοι τὰ νῦν πολὺ ἀνεῖται͵ Ῥωμαίων ἐχόντων· αἱ βασιλικαὶ δὲ φρουραὶ πολὺ ἦσαν πικρότεραι. ἐπειδὴ δὲ καὶ ἀπῆρεν εἰς τὰ Γάδειρα καὶ ναυπηγησάμενος ἔπλει βασιλικῶς͵ διαλυθέντος αὐτῶι τοῦ πλοίου͵ πῶς μὲν ἐναυπηγήσατο τρίτον λέμβον ἐν τῆι ἐρήμωι; πῶς δὲ πλέων πάλιν καὶ εὑρὼν τοὺς ἑσπερίους Αἰθίοπας τοῖς ἑώιοις ὁμογλώττους οὐκ ὠρέχθη διανύσαι τὸν ἑξῆς πλοῦν͵ οὕτω χαῦνος ὢν πρὸς τὸ φιλέκδημον͵ μικρὸν ἔχειν ἐλπίσας λοιπὸν τὸ ἄγνωστον͵ ἀλλ᾽ ἀφεὶς ταῦτα τῆς διὰ Βόγου ναυστολίας ἐπεθύμησε; πῶς δ᾽ ἔγνω τὴν λάθραι κατ᾽ αὐτοῦ συνισταμένην ἐπιβουλήν; τί δὲ τοῦτ᾽ ἦν τῶι Βόγωι πλεονέκτημα ὁ τἀνθρώπου ἀφανισμός͵ ἐξὸν ἄλλως ἀποπέμψασθαι; γνοὺς δὲ τὴν ἐπιβουλὴν πῶς ἔφθη φυγὼν εἰς ἀσφαλεῖς τόπους; ἕκαστον γὰρ τῶν τοιούτων οὐκ ἀδύνατον μέν͵ ἀλλὰ χαλεπὸν καὶ σπανίως γινόμενον μετὰ τύχης τινός· τῶι δ᾽ εὐτυχεῖν ἀεὶ συνέβαινεν εἰς κινδύνους καθισταμένωι συνεχεῖς. πῶς δ᾽ οὐκ ἔδεισεν ἀποδρὰς τὸν Βόγον πλεῖν πάλιν παρὰ τὴν Λιβύην σὺν παρασκευῆι δυναμένηι συνοικίσαι νῆσον; οὐ πολὺ οὖν ἀπολείπεται ταῦτα τῶν Πυθέου καὶ Εὐημέρου καὶ Ἀντιφάνους ψευσμάτων. ἀλλ᾽ ἐκείνοις μὲν συγγνώμη τοῦτ᾽ αὐτὸ ἐπιτηδεύουσιν͵ ὥσπερ τοῖς θαυματοποιοῖς· τῶι δ᾽ ἀποδεικτικῶι καὶ φιλοσόφωι͵ σχεδὸν δέ τι καὶ περὶ πρωτείων ἀγωνιζομένωι͵ τίς ἂν συγγνοίη; ταῦτα μὲν οὖν οὐκ εὖ.

3.6

Τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν καὶ μεταβολὰς τὰς ἐκ τῶν σεισμῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων͵ ὅσα διηριθμησάμεθα καὶ ἡμεῖς͵ ὀρθῶς κεῖται παρ᾽ αὐτῶι· πρὸς ὃ καὶ τὸ τοῦ Πλάτωνος εὖ παρατίθησιν͵ ὅτι ἐνδέχεται καὶ μὴ πλάσμα εἶναι τὸ περὶ τῆς νήσου τῆς Ἀτλαντίδος͵ περὶ ἧς ἐκεῖνος ἱστορῆσαι Σόλωνά φησι πεπυσμένον παρὰ τῶν Αἰγυπτίων ἱερέων͵ ὡς ὑπάρχουσά ποτε ἀφανισθείη͵ τὸ μέγεθος οὐκ ἐλάττων ἠπείρου· καὶ τοῦτο οἴεται βέλτιον εἶναι λέγειν ἢ διότι ὁ πλάσας αὐτὴν ἠφάνισεν͵ ὡς ὁ ποιητὴς τὸ τῶν Ἀχαιῶν τεῖχος. εἰκάζει δὲ καὶ τὴν τῶν Κίμβρων καὶ τῶν συγγενῶν ἐξανάστασιν ἐκ τῆς οἰκείας [κατὰ ληιστείαν] γενέσθαι͵ οὐ κατὰ θαλάττης ἔφοδον ἀθρόαν συμβᾶσαν. ὑπονοεῖ δὲ τὸ τῆς οἰκουμένης μῆκος ἑπτά που μυριάδων σταδίων ὑπάρχον ἥμισυ εἶναι τοῦ ὅλον κύκλου καθ᾽ ὃν εἴληπται͵ ὥστε (φησίν) ἀπὸ τῆς δύσεως εὔρωι πλέων ἐν τοσαύταις μυριάσιν ἔλθοι ἂν εἰς Ἰνδούς.

3.7

Ἐπιχειρήσας δὲ αἰτιᾶσθαι τοὺς οὕτω τὰς ἠπείρους διορίσαντας͵ ἀλλὰ μὴ παραλλήλοις τισὶ τῶι ἰσημερινῶι͵ δι᾽ ὧν ἔμελλον ἐξαλλάξεις δείκνυσθαι ζώιων τε καὶ φυτῶν καὶ ἀέρων͵ τῶν μὲν τῆι κατεψυγμένηι συναπτόντων τῶν δὲ τῆι διακεκαυμένηι͵ ὥστε οἱονεὶ ζώνας εἶναι τὰς ἠπείρους͵ ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται͵ ἐπαινῶν πάλιν τὴν οὖσαν διαίρεσιν͵ θετικὴν ποιούμενος τὴν ζήτησιν πρὸς οὐδὲν χρησίμως. αἱ γὰρ τοιαῦται διατάξεις οὐκ ἐκ προνοίας γίνονται͵ καθάπερ οὐδὲ αἱ κατὰ τὰ ἔθνη διαφοραί͵ οὐδ᾽ αἱ διάλεκτοι͵ ἀλλὰ κατὰ περίπτωσιν καὶ συντυχίαν· καὶ τέχναι δὲ καὶ δυνάμεις καὶ ἐπιτηδεύσεις ἀρξάντων τινῶν κρατοῦσιν αἱ πλείους ἐν ὁποιωιοῦν κλίματι. ἔστι δέ τι καὶ παρὰ τὰ κλίματα͵ ὥστε τὰ μὲν φύσει ἐστὶν ἐπιχώριά τισι τὰ δ᾽ ἔθει καὶ ἀσκήσει. οὐ γὰρ φύσει Ἀθηναῖοι μὲν φιλόλογοι͵ Λακεδαιμόνιοι δ᾽ οὒ καὶ οἱ ἔτι ἐγγυτέρω Θηβαῖοι͵ ἀλλὰ μᾶλλον ἔθει· οὕτως οὐδὲ Βαβυλώνιοι φιλόσοφοι φύσει καὶ Αἰγύπτιοι͵ ἀλλ᾽ ἀσκήσει καὶ ἔθει· καὶ ἵππων δὲ καὶ βοῶν ἀρετὰς καὶ ἄλλων ζώιων οὐ τόποι μόνον͵ ἀλλὰ καὶ ἀσκήσεις ποιοῦσιν. ὁ δὲ συγχεῖ ταῦτα· ἐπαινῶν δὲ τὴν τοιαύτην διαίρεσιν τῶν ἠπείρων͵ οἵα νῦν ἐστι͵ παραδείγματι χρῆται τῶι τοὺς Ἰνδοὺς τῶν Αἰθιόπων διαφέρειν τῶν ἐν τῆι Λιβύηι· εὐερνεστέρους γὰρ εἶναι καὶ ἧττον ἕψεσθαι τῆι ξηρασίαι τοῦ περιέχοντος· διὸ καὶ Ὅμηρον πάντας λέγοντα Αἰθίοπας δίχα διελεῖν οἱ μὲν δυσομένου Ὑπερίονος͵ οἱ δ᾽ ἀνιόντος͵ Κράτητα δ᾽ εἰσάγοντα τὴν ἑτέραν οἰκουμένην͵ ἣν οὐκ οἶδεν Ὅμηρος͵ δουλεύειν ὑποθέσει· καὶ ἔδει (φησί) μεταγράφειν οὕτως ἠμὲν ἀπερχομένου Ὑπερίονος͵ οἷον ἀπὸ τοῦ μεσημβρινοῦ περικλίνοντος.

3.8

Πρῶτον μὲν οὖν οἱ πρὸς Αἰγύπτωι Αἰθίοπες καὶ αὐτοὶ δίχα διαιροῦνται· οἱ μὲν γὰρ ἐν τῆι Ἀσίαι εἰσὶν οἱ δ᾽ ἐν τῆι Λιβύηι͵ οὐδὲν διαφέροντες ἀλλήλων. ἔπειθ᾽ Ὅμηρος οὐ διὰ τοῦτο διαιρεῖ τοὺς Αἰθίοπας͵ ὅτι τοὺς Ἰνδοὺς ἤιδει τοιούτους τινὰς τοῖς σώμασιν (οὐδὲ γὰρ ἀρχὴν εἰδέναι τοὺς Ἰνδοὺς εἰκὸς Ὅμηρον͵ ὅπου γε οὐδ᾽ ὁ Εὐεργέτης κατὰ τὸν Εὐδόξειον μῦθον ἤιδει τὰ κατὰ τὴν Ἰνδικήν͵ οὐδὲ τὸν πλοῦν τὸν ἐπ᾽ αὐτήν)͵ ἀλλὰ μᾶλλον κατὰ τὴν λεχθεῖσαν ὑφ᾽ ἡμῶν πρότερον διαίρεσιν. ἐκεῖ δὲ καὶ περὶ τῆς γραφῆς τῆς Κρατητείου διηιτήσαμεν ὅτι οὐδὲν διαφέρει οὕτως ἢ ἐκείνως γράφειν· ὁ δὲ τοῦτο μὲν διαφέρειν φησί͵ κρεῖττον δ᾽ οὕτως εἶναι μεταθεῖναι ἠμὲν ἀπερχομένου. τί οὖν διαφέρει τοῦτο τοῦ ἠμὲν δυσομένου; πᾶν γὰρ τὸ τμῆμα τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἐπὶ δύσιν δύσις καλεῖται͵ καθάπερ καὶ τὸ τοῦ ὁρίζοντος ἡμικύκλιον· ὅπερ καὶ Ἄρατος ἐπισημαίνεται ἧχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήληισιν. εἰ δ᾽ ἐπὶ τῆς Κρατητείου γραφῆς οὕτω βέλτιον͵ φήσει τις καὶ ἐπὶ τῆς Ἀρισταρχείου δεῖν. τοσαῦτα καὶ πρὸς Ποσειδώνιον· πολλὰ γὰρ καὶ ἐν τοῖς καθ᾽ ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης͵ ὅσα γεωγραφικά· ὅσα δὲ φυσικώτερα͵ ἐπισκεπτέον ἐν ἄλλοις ἢ οὐδὲ φροντιστέον· πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν παρ᾽ αὐτῶι καὶ τὸ Ἀριστοτελίζον͵ ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν ἐπίκρυψιν τῶν αἰτιῶν.


Κεφάλαιο 4

4.1

Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι͵ τοὺς δ᾽ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας͵ καὶ Πυθέαν͵ ὑφ᾽ οὗ παρακρουσθῆναι πολλούς͵ ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος͵ τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου͵ προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων͵ ἐν οἷς οὔτε γῆ καθ᾽ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτ᾽ ἀήρ͵ ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίωι ἐοικός͵ ἐν ὧι φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα͵ καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων͵ μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα· τὸ μὲν οὖν τῶι πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι͵ τἆλλα δὲ λέγειν ἐξ ἀκοῆς. ταῦτα μὲν τὰ τοῦ Πυθέου͵ καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος.

4.2

Φησὶ δ᾽ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο͵ πῶς ἰδιώτηι ἀνθρώπωι καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο; τὸν δ᾽ Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πιστεύειν τούτοις͵ ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν· πολὺ δέ φησι βέλτιον τῶι Μεσσηνίωι πιστεύειν ἢ τούτωι. ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαΐαν λέγει πλεῦσαι͵ ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν͵ ἣν οὐδ᾽ ἂν τῶι Ἑρμῆι πιστεύσαι τις λέγοντι. Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν͵ Πυθέαι δὲ πιστεύειν͵ καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος. τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος γελοῖον͵ ὥσπερ ἐκείνωι κανόνι χρήσασθαι προσῆκον͵ καθ᾽ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται. Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλ᾽ ἐκείνωι μὲν καὶ Δικαιάρχωι συγγνώμη͵ τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίωι δὲ καὶ Ποσειδωνίωι τίς ἂν συγγνοίη; ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις͵ ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς͵ ἀλλ᾽ οὐδ᾽ ἐν οἷς ἐκείνους ἐλέγχει καθαρεύων. τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους͵ πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ͵ τοῦ δ᾽ ἐπὶ στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος͵ ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι στηλῶν· τοὺς μὲν τρισχιλίους ἐᾶν φησιν εἴτ᾽ εὖ λαμβάνονται εἴτε μή͵ τοὺς δ᾽ ἑπτακισχιλίους οὐδετέρως͵ οὔτε τὴν παραλίαν ἐκμετροῦντι οὔτε τὴν διὰ μέσου τοῦ πελάγους. τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστ᾽ ἀμβλείαι γωνίαι͵ βεβηκυίαι ἐπί τε τοῦ πορθμοῦ καὶ τῶν στηλῶν͵ κορυφὴν δ᾽ ἐχούσηι Νάρβωνα͵ ὥστε συνίστασθαι τρίγωνον βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν͵ πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιούσας τὴν λεχθεῖσαν͵ ὧν ἡ μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Νάρβωνος μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοῖς χιλίοις͵ ἡ δὲ λοιπὴ μικρῶι ἐλαττόνων ἢ ὀκτακισχιλίων· καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων͵ κατὰ τὸ Σαρδόνιον δὲ λαμβάνειν συναγωγήν. ἀλλ᾽ ἔστω͵ φησί͵ καὶ ἐκεῖνο τρισχιλίων͵ προειλήφθω δ᾽ ἐπὶ τούτοις δισχιλίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ κατὰ Νάρβωνα͵ ὡς ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τοῦ ἀμβλυγωνίου· δῆλον οὖν͵ φησίν͵ ἐκ τῆς παιδικῆς μετρήσεως͵ ὅτι ἡ σύμπασα παραλία ἡ ἀπὸ τοῦ πορθμοῦ ἐπὶ στήλας ἔγγιστα ὑπερέχει τῆς διὰ τοῦ πελάγους εὐθείας πεντακοσίοις σταδίοις. προστεθέντων δὲ τῶν ἀπὸ τῆς Πελοποννήσου ἐπὶ τὸν πορθμὸν τρισχιλίων͵ οἱ σύμπαντες ἔσονται στάδιοι͵ αὐτοὶ οἱ ἐπ᾽ εὐθείας͵ πλείους ἢ διπλάσιοι ὧν Δικαίαρχος εἶπε· πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν μυχὸν τὸν Ἀδριατικὸν δεήσει͵ φησί͵ τιθέναι κατ᾽ ἐκεῖνον.

4.3

Ἀλλ᾽ ὦ φίλε Πολύβιε͵ φαίη τις ἄν͵ ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον ἡ πεῖρα ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός͵ εἰς μὲν Λευκάδα ἐκ Πελοποννήσου ἑπτακοσίους͵ ἐντεῦθεν δὲ τοὺς ἴσους εἰς Κόρκυραν͵ καὶ πάλιν ἐντεῦθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους͵ καὶ ἐν δεξιᾶι εἰς τὴν Ἰαπυγίαν͵ ἀπὸ δὲ τῶν Κεραυνίων τὴν Ἰλλυρικὴν παραλίαν σταδίων ἑξακισχιλίων ἑκατὸν πεντήκοντα· οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα͵ καὶ ὃ Δικαίαρχος εἶπε͵ τὸ ἀπὸ πορθμοῦ ἐπὶ στήλας εἶναι σταδίων ἑπτακισχιλίων͵ καὶ ὃ σὺ δοκεῖς ἀποδεῖξαι· ὁμολογοῦσι γὰρ οἱ πλεῖστοι λέγοντες τὸ διὰ πελάγους μυρίων εἶναι καὶ δισχιλίων͵ συμφωνεῖ δὲ τοῦτο καὶ τῆι ἀποφάσει τῆι περὶ τοῦ μήκους τῆς οἰκουμένης. μάλιστα γὰρ εἶναί φασι μυριάδων ἑπτά· τούτου δὲ τὸ ἑσπέριον τμῆμα τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῶν ἄκρων τῆς Ἰβηρίας͵ ἅπερ δυσμικώτατά ἐστι͵ μικρὸν ἀπολείπειν τῶν τρισμυρίων. συντιθέασι δ᾽ οὕτως· ἀπὸ μὲν τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας πεντακισχιλίους͵ ἐνθένδ᾽ ἐπὶ Σαλμώνιον τῆς Κρήτης͵ ὅπερ ἐστὶ τὸ ἑῶιον ἄκρον͵ χιλίους͵ αὐτῆς δὲ τῆς Κρήτης μῆκος πλείους ἢ δισχιλίους ἐπὶ Κριοῦ μέτωπον͵ ἐντεῦθεν δ᾽ ἐπὶ Πάχυνον τῆς Σικελίας τετρακισχιλίους καὶ πεντακοσίους͵ καὶ ἀπὸ Παχύνου δὲ ἐπὶ πορθμὸν πλείους ἢ χιλίους͵ εἶτα τὸ δίαρμα τὸ ἐπὶ στήλας ἀπὸ πορθμοῦ μυρίους δισχιλίους͵ ἀπὸ στηλῶν δὲ ἐπὶ τὰ τελευταῖα τοῦ Ἱεροῦ ἀκρωτηρίου τῆς Ἰβηρίας περὶ τρισχιλίους. καὶ ἡ κάθετος δὲ οὐ καλῶς εἴληπται͵ εἴπερ ἡ μὲν Νάρβων ἐπὶ τοῦ αὐτοῦ παραλλήλου σχεδόν τι ἵδρυται τῶι διὰ Μασσαλίας͵ αὕτη τε τῶι διὰ Βυζαντίου͵ καθάπερ καὶ Ἵππαρχος πείθεται͵ ἡ δὲ διὰ τοῦ πελάγους ἐπὶ τοῦ αὐτοῦ ἐστι τῶι διὰ πορθμοῦ καὶ τῆς Ῥοδίας͵ ἀπὸ δὲ τῆς Ῥοδίας εἰς Βυζάντιον ὡς ἂν ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων ἀμφοῖν περὶ πεντακισχιλίους͵ ὡς εἰρήκασι͵ σταδίους· τοσοῦτοι γὰρ ἂν εἶεν καὶ οἱ τῆς εἰρημένης καθέτου. ἐπεὶ δὲ καὶ τὸ μέγιστον δίαρμα τοῦ πελάγους τούτου τὸ ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην πεντακισχιλίων που σταδίων λέγουσιν ἀπὸ τοῦ μυχοῦ τοῦ Γαλατικοῦ κόλπου͵ δοκεῖ μοι πεπλανημένως λέγεσθαι τοῦτο͵ ἢ πολὺ τὴν Λιβύην κατὰ τοῦτο τὸ μέρος προσνεύειν ἐπὶ τὴν ἄρκτον καὶ συνάπτειν τῶι διὰ τῶν στηλῶν παραλλήλωι. καὶ τοῦτο οὐκ εὖ λέγεται τὸ πλησίον τῆς Σαρδόνος τὴν λεχθεῖσαν κάθετον τελευτᾶν· οὐ γὰρ παραπλήσιον͵ ἀλλὰ πολὺ δυσμικώτερον εἶναι τὸ δίαρμα τοῦτο τῆς Σαρδόνος͵ ὅλον σχεδόν τι ἀπολαμβάνον ἐν τῶι μεταξὺ πρὸς τῶι Σαρδονίωι τὸ Λιγυστικὸν πέλαγος· καὶ τῆς παραλίας δὲ τὰ μήκη πεπλεόνασται͵ πλὴν οὐκ ἐπὶ τοσοῦτόν γε.

