Μετάβαση στο περιεχόμενο

Συγγραφέας:Ρουφίνος (ποιητής)

Από Βικιθήκη
(Ανακατεύθυνση από Ρουφίνος, ποιητής)
Συγγραφείς: Ρουφίνος
Δείτε επίσης βιογραφία.


ΤΑ ΕΠΙΓΡΑΜΜΑΤΑ


V 9 Ρουφίνου

[Επεξεργασία]
Ρουφῖνος τῇ ΄μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ χαίρειν͵ εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.
οὐκέτι βαστάζω͵ μὰ τὰ σ΄ ὄμματα͵ τὴν φιλέρημον καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην·
ἀλλ΄ αἰεὶ δακρύοισι πεφυρμένος ἢ ΄πὶ Κορησσὸν ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.
αὔριον ἀλλὰ πάτρη με δεδέξεται͵ ἐς δὲ σὸν ὄμμα πτήσομαι͵ ἐρρῶσθαι μυρία σ΄ εὐχόμενος.

V 12 Ρουφίνου

[Επεξεργασία]
Λουσάμενοι͵ Προδίκη͵ πυκασώμεθα καὶ τὸν ἄκρατον ἕλκωμεν κύλικας μείζονας αἰρόμενοι.
βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰ γῆρας κωλύσει͵ καὶ τὸ τέλος θάνατος.

V 14 Ρουφίνου

[Επεξεργασία]
Εὐρώπης τὸ φίλημα, καὶ ἢν ἄχρι χείλεος ἔλθῃ, ἡδύ γε, κἄν ψαύσῃ μοῦνον ἄκρου στόματος.
Ψαύει δὲ οὐκ ἄκροις τοῖς χείλεσιν, ἀλλ' ἐρίσασα τὸ στόμα τὴν ψυχήν ἐξ ὀνύχων ἀνάγει.

V 15 Ρουφίνου

[Επεξεργασία]
Ποῦ νῦν Πραξιτέλης; ποῦ δ΄ αἱ χέρες αἱ Πολυκλείτου͵ αὐταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι;
τίς πλοκάμους Μελίτης εὐώδεας ἢ πυρόεντα ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται;
ποῦ πλάσται͵ ποῦ δ΄ εἰσὶ λιθοξόοι; ἔπρεπε τῇδε μορφῇ νηὸν ἔχειν ὡς μακάρων ξοάνῳ.

V 18 Ρουφίνου

[Επεξεργασία]
Μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα͵ οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι.
ταῖς μὲν χρὼς ἀπόδωδε μύρου σοβαρόν τε φρύαγμα καὶ μέχρι κινδύνου πεσσομένη σύνοδος·
ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος καὶ λέκτρον ἑτοῖμον͵ δώροι΄ ἐκ σπατάλης οὐκ ἀλεγιζόμενον.
μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος͵ ὃς προέκρινεν Ἑρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην.

V 19 Ρουφίνου

[Επεξεργασία]
Οὐκέτι παιδομανὴς ὡς πρίν ποτε͵ νῦν δὲ καλοῦμαι θηλυμανής͵ καὶ νῦν δίσκος ἐμοὶ κρόταλον͵
ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψου χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον·
βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους.

V 21 Ρουφίνου

[Επεξεργασία]
Οὐκ ἔλεγον͵ Προδίκη· Γηράσκομεν; οὐ προεφώνουν· ῞Ηξουσιν ταχέως αἱ διαλυσίφιλοι;
νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες͵ καὶ στόμα τὰς προτέρας οὐκέτ΄ ἔχον χάριτας.
μήτις σοι͵ μετέωρε͵ προσέρχεται ἢ κολακεύων λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.

V 22 Ρουφίνου

[Επεξεργασία]
Σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε͵ Βοῶπι͵ ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον͵
αὐτοθελῆ͵ πάνδουλον͵ ἑκούσιον͵ αὐτοκέλευστον͵ αἰτήσοντα πικρὴν μήποτ΄ ἐλευθερίην͵
ἄχρι φίλης πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ μήποτ΄ ἐφ΄ ἡμετέραις ἐλπίσι βασκανίη.

V 27 Ρουφίνου

[Επεξεργασία]
Ποῦ σοι κεῖνα͵ Μέλισσα͵ τὰ χρύσεα καὶ περίοπτα τῆς πολυθρυλήτου κάλλεα φαντασίης;
ποῦ δ΄ ὀφρύες καὶ γαῦρα φρονήματα καὶ μέγας αὐχὴν καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;
νῦν πενιχρὴ ψαφαρή τε κόμη͵ παρὰ ποσσὶ τραχεῖα· ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.

V 28 Ρουφίνου

[Επεξεργασία]
Νῦν μοι Χαῖρε λέγεις͵ ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν κεῖνο τὸ τῆς λύγδου͵ βάσκανε͵ λειότερον·
νῦν μοι προσπαίζεις͵ ὅτε τὰς τρίχας ἠφάνικάς σου τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.
μηκέτι μοι͵ μετέωρε͵ προσέρχεο μηδὲ συνάντα· ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.