4.4

Ἑξῆς δὲ τὰ τοῦ Ἐρατοσθένους ἐπανορθοῖ͵ τὰ μὲν εὖ τὰ δὲ χεῖρον λέγων ἢ ἐκεῖνος. ἐξ Ἰθάκης μὲν γὰρ εἰς Κόρκυραν τριακοσίους εἰπόντος͵ πλείους φησὶν εἶναι τῶν ἐνακοσίων͵ ἐξ Ἐπιδάμνου δὲ εἰς Θεσσαλονίκειαν ἐνακοσίους ἀποδόντος͵ πλείους τῶν δισχιλίων φησί· ταῦτα μὲν εὖ. ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος ἑπτακισχιλίους͵ ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους͵ αὐτὸς λέγει χεῖρον πλείους ἢ ἐνακισχιλίους τοὺς ἀπὸ Μασσαλίας͵ ἀπὸ δὲ Πυρήνης μικρὸν ἐλάττους ἢ ὀκτακισχιλίους· ἐγγυτέρω γὰρ τῆς ἀληθείας ἐκεῖνος εἴρηκεν. οἱ γὰρ νῦν ὁμολογοῦσιν͵ εἴ τις τὰς τῶν ὁδῶν ἀνωμαλίας ὑποτέμνοιτο͵ μὴ μείζω τῶν ἑξακισχιλίων σταδίων εἶναι τὸ μῆκος τὴν σύμπασαν Ἰβηρίαν ἀπὸ Πυρήνης ἕως τῆς ἑσπερίου πλευρᾶς. ὁ δ᾽ αὐτὸν τὸν Τάγον ποταμὸν ὀκτακισχιλίων τίθησι τὸ μῆκος ἀπὸ τῆς πηγῆς μέχρι τῶν ἐκβολῶν͵ οὐ δή που τὸ σὺν τοῖς σκολιώμασιν (οὐ γὰρ γεωγραφικὸν τοῦτο)͵ ἀλλ᾽ ἐπ᾽ εὐθείας λέγων͵ καίτοι γε ἀπὸ Πυρήνης αἱ τοῦ Τάγου πηγαὶ πλέον διέχουσιν ἢ χιλίους σταδίους. πάλιν δὲ τοῦτο μὲν ὀρθῶς ἀποφαίνεται͵ ὅτι ἀγνοεῖ τὰ Ἰβηρικὰ ὁ Ἐρατοσθένης͵ καὶ διότι περὶ αὐτῆς ἔσθ᾽ ὅπου τὰ μαχόμενα ἀποφαίνεται· ὅς γε μέχρι Γαδείρων ὑπὸ Γαλατῶν περιοικεῖσθαι φήσας [τὰ] ἔξωθεν αὐτῆς͵ εἴ γε τὰ πρὸς δύσιν τῆς Εὐρώπης μέχρι Γαδείρων ἔχουσιν ἐκεῖνοι͵ τούτων ἐκλαθόμενος κατὰ τὴν τῆς Ἰβηρίας περίοδον τῶν Γαλατῶν οὐδαμοῦ μέμνηται.

4.5

Τό [τε] μῆκος τῆς Εὐρώπης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω τῆς τε Λιβύης καὶ τῆς Ἀσίας ἐκθείς͵ οὐκ ὀρθῶς τὴν σύγκρισιν ποιεῖται· τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας φησὶν ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν͵ ὁ δὲ Τάναϊς ῥεῖ ἀπὸ θερινῆς ἀνατολῆς· ἐλαττοῦται δὴ τοῦ συνάμφω μήκους τῶι μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς· τοῦτο γὰρ ἡ Ἀσία προλαμβάνει πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους ἡμικυκλίου. χωρὶς γὰρ τοῦ περισκελοῦς ἐν πράγμασιν εὐαποδότοις καὶ ψεῦδός ἐστι τὸ ἀπὸ θερινῆς ἀνατολῆς τὸν Τάναϊν ῥεῖν· ἅπαντες γὰρ οἱ ἔμπειροι τῶν τόπων ἀπὸ τῶν ἄρκτων ῥεῖν φασιν εἰς τὴν Μαιῶτιν͵ ὥστε τὰ στόματα τοῦ ποταμοῦ καὶ τὸ τῆς Μαιώτιδος καὶ αὐτὸν τὸν ποταμόν͵ ἐφ᾽ ὅσον γνώριμός ἐστιν͵ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κεῖσθαι.

4.6

Οὐκ ἄξιοι δὲ λόγου τινὲς οἱ μὲν εἶπον ἀπὸ τῶν κατὰ τὸν Ἴστρον τόπων αὐτὸν τὰς ἀρχὰς ἔχειν καὶ ἀπὸ τῆς ἑσπέρας͵ οὐκ ἐνθυμηθέντες ὡς μεταξὺ ὁ Τύρας καὶ Βορυσθένης καὶ Ὕπανις μεγάλοι ποταμοὶ ῥέουσιν εἰς τὸν Πόντον͵ ὁ μὲν τῶι Ἴστρωι παράλληλος οἱ δὲ τῶι Τανάιδι· οὔτε δὲ τοῦ Τύρα τῶν πηγῶν κατωπτευμένων οὔτε τοῦ Βορυσθένους οὔτε τοῦ Ὑπάνιος͵ πολὺ ἂν εἴη ἀγνωστότερα τὰ ἐκείνων ἀρκτικώτερα· ὥσθ᾽ ὁ δι᾽ ἐκείνων ἄγων ἐπὶ τὴν Μαιῶτιν τὸν Τάναϊν͵ εἶτ᾽ ἐπιστρέφων ἐπ᾽ αὐτήν (αἱ γὰρ ἐκβολαὶ φανερῶς ἐν τοῖς προσαρκτίοις μέρεσι τῆς λίμνης δείκνυνται καὶ τούτοις τοῖς ἑωθινωτάτοις)͵ πλαστὸς ἄν τις εἴη καὶ ἀπέραντος λόγος. ὡς δ᾽ αὕτως ἀπέραντος καὶ ὁ διὰ τοῦ Καυκάσου πρὸς ἄρκτον φήσας ῥεῖν͵ εἶτ᾽ ἐπιστρέφειν εἰς τὴν Μαιῶτιν· εἴρηται γὰρ καὶ τοῦτο. ἀπὸ μέντοι τῆς ἀνατολῆς οὐδεὶς εἴρηκε τὴν ῥύσιν· καὶ γὰρ εἰ ἔρρει οὕτως͵ οὐκ ἂν ὑπεναντίως τῶι Νείλωι καὶ τρόπον τινὰ κατὰ διάμετρον ῥεῖν αὐτὸν ἀπεφαίνοντο οἱ χαριέστεροι͵ ὡς ἂν ἐπὶ ταὐτοῦ μεσημβρινοῦ ἢ παρακειμένου τινὸς τῆς ῥύσεως οὔσης ἑκατέρωι ποταμῶι.

4.7

῞Η τε τοῦ μήκους τῆς οἰκουμένης μέτρησις κατὰ παραλλήλου τῶι ἰσημερινῶι ἐστιν͵ ἐπειδὴ καὶ αὐτὴ ἐπὶ μῆκος οὕτως ἐκτέταται ὥστε καὶ τῶν ἠπείρων ἑκάστης οὕτω δεῖ λαμβάνειν τὸ μῆκος μεταξὺ μεσημβρινῶν δυεῖν κείμενον. τά τε μέτρα τῶν μηκῶν σταδιασμοί εἰσιν͵ οὓς θηρεύομεν͵ ἢ δι᾽ αὐτῶν ἐκείνων ἰόντες ἢ τῶν παραλλήλων ὁδῶν ἢ πόρων. ὁ δὲ τοῦτον ἀφεὶς τὸν τρόπον καινὸν εἰσάγει τὸ μεταξὺ τῆς τε θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς τμῆμά τι τοῦ ἀρκτικοῦ ἡμικυκλίου. πρὸς δὲ τὰ ἀμετάπτωτα οὐδεὶς κανόσι καὶ μέτροις χρῆται τοῖς μεταπτώτοις οὐδὲ τοῖς κατ᾽ ἄλλην καὶ ἄλλην σχέσιν λεγομένοις πρὸς τὰ καθ᾽ αὑτὰ καὶ διαφοράν. τὸ μὲν οὖν μῆκος ἀμετάπτωτον καὶ καθ᾽ αὑτὸ λέγεται͵ ἀνατολὴ δ᾽ ἰσημερινὴ καὶ δύσις͵ ὡς δ᾽ αὕτως θερινή τε καὶ χειμερινή͵ οὐ καθ᾽ αὑτὴν ἀλλὰ πρὸς ἡμᾶς· ἡμῶν δ᾽ ἄλλοτ᾽ ἄλληι μεταχωρούντων͵ ἄλλοτ᾽ ἄλλοι τόποι καὶ δύσεών εἰσι καὶ ἀνατολῶν ἰσημερινῶν τε καὶ τροπικῶν͵ τὸ δὲ μῆκος μένει ταὐτὸν τῆς ἠπείρου. Τάναϊν μὲν οὖν καὶ Νεῖλον οὐκ ἄτοπον πέρας ποιεῖσθαι͵ θερινὴν δ᾽ ἀνατολὴν ἢ ἰσημερινὴν καινόν.

4.8

Προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι͵ βέλτιον μὲν οὗτος εἴρηκεν περὶ αὐτῶν Ἐρατοσθένους͵ οὔπω δὲ ἱκανῶς· ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη͵ τὴν ἐπὶ τὰς στήλας καθήκουσαν͵ ἐφ᾽ ἧς ἡ Ἰβηρία͵ καὶ τὴν ἐπὶ τὸν πορθμόν͵ ἐφ᾽ ἧς ἡ Ἰταλία͵ καὶ τρίτην τὴν κατὰ Μαλέας͵ ἐφ᾽ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντ᾽ ἔθνη καὶ τοῦ Τανάιδος. οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται͵ τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον͵ ἐφ᾽ ἧς ἡ Ἑλλὰς πᾶσα καὶ ἡ Ἰλλυρὶς καὶ τῆς Θράικης τινά͵ τετάρτην δὲ τὴν κατὰ τὴν Θραικίαν χερρόνησον͵ ἐφ᾽ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενά (ἔχουσι δ᾽ αὐτὴν Θρᾶικες)͵ πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος. τὰς μὲν οὖν δύο τὰς πρώτας δοτέον· ἁπλοῖς γάρ τισι περιλαμβάνονται κόλποις͵ ἡ μὲν τῶι μεταξὺ τῆς Κάλπης καὶ τοῦ ἱεροῦ ἀκρωτηρίου͵ ἐν ὧι τὰ Γάδειρα͵ καὶ τῶι μεταξὺ στηλῶν καὶ τῆς Σικελίας πελάγει· ἡ δὲ τούτωι τε καὶ τῶι Ἀδρίαι͵ καίτοι ἥ γε τῶν Ἰαπύγων ἄκρα παρεμπίπτουσα καὶ τὴν Ἰταλίαν δικόρυφον ποιοῦσα ἔχει τινὰ ἀντέμφασιν· αἱ λοιπαὶ δ᾽ ἔτι ἐναργέστερον ποικίλαι καὶ πολυμερεῖς οὖσαι ζητοῦσιν ἄλλην διαίρεσιν. ὡς δ᾽ αὕτως ἔχει καὶ ἡ εἰς ἓξ διαίρεσις τὴν ὁμοίαν ἔνστασιν ἀκολούθως ταῖς ἄκραις διειλημμένη. ποιησόμεθα δ᾽ ἡμεῖς ἐν τοῖς καθ᾽ ἕκαστα τὴν προσήκουσαν ἐπανόρθωσιν καὶ τούτων καὶ τῶν ἄλλων͵ ὅσα ἔν τε τῆι Εὐρώπηι διημάρτηται καὶ ἐν τῆι τῆς Λιβύης περιοδείαι. νῦν δ᾽ ἀρκέσει ταῦτα λεχθέντα πρὸς τοὺς πρὸ ἡμῶν͵ ὅσους ὠιήθημεν ἱκανοὺς εἶναι παρατεθέντας ἐκμαρτυρεῖν ἡμῖν͵ ὅτι δικαίως προειλόμεθα καὶ αὐτοὶ τὸ αὐτὸ τοῦτο ἔργον τοσαύτης ἐπανορθώσεως καὶ προσθήκης δεόμενον.


Κεφάλαιο 5 5.1

Ἐπεὶ δὲ τοῖς πρὸς ἐκείνους λόγοις συνεχής ἐστιν ἡ ἐγχείρησις τῆς ἡμετέρας ὑποσχέσεως͵ λαβόντες ἀρχὴν ἑτέραν λέγωμεν͵ ὅτι δεῖ τὸν χωρογραφεῖν ἐπιχει ροῦντα πολλὰ τῶν φυσικῶς τε καὶ μαθηματικῶς λεγομένων ὑποθέσθαι͵ καὶ πρὸς τὴν ἐκείνων ὑπόνοιάν τε καὶ πίστιν τὰ ἑξῆς πραγματεύεσθαι. εἴρηται γάρ͵ ὅτι οὐδ᾽ οἰκοδόμος͵ οὐδ᾽ ἀρχιτέκτων οἰκίαν ἢ πόλιν ἱδρῦσαι καλῶς οἷός τε γένοιτ᾽ ἂν ἀπρονοήτως ἔχων κλιμάτων τε τῶν κατὰ τὸν οὐρανὸν καὶ σχημάτων τε καὶ μεγεθῶν καὶ θάλπους καὶ ψύχους καὶ ἄλλων τοιούτων͵ μή τί γε τὴν ὅλην οἰκουμένην τοποθετῶν. αὐτὸ γὰρ τὸ εἰς ἐπίπεδον γράφειν ἐπιφάνειαν μίαν καὶ τὴν αὐτὴν τά τε Ἰβηρικὰ καὶ τὰ Ἰνδικὰ καὶ τὰ μέσα τούτων͵ καὶ μηδὲν ἧττον δύσεις καὶ ἀνατολὰς ἀφορίζειν καὶ μεσουρανήσεις ὡς ἂν κοινὰς πᾶσι͵ τῶι μὲν προεπινοήσαντι τὴν τοῦ οὐρανοῦ διάθεσίν τε καὶ κίνησιν καὶ λαβόντι͵ ὅτι σφαιρικὴ μέν ἐστιν ἡ κατ᾽ ἀλήθειαν τῆς γῆς ἐπιφάνεια͵ πλάττεται δὲ νῦν ἐπίπεδος πρὸς τὴν ὄψιν͵ γεωγραφικὴν ἔχει τὴν παράδοσιν͵ τῶι δ᾽ ἄλλως͵ οὐ γεωγραφικήν. οὐ γὰρ ὥσπερ διὰ πεδίων ἰοῦσι μεγάλων͵ οἷον τῶν Βαβυλωνίων͵ ἢ διὰ πελάγους παρίσταται τὰ πρόσω πάντα καὶ τὰ κατόπιν καὶ ἐκ πλαγίων ἐπίπεδα͵ καὶ οὐδεμίαν ἀντέμφασιν παρέχει πρὸς τὰ οὐράνια καὶ τὰς τοῦ ἡλίου κινήσεις καὶ σχέσεις πρὸς ἡμᾶς καὶ τῶν ἄλλων ἄστρων͵ οὕτω καὶ γεωγραφοῦσιν παρίστασθαι ἀεὶ δεῖ τὰ ὅμοια. ὁ μὲν γὰρ πελαγίζων ἢ ὁδεύων διὰ χώρας πεδιάδος κοιναῖς τισι φαντασίαις ἄγεται͵ καθ᾽ ἃς καὶ ὁ ἀπαίδευτος καὶ ὁ πολιτικὸς ἐνεργεῖ ταὐτά͵ ἄπειρος ὢν τῶν οὐρανίων καὶ τὰς πρὸς ταῦτα ἀντεμφάσεις ἀγνοῶν. ἀνατέλλοντα μὲν γὰρ ὁρᾶι ἥλιον καὶ δύνοντα καὶ μεσουρανοῦντα͵ τίνα δὲ τρόπον͵ οὐκ ἐπισκοπεῖ· οὐδὲ γὰρ χρήσιμον αὐτῶι πρὸς τὸ προκείμενον͵ ὥσπερ οὐδὲ τὸ παράλληλον ἑστάναι τῶι παρεστῶτι ἢ μή· τάχα δ᾽ ἐπισκοποῖ μὲν ἄν τι͵ δόξει δ᾽ ἐν τοῖς μαθηματικῶς λεγομένοις͵ καθάπερ οἱ ἐπιχώριοι· ἔχει γὰρ ὁ τόπος τοιαῦτα διαπτώματα. ὁ δὲ γεωγραφικὸς οὐκ ἐπιχωρίωι γεωγραφεῖ͵ οὐδὲ πολιτικῶι τοιούτωι͵ ὅστις μηδὲν ἐφρόντισε τῶν λεγομένων ἰδίως μαθημάτων· οὐδὲ γὰρ θεριστῆι καὶ σκαπανεῖ͵ ἀλλὰ τῶι πεισθῆναι δυναμένωι τὴν γῆν ἔχειν οὕτω τὴν ὅλην͵ ὡς οἱ μαθηματικοί φασι͵ καὶ τὰ ἄλλα τὰ πρὸς τὴν ὑπόθεσιν τὴν τοιαύτην. κελεύει τε τοῖς προσιοῦσιν ἐκεῖνα προενθυμηθεῖσι τὰ ἑξῆς ἐφορᾶν· ἐκείνοις γὰρ τὰ ἀκόλουθα ἐρεῖν͵ ὥστε μᾶλλον ποιήσασθαι τῶν παραδιδομένων ἀσφαλῆ τὴν χρῆσιν τοὺς ἐντυγχάνοντας͵ ἂν ἀκούωσι μαθηματικῶς͵ τοῖς δ᾽ ἄλλως ἔχουσιν οὔ φησι γεωγραφεῖν.

5.2

Τὸν μὲν δὴ γεωγραφοῦντα πιστεῦσαι δεῖ περὶ τῶν ἐχόντων αὐτῶι τάξιν ἀρχῆς τοῖς ἀναμετρήσασι τὴν ὅλην γῆν γεωμέτραις͵ τούτους δὲ τοῖς ἀστρονομικοῖς͵ ἐκείνους δὲ τοῖς φυσικοῖς. ἡ δὲ φυσικὴ ἀρετή τις· τὰς δ᾽ ἀρετὰς ἀνυποθέτους φασὶν ἐξ αὑτῶν ἠρτημένας͵ καὶ ἐν αὑταῖς ἐχούσας τάς τε ἀρχὰς καὶ τὰς περὶ τούτων πίστεις. τὰ μὲν οὖν παρὰ τῶν φυσικῶν δεικνύμενα τοιαῦτά ἐστι· σφαιροειδὴς μὲν ὁ κόσμος καὶ ὁ οὐρανός͵ ἡ ῥοπὴ δ᾽ ἐπὶ τὸ μέσον τῶν βαρέων· περὶ τοῦτό τε συνεστῶσα ἡ γῆ σφαιροειδῶς ὁμόκεντρος τῶι μὲν οὐρανῶι μένει καὶ αὐτὴ καὶ ὁ δι᾽ αὐτῆς ἄξων καὶ τοῦ οὐρανοῦ μέσου τεταμένος͵ ὁ δ᾽ οὐρανὸς περιφέρεται περί τε αὐτὴν καὶ περὶ τὸν ἄξονα ἀπ᾽ ἀνατολῆς ἐπὶ δύσιν͵ σὺν αὐτῶι δὲ οἱ ἀπλανεῖς ἀστέρες ὁμοταχεῖς τῶι πόλωι. οἱ μὲν οὖν ἀπλανεῖς ἀστέρες κατὰ παραλλήλων φέρονται κύκλων· παράλληλοι δ᾽ εἰσὶ γνωριμώτατοι ὅ τε ἰσημερινὸς καὶ οἱ τροπικοὶ δύο καὶ οἱ ἀρκτικοί· οἱ δὲ πλάνητες ἀστέρες καὶ ἥλιος καὶ σελήνη κατὰ λοξῶν τινων τῶν τεταγμένων ἐν τῶι ζωδιακῶι. τούτοις δὲ πιστεύσαντες ἢ πᾶσιν ἢ τισὶν οἱ ἀστρονομικοὶ τὰ ἑξῆς πραγματεύονται͵ κινήσεις καὶ περιόδους καὶ ἐκλείψεις καὶ μεγέθη καὶ ἀποστάσεις καὶ ἄλλα μυρία· ὡς δ᾽ αὕτως οἱ τὴν γῆν ὅλην ἀναμετροῦντες γεωμέτραι προστίθενται ταῖς τῶν φυσικῶν καὶ τῶν ἀστρονομικῶν δόξαις͵ ταῖς δὲ τῶν γεωμετρῶν πάλιν οἱ γεωγράφοι.

5.3

Πεντάζωνον μὲν γὰρ ὑποθέσθαι δεῖ τὸν οὐρανόν͵ πεντάζωνον δὲ καὶ τὴν γῆν͵ ὁμωνύμους δὲ καὶ τὰς ζώνας τὰς κάτω ταῖς ἄνω· τὰς δ᾽ αἰτίας εἰρήκαμεν τῆς εἰς τὰς ζώνας διαιρέσεως. διορίζοιντο δ᾽ ἂν αἱ ζῶναι κύκλοις παραλλήλοις τῶι ἰσημερινῶι γραφομένοις ἑκατέρωθεν αὐτοῦ͵ δυσὶ μὲν τοῖς ἀπολαμβάνουσι τὴν διακεκαυμένην͵ δυσὶ δὲ τοῖς μετὰ τούτους͵ οἳ πρὸς μὲν τῆι διακεκαυμένηι τὰς εὐκράτους δύο ποιοῦσι͵ πρὸς δὲ ταῖς εὐκράτοις τὰς κατεψυγμένας. ὑποπίπτει δ᾽ ἑκάστωι τῶν οὐρανίων κύκλων ὁ ἐπὶ γῆς ὁμώνυμος αὐτῶι͵ καὶ ἡ ζώνη δὲ ὡσαύτως τῆι ζώνηι. εὐκράτους μὲν οὖν φασι τὰς οἰκεῖσθαι δυναμένας͵ ἀοικήτους δὲ τὰς ἄλλας͵ τὴν μὲν διὰ καῦμα τὰς δὲ διὰ ψῦχος. τὸν δ᾽ αὐτὸν τρόπον καὶ περὶ τῶν τροπικῶν καὶ τῶν ἀρκτικῶν͵ παρ᾽ οἷς εἰσιν ἀρκτικοί͵ διορίζουσιν ὁμωνύμως τοῖς ἄνω τοὺς ἐπὶ γῆς ποιοῦντες͵ καὶ τοὺς ἑκάστοις ὑποπίπτοντας. τοῦ δ᾽ ἰσημερινοῦ δίχα τέμνοντος τὸν ὅλον οὐρανόν͵ καὶ τὴν γῆν ἀνάγκη διαιρεῖσθαι ὑπὸ τοῦ ἐν αὐτῆι ἰσημερινοῦ. καλεῖται δὲ τῶν ἡμισφαιρίων ἑκάτερον τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς τὸ μὲν βόρειον τὸ δὲ νότιον· οὕτως δὲ καὶ τῆς διακεκαυμένης ὑπὸ τοῦ αὐτοῦ κύκλου δίχα διαιρουμένης τὸ μὲν ἔσται βόρειον αὐτῆς μέρος τὸ δὲ νότιον· δῆλον δ᾽ ὅτι καὶ τῶν εὐκράτων ζωνῶν ἡ μὲν ἔσται βόρειος ἡ δὲ νότιος ὁμωνύμως τῶι ἡμισφαιρίωι ἐν ὧι ἐστι. καλεῖται δὲ βόρειον μὲν ἡμισφαίριον τὸ τὴν εὔκρατον ἐκείνην περιέχον͵ ἐν ἧι ἀπὸ τῆς ἀνατολῆς βλέποντι ἐπὶ τὴν δύσιν ἐν δεξιᾶι μέν ἐστιν ὁ πόλος͵ ἐν ἀριστερᾶι δ᾽ ὁ ἰσημερινός͵ ἢ ἐν ὧι πρὸς μεσημβρίαν βλέπουσιν ἐν δεξιᾶι μέν ἐστι δύσις ἐν ἀριστερᾶι δ᾽ ἀνατολή͵ νότιον δὲ τὸ ἐναντίως ἔχον· ὥστε δῆλον ὅτι ἡμεῖς ἐσμεν ἐν θατέρωι τῶν ἡμισφαιρίων͵ καὶ τῶι βορείωι γε͵ ἐν ἀμφοτέροις δ᾽ οὐχ οἷόν τε· μέσσωι γὰρ μεγάλοι ποταμοί͵ ὠκεανὸς μὲν πρῶτα͵ ἔπειτα ἡ διακεκαυμένη. οὔτε δὲ ὠκεανὸς ἐν μέσωι τῆς καθ᾽ ἡμᾶς οἰκουμένης ἐστὶ τέμνων ὅλην͵ οὔτ᾽ οὖν διακεκαυμένον χωρίον· οὐδὲ δὴ μέρος αὐτῆς εὑρίσκεται τοῖς κλίμασιν ὑπεναντίως ἔχον τοῖς λεχθεῖσιν ἐν τῆι βορείωι εὐκράτωι.

5.4

Λαβὼν οὖν ταῦθ᾽ ὁ γεωμέτρης͵ προσχρησάμενος τοῖς ὑπὸ τοῦ ἀστρονομικοῦ δεικνυμένοις͵ ἐν οἷς οἵ τε παράλληλοι τῶι ἰσημερινῶι εὑρίσκονται οἱ καθ᾽ ἑκάστην τὴν οἴκησιν καὶ οἱ πρὸς ὀρθὰς τέμνοντες τούτους͵ γραφόμενοι δὲ διὰ τῶν πόλων͵ καταμετρεῖ τὴν μὲν οἰκήσιμον ἐμβατεύων͵ τὴν δ᾽ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων. οὕτω δ᾽ ἂν εὑρίσκοι πόσον ἂν εἴη τὸ ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι πόλου͵ ὅπερ ἐστὶ τεταρτημόριον τοῦ μεγίστου κύκλου τῆς γῆς· ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον αὐτοῦ͵ τοῦτο δ᾽ ἐστὶν ἡ περίμετρος τῆς γῆς. ὥσπερ οὖν ὁ μὲν τὴν γῆν ἀναμετρῶν παρὰ τοῦ ἀστρονομοῦντος ἔλαβε τὰς ἀρχάς͵ ὁ δὲ ἀστρονόμος παρὰ τοῦ φυσικοῦ͵ τὸν αὐτὸν τρόπον χρὴ καὶ τὸν γεωγράφον παρὰ τοῦ ἀναμεμετρηκότος ὅλην τὴν γῆν ὁρμηθέντα͵ πιστεύσαντα τούτωι καὶ οἷς ἐπίστευσεν οὗτος͵ πρῶτον μὲν ἐκθέσθαι τὴν οἰκουμένην καθ᾽ ἡμᾶς πόση τις καὶ ποία τὸ σχῆμα καὶ τὴν φύσιν οἵα ἐστὶ καὶ πῶς ἔχουσα πρὸς τὴν ὅλην γῆν (ἴδιον γὰρ τοῦ γεωγράφου τοῦτο)͵ ἔπειτα περὶ τῶν καθ᾽ ἕκαστα τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν ποιήσασθαι τὸν προσήκοντα λόγον͵ παρασημαινόμενον ὅσα μὴ ἱκανῶς εἴρηται τοῖς πρὸ ἡμῶν τοῖς μάλιστα πεπιστευμένοις ἀρίστοις γεγονέναι περὶ ταῦτα.

5.5

Ὑποκείσθω δὴ σφαιροειδὴς ἡ γῆ σὺν τῆι θαλάττηι͵ μίαν καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἴσχουσα τοῖς πελάγεσι. συγκρύπτοιτο γὰρ ἂν τὸ ἐξέχον τῆς γῆς ἐν τῶι τοσούτωι μεγέθει μικρὸν ὂν καὶ λανθάνειν δυνάμενον͵ ὥστε τὸ σφαιροειδὲς ἐπὶ τούτων οὐχ ὡς ἂν ἐκ τόρνου φαμέν͵ οὐδ᾽ ὡς ὁ γεωμέτρης πρὸς λόγον͵ ἀλλὰ πρὸς αἴσθησιν καὶ ταύτην παχυτέραν. νοείσθω δὴ πεντάζωνος καὶ ὁ ἰσημερινὸς τεταγμένος ἐν αὐτῆι κύκλος͵ καὶ ἄλλος τούτωι παράλληλος͵ ὁρίζων τὴν κατεψυγμένην ἐν τῶι βορείωι ἡμισφαιρίωι͵ καὶ διὰ τῶν πόλων τις τέμνων τούτους πρὸς ὀρθάς. τοῦ δὴ βορείου ἡμισφαιρίου δύο περιέχοντος τεταρτημόρια τῆς γῆς͵ ἃ ποιεῖ ὁ ἰσημερινὸς πρὸς τὸν διὰ τῶν πόλων͵ ἐν ἑκατέρωι τούτων ἀπολαμβάνεται τετράπλευρον χωρίον͵ οὗ ἡ μὲν βόρειος πλευρὰ ἥμισυ τοῦ πρὸς τῶι πόλωι παραλλήλου ἐστίν͵ ἡ δὲ νότιος τοῦ ἰσημερινοῦ ἥμισυ͵ αἱ δὲ λοιπαὶ πλευραὶ τμήματά εἰσι τοῦ διὰ τῶν πόλων ἀντικείμενα ἀλλήλοις͵ ἴσα τὸ μῆκος. ἐν θατέρωι δὴ τῶν τετραπλεύρων τούτων (ὁποτέρωι δ᾽ οὐδὲν ἂν διαφέρειν δόξειεν) ἱδρῦσθαί φαμεν τὴν καθ᾽ ἡμᾶς οἰκουμένην περίκλυστον θαλάττηι καὶ ἐοικυῖαν νήσωι· εἴρηται γὰρ ὅτι καὶ τῆι αἰσθήσει καὶ τῶι λόγωι δείκνυται τοῦτο. εἰ δ᾽ ἀπιστεῖ τις τῶι λόγωι τούτωι͵ διαφέροι ἂν πρὸς τὴν γεωγραφίαν οὐδὲν νῆσον ποιεῖν͵ ἢ ὅπερ ἐκ τῆς πείρας ἐλάβομεν τούτωι συγχωρεῖν͵ ὅτι καὶ ἀπὸ τῆς ἠοῦς ἑκατέρωθεν περίπλους ἐστὶ καὶ ἀπὸ τῆς ἑσπέρας πλὴν ὀλίγων τῶν μέσων χωρίων. ταῦτα δ᾽ οὐ διαφέρει θαλάττηι περατοῦσθαι ἢ γῆι ἀοικήτωι· ὁ γὰρ γεωγραφῶν ζητεῖ τὰ γνώριμα μέρη τῆς οἰκουμένης εἰπεῖν͵ τὰ δ᾽ ἄγνωστα ἐᾶι καθάπερ καὶ τὰ ἔξω αὐτῆς. ἀρκέσει δ᾽ ἐπιζεύξασιν εὐθεῖαν γραμμὴν ἐπὶ τὰ ὕστατα σημεῖα τοῦ ἑκατέρωθεν παράπλου τὸ πᾶν ἐκπληρῶσαι σχῆμα τῆς λεγομένης νήσου.

5.6

Προκείσθω δὴ ἡ μὲν νῆσος ἐν τῶι λεχθέντι τετραπλεύρωι. δεῖ δὲ λαβεῖν τὸ μέγεθος αὐτῆς τὸ φαινόμενον͵ ἀφελόντας ἀπὸ μὲν τοῦ ὅλου μεγέθους τῆς γῆς τὸ ἡμισφαίριον τὸ καθ᾽ ἡμᾶς͵ ἀπὸ δὲ τούτου τὸ ἥμισυ͵ ἀπὸ δ᾽ αὖ τούτου πάλιν τὸ τετράπλευρον͵ ἐν ὧι δὴ τὴν οἰκουμένην κεῖσθαί φαμεν. ἀνάλογον δὲ καὶ περὶ τοῦ σχήματος ὑπολαβεῖν δεῖ τὸ φαινόμενον τοῖς ὑποκειμένοις ἐφαρμόττοντας. ἀλλ᾽ ἐπειδὴ τὸ μεταξὺ τοῦ ἰσημερινοῦ καὶ τοῦ ληφθέντος παραλλήλου τούτωι πρὸς τῶι πόλωι τμῆμα τοῦ βορείου ἡμισφαιρίου σπόνδυλός ἐστι τὸ σχῆμα͵ ὁ δὲ διὰ τοῦ πόλου δίχα τέμνων τὸ ἡμισφαίριον δίχα τέμνει καὶ τὸν σπόνδυλον καὶ ποιεῖ τὸ τετράπλευρον͵ ἔσται δῆλον ὅτι σπονδύλου ἐπιφανείας ἥμισυ τὸ τετράπλευρον͵ ὧι ἐπίκειται τὸ Ἀτλαντικὸν πέλαγος͵ ἡ δ᾽ οἰκουμένη χλαμυδοειδὴς ἐν τούτωι νῆσος͵ ἔλαττον ἢ ἥμισυ τοῦ τετραπλεύρου μέρος οὖσα. φανερὸν δὲ τοῦτο ἔκ τε γεωμετρίας καὶ τοῦ πλήθους τῆς περικεχυμένης θαλάττης͵ καλυπτούσης τὰ ἄκρα τῶν ἠπείρων ἑκατέρωθεν καὶ συναγούσης εἰς μύουρον σχῆμα͵ καὶ τρίτου τοῦ μήκους καὶ πλάτους τοῦ μεγίστου͵ ὧν τὸ μὲν ἑπτὰ μυριάδων σταδίων ἐστίν͵ ὡς ἐπὶ τὸ πολὺ περατούμενον θαλάττηι μηκέτι πλεῖσθαι δυναμένηι διὰ τὸ μέγεθος καὶ τὴν ἐρημίαν͵ τὸ δ᾽ ἔλαττον τριῶν μυριάδων ὁριζόμενον τῶι ἀοικήτωι διὰ θάλπος ἢ ψῦχος. αὐτὸ γὰρ τὸ διὰ θάλπος ἀοίκητον τοῦ τετραπλεύρου͵ πλάτος μὲν ἔχον ὀκτακισχιλίων καὶ ὀκτακοσίων σταδίων͵ μῆκος δὲ τὸ μέγιστον μυριάδων δώδεκα καὶ ἑξακισχιλίων͵ ὅσον ἐστὶν ἥμισυ τοῦ ἰσημερινοῦ ... πλέον ἂν εἴη τὸ λοιπόν.

5.7

Τούτοις δὲ συνωιδά πώς ἐστι καὶ τὰ ὑπὸ Ἱππάρχου λεγόμενα· φησὶ γὰρ ἐκεῖνος͵ ὑποθέμενος τὸ μέγεθος τῆς γῆς ὅπερ εἶπεν Ἐρατοσθένης͵ ἐντεῦθεν δεῖν ποιεῖσθαι τὴν τῆς οἰκουμένης ἀφαίρεσιν· οὐ γὰρ πολὺ διοίσειν πρὸς τὰ φαινόμενα τῶν οὐρανίων καθ᾽ ἑκάστην τὴν οἴκησιν οὕτως ἔχειν τὴν ἀναμέτρησιν͵ ἢ ὡς οἱ ὕστερον ἀποδεδώκασιν. ὄντος δὴ κατ᾽ Ἐρατοσθένη τοῦ ἰσημερινοῦ κύκλου σταδίων μυριάδων πέντε καὶ εἴκοσι καὶ δισχιλίων͵ τὸ τεταρτημόριον εἴη ἂν ἓξ μυριάδες καὶ τρισχίλιοι· τοῦτο δέ ἐστι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν πόλον πεντεκαίδεκα ἑξηκοντάδων͵ οἵων ἐστὶν ὁ ἰσημερινὸς ἑξήκοντα͵ τὸ δ᾽ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν θερινὸν τροπικὸν τεττάρων· οὗτος δ᾽ ἐστὶν ὁ διὰ Συήνης γραφόμενος παράλληλος. συλλογίζεται δὴ τὰ καθ᾽ ἕκαστα διαστήματα ἐκ τῶν φαινομένων μέτρων· τὸν μὲν γὰρ τροπικὸν κατὰ Συήνην κεῖσθαι συμβαίνει͵ διότι ἐνταῦθα κατὰ τὰς θερινὰς τροπὰς ἄσκιός ἐστιν ὁ γνώμων μέσης ἡμέρας· ὁ δὲ διὰ τῆς Συήνης μεσημβρινὸς γράφεται μάλιστα διὰ τῆς τοῦ Νείλου ῥύσεως ἀπὸ Μερόης ἕως Ἀλεξανδρείας· στάδιοι δ᾽ εἰσὶν οὗτοι περὶ μυρίους· κατὰ μέσον δὲ τὸ διάστημα τὴν Συήνην ἱδρῦσθαι συμβαίνει͵ ὥστ᾽ ἐντεῦθεν ἐπὶ Μερόην πεντακισχίλιοι. προϊόντι δ᾽ ἐπ᾽ εὐθείας ὅσον τρισχιλίους σταδίους ἐπὶ μεσημβρίαν οὐκέτ᾽ οἰκήσιμα τἆλλά ἐστι διὰ καῦμα͵ ὥστε τὸν διὰ τούτων τῶν τόπων παράλληλον͵ τὸν αὐτὸν ὄντα τῶι διὰ τῆς Κινναμωμοφόρου͵ πέρας καὶ ἀρχὴν δεῖ τίθεσθαι τῆς καθ᾽ ἡμᾶς οἰκουμένης πρὸς μεσημβρίαν. ἐπεὶ οὖν πεντακισχίλιοι μέν εἰσιν οἱ ἀπὸ Συήνης εἰς Μερόην͵ ἄλλοι δὲ προσγεγόνασι τρισχίλιοι͵ εἶεν ἂν οἱ πάντες ἐπὶ τοὺς ὅρους τῆς οἰκουμένης ὀκτακισχίλιοι. ἐπὶ δέ γε τὸν ἰσημερινὸν ἀπὸ Συήνης μύριοι ἑξακισχίλιοι ὀκτακόσιοι (τοσοῦτοι γάρ εἰσιν οἱ τῶν τεττάρων ἑξηκοντάδων͵ τεθείσης ἑκάστης τετρακισχιλίων καὶ διακοσίων)͵ ὥστε λοιποὶ εἶεν ἂν ἀπὸ τῶν ὅρων τῆς οἰκουμένης ἐπὶ τὸν ἰσημερινὸν ὀκτακισχίλιοι ὀκτακόσιοι͵ ἀπὸ δὲ Ἀλεξανδρείας δισμύριοι χίλιοι ὀκτακόσιοι. πάλιν δ᾽ ἀπὸ τῆς Ἀλεξανδρείας ἐπ᾽ εὐθείας τῆι ῥύσει τοῦ Νείλου πάντες ὁμολογοῦσι τὸν ἐπὶ Ῥόδον πλοῦν κἀντεῦθεν δὲ τὸν τῆς Καρίας παράπλουν καὶ Ἰωνίας μέχρι τῆς Τρωιάδος καὶ Βυζαντίου καὶ Βορυσθένους. λαβόντες οὖν τὰ διαστήματα γνώριμα καὶ πλεόμενα σκοποῦσι τὰ ὑπὲρ τοῦ Βορυσθένους ἐπ᾽ εὐθείας ταύτηι τῆι γραμμῆι μέχρι τίνος οἰκήσιμά ἐστι͵ καὶ περατοῖ τὰ προσάρκτια μέρη τῆς οἰκουμένης. οἰκοῦσι δ᾽ ὑπὲρ τοῦ Βορυσθένους ὕστατοι τῶν γνωρίμων Σκυθῶν Ῥωξολανοί͵ νοτιώτεροι ὄντες τῶν ὑπὲρ τῆς Βρεττανικῆς ἐσχάτων γνωριζομένων· ἤδη δὲ τἀπέκεινα διὰ ψῦχος ἀοίκητά ἐστι· νοτιώτεροι δὲ τούτων καὶ οἱ ὑπὲρ τῆς Μαιώτιδος Σαυρομάται καὶ Σκύθαι μέχρι τῶν ἑώιων Σκυθῶν.

5.8

Ὁ μὲν οὖν Μασσαλιώτης Πυθέας τὰ περὶ Θούλην τὴν βορειοτάτην τῶν Βρεττανίδων ὕστατα λέγει͵ παρ᾽ οἷς ὁ αὐτός ἐστι τῶι ἀρκτικῶι ὁ θερινὸς τροπικὸς κύκλος· παρὰ δὲ τῶν ἄλλων οὐδὲν ἱστορῶ͵ οὔθ᾽ ὅτι Θούλη νῆσός ἐστί τις οὔτ᾽ εἰ τὰ μέχρι δεῦρο οἰκήσιμά ἐστιν͵ ὅπου ὁ θερινὸς τροπικὸς ἀρκτικὸς γίνεται. νομίζω δὲ πολὺ εἶναι νοτιώτερον τοῦτο τὸ τῆς οἰκουμένης πέρας τὸ προσάρκτιον· οἱ γὰρ νῦν ἱστοροῦντες περαιτέρω τῆς Ἰέρνης οὐδὲν ἔχουσι λέγειν͵ ἣ πρὸς ἄρκτον πρόκειται τῆς Βρεττανικῆς πλησίον͵ ἀγρίων τελέως ἀνθρώπων καὶ κακῶς οἰκούντων διὰ ψῦχος͵ ὥστ᾽ ἐνταῦθα νομίζω τὸ πέρας εἶναι θετέον. τοῦ δὲ παραλλήλου τοῦ διὰ Βυζαντίου διὰ Μασσαλίας πως ἰόντος͵ ὥς φησιν Ἵππαρχος πιστεύσας Πυθέαι (φησὶ γὰρ ἐν Βυζαντίωι τὸν αὐτὸν εἶναι λόγον τοῦ γνώμονος πρὸς τὴν σκιάν͵ ὃν εἶπεν ὁ Πυθέας ἐν Μασσαλίαι)͵ τοῦ δὲ διὰ Βορυσθένους ἀπὸ τούτου διέχοντος περὶ τρισχιλίους καὶ ὀκτακοσίους͵ εἴη ἂν ἐκ τοῦ διαστήματος τοῦ ἀπὸ Μασσαλίας ἐπὶ τὴν Βρεττανικὴν ἐνταῦθά που πίπτων ὁ διὰ τοῦ Βορυσθένους κύκλος. πανταχοῦ δὲ παρακρουόμενος τοὺς ἀνθρώπους ὁ Πυθέας κἀνταῦθά που διέψευσται· τὸ μὲν γὰρ τὴν ἀπὸ στηλῶν γραμμὴν ἐπὶ τοὺς περὶ τὸν πορθμὸν καὶ Ἀθήνας καὶ Ῥόδον τόπους ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖσθαι ὡμολόγηται παρὰ πολλῶν· ὁμολογεῖται δὲ ὅτι καὶ διὰ μέσου πως τοῦ πελάγους ἐστὶν ἡ ἀπὸ στηλῶν ἐπὶ τὸν πορθμόν. οἱ δὲ πλέοντες τὸ μέγιστον δίαρμα ἀπὸ τῆς Κελτικῆς ἐπὶ τὴν Λιβύην εἶναι τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου σταδίων πεντακισχιλίων͵ τοῦτο δ᾽ εἶναι καὶ τὸ μέγιστον πλάτος τοῦ πελάγους͵ ὥστ᾽ εἴη ἂν τὸ ἀπὸ τῆς λεχθείσης γραμμῆς ἐπὶ τὸν μυχὸν τοῦ κόλπου σταδίων δισχιλίων πεντακοσίων͵ ἐπὶ δὲ Μασσαλίαν ἐλαττόνων· νοτιωτέρα γάρ ἐστιν ἡ Μασσαλία τοῦ μυχοῦ τοῦ κόλπου. τὸ δέ γε ἀπὸ τῆς Ῥοδίας ἐπὶ τὸ Βυζάντιον ἐστὶ τετρακισχιλίων που καὶ ἐνακοσίων σταδίων͵ ὥστε πολὺ ἀρκτικώτερος ἂν εἴη ὁ διὰ Βυζαντίου τοῦ διὰ Μασσαλίας. τὸ δ᾽ ἐκεῖθεν ἐπὶ τὴν Βρεττανικὴν δύναται συμφωνεῖν τῶι ἀπὸ Βυζαντίου ἐπὶ Βορυσθένη· τὸ δ᾽ ἐκεῖθεν ἐπὶ τὴν Ἰέρνην οὐκέτι γνώριμον πόσον ἄν τις θείη͵ οὐδ᾽ εἰ περαιτέρω ἔτι οἰκήσιμά ἐστιν͵ οὐδὲ δεῖ φροντίζειν τοῖς ἐπάνω λεχθεῖσι [προσέχοντας]· πρός τε γὰρ ἐπιστήμην ἀρκεῖ τὸ λαβεῖν͵ καθάπερ ἐπὶ τῶν νοτίων μερῶν͵ ὅτι ὑπὲρ Μερόης μέχρι τρισχιλίων σταδίων προελθόντι τῆς οἰκησίμου τίθεσθαι [πέρας] προσῆκεν (οὐχ ὡς ἂν τούτου ἀκριβεστάτου πέρατος ὄντος͵ ἀλλ᾽ ἐγγύς γε τἀκριβοῦς)͵ οὕτω κἀκεῖ τοὺς ὑπὲρ τῆς Βρεττανικῆς οὐ πλείους τούτων θετέον ἢ μικρῶι πλείους͵ οἷον τετρακισχιλίους. πρός τε τὰς ἡγεμονικὰς χρείας οὐδὲν ἂν εἴη πλεονέκτημα τὰς τοιαύτας γνωρίζειν χώρας καὶ τοὺς ἐνοικοῦντας͵ καὶ μάλιστα εἰ νήσους οἰκοῖεν τοιαύτας͵ αἳ μήτε λυπεῖν μήτ᾽ ὠφελεῖν ἡμᾶς δύνανται μηδὲν διὰ τὸ ἀνεπίπλεκτον· καὶ γὰρ τὴν Βρεττανικὴν ἔχειν δυνάμενοι Ῥωμαῖοι κατεφρόνησαν͵ ὁρῶντες ὅτι οὔτε φόβος ἐξ αὐτῶν οὐδὲ εἷς ἐστιν (οὐ γὰρ ἰσχύουσι τοσοῦτον ὥστ᾽ ἐπιδιαβαίνειν ἡμῖν) οὔτ᾽ ὠφέλεια τοσαύτη τις͵ εἰ κατάσχοιεν. πλέον γὰρ ἐκ τῶν τελῶν δοκεῖ προσφέρεσθαι νῦν ἢ ὁ φόρος δύναται συντελεῖν͵ ἀφαιρουμένης τῆς εἰς τὸ στρατιωτικὸν δαπάνης τὸ φρουρῆσον καὶ φορολογῆσον τὴν νῆσον· πολὺ δ᾽ ἂν ἐπιγένοιτο τὸ ἄχρηστον ἐπὶ τῶν ἄλλων τῶν περὶ ταύτην νήσων.

5.9

Εἰ δὲ προστεθείη τῶι ἀπὸ τῆς Ῥοδίας μέχρι Βορυσθένους διαστήματι τὸ ἀπὸ Βορυσθένους ἐπὶ τὰς ἄρκτους τῶν τετρακισχιλίων σταδίων διάστημα͵ γίνεται τὸ πᾶν μύριοι δισχίλιοι ἑπτακόσιοι στάδιοι͵ τὸ δ᾽ ἀπὸ τῆς Ῥοδίας ἐπὶ τὸ νότιον πέρας ἐστὶ τῆς οἰκουμένης μύριοι ἑξακισχίλιοι ἑξακόσιοι͵ ὥστε τὸ σύμπαν πλάτος τῆς οἰκουμένης εἴη ἂν ἔλαττον τῶν τρισμυρίων ἀπὸ νότου πρὸς ἄρκτον· τὸ δέ γε μῆκος περὶ ἑπτὰ μυριάδας λέγεται͵ τοῦτο δ᾽ ἐστὶν ἀπὸ δύσεως ἐπὶ τὰς ἀνατολὰς τὸ ἀπὸ τῶν ἄκρων τῆς Ἰβηρίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς͵ τὸ μὲν ὁδοῖς τὸ δὲ ταῖς ναυτιλίαις ἀναμεμετρημένον. ὅτι δ᾽ ἐντὸς τοῦ λεχθέντος τετραπλεύρου τὸ μῆκός ἐστι τοῦτο͵ ἐκ τοῦ λόγου τῶν παραλλήλων πρὸς τὸν ἰσημερινὸν δῆλον͵ ὥστε πλέον ἢ διπλάσιόν ἐστι τοῦ πλάτους τὸ μῆκος. λέγεται δὲ καὶ χλαμυδοειδές πως τὸ σχῆμα· πολλὴ γὰρ συναγωγὴ τοῦ πλάτους πρὸς τοῖς ἄκροις εὑρίσκεται καὶ μάλιστα τοῖς ἑσπερίοις͵ τὰ καθ᾽ ἕκαστα ἐπιόντων ἡμῶν.

5.10

Νυνὶ μὲν οὖν ἐπιγεγράφαμεν ἐπὶ σφαιρικῆς ἐπιφανείας τὸ χωρίον͵ ἐν ὧι φαμεν ἱδρῦσθαι τὴν οἰκουμένην· καὶ δεῖ τὸν ἐγγυτάτω διὰ τῶν χειροκμήτων σχημάτων μιμούμενον τὴν ἀλήθειαν ποιήσαντα σφαῖραν τὴν γῆν͵ καθάπερ τὴν Κρατήτειον͵ ἐπὶ ταύτης ἀπολαβόντα τὸ τετράπλευρον ἐντὸς τούτου τιθέναι τὸν πίνακα τῆς γεωγραφίας. ἀλλ᾽ ἐπειδὴ μεγάλης δεῖ σφαίρας͵ ὥστε πολλοστημόριον αὐτῆς ὑπάρχον τὸ λεχθὲν τμῆμα ἱκανὸν γενέσθαι δέξασθαι σαφῶς τὰ προσήκοντα μέρη τῆς οἰκουμένης͵ καὶ τὴν οἰκείαν παρασχεῖν ὄψιν τοῖς ἐπιβλέπουσι͵ τῶι μὲν δυναμένωι κατασκευάσασθαι τηλικαύτην οὕτω ποιεῖν βέλτιον· ἔστω δὲ μὴ μείω δέκα ποδῶν ἔχουσα τὴν διάμετρον· τῶι δὲ μὴ δυναμένωι τηλικαύτην ἢ μὴ πολλῶι ταύτης ἐνδεεστέραν ἐν ἐπιπέδωι καταγραπτέον πίνακι τοὐλάχιστον ἑπτὰ ποδῶν. διοίσει γὰρ μικρόν͵ ἐὰν ἀντὶ τῶν κύκλων τῶν τε παραλλήλων καὶ τῶν μεσημβρινῶν͵ οἷς τά τε κλίματα καὶ τοὺς ἀνέμους διασαφοῦμεν καὶ τὰς ἄλλας διαφορὰς καὶ τὰς σχέσεις τῶν τῆς γῆς μερῶν πρὸς ἄλληλά τε καὶ τὰ οὐράνια͵ εὐθείας γράφωμεν͵ τῶν μὲν παραλλήλων παραλλήλους͵ τῶν δὲ ὀρθῶν πρὸς ἐκείνους ὀρθάς͵ τῆς διανοίας ῥαιδίως μεταφέρειν δυναμένης τὸ ὑπὸ τῆς ὄψεως ἐν ἐπιπέδωι θεωρούμενον ἐπιφανείαι σχῆμα καὶ μέγεθος ἐπὶ τὴν περιφερῆ τε καὶ σφαιρικήν. ἀνάλογον δὲ καὶ περὶ τῶν λοξῶν κύκλων καὶ εὐθειῶν φαμεν. εἰ δ᾽ οἱ μεσημβρινοὶ οἱ παρ᾽ ἑκάστοις [διὰ] τοῦ πόλου γραφόμενοι πάντες συννεύουσιν ἐν τῆι σφαίραι πρὸς ἓν σημεῖον͵ ἀλλ᾽ ἐν τῶι ἐπιπέδωι γε οὐ διοίσει πίνακι τὰς εὐθείας μικρὰς συννευούσας ποιεῖν μόνον τὰς μεσημβρινάς· οὐδὲ γὰρ πολλαχοῦ τοῦτ᾽ ἀναγκαῖον͵ οὐδ᾽ ἐκφανής ἐστιν ὥσπερ ἡ περιφέρεια οὕτω καὶ ἡ σύννευσις͵ μεταφερομένων τῶν γραμμῶν εἰς τὸν πίνακα τὸν ἐπίπεδον καὶ γραφομένων εὐθειῶν.

5.11

Καὶ δὴ καὶ τὸν ἑξῆς λόγον ὡς ἐν ἐπιπέδωι πίνακι τῆς γραφῆς γινομένης ἐκθήσομεν. ἐροῦμεν δὴ τὴν μὲν ἐπελθόντες αὐτοὶ τῆς γῆς καὶ θαλάττης͵ περὶ ἧς δὲ πιστεύσαντες τοῖς εἰποῦσιν ἢ γράψασιν. ἐπήλθομεν δὲ ἐπὶ δύσιν μὲν ἀπὸ τῆς Ἀρμενίας μέχρι τῶν κατὰ Σαρδόνα τόπων τῆς Τυρρηνίας͵ ἐπὶ μεσημβρίαν δὲ ἀπὸ τοῦ Εὐξείνου μέχρι τῶν τῆς Αἰθιοπίας ὅρων· οὐδὲ τῶν ἄλλων δὲ οὐδὲ εἷς ἂν εὑρεθείη τῶν γεωγραφησάντων πολύ τι ἡμῶν μᾶλλον ἐπεληλυθὼς τῶν λεχθέντων διαστημάτων͵ ἀλλ᾽ οἱ πλεονάσαντες περὶ τὰ δυσμικὰ μέρη τῶν πρὸς ταῖς ἀνατολαῖς οὐ τοσοῦτον ἥψαντο͵ οἱ δὲ περὶ τἀναντία τῶν ἑσπερίων ὑστέρησαν· ὁμοίως δ᾽ ἔχει καὶ περὶ τῶν πρὸς νότον καὶ τὰς ἄρκτους. τὸ μέντοι πλέον κἀκεῖνοι καὶ ἡμεῖς ἀκοῆι παραλαβόντες συντίθεμεν καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος καὶ τὴν ἄλλην φύσιν ὁποία καὶ ὁπόση͵ τὸν αὐτὸν τρόπον ὅνπερ ἡ διάνοια ἐκ τῶν αἰσθητῶν συντίθησι τὰ νοητά· σχῆμα γὰρ καὶ χρόαν καὶ μέγεθος μήλου καὶ ὀδμὴν καὶ ἁφὴν καὶ χυμὸν ἀπαγγέλλουσιν αἱ αἰσθήσεις͵ ἐκ δὲ τούτων συντίθησιν ἡ διάνοια τὴν τοῦ μήλου νόησιν· καὶ αὐτῶν δὲ τῶν μεγάλων σχημάτων τὰ μέρη μὲν αἴσθησις ὁρᾶι͵ τὸ δ᾽ ὅλον ἐκ τῶν ὁραθέντων ἡ διάνοια συντίθησιν. οὕτω δὲ καὶ οἱ φιλομαθεῖς ἄνδρες ὥσπερ αἰσθητηρίοις πιστεύσαντες τοῖς ἰδοῦσι καὶ πλανηθεῖσιν οὓς ἔτυχε τόπους ἄλλοις κατ᾽ ἄλλα μέρη τῆς γῆς͵ συντιθέασιν εἰς ἓν διάγραμμα τὴν τῆς ὅλης οἰκουμένης ὄψιν· ἐπεὶ καὶ οἱ στρατηγοὶ πάντα μὲν αὐτοὶ πράττουσιν͵ οὐ πανταχοῦ δὲ πάρεισιν͵ ἀλλὰ πλεῖστα κατορθοῦσι δι᾽ ἑτέρων͵ ἀγγέλοις πιστεύοντες καὶ πρὸς τὴν ἀκοὴν διαπέμποντες οἰκείως τὰ προστάγματα. ὁ δ᾽ ἀξιῶν μόνους εἰδέναι τοὺς ἰδόντας ἀναιρεῖ τὸ τῆς ἀκοῆς κριτήριον͵ ἥτις πρὸς ἐπιστήμην ὀφθαλμοῦ πολὺ κρείττων ἐστί.

5.12

Μάλιστα δ᾽ οἱ νῦν ἄμεινον ἔχοιεν ἄν τι λέγειν περὶ τῶν κατὰ Βρεττανοὺς καὶ Γερμανοὺς καὶ τοὺς περὶ τὸν Ἴστρον τούς τε ἐντὸς καὶ τοὺς ἐκτὸς Γέτας τε καὶ Τυρεγέτας καὶ Βαστάρνας͵ ἔτι δὲ τοὺς περὶ τὸν Καύκασον͵ οἷον Ἀλβανοὺς καὶ Ἴβηρας. ἀπήγγελται δ᾽ ἡμῖν καὶ ὑπὸ τῶν τὰ Παρθικὰ συγγραψάντων͵ τῶν περὶ Ἀπολλόδωρον τὸν Ἀρτεμιτηνόν͵ ἃ πολλῶν ἐκεῖνοι μᾶλλον ἀφώρισαν͵ τὰ περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανήν· τῶν τε Ῥωμαίων καὶ εἰς τὴν εὐδαίμονα Ἀραβίαν ἐμβαλόντων μετὰ στρατιᾶς νεωστί͵ ἧς ἡγεῖτο ἀνὴρ φίλος ἡμῖν καὶ ἑταῖρος Αἴλιος Γάλλος͵ καὶ τῶν ἐκ τῆς Ἀλεξανδρείας ἐμπόρων στόλοις ἤδη πλεόντων διὰ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου μέχρι τῆς Ἰνδικῆς͵ πολὺ μᾶλλον καὶ ταῦτα ἔγνωσται τοῖς νῦν ἢ τοῖς πρὸ ἡμῶν. ὅτε γοῦν Γάλλος ἐπῆρχε τῆς Αἰγύπτου͵ συνόντες αὐτῶι καὶ συναναβάντες μέχρι Συήνης καὶ τῶν Αἰθιοπικῶν ὅρων ἱστοροῦμεν͵ ὅτι καὶ ἑκατὸν καὶ εἴκοσι νῆες πλέοιεν ἐκ Μυὸς ὅρμου πρὸς τὴν Ἰνδικήν͵ πρότερον ἐπὶ τῶν Πτολεμαϊκῶν βασιλέων ὀλίγων παντάπασι θαρρούντων πλεῖν καὶ τὸν Ἰνδικὸν ἐμπορεύεσθαι φόρτον.

5.13

Τὰ μὲν οὖν πρῶτα καὶ κυριώτατα καὶ πρὸς ἐπιστήμην καὶ πρὸς τὰς χρείας τὰς πολιτικὰς ταῦτα͵ σχῆμα καὶ μέγεθος εἰπεῖν ὡς ἁπλούστατα ἐγχειρεῖν τὸ πῖπτον εἰς τὸν γεωγραφικὸν πίνακα͵ συμπαραδηλοῦντα καὶ τὸ ποῖόν τι καὶ πόστον μέρος τῆς ὅλης γῆς ἐστι· τοῦτο μὲν γὰρ οἰκεῖον τῶι γεωγράφωι͵ τὸ δὲ καὶ περὶ ὅλης ἀκριβολογεῖσθαι τῆς γῆς καὶ περὶ τοῦ σπονδύλου παντὸς ἧς λέγομεν ζώνης ἄλλης τινὸς ἐπιστήμης ἐστίν͵ οἷον εἰ περιοικεῖται καὶ κατὰ θάτερον τεταρτημόριον ὁ σπόνδυλος· καὶ γὰρ εἰ οὕτως ἔχει͵ οὐχ ὑπὸ τούτων γε οἰκεῖται τῶν παρ᾽ ἡμῖν͵ ἀλλ᾽ ἐκείνην ἄλλην οἰκουμένην θετέον͵ ὅπερ ἐστὶ πιθανόν. ἡμῖν δὲ τὰ ἐν αὐτῆι ταύτηι λεκτέον.

5.14

Ἔστι δή τι χλαμυδοειδὲς σχῆμα τῆς γῆς τῆς οἰκουμένης͵ οὗ τὸ μὲν πλάτος ὑπογράφει τὸ μέγιστον ἡ διὰ τοῦ Νείλου γραμμή͵ λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τοῦ διὰ τῆς Κινναμωμοφόρου παραλλήλου καὶ τῆς τῶν Αἰγυπτίων τῶν φυγάδων νήσου μέχρι τοῦ διὰ τῆς Ἰέρνης παραλλήλου͵ τὸ δὲ μῆκος ἡ ταύτηι πρὸς ὀρθὰς ἀπὸ τῆς ἑσπέρας διὰ στηλῶν καὶ τοῦ Σικελικοῦ πορθμοῦ μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου͵ παρὰ τὸν Ταῦρον ἰοῦσα τὸν διεζωκότα τὴν Ἀσίαν καὶ καταστρέφοντα ἐπὶ τὴν ἑώιαν θάλατταν μεταξὺ Ἰνδῶν καὶ τῶν ὑπὲρ τῆς Βακτριανῆς Σκυθῶν. δεῖ δὴ νοῆσαι παραλληλόγραμμόν τι͵ ἐν ὧι τὸ χλαμυδοειδὲς σχῆμα ἐγγέγραπται οὕτως ὥστε τὸ μῆκος τῶι μήκει ὁμολογεῖν καὶ ἴσον εἶναι τὸ μέγιστον καὶ τὸ πλάτος τῶι πλάτει. τὸ μὲν δὴ χλαμυδοειδὲς σχῆμα οἰκουμένη ἐστί· τὸ δὲ πλάτος ὁρίζεσθαι ἔφαμεν αὐτῆς ταῖς ἐσχάταις παραλλήλοις πλευραῖς͵ ταῖς διοριζούσαις τὸ οἰκήσιμον αὐτῆς καὶ τὸ ἀοίκητον ἐφ᾽ ἑκάτερα. αὗται δ᾽ ἦσαν πρὸς ἄρκτοις μὲν ἡ διὰ τῆς Ἰέρνης͵ πρὸς δὲ τῆι διακεκαυμένηι ἡ διὰ τῆς Κινναμωμοφόρου· αὗται δὴ προσεκβαλλόμεναι ἐπί τε τὰς ἀνατολὰς καὶ ἐπὶ τὰς δύσεις μέχρι τῶν ἀνταιρόντων μερῶν τῆς οἰκουμένης ποιήσουσί τι παραλληλόγραμμον πρὸς τὰς ἐπιζευγνυούσας διὰ τῶν ἄκρων αὐτάς. ὅτι μὲν οὖν ἐν τούτωι ἐστὶν ἡ οἰκουμένη͵ φανερὸν ἐκ τοῦ μήτε τὸ πλάτος αὐτῆς τὸ μέγιστον ἔξω πίπτειν αὐτοῦ μήτε τὸ μῆκος· ὅτι δ᾽ αὐτῆς χλαμυδοειδὲς τὸ σχῆμά ἐστιν͵ ἐκ τοῦ τὰ ἄκρα μυουρίζειν τὰ τοῦ μήκους ἑκατέρωθεν͵ κλυζόμενα ὑπὸ τῆς θαλάττης͵ καὶ ἀφαιρεῖν τοῦ πλάτους· τοῦτο δὲ δῆλον ἐκ τῶν περιπλευσάντων τά τε ἑῶια μέρη καὶ τὰ δυσμικὰ ἑκατέρωθεν. τῆς τε γὰρ Ἰνδικῆς νοτιωτέραν πολὺ τὴν Ταπροβάνην καλουμένην νῆσον ἀποφαίνουσιν͵ οἰκουμένην ἔτι καὶ ἀνταίρουσαν τῆι τῶν Αἰγυπτίων νήσωι καὶ τῆι τὸ κιννάμωμον φερούσηι γῆι· τὴν γὰρ κρᾶσιν τῶν ἀέρων παραπλησίαν εἶναι· τῆς τε μετὰ τοὺς Ἰνδοὺς Σκυθίας τῆς ὑστάτης ἀρκτικώτερά ἐστι τὰ κατὰ τὸ στόμα τῆς Ὑρκανίας θαλάττης καὶ ἔτι μᾶλλον τὰ κατὰ τὴν Ἰέρνην. ὁμοίως δὲ καὶ περὶ τῆς ἔξω στηλῶν λέγεται· δυσμικώτατον μὲν γὰρ σημεῖον τῆς οἰκουμένης τὸ τῶν Ἰβήρων ἀκρωτήριον ὃ καλοῦσιν ἱερόν· κεῖται δὲ κατὰ τὴν γραμμήν πως τὴν διὰ Γαδείρων τε καὶ στηλῶν καὶ τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῆς Ῥοδίας. συμφωνεῖν γὰρ καὶ τὰ ὡροσκοπεῖα καὶ τοὺς ἀνέμους φασὶ τοὺς ἑκατέρωσε φοροὺς καὶ τὰ μήκη τῶν μεγίστων ἡμερῶν τε καὶ νυκτῶν· ἔστι γὰρ τετταρεσκαίδεκα ὡρῶν ἰσημερινῶν [καὶ ἡμίσους ἡ μεγίστη τῶν ἡμερῶν] τε καὶ νυκτῶν. ἔν τε τῆι παραλίαι τῆι κατὰ Γάδειρα καὶ Ἴβηράς ποτε ὁρᾶσθαι. Ποσειδώνιος δ᾽ ἔκ τινος ὑψηλῆς οἰκίας ἐν πόλει διεχούσηι τῶν τόπων τούτων ὅσον τετρακοσίους σταδίους φησὶν ἰδεῖν ἀστέρα͵ ὃν τεκμαίρεσθαι τὸν Κάνωβον αὐτὸν ἐκ τοῦ τε μικρὸν ἐκ τῆς Ἰβηρίας προελθόντας ἐπὶ τὴν μεσημβρίαν ὁμολογεῖν ἀφορᾶν αὐτὸν καὶ ἐκ τῆς ἱστορίας τῆς ἐν Κνίδωι· τὴν γὰρ Εὐδόξου σκοπὴν οὐ πολὺ τῶν οἰκήσεων ὑψηλοτέραν εἶναι͵ λέγεσθαι δ᾽ ὅτι ἐντεῦθεν ἐκεῖνος ἀφεώρα τὸν Κάνωβον ἀστέρα͵ εἶναι δ᾽ ἐπὶ τοῦ Ῥοδιακοῦ κλίματος τὴν Κνίδον͵ ἐφ᾽ οὗ καὶ τὰ Γάδειρα καὶ ἡ ταύτηι παραλία.

5.15

Ἐντεῦθεν δὲ πρὸς μὲν τὰ νότια μέρη πλέουσιν ἡ Λιβύη κεῖται· ταύτης δὲ τὰ δυσμικώτατα μικρῶι τῶν Γαδείρων πρόκειται μᾶλλον͵ εἶτ᾽ ἄκραν ποιήσαντα στενὴν ἀναχωρεῖ πρὸς ἕω καὶ νότον͵ καὶ πλατύνεται κατ᾽ ὀλίγον ἕως ἂν τοῖς ἑσπερίοις Αἰθίοψι συνάψηι. οὗτοι δ᾽ ὑπόκεινται τῶν περὶ Καρχηδόνα τόπων ὕστατοι͵ συνάπτοντες τῆι διὰ τῆς Κινναμωμοφόρου γραμμῆι. εἰς δὲ τἀναντία πλέουσιν ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου μέχρι τῶν Ἀρτάβρων καλουμένων ὁ πλοῦς ἐστι πρὸς ἄρκτον ἐν δεξιᾶι ἔχουσι τὴν Λυσιτανίαν· εἶθ᾽ ὁ λοιπὸς πρὸς ἕω πᾶς ἀμβλεῖαν γωνίαν ποιῶν μέχρι τῶν τῆς Πυρήνης ἄκρων τῶν τελευτώντων εἰς τὸν ὠκεανόν. τούτοις δὲ τὰ ἑσπέρια τῆς Βρεττανικῆς ἀντίκειται πρὸς ἄρκτον͵ ὁμοίως δὲ καὶ τοῖς Ἀρτάβροις ἀντίκεινται πρὸς ἄρκτον αἱ Καττιτερίδες καλούμεναι νῆσοι πελάγιαι κατὰ τὸ Βρεττανικόν πως κλίμα ἱδρυμέναι· ὥστε δῆλον ἐφ᾽ ὅσον συνάγεται τὰ ἄκρα τῆς οἰκουμένης κατὰ μῆκος ὑπὸ τοῦ περικεχυμένου πελάγους εἰς στενόν.

5.16

Τοιούτου δὲ ὄντος τοῦ καθόλου σχήματος͵ χρήσιμον φαίνεται δύο λαβεῖν εὐθείας͵ αἳ τέμνουσαι πρὸς ὀρθὰς ἀλλήλας͵ ἡ μὲν διὰ τοῦ μήκους ἥξει τοῦ μεγίστου παντὸς ἡ δὲ διὰ τοῦ πλάτους͵ καὶ ἡ μὲν τῶν παραλλήλων ἔσται μία ἡ δὲ τῶν μεσημβρινῶν· ἔπειτα ταύταις παραλλήλους ἐπινοοῦντας ἐφ᾽ ἑκάτερα διαιρεῖν κατὰ ταύτας τὴν γῆν καὶ τὴν θάλατταν͵ ἧι χρώμενοι τυγχάνομεν. καὶ γὰρ τὸ σχῆμα μᾶλλον ἂν καταφανὲς γένοιτο ὁποῖον εἰρήκαμεν͵ κατὰ τὸ μέγεθος τῶν γραμμῶν ἄλλα καὶ ἄλλα μέτρα ἐχουσῶν τῶν τε τοῦ μήκους καὶ τοῦ πλάτους͵ καὶ τὰ κλίματα ἀποδηλωθήσεται βέλτιον τά τε ἑωθινὰ καὶ τὰ ἑσπέρια͵ ὡς δ᾽ αὕτως τὰ νότια καὶ τὰ βόρεια. ἐπεὶ δὲ διὰ γνωρίμων τόπων λαμβάνεσθαι δεῖ τὰς εὐθείας ταύτας͵ αἱ μὲν ἐλήφθησαν ἤδη͵ λέγω δὲ τὰς μέσας δύο τήν τε τοῦ μήκους καὶ τοῦ πλάτους͵ τὰς λεχθείσας πρότερον͵ αἱ δ᾽ ἄλλαι ῥαιδίως γνωρίζοιντ᾽ ἂν διὰ τούτων· τρόπον γάρ τινα στοιχείοις χρώμενοι τούτοις τὰ παράλληλα μέρη στοχαζόμεθα καὶ τὰς ἄλλας σχέσεις τῶν οἰκήσεων τάς τ᾽ ἐπὶ γῆς καὶ πρὸς τὰ οὐράνια.

5.17

Πλεῖστον δ᾽ ἡ θάλαττα γεωγραφεῖ καὶ σχηματίζει τὴν γῆν͵ κόλπους ἀπεργαζομένη καὶ πελάγη καὶ πορθμούς͵ ὁμοίως δὲ ἰσθμοὺς καὶ χερρονήσους καὶ ἄκρας· προσλαμβάνουσι δὲ ταύτηι καὶ οἱ ποταμοὶ καὶ τὰ ὄρη. διὰ γὰρ τῶν τοιούτων ἤπειροί τε καὶ ἔθνη καὶ πόλεων θέσεις εὐφυεῖς ἐνενοήθησαν καὶ τἆλλα ποικίλματα͵ ὅσων μεστός ἐστιν ὁ χωρογραφικὸς πίναξ. ἐν δὲ τούτοις καὶ τὸ τῶν νήσων πλῆθός ἐστι κατεσπαρμένον ἔν τε τοῖς πελάγεσι καὶ κατὰ τὴν παραλίαν πᾶσαν. ἄλλων δ᾽ ἄλλας ἀρετάς τε καὶ κακίας καὶ τὰς ἀπ᾽ αὐτῶν χρείας ἐπιδεικνυμένων ἢ δυσχρηστίας͵ τὰς μὲν φύσει τὰς δὲ ἐκ κατασκευῆς͵ τὰς φύσει δεῖ λέγειν· διαμένουσι γάρ͵ αἱ δ᾽ ἐπίθετοι δέχονται μεταβολάς. καὶ τούτων δὲ τὰς πλείω χρόνον συμμένειν δυναμένας ἐμφανιστέον͵ ... μὴ πολὺ μέν͵ ἄλλως δ᾽ ἐπιφάνειαν ἐχούσας τινὰ καὶ δόξαν͵ ἣ πρὸς τὸν ὕστερον χρόνον παραμένουσα τρόπον τινὰ συμφυῆ τοῖς τόποις ποιεῖ καὶ μηκέτι οὖσαν κατασκευήν͵ ὥστε δῆλον ὅτι δεῖ καὶ τούτων μεμνῆσθαι. περὶ πολλῶν γάρ ἐστι πόλεων τοῦτ᾽ εἰπεῖν͵ ὅπερ εἶπε Δημοσθένης ἐπὶ τῶν περὶ Ὄλυνθον͵ ἃς οὕτως ἠφανίσθαι φησὶν ὥστε μηδ᾽ εἰ πώποτε ὠικίσθησαν γνῶναι ἄν τινα ἐπελθόντα. ἀλλ᾽ ὅμως καὶ εἰς τούτους τοὺς τόπους καὶ εἰς ἄλλους ἀφικνοῦνται ἄσμενοι͵ τά γ᾽ ἴχνη ποθοῦντες ἰδεῖν τῶν οὕτω διωνομασμένων ἔργων͵ καθάπερ καὶ τοὺς τάφους τῶν ἐνδόξων ἀνδρῶν. οὕτω δὲ καὶ νομίμων καὶ πολιτειῶν μεμνήμεθα τῶν μηκέτι οὐσῶν͵ ἐνταῦθα καὶ τῆς ὠφελείας προκαλουμένης τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐπὶ τῶν πράξεων· ἢ γὰρ ζήλου χάριν ἢ ἀποτροπῆς τῶν τοιούτων.

5.18

Λέγομεν δ᾽ ἀναλαβόντες ἀπὸ τῆς πρώτης ὑποτυπώσεως ὅτι ἡ καθ᾽ ἡμᾶς οἰκουμένη γῆ περίρρυτος οὖσα δέχεται κόλπους εἰς ἑαυτὴν ἀπὸ τῆς ἔξω θαλάττης κατὰ τὸν ὠκεανὸν πολλούς͵ μεγίστους δὲ τέτταρας· ὧν ὁ μὲν βόρειος Κασπία καλεῖται θάλαττα (οἱ δ᾽ Ὑρκανίαν προσαγορεύουσιν)͵ ὁ δὲ Περσικὸς καὶ Ἀράβιος ἀπὸ τῆς νοτίας ἀναχέονται θαλάττης͵ ὁ μὲν τῆς Κασπίας κατ᾽ ἀντικρὺ μάλιστα ὁ δὲ τῆς Ποντικῆς͵ τὸν δὲ τέταρτον͵ ὅσπερ πολὺ τούτους ὑπερβέβληται κατὰ τὸ μέγεθος͵ ἡ ἐντὸς καὶ καθ᾽ ἡμᾶς λεγομένη θάλαττα ἀπεργάζεται͵ τὴν μὲν ἀρχὴν ἀπὸ τῆς ἑσπέρας λαμβάνουσα καὶ τοῦ κατὰ τὰς Ἡρακλείους στήλας πορθμοῦ͵ μηκυνομένη δ᾽ εἰς τὸ πρὸς ἕω μέρος ἐν ἄλλωι [καὶ ἄλλωι] πλάτει͵ μετὰ δὲ ταῦτα σχιζομένη καὶ τελευτῶσα εἰς δύο κόλπους πελαγίους͵ τὸν μὲν ἐν ἀριστερᾶι͵ ὅνπερ Εὔξεινον πόντον προσαγορεύομεν͵ τὸν δ᾽ ἕτερον τὸν συγκείμενον ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ Ἰσσικοῦ. ἅπαντες δ᾽ οἱ λεχθέντες κόλποι ἀπὸ τῆς ἔξω θαλάττης στενὸν ἔχουσι τὸν εἴσπλουν͵ μᾶλλον μὲν ὅ τε Ἀράβιος καὶ ὁ κατὰ στήλας͵ ἧττον δ᾽ οἱ λοιποί. ἡ δὲ περικλείουσα αὐτοὺς γῆ τριχῆ νενέμηται͵ καθάπερ εἴρηται. ἡ μὲν οὖν Εὐρώπη πολυσχημονεστάτη πασῶν ἐστιν͵ ἡ δὲ Λιβύη τἀναντία πέπονθεν͵ ἡ δὲ Ἀσία μέσην πως ἀμφοῖν ἔχει τὴν διάθεσιν. ἅπασαι δ᾽ ἐκ τῆς ἐντὸς παραλίας ἔχουσι τὴν αἰτίαν τοῦ τε πολυσχήμονος καὶ τοῦ μή͵ ἡ δ᾽ ἐκτὸς πλὴν τῶν λεχθέντων κόλπων ἁπλῆ καὶ χλαμυδοειδής ἐστιν͵ ὡς εἶπον͵ τὰς δ᾽ ἄλλας ἐν μικρῶι διαφορὰς ἐατέον· οὐδὲν γὰρ ἐν τοῖς μεγάλοις τὸ μικρόν. ἔτι δ᾽ ἐπεὶ κατὰ τὴν γεωγραφικὴν ἱστορίαν οὐ σχήματα μόνον ζητοῦμεν καὶ μεγέθη τόπων͵ ἀλλὰ καὶ σχέσεις πρὸς ἄλληλα αὐτῶν͵ ὥσπερ ἔφαμεν͵ καὶ ἐνταῦθα τὸ ποικίλον ἡ ἐντὸς παραλία παρέχεται μᾶλλον ἢ ἡ ἐκτός. πολὺ δ᾽ ἐστὶ καὶ τὸ γνώριμον καὶ τὸ εὔκρατον καὶ τὸ πόλεσι καὶ ἔθνεσιν εὐνομουμένοις συνοικούμενον μᾶλλον ἐνταῦθα ἢ ἐκεῖ. ποθοῦμεν δὲ εἰδέναι ταῦτα͵ ἐν οἷς πλείους παραδίδονται πράξεις καὶ πολιτεῖαι καὶ τέχναι καὶ τἆλλα ὅσα εἰς φρόνησιν συνεργεῖ͵ αἵ τε χρεῖαι συνάγουσιν ἡμᾶς πρὸς ἐκεῖνα ὧν ἐν ἐφικτῶι αἱ ἐπιπλοκαὶ καὶ κοινωνίαι· ταῦτα δ᾽ ἐστὶν ὅσα οἰκεῖται͵ μᾶλλον δ᾽ οἰκεῖται καλῶς. πρὸς ἅπαντα δὲ τὰ τοιαῦτα͵ ὡς ἔφην͵ ἡ παρ᾽ ἡμῖν θάλαττα πλεονέκτημα ἔχει μέγα· καὶ δὴ καὶ ἔνθεν ἀρκτέον τῆς περιηγήσεως.

5.19

Εἴρηται δὲ ὅτι ἀρχὴ τοῦδε τοῦ κόλπου ἐστὶν ὁ κατὰ τὰς στήλας πορθμός· τὸ δὲ στενώτατον τούτου περὶ ἑβδομήκοντα σταδίους λέγεται· παραπλεύσαντι δὲ τὸν στενωπὸν ἑκατὸν καὶ εἴκοσι σταδίων ὄντα διάστασιν λαμβάνουσιν αἱ ἠιόνες ἀθρόαν͵ ἡ δ᾽ ἐν ἀριστερᾶι μᾶλλον· εἶτ᾽ ὄψις μεγάλου φαίνεται πελάγους. ὁρίζεται δ᾽ ἐκ μὲν τοῦ δεξιοῦ πλευροῦ τῆι Λιβυκῆι παραλίαι μέχρι Καρχηδόνος͵ ἐκ δὲ θατέρου τῆι τε Ἰβηρικῆι καὶ τῆι Κελτικῆι κατὰ Νάρβωνα καὶ Μασσαλίαν͵ καὶ μετὰ ταῦτα τῆι Λιγυστικῆι͵ τελευταίαι δὲ τῆι Ἰταλικῆι μέχρι τοῦ Σικελικοῦ πορθμοῦ. τὸ δ᾽ ἑῶιον τοῦ πελάγους πλευρὸν ἡ Σικελία ἐστὶ καὶ οἱ ἑκατέρωθεν αὐτῆς πορθμοί͵ ὁ μὲν πρὸς τῆι Ἰταλίαι ἑπταστάδιος͵ ὁ δὲ πρὸς τῆι Καρχηδόνι χιλίων καὶ πεντακοσίων σταδίων. ἡ δ᾽ ἀπὸ τῶν στηλῶν ἐπὶ τὸ ἑπταστάδιον γραμμὴ μέρος μέν ἐστι τῆς ἐπὶ Ῥόδον καὶ τὸν Ταῦρον͵ μέσον δέ πως τέμνει τὸ λεχθὲν πέλαγος· λέγεται δὲ σταδίων μυρίων καὶ δισχιλίων· τοῦτο μὲν δὴ τὸ μῆκος τοῦ πελάγους͵ πλάτος δὲ τὸ μέγιστον ὅσον πεντακισχιλίων σταδίων τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου μεταξὺ Μασσαλίας καὶ Νάρβωνος ἐπὶ τὴν κατ᾽ ἀντικρὺ Λιβύην. καλοῦσι δὲ τὸ πρὸς τῆι Λιβύηι πᾶν μέρος τῆς θαλάττης ταύτης Λιβυκὸν πέλαγος͵ τὸ δὲ πρὸς τῆι κατ᾽ ἀντικρὺ γῆι τὸ μὲν Ἰβηρικὸν τὸ δὲ Λιγυστικὸν τὸ δὲ Σαρδόνιον͵ τελευταῖον δὲ μέχρι τῆς Σικελίας τὸ Τυρρηνικόν. νῆσοι δ᾽ εἰσὶν ἐν μὲν τῆι παραλίαι τῆι κατὰ τὸ Τυρρηνικὸν πέλαγος μέχρι τῆς Λιγυστικῆς συχναί͵ μέγισται δὲ Σαρδὼ καὶ Κύρνος͵ μετά γε τὴν Σικελίαν· αὕτη δὲ καὶ τῶν ἄλλων ἐστὶ μεγίστη τῶν καθ᾽ ἡμᾶς καὶ ἀρίστη. πολὺ δὲ τούτων λειπόμεναι πελάγιαι μὲν Πανδατερία τε καὶ Ποντία͵ πρόσγειοι δὲ Αἰθαλία τε καὶ Πλανασία καὶ Πιθηκοῦσσα καὶ Προχύτη καὶ Καπρίαι καὶ Λευκωσία καὶ ἄλλαι τοιαῦται. ἐπὶ θάτερα δὲ τῆς Λιγυστικῆς αἱ πρὸ τῆς λοιπῆς ἠιόνος μέχρι στηλῶν οὐ πολλαί͵ ὧν εἰσιν ἥ τε Γυμνησία καὶ Ἔβυσος· οὐ πολλαὶ δ᾽ οὐδ᾽ αἱ πρὸ τῆς Λιβύης καὶ τῆς Σικελίας͵ ὧν εἰσι Κόσσουρά τε καὶ Αἰγίμουρος καὶ αἱ Λιπαραίων νῆσοι͵ ἃς Αἰόλου τινὲς προσαγορεύουσι.

5.20

Μετὰ δὲ τὴν Σικελίαν καὶ τοὺς ἑκατέρωθεν πορθμοὺς ἄλλα πελάγη συνάπτει͵ τό τε πρὸ τῶν Σύρτεων καὶ τῆς Κυρηναίας καὶ αὐταὶ αἱ Σύρτεις καὶ τὸ Αὐσόνιον μὲν πάλαι νῦν δὲ καλούμενον Σικελικόν͵ σύρρουν ἐκείνωι καὶ συνεχές. τὸ μὲν οὖν πρὸ τῶν Σύρτεων καὶ τῆς Κυρηναίας καλεῖται Λιβυκόν͵ τελευτᾶι δ᾽ εἰς τὸ Αἰγύπτιον πέλαγος. τῶν δὲ Σύρτεων ἡ μὲν ἐλάττων ἐστὶν ὅσον χιλίων καὶ ἑξακοσίων σταδίων τὴν περίμετρον· πρόκεινται δ᾽ ἐφ᾽ ἑκάτερα τοῦ στόματος νῆσοι Μῆνίγξ τε καὶ Κέρκινα· τῆς δὲ μεγάλης Σύρτεώς φησιν Ἐρατοσθένης τὸν κύκλον εἶναι πεντακισχιλίων͵ τὸ δὲ βάθος χιλίων ὀκτακοσίων ἀφ᾽ Ἑσπερίδων εἰς Αὐτόμαλα καὶ τὸ τῆς Κυρηναίας μεθόριον πρὸς τὴν ἄλλην τὴν ταύτηι Λιβύην· ἄλλοι δὲ τὸν περίπλουν τετρακισχιλίων σταδίων εἶπον͵ τὸ δὲ βάθος χιλίων πεντακοσίων͵ ὅσον καὶ τὸ πλάτος τοῦ στόματος. τὸ δὲ Σικελικὸν πέλαγος πρὸ τῆς Σικελίας ἐστὶ καὶ τῆς Ἰταλίας ἐπὶ τὸ πρὸς ἕω μέρος καὶ ἔτι τοῦ μεταξὺ πόρου τῆς τε Ῥηγίνης μέχρι Λοκρῶν͵ καὶ τῆς Μεσσηνίας μέχρι Συρακουσσῶν καὶ Παχύνου. αὔξεται δ᾽ ἐπὶ μὲν τὸ πρὸς ἕω μέρος μέχρι τῶν ἄκρων τῆς Κρήτης͵ καὶ τὴν Πελοπόννησον δὲ περικλύζει τὴν πλείστην͵ καὶ πληροῖ τὸν Κορινθιακὸν καλούμενον κόλπον· πρὸς ἄρκτους δὲ ἐπί τε ἄκραν Ἰαπυγίαν καὶ τὸ στόμα τοῦ Ἰονίου κόλπου καὶ τῆς Ἠπείρου τὰ νότια μέρη μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου καὶ τῆς συνεχοῦς παραλίας τῆς ποιούσης τὸν Κορινθιακὸν κόλπον πρὸς τὴν Πελοπόννησον. ὁ δ᾽ Ἰόνιος κόλπος μέρος ἐστὶ τοῦ νῦν Ἀδρίου λεγομένου· τούτου δὲ τὴν μὲν ἐν δεξιᾶι πλευρὰν ἡ Ἰλλυρὶς ποιεῖ͵ τὴν δ᾽ εὐώνυμον ἡ Ἰταλία μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀκυληίαν. ἔστι δὲ πρὸς ἄρκτον ἅμα καὶ πρὸς τὴν ἑσπέραν ἀνέχων στενὸς καὶ μακρός͵ μῆκος μὲν ὅσον ἑξακισχιλίων σταδίων͵ πλάτος δὲ τὸ μέγιστον διακοσίων ἐπὶ τοῖς χιλίοις. νῆσοι δέ εἰσιν ἐνταῦθα συχναὶ μὲν αἱ πρὸ τῆς Ἰλλυρίδος͵ αἵ τε Ἀψυρτίδες καὶ Κυρικτικὴ καὶ Λιβυρνίδες͵ ἔτι δ᾽ Ἴσσα καὶ Τραγούριον καὶ ἡ Μέλαινα Κόρκυρα καὶ Φάρος͵ πρὸ τῆς Ἰταλίας δὲ αἱ Διομήδειοι. τοῦ Σικελικοῦ δὲ τὸ ἐπὶ Κρήτην ἀπὸ Παχύνου τετρακισχιλίων καὶ πεντακοσίων σταδίων φασί· τοσοῦτον δὲ καὶ τὸ ἐπὶ Ταίναρον τῆς Λακωνικῆς· τὸ δὲ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ τὸν μυχὸν τοῦ Κορινθιακοῦ κόλπου τῶν μὲν τρισχιλίων ἐστὶν ἔλαττον͵ τὸ δ᾽ ἀπὸ Ἰαπυγίας εἰς τὴν Λιβύην πλέον τῶν τετρακισχιλίων ἐστί. νῆσοι δ᾽ εἰσὶν ἐνταῦθα ἥ τε Κόρκυρα καὶ Σύβοτα πρὸ τῆς Ἠπειρώτιδος͵ καὶ ἐφεξῆς πρὸ τοῦ Κορινθιακοῦ κόλπου Κεφαλληνία καὶ Ἰθάκη καὶ Ζάκυνθος καὶ Ἐχινάδες.

5.21

Τῶι δὲ Σικελικῶι συνάπτει τὸ Κρητικὸν πέλαγος καὶ τὸ Σαρωνικὸν καὶ τὸ Μυρτῶιον͵ ὃ μεταξὺ τῆς Κρήτης ἐστὶ καὶ τῆς Ἀργείας καὶ τῆς Ἀττικῆς͵ πλάτος ἔχον τὸ μέγιστον τὸ ἀπὸ τῆς Ἀττικῆς ὅσον χιλίων καὶ διακοσίων σταδίων͵ μῆκος δ᾽ ἔλαττον ἢ διπλάσιον. ἐν τούτωι δὲ νῆσοι Κύθηρά τε καὶ Καλαυρία καὶ αἱ περὶ Αἴγιναν καὶ Σαλαμῖνα καὶ τῶν Κυκλάδων τινές. τὸ δὲ συνεχὲς τὸ Αἰγαῖόν ἐστιν ἤδη σὺν τῶι Μέλανι κόλπωι καὶ τῶι Ἑλλησπόντωι͵ καὶ τὸ Ἰκάριον καὶ Καρπάθιον μέχρι τῆς Ῥόδου καὶ Κρήτης καὶ τῶν πρώτων μερῶν τῆς Ἀσίας ... αἵ τε Κυκλάδες νῆσοι εἰσὶ καὶ αἱ Σποράδες καὶ αἱ προκείμεναι τῆς Καρίας καὶ Ἰωνίας καὶ Αἰολίδος μέχρι τῆς Τρωιάδος͵ λέγω δὲ Κῶ καὶ Σάμον καὶ Χίον καὶ Λέσβον καὶ Τένεδον· ὡς δ᾽ αὕτως αἱ προκείμεναι τῆς Ἑλλάδος μέχρι τῆς Μακεδονίας καὶ τῆς ὁμόρου Θράικης Εὔβοιά τε καὶ Σκῦρος καὶ Πεπάρηθος καὶ Λῆμνος καὶ Θάσος καὶ Ἴμβρος καὶ Σαμοθράικη καὶ ἄλλαι πλείους͵ περὶ ὧν ἐν τοῖς καθ᾽ ἕκαστα δηλώσομεν. ἔστι δὲ τὸ μῆκος τῆς θαλάττης ταύτης περὶ τετρακισχιλίους ἢ μικρῶι πλείους͵ τὸ δὲ πλάτος περὶ δισχιλίους. περιέχεται δὲ ὑπὸ τῶν λεχθέντων μερῶν τῆς Ἀσίας καὶ τῆς ἀπὸ Σουνίου μέχρι Θερμαίου κόλπου πρὸς ἄρκτον ἐχούσης τὸν πλοῦν παραλίας καὶ τῶν Μακεδονικῶν κόλπων μέχρι τῆς Θραικίας χερρονήσου.

5.22

Κατὰ δὲ ταύτην ἐστὶ τὸ ἑπταστάδιον τὸ κατὰ Σηστὸν καὶ Ἄβυδον͵ δι᾽ οὗ τὸ Αἰγαῖον καὶ ὁ Ἑλλήσποντος ἐκδίδωσι πρὸς ἄρκτον εἰς ἄλλο πέλαγος͵ ὃ καλοῦσι Προποντίδα͵ κἀκεῖνο εἰς ἄλλο τὸν Εὔξεινον προσαγορευόμενον πόντον. ἔστι δὲ διθάλαττος τρόπον τινὰ οὗτος· κατὰ μέσον γάρ πως ἄκραι δύο προπίπτουσιν͵ ἡ μὲν ἐκ τῆς Εὐρώπης καὶ τῶν βορείων μερῶν ἡ δ᾽ ἐκ τῆς Ἀσίας ἐναντία ταύτηι͵ συνάγουσαι τὸν μεταξὺ πόρον καὶ ποιοῦσαι δύο πελάγη μεγάλα· τὸ μὲν οὖν τῆς Εὐρώπης ἀκρωτήριον καλεῖται Κριοῦ μέτωπον τὸ δὲ τῆς Ἀσίας Κάραμβις͵ διέχοντα ἀλλήλων περὶ χιλίους σταδίους καὶ πεντακοσίους. τὸ μὲν οὖν πρὸς ἑσπέραν πέλαγος μῆκός ἐστιν ἀπὸ Βυζαντίου μέχρι τῶν ἐκβολῶν τοῦ Βορυσθένους σταδίων τρισχιλίων ὀκτακοσίων͵ πλάτος δὲ δισχιλίων· ἐν τούτωι δ᾽ ἡ Λευκὴ νῆσός ἐστι· τὸ δ᾽ ἑῶιόν ἐστι παράμηκες εἰς στενὸν τελευτῶν μυχὸν τὸν κατὰ Διοσκουριάδα ἐπὶ πεντακισχιλίους ἢ μικρῶι πλείους σταδίους͵ τὸ δὲ πλάτος περὶ τρισχιλίους· ἡ δὲ περίμετρος τοῦ σύμπαντος πελάγους ἐστὶ δισμυρίων που καὶ πεντακισχιλίων σταδίων. εἰκάζουσι δέ τινες τὸ σχῆμα τῆς περιμέτρου ταύτης ἐντεταμένωι Σκυθικῶι τόξωι͵ τὴν μὲν νευρὰν ἐξομοιοῦντες τοῖς δεξιοῖς καλουμένοις μέρεσι τοῦ Πόντου (ταῦτα δ᾽ ἐστὶν ὁ παράπλους ὁ ἀπὸ τοῦ στόματος μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Διοσκουριάδα· πλὴν γὰρ τῆς Καράμβιος ἥ γε ἄλλη πᾶσα ἠιὼν μικρὰς ἔχει εἰσοχάς τε καὶ ἐξοχὰς ὥστ᾽ εὐθείαι ἐοικέναι)͵ τὴν δὲ λοιπὴν τῶι κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφήν͵ τὴν μὲν ἄνω περιφερεστέραν τὴν δὲ κάτω εὐθυτέραν· οὕτω δὲ κἀκείνην ἀπεργάζεσθαι δύο κόλπους͵ ὧν ὁ ἑσπέριος πολὺ θατέρου περιφερέστερός ἐστιν.

5.23

Ὑπέρκειται δὲ τοῦ ἑωθινοῦ κόλπου πρὸς ἄρκτον ἡ Μαιῶτος λίμην τὴν περίμετρον ἔχουσα ἐνακισχιλίων σταδίων ἢ καὶ μικρῶι πλεόνων· ἐκδίδωσι δ᾽ αὕτη μὲν εἰς Πόντον κατὰ τὸν Κιμμερικὸν καλούμενον Βόσπορον͵ οὗτος δὲ κατὰ τὸν Θράικιον εἰς τὴν Προποντίδα· τὸ γὰρ Βυζαντιακὸν στόμα οὕτω καλοῦσι Θράικιον Βόσπορον͵ ὃ τετραστάδιόν ἐστιν. ἡ δὲ Προποντὶς χιλίων καὶ πεντακοσίων λέγεται τὸ μῆκος σταδίων τὸ ἀπὸ τῆς Τρωιάδος ἐπὶ τὸ Βυζάντιον· πάρισον δέ πώς ἐστι καὶ τὸ πλάτος. ἐνταῦθα δ᾽ ἡ τῶν Κυζικηνῶν ἵδρυται νῆσος καὶ τὰ περὶ αὐτὴν νησία.

5.24

Τοιαύτη μὲν ἡ πρὸς ἄρκτον τοῦ Αἰγαίου πελάγους ἀνάχυσις καὶ τοσαύτη͵ πάλιν δ᾽ ἀπὸ τῆς Ῥοδίας ἡ τὸ Αἰγύπτιον πέλαγος ποιοῦσα καὶ τὸ Παμφύλιον καὶ τὸ Ἰσσικὸν ἐπὶ μὲν τὴν ἕω καὶ τῆς Κιλικίας κατὰ Ἰσσὸν ἐκτείνεται μέχρι καὶ πεντακισχιλίων σταδίων παρά τε Λυκίαν καὶ Παμφυλίαν καὶ τὴν Κιλίκων παραλίαν πᾶσαν. ἐντεῦθεν δὲ Συρία τε καὶ Φοινίκη καὶ Αἴγυπτος ἐγκυκλοῖ πρὸς νότον τὴν θάλατταν καὶ πρὸς δύσιν ἕως Ἀλεξανδρείας. ἐν δὲ τῶι Ἰσσικῶι κόλπωι καὶ τῶι Παμφυλίωι κεῖσθαι συμβαίνει τὴν Κύπρον͵ συνάπτουσαν τῶι Αἰγυπτίωι πελάγει. ἔστι δ᾽ ἀπὸ Ῥόδου δίαρμα εἰς Ἀλεξάνδρειαν βορέαι τετρακισχιλίων που σταδίων͵ ὁ δὲ περίπλους διπλάσιος. ὁ δ᾽ Ἐρατοσθένης ταύτην μὲν τῶν ναυτικῶν εἶναί φησι τὴν ὑπόληψιν περὶ τοῦ διάρματος τοῦ πελάγους͵ τῶν μὲν οὕτω λεγόντων͵ τῶν δὲ καὶ πεντακισχιλίους οὐκ ὀκνούντων εἰπεῖν͵ αὐτὸς δὲ διὰ τῶν σκιοθηρικῶν γνωμόνων ἀνευρεῖν τρισχιλίους ἑπτακοσίους πεντήκοντα. τούτου δὴ τοῦ πελάγους τὸ πρὸς τῆι Κιλικίαι καὶ Παμφυλίαι καὶ τοῦ Ποντικοῦ τὰ καλούμενα δεξιὰ μέρη καὶ ἡ Προποντὶς καὶ ἡ ἐφεξῆς παραλία μέχρι Παμφυλίας ποιεῖ τινα χερρόνησον μεγάλην καὶ μέγαν ταύτης ἰσθμόν͵ τὸν ἀπὸ τῆς πρὸς Ταρσῶι θαλάττης ἐπὶ πόλιν Ἀμισὸν καὶ τὸ τῶν Ἀμαζόνων πεδίον τὴν Θεμίσκυραν. ἡ γὰρ ἐντὸς τῆς γραμμῆς ταύτης χώρα μέχρι Καρίας καὶ Ἰωνίας καὶ τῶν ἐντὸς Ἅλυος νεμομένων ἐθνῶν περίκλυστος ἅπασά ἐστιν ὑπὸ τοῦ Αἰγαίου καὶ τῶν ἑκατέρωθεν λεχθέντων τῆς θαλάττης μερῶν· καὶ δὴ καὶ καλοῦμεν Ἀσίαν ταύτην ἰδίως καὶ ὁμωνύμως τῆι ὅληι.

5.25

Συλλήβδην δ᾽ εἰπεῖν͵ τῆς καθ᾽ ἡμᾶς θαλάττης νοτιώτατον μέν ἐστι σημεῖον ὁ τῆς μεγάλης Σύρτεως μυχός͵ καὶ μετὰ τοῦτον ἡ κατ᾽ Αἴγυπτον Ἀλεξάνδρεια καὶ τοῦ Νείλου προχοαί͵ βορειότατον δὲ τὸ τοῦ Βορυσθένους [στόμα]· εἰ δὲ καὶ τὴν Μαιῶτιν προστιθείη τῶι πελάγει τις (καὶ γάρ ἐστιν ὡς ἂν μέρος)͵ τὸ τοῦ Τανάιδος· δυσμικώτατον δὲ ὁ κατὰ τὰς στήλας πορθμός͵ ἑωθινώτατον δ᾽ ὁ λεχθεὶς μυχὸς κατὰ Διοσκουριάδα· Ἐρατοσθένης δ᾽ οὐκ εὖ τὸν Ἰσσικὸν κόλπον φησίν. ὁ μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἵδρυται ἐφ᾽ οὗπερ ἥ τε Ἀμισὸς καὶ Θεμίσκυρα· εἰ δὲ βούλει͵ πρόσλαβε καὶ τὴν Σιδήνην μέχρι Φαρνακείας. ἀπὸ δὲ τούτων τῶν μερῶν πρὸς ἕω πλοῦς ἐστι πλειόνων ἢ τρισχιλίων σταδίων εἰς Διοσκουριάδα͵ ὡς ἔσται μᾶλλον ἐκ τῆς ἐν μέρει περιοδείας φανερόν. ἡ μὲν δὴ καθ᾽ ἡμᾶς θάλαττα τοιαύτη τις.

5.26

Ὑπογραπτέον δὲ καὶ τὰς περιεχούσας αὐτὴν γᾶς͵ ἀρχὴν λαβοῦσιν ἀπὸ τῶν αὐτῶν μερῶν ἀφ᾽ ὧνπερ καὶ τὴν θάλατταν ὑπεγράψαμεν. εἰσπλέουσι τοίνυν τὸν κατὰ στήλας πορθμὸν ἐν δεξιᾶι μέν ἐστιν ἡ Λιβύη μέχρι τῆς τοῦ Νείλου ῥύσεως͵ ἐν ἀριστερᾶι δὲ ἀντίπορθμος ἡ Εὐρώπη μέχρι τοῦ Τανάιδος· τελευτῶσι δ᾽ ἀμφότεραι περὶ τὴν Ἀσίαν. ἀρκτέον δ᾽ ἀπὸ τῆς Εὐρώπης͵ ὅτι πολυσχήμων τε καὶ πρὸς ἀρετὴν ἀνδρῶν εὐφυεστάτη καὶ πολιτειῶν καὶ ταῖς ἄλλαις πλεῖστον μεταδεδωκυῖα τῶν οἰκείων ἀγαθῶν͵ ἐπειδὴ σύμπασα οἰκήσιμός ἐστι πλὴν ὀλίγης τῆς διὰ ψῦχος ἀοικήτου. αὕτη δ᾽ ὁμορεῖ τοῖς Ἁμαξοίκοις τοῖς περὶ τὸν Τάναϊν καὶ τὴν Μαιῶτιν καὶ τὸν Βορυσθένη. τῆς δ᾽ οἰκησίμου τὸ μὲν δυσχείμερον καὶ τὸ ὀρεινὸν μοχθηρῶς οἰκεῖται τῆι φύσει͵ ἐπιμελητὰς δὲ λαβόντα ἀγαθοὺς καὶ τὰ φαύλως οἰκούμενα καὶ ληιστρικῶς ἡμεροῦται͵ καθάπερ οἱ Ἕλληνες ὄρη καὶ πέτρας κατέχοντες ὤικουν καλῶς διὰ πρόνοιαν τὴν περὶ τὰ πολιτικὰ καὶ τὰς τέχνας καὶ τὴν ἄλλην σύνεσιν τὴν περὶ βίον͵ Ῥωμαῖοί τε πολλὰ ἔθνη παραλαβόντες καὶ τὴν φύσιν ἀνήμερα διὰ τοὺς τόπους ἢ τραχεῖς ὄντας ἢ ἀλιμένους ἢ ψυχροὺς ἢ ἀπ᾽ ἄλλης αἰτίας δυσοικήτους πολλοῖς τούς τε ἀνεπιπλέκτους ἀλλήλοις ἐπέπλεξαν καὶ τοὺς ἀγριωτέρους πολιτικῶς ζῆν ἐδίδαξαν. ὅσον δ᾽ ἐστὶν αὐτῆς ἐν ὁμαλῶι καὶ εὐκράτωι τὴν φύσιν ἔχει συνεργὸν πρὸς ταῦτα͵ ἐπειδὴ τὸ μὲν ἐν τῆι εὐδαίμονι χώραι πᾶν ἐστιν εἰρηνικόν͵ τὸ δ᾽ ἐν τῆι λυπρᾶι μάχιμον καὶ ἀνδρικόν͵ καὶ δέχεταί τινας παρ᾽ ἀλλήλων εὐεργεσίας τὰ γένη ταῦτα· τὰ μὲν γὰρ ἐπικουρεῖ τοῖς ὅπλοις͵ τὰ δὲ καρποῖς καὶ τέχναις καὶ ἠθοποιίαις. φανεραὶ δὲ καὶ αἱ ἐξ ἀλλήλων βλάβαι μὴ ἐπικουρούντων· ἔχει δέ τι πλεονέκτημα ἡ βία τῶν τὰ ὅπλα ἐχόντων͵ πλὴν εἰ τῶι πλήθει κρατοῖτο. ὑπάρχει δή τι καὶ πρὸς τοῦτο εὐφυὲς τῆι ἠπείρωι ταύτηι· ὅλη γὰρ διαπεποίκιλται πεδίοις τε καὶ ὄρεσιν͵ ὥστε πανταχοῦ καὶ τὸ γεωργικὸν καὶ τὸ πολιτικὸν καὶ τὸ μάχιμον παρακεῖσθαι· πλέον δ᾽ εἶναι θάτερον͵ τὸ τῆς εἰρήνης οἰκεῖον͵ ὥσθ᾽ ὅλων ἐπικρατεῖ τοῦτο͵ προσλαμβανόντων καὶ τῶν ἡγεμόνων Ἑλλήνων μὲν πρότερον Μακεδόνων δὲ καὶ Ῥωμαίων ὕστερον. διὰ τοῦτο δὲ καὶ πρὸς πόλεμον αὐταρκεστάτη ἐστί· καὶ γὰρ τὸ μάχιμον πλῆθος ἄφθονον ἔχει καὶ τὸ ἐργαζόμενον τὴν γῆν καὶ τὸ τὰς πόλεις συνέχον. διαφέρει δὲ καὶ ταύτηι͵ διότι τοὺς καρποὺς ἐκφέρει τοὺς ἀρίστους καὶ τοὺς ἀναγκαίους τῶι βίωι καὶ μέταλλα ὅσα χρήσιμα· θυώματα δὲ καὶ λίθους πολυτελεῖς ἔξωθεν μέτεισιν͵ ὧν τοῖς σπανιζομένοις οὐδὲν χείρων ὁ βίος ἐστὶν ἢ τοῖς εὐπορουμένοις. ὡς δ᾽ αὕτως βοσκημάτων μὲν πολλῶν ἀφθονίαν παρέχει͵ θηρίων δὲ σπάνιν. τοιαύτη μὲν ἡ ἤπειρος αὕτη καθόλου τὴν φύσιν ἐστί.

5.27

Κατὰ μέρος δ᾽ ἐστὶ πρώτη πασῶν ἀπὸ τῆς ἑσπέρας ἡ Ἰβηρία͵ βύρσηι βοείαι παραπλησία͵ τῶν ὡς ἂν τραχηλιμαίων μερῶν ὑπερπιπτόντων εἰς τὴν συνεχῆ Κελτικήν· ταῦτα δ᾽ ἐστὶ τὰ πρὸς ἕω͵ καὶ τούτοις ἐναποτέμνεται τὸ πλευρὸν *ὄρος ἡ καλουμένη Πυρήνη*. αὕτη δ᾽ ἐστὶ περίρρυτος τῆι θαλάττηι τὸ μὲν νότιον τῆι καθ᾽ ἡμᾶς μέχρι στηλῶν͵ τὰ δὲ λοιπὰ τῆι Ἀτλαντικῆι μέχρι τῶν βορείων ἄκρων τῆς Πυρήνης. μῆκος δὲ τῆς χώρας ταύτης ἐστὶ περὶ ἑξακισχιλίους σταδίους τὸ μέγιστον͵ πλάτος δὲ πεντακισχιλίους.

5.28

Μετὰ δὲ ταύτην ἐστὶν ἡ Κελτικὴ πρὸς ἕω μέχρι ποταμοῦ Ῥήνου͵ τὸ μὲν βόρειον πλευρὸν τῶι Βρεττανικῶι κλυζομένη πορθμῶι παντί· ἀντιπαρήκει γὰρ αὐτῆι παράλληλος ἡ νῆσος αὕτη πᾶσα πάσηι͵ μῆκος ὅσον πεντακισχιλίους ἐπέχουσα· τὸ δ᾽ ἑωθινὸν τῶι Ῥήνωι ποταμῶι περιγραφομένη παράλληλον ἔχοντι τὸ ῥεῦμα τῆι Πυρήνηι· τὸ δὲ νότιον τὸ μὲν ταῖς Ἄλπεσι τὸ ἀπὸ τοῦ Ῥήνου͵ τὸ δ᾽ αὐτῆι τῆι καθ᾽ ἡμᾶς θαλάττηι͵ καθ᾽ ὃ χωρίον ὁ καλούμενος Γαλατικὸς κόλπος ἀναχεῖται͵ καὶ ἐν αὐτῶι Μασσαλία τε καὶ Νάρβων ἵδρυνται πόλεις ἐπιφανέσταται. ἀντίκειται δὲ τῶι κόλπωι τούτωι κατ᾽ ἀποστροφὴν ἕτερος κόλπος ὁμωνύμως αὐτῶι καλούμε νος Γαλατικός͵ βλέπων πρὸς τὰς ἄρκτους καὶ τὴν Βρεττανικήν· ἐνταῦθα δὲ καὶ στενώτατον λαμβάνει τὸ πλάτος ἡ Κελτική· συνάγεται γὰρ εἰς ἰσθμὸν ἐλαττόνων μὲν ἢ τρισχιλίων σταδίων͵ πλειόνων δ᾽ ἢ δισχιλίων. μεταξὺ δέ ἐστι ῥάχις ὀρεινὴ πρὸς ὀρθὰς τῆι Πυρήνηι͵ τὸ καλούμενον Κέμμενον ὄρος· τελευτᾶι δὲ τοῦτο εἰς μεσαίτατα τὰ Κελτῶν πεδία. τῶν δὲ Ἄλπεων͵ ἅ ἐστιν ὄρη σφόδρα ὑψηλὰ ποιοῦντα περιφερῆ γραμμήν͵ τὸ μὲν κυρτὸν ἔστραπται πρὸς τὰ λεχθέντα τῶν Κελτῶν πεδία καὶ τὸ Κέμμενον ὄρος͵ τὸ δὲ κοῖλον πρὸς τὴν Λιγυστικὴν καὶ τὴν Ἰταλίαν. ἔθνη δὲ κατέχει πολλὰ τὸ ὄρος τοῦτο Κελτικὰ πλὴν τῶν Λιγύων· οὗτοι δ᾽ ἑτεροεθνεῖς μέν εἰσι͵ παραπλήσιοι δὲ τοῖς βίοις· νέμονται δὲ μέρος τῶν Ἄλπεων τὸ συνάπτον τοῖς Ἀπεννίνοις ὄρεσι͵ μέρος δὲ καὶ τῶν Ἀπεννίνων ὀρῶν κατέχουσι. ταῦτα δ᾽ ἐστὶν ὀρεινὴ ῥάχις διὰ τοῦ μήκους ὅλου τῆς Ἰταλίας διαπεφυκυῖα ἀπὸ τῶν ἄρκτων ἐπὶ μεσημβρίαν͵ τελευτῶσα δ᾽ ἐπὶ τὸν Σικελικὸν πορθμόν.

5.29

Τῆς δ᾽ Ἰταλίας ἐστὶ τὰ μὲν πρῶτα μέρη τὰ ὑποπίπτοντα ταῖς Ἄλπεσι πεδία μέχρι τοῦ μυχοῦ τοῦ Ἀδρίου καὶ τῶν πλησίον τόπων͵ τὰ δ᾽ ἑξῆς ἄκρα στενὴ καὶ μακρὰ χερρονησιάζουσα͵ δι᾽ ἧς͵ ὡς εἶπον͵ ἐπὶ μῆκος τέταται τὸ Ἀπέννινον ὄρος ὅσον ἑπτακισχιλίων͵ πλάτος δ᾽ ἀνώμαλον. ποιεῖ δὲ τὴν Ἰταλίαν χερρόνησον τό τε Τυρρηνικὸν πέλαγος ἀρξάμενον ἀπὸ τοῦ Λιγυστικοῦ καὶ τὸ Αὐσόνιον καὶ ὁ Ἀδρίας.

5.30

Μετὰ δὲ τὴν Ἰταλίαν καὶ τὴν Κελτικὴν τὰ πρὸς ἕω λοιπά ἐστι τῆς Εὐρώπης͵ ἃ δίχα τέμνεται τῶι Ἴστρωι ποταμῶι. φέρεται δ᾽ οὗτος ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω καὶ τὸν Εὔξεινον πόντον ἐν ἀριστερᾶι λιπὼν τήν τε Γερμανίαν ὅλην ἀρξαμένην ἀπὸ τοῦ Ῥήνου καὶ τὸ Γετικὸν πᾶν καὶ τὸ τῶν Τυρεγετῶν καὶ Βασταρνῶν καὶ Σαυροματῶν μέχρι Τανάιδος ποταμοῦ καὶ τῆς Μαιώτιδος λίμνης͵ ἐν δεξιᾶι δὲ τήν τε Θράικην ἅπασαν καὶ τὴν Ἰλλυρίδα͵ λοιπὴν δὲ καὶ τελευταίαν τὴν Ἑλλάδα. πρόκεινται δὲ νῆσοι τῆς Εὐρώπης ἃς ἔφαμεν͵ ἔξω μὲν στηλῶν Γάδειρά τε καὶ Καττιτερίδες καὶ Βρεττανικαί͵ ἐντὸς δὲ στηλῶν αἵ τε Γυμνήσιαι καὶ ἄλλα νησίδια Φοινίκων καὶ τὰ τῶν Μασσαλιωτῶν καὶ Λιγύων καὶ αἱ πρὸ τῆς Ἰταλίας μέχρι τῶν Αἰόλου νήσων καὶ τῆς Σικελίας͵ ὅσαι τε περὶ τὴν Ἠπειρῶτιν καὶ Ἑλλάδα καὶ μέχρι Μακεδονίας καὶ τῆς Θραικίας χερρονήσου.

5.31

Ἀπὸ δὲ τοῦ Τανάιδος καὶ τῆς Μαιώτιδός ἐστι τὰ ἐντὸς τοῦ Ταύρου συνεχῆ͵ τούτοις δ᾽ ἑξῆς τὰ ἐκτός. διαιρουμένης γὰρ αὐτῆς ὑπὸ ὄρους τοῦ Ταύρου δίχα διατείνοντος ἀπὸ τῶν ἄκρων τῆς Παμφυλίας ἐπὶ τὴν ἑώιαν θάλατταν κατ᾽ Ἰνδοὺς καὶ τοὺς ταύτηι Σκύθας͵ τὸ μὲν πρὸς τὰς ἄρκτους νενευκὸς τῆς ἠπείρου μέρος καλοῦσιν οἱ Ἕλληνες ἐντὸς τοῦ Ταύρου͵ τὸ δὲ πρὸς μεσημβρίαν ἐκτός· τὰ δὴ συνεχῆ τῆι Μαιώτιδι καὶ τῶι Τανάιδι μέρη τὰ ἐντὸς τοῦ Ταύρου ἐστί. τούτων δὲ τὰ πρῶτα μέρη τὰ μεταξὺ τῆς Κασπίας θαλάττης ἐστὶ καὶ τοῦ Εὐξείνου πόντου͵ τῆι μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὸν ὠκεανὸν τελευτῶντα τόν τε ἔξω καὶ τὸν τῆς Ὑρκανίας θαλάττης͵ τῆι δ᾽ ἐπὶ τὸν ἰσθμόν͵ καθ᾽ ὃ ἐγγυτάτω ἐστὶν ἀπὸ τοῦ μυχοῦ τοῦ Πόντου ἐπὶ τὴν Κασπίαν. ἔπειτα ἐντὸς τοῦ Ταύρου τὰ ὑπὲρ τῆς Ὑρκανίας μέχρι πρὸς τὴν κατὰ Ἰνδοὺς καὶ Σκύθας τοὺς πρὸς τὴν αὐτὴν θάλατταν καὶ τὸ Ἰμάιον ὄρος. ταῦτα δ᾽ ἔχουσι τὰ μὲν οἱ Μαιῶται καὶ οἱ μεταξὺ τῆς Ὑρκανίας καὶ τοῦ Πόντου μέχρι τοῦ Καυκάσου καὶ Ἰβήρων καὶ Ἀλβανῶν͵ Σαυρομάται καὶ Σκύθαι καὶ Ἀχαιοὶ καὶ Ζυγοὶ καὶ Ἡνίοχοι͵ τὰ δ᾽ ὑπὲρ τῆς Ὑρκανίας θαλάττης Σκύθαι καὶ Ὑρκανοὶ καὶ Παρθυαῖοι καὶ Βάκτριοι καὶ Σογδιανοὶ καὶ τἆλλα τὰ ὑπερκείμενα μέρη τῶν Ἰνδῶν πρὸς ἄρκτον. πρὸς νότον δὲ τῆς Ὑρκανίας θαλάττης ἐκ μέρους καὶ τοῦ ἰσθμοῦ παντὸς μεταξὺ ταύτης καὶ τοῦ Πόντου τῆς τε Ἀρμενίας ἡ πλείστη κεῖται καὶ Κολχὶς καὶ Καππαδοκία σύμπασα μέχρι τοῦ Εὐξείνου πόντου καὶ τῶν Τιβαρανικῶν ἐθνῶν͵ ἔτι δὲ ἡ ἐντὸς Ἅλυος χώρα λεγομένη͵ περιέχουσα πρὸς μὲν τῶι Πόντωι καὶ τῆι Προποντίδι Παφλαγόνας τε καὶ Βιθυνοὺς καὶ Μυσοὺς καὶ τὴν ἐφ᾽ Ἑλλησπόντωι λεγομένην Φρυγίαν͵ ἧς ἐστι καὶ ἡ Τρωιάς͵ πρὸς δὲ τῶι Αἰγαίωι καὶ τῆι ἐφεξῆς θαλάττηι τήν τε Αἰολίδα καὶ τὴν Ἰωνίαν καὶ Καρίαν καὶ Λυκίαν͵ ἐν δὲ τῆι μεσογαίαι τήν τε Φρυγίαν͵ ἧς ἐστι μέρος ἥ τε τῶν Γαλλογραικῶν λεγομένη Γαλατία καὶ ἡ Ἐπίκτητος͵ καὶ Λυκάονας καὶ Λυδούς.

5.32

Ἐφεξῆς δὲ τοῖς ἐντὸς τοῦ Ταύρου οἵ τε τὰ ὄρη κατέχοντες Παροπαμισάδαι καὶ τὰ Παρθυαίων τε καὶ Μήδων καὶ Ἀρμενίων καὶ Κιλίκων ἔθνη καὶ Κατάονες καὶ Πισίδαι. μετὰ δὲ τοὺς ὀρείους ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου. πρώτη δ᾽ ἐστὶ τούτων ἡ Ἰνδική͵ ἔθνος μέγιστον τῶν πάντων καὶ εὐδαιμονέστατον͵ τελευτῶν πρός τε τὴν ἑώιαν θάλατταν καὶ τὴν νοτίαν τῆς Ἀτλαντικῆς. ἐν δὲ τῆι νοτίαι ταύτηι θαλάττηι πρόκειται τῆς Ἰνδικῆς νῆσος οὐκ ἐλάττων τῆς Βρεττανικῆς ἡ Ταπροβάνη· μετὰ δὲ τὴν Ἰνδικὴν ἐπὶ τὰ ἑσπέρια νεύουσιν͵ ἐν δεξιᾶι δ᾽ ἔχουσι τὰ ὄρη χώρα ἐστὶ συχνή͵ φαύλως οἰκουμένη διὰ λυπρότητα ὑπ᾽ ἀνθρώπων τελέως βαρβάρων οὐχ ὁμοεθνῶν· καλοῦσι δ᾽ Ἀριανούς͵ ἀπὸ τῶν ὀρῶν διατείνοντας μέχρι Γεδρωσίας καὶ Καρμανίας. ἑξῆς δέ εἰσι πρὸς μὲν τῆι θαλάττηι Πέρσαι καὶ Σούσιοι καὶ Βαβυλώνιοι καθήκοντες ἐπὶ τὴν κατὰ Πέρσας θάλατταν καὶ τὰ περιοικοῦντα τούτους ἔθνη μικρά͵ πρὸς δὲ τοῖς ὄρεσιν ἢ ἐν αὐτοῖς τοῖς ὄρεσι Παρθυαῖοι καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ τὰ τούτοις πρόσχωρα ἔθνη καὶ ἡ Μεσοποταμία. μετὰ δὲ τὴν Μεσοποταμίαν τὰ ἐντὸς Εὐφράτου· ταῦτα δ᾽ ἐστὶν ἥ τε εὐδαίμων Ἀραβία πᾶσα͵ ἀφοριζομένη τῶι τε Ἀραβίωι κόλπωι παντὶ καὶ τῶι Περσικῶι͵ καὶ ὅσην οἱ Σκηνῖται καὶ οἱ Φύλαρχοι κατέχουσιν οἱ ἐπὶ τὸν Εὐφράτην καθήκοντες καὶ τὴν Συρίαν· εἶθ᾽ οἱ πέραν τοῦ Ἀραβίου κόλπου μέχρι Νείλου͵ Αἰθίοπές τε καὶ Ἄραβες͵ καὶ οἱ μετ᾽ αὐτοὺς Αἰγύπτιοι καὶ Σύροι καὶ Κίλικες οἵ τε ἄλλοι καὶ οἱ Τραχειῶται λεγόμενοι͵ τελευταῖοι δὲ Πάμφυλοι.

5.33

Μετὰ δὲ τὴν Ἀσίαν ἐστὶν ἡ Λιβύη συνεχὴς οὖσα τῆι τε Αἰγύπτωι καὶ τῆι Αἰθιοπίαι͵ τὴν μὲν καθ᾽ ἡμᾶς ἠιόνα ἐπ᾽ εὐθείας ἔχουσα͵ σχεδόν τι μέχρι στηλῶν ἀπὸ Ἀλεξανδρείας ἀρξαμένην͵ πλὴν τῶν Σύρτεων καὶ εἴ πού τις ἄλλη κόλπων ἐπιστροφὴ μετρία καὶ τῶν ταύτην ποιούντων ἀκρωτηρίων ἐξοχή· τὴν δὲ παρωκεανῖτιν ἀπὸ τῆς Αἰθιοπίας μέχρι τινός͵ ὡς ἂν παράλληλον οὖσαν τῆι προτέραι͵ μετὰ δὲ ταῦτα συναγομένην ἀπὸ τῶν νοτίων μερῶν εἰς ὀξεῖαν ἄκραν͵ μικρὸν ἔξω στηλῶν προπεπτωκυῖαν καὶ ποιοῦσαν τραπέζιόν πως τὸ σχῆμα. ἔστι δ᾽͵ ὥσπερ οἵ τε ἄλλοι δηλοῦσι καὶ δὴ καὶ Γναῖος Πείσων ἡγεμὼν γενόμενος τῆς χώρας διηγεῖτο ἡμῖν͵ ἐοικυῖα παρδαλῆι· κατάστικτος γάρ ἐστιν οἰκήσεσι περιεχομέναις ἀνύδρωι καὶ ἐρήμωι γῆι· καλοῦσι δὲ τὰς τοιαύτας οἰκήσεις αὐάσεις οἱ Αἰγύπτιοι. τοιαύτη δὲ οὖσα ἔχει τινὰς ἄλλας διαφορὰς τριχῆ διαιρουμένας· τῆς μὲν γὰρ καθ᾽ ἡμᾶς παραλίας εὐδαίμων ἐστὶν ἡ πλείστη σφόδρα͵ καὶ μάλιστα ἡ Κυρηναία καὶ ἡ περὶ Καρχηδόνα [μέχρι] Μαυρουσίων καὶ τῶν Ἡρακλείων στηλῶν· οἰκεῖται δὲ μετρίως καὶ ἡ παρωκεανῖτις͵ ἡ δὲ μέση φαύλως ἡ τὸ σίλφιον φέρουσα͵ ἔρημος ἡ πλείστη καὶ τραχεῖα καὶ ἀμμώδης. τὸ δ᾽ αὐτὸ πέπονθε καὶ ἡ ἐπ᾽ εὐθείας ταύτηι διά τε τῆς Αἰθιοπίας διήκουσα τῆς τε Τρωγλοδυτικῆς καὶ τῆς Ἀραβίας καὶ τῆς Γεδρωσίας τῆς τῶν Ἰχθυοφάγων. νέμεται δ᾽ ἔθνη τὴν Λιβύην τὰ πλεῖστα ἄγνωστα· οὐ πολλὴν γὰρ ἐφοδεύεσθαι συμβαίνει στρατοπέδοις οὐδ᾽ ἀλλοφύλοις ἀνδράσιν͵ οἱ δ᾽ ἐπιχώριοι καὶ ὀλίγοι παρ᾽ ἡμᾶς ἀφικνοῦνται πόρρωθεν͵ καὶ οὐ πιστὰ οὐδὲ πάντα λέγουσιν· ὅμως δ᾽ οὖν τὰ λεγόμενα τοιαῦτά ἐστι. τοὺς μὲν μεσημβρινωτάτους Αἰθίοπας προσαγορεύουσι͵ τοὺς δ᾽ ὑπὸ τούτοις τοὺς πλείστους Γαράμαντας καὶ Φαρουσίους καὶ Νιγρίτας͵ τοὺς δ᾽ ἔτι ὑπὸ τούτοις Γαιτούλους͵ τοὺς δὲ τῆς θαλάττης ἐγγὺς ἢ καὶ ἁπτομένους αὐτῆς πρὸς Αἰγύπτωι μὲν Μαρμαρίδας μέχρι τῆς Κυρηναίας͵ ὑπὲρ δὲ ταύτης καὶ τῶν Σύρτεων Ψύλλους καὶ Νασαμῶνας καὶ τῶν Γαιτούλων τινάς͵ εἶτ᾽ Ἀσβύστας καὶ Βυζακίους μέχρι τῆς Καρχηδονίας. πολλὴ δ᾽ ἐστὶν ἡ Καρχηδονία· συνάπτουσι δ᾽ οἱ νομάδες αὐτῆι· τούτων δὲ τοὺς γνωριμωτάτους τοὺς μὲν Μασυλιεῖς τοὺς δὲ Μασαισυλίους προσαγορεύουσιν· ὕστατοι δ᾽ εἰσὶ Μαυρούσιοι. πᾶσα δ᾽ ἡ ἀπὸ Καρχηδόνος μέχρι στηλῶν ἐστιν εὐδαίμων͵ θηριοτρόφος δέ͵ ὥσπερ καὶ ἡ μεσόγαια πᾶσα. οὐκ ἀπεικὸς δὲ καὶ νομάδας λεχθῆναί τινας αὐτῶν͵ οὐ δυναμένους γεωργεῖν διὰ τὸ πλῆθος τῶν θηρίων τὸ παλαιόν· οἱ δὲ νῦν ἅμα τῆι ἐμπειρίαι τῆς θήρας διαφέροντες͵ καὶ τῶν Ῥωμαίων προσλαμβανόντων πρὸς τοῦτο διὰ τὴν σπουδὴν τὴν περὶ τὰς θηριομαχίας͵ ἀμφοτέρων περιγίνονται καὶ τῶν θηρίων καὶ τῆς γεωργίας. τοσαῦτα καὶ περὶ τῶν ἠπείρων λέγομεν.

5.34

Λοιπὸν εἰπεῖν περὶ τῶν κλιμάτων͵ ὅπερ καὶ αὐτὸ ἔχει καθολικὴν ὑποτύπωσιν͵ ὁρμηθεῖσιν ἐκ τῶν γραμμῶν ἐκείνων͵ ἃ στοιχεῖα ἐκαλέσαμεν͵ λέγω δὲ τῆς τε τὸ μῆκος ἀφοριζούσης τὸ μέγιστον καὶ τῆς τὸ πλάτος͵ μάλιστα δὲ τῆς τὸ πλάτος. τοῖς μὲν οὖν ἀστρονομικοῖς ἐπὶ πλέον τοῦτο ποιητέον͵ καθάπερ Ἵππαρχος ἐποίησεν. ἀνέγραψε γάρ͵ ὡς αὐτός φησι͵ τὰς γινομένας ἐν τοῖς οὐρανίοις διαφορὰς καθ᾽ ἕκαστον τῆς γῆς τόπον τῶν ἐν τῶι καθ᾽ ἡμᾶς τεταρτημορίωι τεταγμένων͵ λέγω δὲ τῶν ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι τοῦ βορείου πόλου. τοῖς δὲ γεωγραφοῦσιν οὔτε τῶν ἔξω τῆς καθ᾽ ἡμᾶς οἰκουμένης φροντιστέον͵ οὔτ᾽ ἐν αὐτοῖς [τοῖς] τῆς οἰκουμένης μέρεσι τὰς τοιαύτας καὶ τοσαύτας διαφορὰς παραδεκτέον τῶι πολιτικῶι· περισκελεῖς γάρ εἰσιν. ἀλλ᾽ ἀρκεῖ τὰς σημειώδεις καὶ ἁπλουστέρας ἐκθέσθαι τῶν ὑπ᾽ αὐτοῦ λεχθεισῶν͵ ὑποθεμένοις͵ ὥσπερ ἐκεῖνος͵ εἶναι τὸ μέγεθος τῆς γῆς σταδίων εἴκοσι πέντε μυριάδων καὶ δισχιλίων͵ ὡς καὶ Ἐρατοσθένης ἀποδίδωσιν· οὐ μεγάλη γὰρ παρὰ τοῦτ᾽ ἔσται διαφορὰ πρὸς τὰ φαινόμενα ἐν τοῖς μεταξὺ τῶν οἰκήσεων διαστήμασιν. εἰ δή τις εἰς τριακόσια ἑξήκοντα τμήματα τέμοι τὸν μέγιστον τῆς γῆς κύκλον͵ ἔσται ἑπτακοσίων σταδίων ἕκαστον τῶν τμημάτων· τούτωι δὴ χρῆται μέτρωι πρὸς τὰ διαστήματα [τὰ] ἐν τῶι λεχθέντι διὰ Μερόης μεσημβρινῶι λαμβάνεσθαι μέλλοντα. ἐκεῖνος μὲν δὴ ἄρχεται ἀπὸ τῶν ἐν τῶι ἰσημερινῶι οἰκούντων͵ καὶ λοιπὸν ἀεὶ δι᾽ ἑπτακοσίων σταδίων τὰς ἐφεξῆς οἰκήσεις ἐπιὼν κατὰ τὸν λεχθέντα μεσημβρινὸν πειρᾶται λέγειν τὰ παρ᾽ ἑκάστοις φαινόμενα· ἡμῖν δ᾽ οὐκ ἐντεῦθεν ἀρκτέον. καὶ γὰρ εἰ οἰκήσιμα ταῦτά ἐστιν͵ ὥσπερ οἴονταί τινες͵ ἰδία γέ τις οἰκουμένη αὕτη ἐστί͵ διὰ μέσης τῆς ἀοικήτου διὰ καῦμα στενὴ τεταμένη͵ οὐκ οὖσα μέρος τῆς καθ᾽ ἡμᾶς οἰκουμένης· ὁ δὲ γεωγράφος ἐπισκοπεῖ ταύτην μόνην τὴν καθ᾽ ἡμᾶς οἰκουμένην. αὕτη δ᾽ ἀφορίζεται πέρασι νοτίωι μὲν τῶι διὰ τῆς Κινναμωμοφόρου παραλλήλωι͵ βορείωι δὲ τῶι διὰ Ἰέρνης· οὔτε δὲ τὰς τοσαύτας οἰκήσεις ἐπιτέον ὅσας ὑπαγορεύει τὸ λεχθὲν μεταξὺ διάστημα͵ οὔτε πάντα τὰ φαινόμενα θετέον͵ μεμνημένοις τοῦ γεωγραφικοῦ σχήματος. ἀρκτέον δ᾽͵ ὥσπερ Ἵππαρχος͵ ἀπὸ τῶν νοτίων μερῶν.

5.35

Φησὶ δὴ τοῖς οἰκοῦσιν ἐπὶ τῶι διὰ τῆς Κινναμωμοφόρου παραλλήλωι͵ ὃς ἀπέχει τῆς Μερόης τρισχιλίους σταδίους πρὸς νότον͵ τούτου δ᾽ ὁ ἰσημερινὸς ὀκτακισχιλίους καὶ ὀκτακοσίους͵ εἶναι τὴν οἴκησιν ἐγγυτάτω μέσην τοῦ τε ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ τοῦ κατὰ Συήνην· ἀπέχειν γὰρ τὴν Συήνην πεντακισχιλίους τῆς Μερόης· παρὰ δὲ τούτοις πρώτοις τὴν μικρὰν ἄρκτον ὅλην ἐν τῶι ἀρκτικῶι περιέχεσθαι καὶ ἀεὶ φαίνεσθαι· τὸν γὰρ ἐπ᾽ ἄκρας τῆς οὐρᾶς λαμπρὸν ἀστέρα͵ νοτιώτατον ὄντα͵ ἐπ᾽ αὐτοῦ ἱδρῦσθαι τοῦ ἀρκτικοῦ κύκλου ὥστ᾽ ἐφάπτεσθαι τοῦ ὁρίζοντος. τῶι δὲ λεχθέντι μεσημβρινῶι παράλληλός πως παράκειται ἕωθεν ὁ Ἀράβιος κόλπος· τούτου δ᾽ ἔκβασις εἰς τὸ ἔξω πέλαγος ἡ Κινναμωμοφόρος ἐστίν͵ ἐφ᾽ ἧς ἡ τῶν ἐλεφάντων γέγονε θήρα τὸ παλαιόν. ἐκπίπτει δ᾽ ὁ παράλληλος οὗτος τῆι μὲν ἐπὶ τοὺς νοτιωτέρους μικρὸν τῆς Ταπροβάνης ἢ ἐπὶ τοὺς ἐσχάτους οἰκοῦντας͵ τῆι δ᾽ ἐπὶ τὰ νοτιώτατα τῆς Λιβύης.

5.36

Τοῖς δὲ κατὰ Μερόην καὶ Πτολεμαΐδα τὴν ἐν τῆι Τρωγλοδυτικῆι ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα· ἔστι δ᾽ αὕτη ἡ οἴκησις μέση πως τοῦ τε ἰσημερινοῦ καὶ τοῦ δι᾽ Ἀλεξανδρείας παρὰ χιλίους καὶ ὀκτακοσίους τοὺς πλεονάζοντας πρὸς τῶι ἰσημερινῶι· διήκει δ᾽ ὁ διὰ Μερόης παράλληλος τῆι μὲν δι᾽ ἀγνωρίστων μερῶν͵ τῆι δὲ διὰ τῶν ἄκρων τῆς Ἰνδικῆς. ἐν δὲ Συήνηι καὶ Βερενίκηι τῆι ἐν τῶι Ἀραβίωι κόλπωι καὶ τῆι Τρωγλοδυτικῆι κατὰ θερινὰς τροπὰς ὁ ἥλιος κατὰ κορυφῆς γίνεται͵ ἡ δὲ μακροτάτη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα καὶ ἡμιωρίου͵ ἐν δὲ τῶι ἀρκτικῶι φαίνεται καὶ ἡ μεγάλη ἄρκτος ὅλη σχεδόν τι πλὴν τῶν σκελῶν καὶ τοῦ ἄκρου τῆς οὐρᾶς καὶ ἑνὸς τῶν ἐν τῶι πλινθίωι ἀστέρων. ὁ δὲ διὰ Συήνης παράλληλος τῆι μὲν διὰ τῆς τῶν Ἰχθυοφάγων τῶν κατὰ τὴν Γεδρωσίαν καὶ τῆς Ἰνδικῆς διήκει͵ τῆι δὲ διὰ τῶν νοτιωτέρων Κυρήνης πεντακισχιλίοις σταδίοις παρὰ μικρόν.

5.37

Ἅπασι δὲ τοῖς μεταξὺ κειμένοις τοῦ τε τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ κύκλου μεταπίπτουσιν αἱ σκιαὶ ἐφ᾽ ἑκάτερα͵ πρός τε ἄρκτους καὶ μεσημβρίαν͵ τοῖς δ᾽ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ πρὸς ἄρκτους πίπτουσιν αἱ σκιαὶ κατὰ μεσημβρίαν· καλοῦνται δ᾽ οἱ μὲν ἀμφίσκιοι οἱ δ᾽ ἑτερόσκιοι. ἔστι δέ τις καὶ ἄλλη διαφορὰ τοῖς ὑπὸ τῶι τροπικῶι͵ ἣν προείπομεν ἐν τῶι περὶ τῶν ζωνῶν λόγωι. αὐτή τε γάρ ἐστιν δίαμμος καὶ σιλφιοφόρος καὶ ξηρά͵ τῶν νοτιωτέρων μερῶν εὐύδρων τε καὶ εὐκάρπων ὄντων.

5.38

Ἐν δὲ τοῖς [τοῦ] δι᾽ Ἀλεξανδρείας καὶ Κυρήνης νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις͵ ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκατεττάρων͵ κατὰ κορυφὴν γίνεται ὁ ἀρκτοῦρος μικρὸν ἐκκλίνων πρὸς νότον. ἐν δὲ τῆι Ἀλεξανδρείαι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν͵ ὃν ἔχει τὰ πέντε πρὸς τρία. Καρχηδόνος δὲ νοτιώτεροί εἰσι χιλίοις καὶ τριακοσίοις σταδίοις͵ εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν͵ ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά. διήκει δ᾽ ὁ παράλληλος οὗτος τῆι μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακοσίοις σταδίοις μέχρι Μαυρουσίας μέσης͵ τῆι δὲ δι᾽ Αἰγύπτου καὶ Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γεδρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.

5.39

Ἐν δὲ τοῖς περὶ Πτολεμαΐδα τὴν ἐν τῆι Φοινίκηι καὶ Σιδῶνα καὶ Τύρον ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ τετάρτου· βορειότεροι δ᾽ εἰσὶν οὗτοι Ἀλεξανδρείας μὲν ὡς χιλίοις ἑξακοσίοις σταδίοις͵ Καρχηδόνος δὲ ὡς ἑπτακοσίοις. ἐν δὲ τῆι Πελοποννήσωι καὶ περὶ τὰ μέσα τῆς Ῥοδίας καὶ περὶ Ξάνθον τῆς Λυκίας ἢ τὰ μικρῶι νοτιώτερα καὶ ἔτι τὰ Συρακοσίων νοτιώτερα τετρακοσίοις σταδίοις͵ ἐνταῦθα ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ ἡμίσους· ἀπέχουσι δ᾽ οἱ τόποι οὗτοι Ἀλεξανδρείας μὲν τρισχιλίους ἑξακοσίους τετταράκοντα ... · διήκει δ᾽ ὁ παράλληλος οὗτος κατ᾽ Ἐρατοσθένη διὰ Καρίας Λυκαονίας Καταονίας Μηδίας Κασπίων πυλῶν Ἰνδῶν τῶν κατὰ Καύκασον.

5.40

Ἐν δὲ τοῖς περὶ Ἀλεξάνδρειαν μέρεσι τῆς Τρωιάδος͵ κατ᾽ Ἀμφίπολιν καὶ Ἀπολλωνίαν τὴν ἐν Ἠπείρωι͵ καὶ τοὺς Ῥώμης μὲν νοτιωτέρους βορειοτέρους δὲ Νεαπόλεως͵ ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαπέντε ἀπέχει δὲ ὁ παράλληλος οὗτος τοῦ μὲν δι᾽ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτωι ὡς ἑπτακισχιλίους σταδίους πρὸς ἄρκτον͵ τοῦ δ᾽ ἰσημερινοῦ ὑπὲρ δισμυρίους ὀκτακισχιλίους ὀκτακοσίους͵ τοῦ δὲ διὰ Ῥόδου τρισχιλίους τετρακοσίους͵ πρὸς νότον δὲ Βυζαντίου καὶ Νικαίας καὶ τῶν περὶ Μασσαλίαν χιλίους πεντακοσίους͵ μικρὸν δ᾽ ἀρκτικώτερός ἐστιν ὁ διὰ Λυσιμαχείας͵ ὅν φησιν Ἐρατοσθένης διὰ Μυσίας εἶναι καὶ Παφλαγονίας καὶ τῶν περὶ Σινώπην καὶ Ὑρκανίαν καὶ Βάκτρα.

5.41

Ἐν δὲ τοῖς περὶ τὸ Βυζάντιον ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκαπέντε καὶ τετάρτου͵ ὁ δὲ γνώμων πρὸς τὴν σκιὰν λόγον ἔχει ἐν τῆι θερινῆι τροπῆι ὃν τὰ ἑκατὸν εἴκοσι πρὸς τετταράκοντα δύο λείποντα πέμπτωι. ἀπέχουσι δ᾽ οἱ τόποι οὗτοι τοῦ διὰ μέσης τῆς Ῥοδίας περὶ τετρακισχιλίους καὶ ἐνακοσίους͵ τοῦ δ᾽ ἰσημερινοῦ ὡς τρισμυρίους τριακοσίους. εἰσπλεύσασι δ᾽ εἰς τὸν Πόντον καὶ προελθοῦσιν ἐπὶ τὰς ἄρκτους ὅσον χιλίους καὶ τετρακοσίους ἡ μεγίστη ἡμέρα γίνεται ὡρῶν ἰσημερινῶν δεκαπέντε καὶ ἡμίσους ἀπέχουσι δ᾽ οἱ τόποι οὗτοι ἴσον ἀπό τε τοῦ πόλου καὶ τοῦ ἰσημερινοῦ κύκλου͵ καὶ ὁ ἀρκτικὸς κύκλος κατὰ κορυφὴν αὐτοῖς ἐστιν͵ ἐφ᾽ οὗ κεῖται ὅ τ᾽ ἐν τῶι τραχήλωι τῆς Κασσιεπείας καὶ ὁ ἐν τῶι δεξιῶι ἀγκῶνι τοῦ Περσέως μικρῶι βορειότερος ὤν.

5.42

Ἔν τε τοῖς ἀπέχουσι Βυζαντίου πρὸς ἄρκτον ὅσον τρισχιλίους ὀκτακοσίους ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαέξ· ἡ οὖν δὴ Κασσιέπεια ἐν τῶι ἀρκτικῶι φέρεται. εἰσὶ δ᾽ οἱ τόποι οὗτοι περὶ Βορυσθένη καὶ τῆς Μαιώτιδος τὰ νότια· ἀπέχουσι δὲ τοῦ ἰσημερινοῦ περὶ τρισμυρίους τετρακισχιλίους ἑκατόν. ὁ δὲ κατὰ τὰς ἄρκτους τόπος τοῦ ὁρίζοντος ἐν ὅλαις σχεδόν τι ταῖς θεριναῖς νυξὶ παραυγάζεται ὑπὸ τοῦ ἡλίου ἀπὸ δύσεως ἕως καὶ ἀνατολῆς ἀντιπεριισταμένου τοῦ φωτός. ὁ γὰρ θερινὸς τροπικὸς ἀπέχει ἀπὸ τοῦ ὁρίζοντος ἑνὸς ζωδίου ἥμισυ καὶ δωδέκατον· τοσοῦτον οὖν καὶ ὁ ἥλιος ἀφίσταται τοῦ ὁρίζοντος κατὰ τὸ μεσονύκτιον. καὶ παρ᾽ ἡμῖν δὲ τοσοῦτον τοῦ ὁρίζοντος ἀποσχὼν πρὸ τοῦ ὄρθρου καὶ μετὰ τὴν ἑσπέραν ἤδη καταυγάζει τὸν περὶ τὴν ἀνατολὴν ἢ τὴν δύσιν ἀέρα. ἐν δὲ ταῖς χειμεριναῖς ὁ ἥλιος τὸ πλεῖστον μετεωρίζεται πήχεις ἐννέα. φησὶ δ᾽ Ἐρατοσθένης τούτους τῆς Μερόης διέχειν μικρῶι πλείους ἢ δισμυρίους τρισχιλίους. διὰ γὰρ Ἑλλησπόντου εἶναι μυρίους ὀκτακισχιλίους͵ εἶτα πεντακισχιλίους εἰς Βυρυσθένη. ἐν δὲ τοῖς ἀπέχουσι τοῦ Βυζαντίου σταδίους περὶ ἑξακισχιλίους τριακοσίους͵ βορειοτέροις οὖσι τῆς Μαιώτιδος͵ κατὰ τὰς χειμερινὰς ἡμέρας μετεωρίζεται τὸ πλεῖστον ὁ ἥλιος ἐπὶ πήχεις ἕξ͵ ἡ δὲ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαεπτά.

5.43

Τὰ δ᾽ ἐπέκεινα ἤδη πλησιάζοντα τῆι ἀοικήτωι διὰ ψῦχος οὐκέτι χρήσιμα τῶι γεωγράφωι ἐστίν. ὁ δὲ βουλόμενος καὶ ταῦτα μαθεῖν καὶ ὅσα ἄλλα τῶν οὐρανίων Ἵππαρχος μὲν εἴρηκεν ἡμεῖς δὲ παραλείπομεν διὰ τὸ τρανότερα εἶναι τῆς νῦν προκειμένης πραγματείας͵ παρ᾽ ἐκείνου λαμβανέτω. τρανότερα δ᾽ ἐστὶ καὶ τὰ περὶ τῶν περισκίων καὶ ἀμφισκίων καὶ ἑτεροσκίων͵ ἅφησι Ποσειδώνιος. ὅμως γε καὶ τούτων τό γε τοσοῦτον ἐπιμνηστέον ὥστε τὴν ἐπίνοιαν διασαφῆσαι καὶ πῆ χρήσιμον πρὸς τὴν γεωγραφίαν καὶ πῆ ἄχρηστον. ἐπεὶ δὲ περὶ τῶν ἀφ᾽ ἡλίου σκιῶν ὁ λόγος ἐστίν͵ ὁ δ᾽ ἥλιος πρὸς αἴσθησιν κατὰ παραλλήλου φέρεται καθ᾽ οὗ καὶ ὁ κόσμος͵ παρ᾽ οἷς καθ᾽ ἑκάστην κόσμου περιστροφὴν ἡμέρα γίνεται καὶ νύξ͵ ὅτε μὲν ὑπὲρ γῆς τοῦ ἡλίου φερομένου ὅτε δ᾽ ὑπὸ γῆν͵ παρὰ τούτοις οἵ τε ἀμφίσκιοι ἐπινοοῦνται καὶ οἱ ἑτερόσκιοι. ἀμφίσκιοι μὲν ὅσοι κατὰ μέσον ἡμέρας τοτὲ μὲν ἐπὶ τάδε πιπτούσας ἔχουσι τὰς σκιάς͵ ὅταν ὁ ἥλιος ἀπὸ μεσημβρίας τῶι γνώμονι προσπίπτηι τῶι ὀρθῶι πρὸς τὸ ὑποκείμενον ἐπίπεδον͵ τοτὲ δ᾽ εἰς τοὐναντίον͵ ὅταν ὁ ἥλιος εἰς τοὐ ναντίον περιστῆι (τοῦτο δὲ συμβέβηκε μόνοις τοῖς μεταξὺ τῶν τροπικῶν οἰκοῦσιν)͵ ἑτερόσκιοι δ᾽ ὅσοις ἢ ἐπὶ τὴν ἄρκτον ἀεὶ πίπτουσιν ὥσπερ ἡμῖν͵ ἢ ἐπὶ τὰ νότια ὥσπερ τοῖς ἐν τῆι ἑτέραι εὐκράτωι ζώνηι οἰκοῦσι· τοῦτο δὲ συμβαίνει πᾶσι τοῖς ἐλάττονα ἔχουσι τοῦ τροπικοῦ τὸν ἀρκτικόν. ὅταν δὲ τὸν αὐτὸν ἢ μείζονα͵ ἀρχὴ τῶν περισκίων ἐστὶ μέχρι τῶν οἰκούντων ὑπὸ τῶι πόλωι. τοῦ γὰρ ἡλίου καθ᾽ ὅλην τὴν τοῦ κόσμου περιστροφὴν ὑπὲρ γῆς φερομένου͵ δῆλον ὅτι καὶ ἡ σκιὰ κύκλωι περιενεχθήσεται περὶ τὸν γνώμονα· καθ᾽ ὃ δὴ καὶ περισκίους αὐτοὺς ἐκάλεσεν͵ οὐδὲν ὄντας πρὸς τὴν γεωγραφίαν· οὐ γάρ ἐστιν οἰκήσιμα ταῦτα τὰ μέρη διὰ ψῦχος͵ ὥσπερ ἐν τοῖς πρὸς Πυθέαν λόγοις εἰρήκαμεν. ὥστ᾽ οὐδὲ τοῦ μεγέθους τῆς ἀοικήτου ταύτης φροντιστέον ἐκ τοῦ λαβεῖν͵ ὅτι οἱ ἔχοντες ἀρκτικὸν τὸν τροπικὸν ὑποπεπτώκασι τῶι γραφομένωι κύκλωι ὑπὸ τοῦ πόλου τοῦ ζωδιακοῦ κατὰ τὴν τοῦ κόσμου περιστροφήν͵ ὑποκειμένου τοῦ μεταξὺ διαστήματος τοῦ τε ἰσημερινοῦ καὶ τοῦ τροπικοῦ τεττάρων ἑξηκοστῶν τοῦ μεγίστου κύκλου.