V 35 Ρουφίνου

[Επεξεργασία]

Πυγὰς αὐτὸς ἔκρινα τριῶν· εἵλοντο γὰρ αὐταὶ δείξασαι γυμνὴν ἀστεροπὴν μελέων
καί ῥ΄ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις λευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ·
τῆς δὲ διαιρομένης φοινίσσετο χιονέη σὰρξ πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη·
ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ͵ αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη
εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς͵ οὐκέτ΄ ἂν οὐδ΄ ἐσιδεῖν ἤθελε τὰς προτέρας

Τα κωλαράκια έκρινα τριών, αυτές με διάλεξαν κριτή και μου έδειξαν των μελών τους τη σχισμή γυμνή
της μεν σφραγισμένη ήταν με λακάκια που έμοιαζαν με χαμόγελα, άνθιζε των γλουτών της η λευκή απαλότητα
της άλλης, η χιονάτη σάρκα ρόδιζε όπως άνοιγε, πιο κόκκινη ακόμη και από ρόδο ολοπόρφυρο
της δε σαν σε γαληνεμένη θάλασσα με απαλό κυματάκι, το τρυφερό δέρμα μόνο του σάλευε
αν αυτά τα κωλαράκια έβλεπε ο κριτής των θεών (ο Πάρης) ποτέ δε θα ήθελε να ξαναδεί αυτές τις πρώτες (τις θεές)

V 36 Ρουφίνου

[Επεξεργασία]

῎Ηρισαν ἀλλήλαις Ροδόπη͵ Μελίτη͵ Ροδόκλεια͵ τῶν τρισσῶν τίς ἔχει κρείσσονα μηριόνην͵
καί με κριτὴν εἵλοντο· καὶ ὡς θεαὶ αἱ περίβλεπτοι ἔστησαν γυμναί͵ νέκταρι λειβόμεναι.
καὶ Ροδόπης μὲν ἔλαμπε μέσος μηρῶν πολύτιμος < >
< > οἷα ῥοδὼν πολλῷ σχιζόμενος ζεφύρῳ ...
τῆς δὲ Ροδοκλείης ὑάλῳ ἴσος ὑγρομέτωπος οἷα καὶ ἐν νηῷ πρωτογλυφὲς ξόανον.
ἀλλὰ σαφῶς͵ ἃ πέπονθε Πάρις διὰ τὴν κρίσιν͵ εἰδὼς τὰς τρεῖς ἀθανάτας εὐθὺ συνεστεφάνουν.

Μάλωναν μεταξύ τους η Ροδόπη, η Μελίτη και η Ροδόκλεια, από τις τρεις ποια έχει το ομορφότερο μουνί
και εμένα κριτή τους διάλεξαν και ως θεές πανέμορφες, στήθηκαν γυμνές, με νέκταρ αλειφόμενες
και της Ροδόπης έλαμπε ανάμεσα στους μηρούς πολύτιμο πετράδι. . . (λείπει στίχος). . . .
. [της Μελίτης]. . (λείπει στίχος) . . . σαν κήπος με ρόδα που απαλά σκίζει ο Ζέφυρος
της δε Ροδόκλειας σα γυαλί, ίδιος, με υγρό το μέτωπο, σαν του ναού το ολοκαίνουργιο ξόανο
Αλλά σαφώς γνωρίζοντας αυτά που έπαθε ο Πάρις για την κρίση του, με το που τις είδα και τις τρεις, αθάνατες, αμέσως, συστεφάνωσα

V 37 Ρουφίνου

[Επεξεργασία]
Μήτ' ἰσχνὴν λίην περιλάμβανε, μήτε παχεῖαν· τούτων δ' ἀμφοτέρων τὴν μεσότητα θέλε.
Τῇ μὲν γὰρ λείπει σαρκῶν χύσις, ἡ δὲ περισσὴν κέκτηται· λεῖπον μὴ θέλε, μηδὲ πλέον.

μετάφραση

Ούτε λεπτή να πάρεις, ούτε παχιά· από τις δυο αυτές, τη μεσότητα να θέλεις
Γιατί από την μια μεν λείπουν οι σάρκες, από την άλλη περίσσιες έχει· μη θελήσεις ούτε αυτή που της λείπει, ούτε αυτή που έχει επιπλέον

V 41 Ρουφίνου

[Επεξεργασία]
Τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν; τίς ψυχὴν λιθίνην εἶχε καὶ οὐκ ἔβλεπεν;
μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών; γινόμενον· πᾶσαι τοῦτο ποοῦσι͵ τέκνον.
πλὴν ἀπὸ νῦν͵ ὅταν ἐστὶν ἔσω͵ κεῖνος δ΄ ὅταν ἔξω͵ τὸ πρόθυρον σφήνου͵ μὴ πάλι ταὐτὸ πάθῃς.

V 42 Ρουφίνου

[Επεξεργασία]
Μισῶ τὴν ἀφελῆ͵ μισῶ τὴν σώφρονα λίαν· ἡ μὲν γὰρ βραδέως͵ ἡ δὲ θέλει ταχέως.
Δέν μού αρέσει η άμυαλη κ’ η πολυμυαλωμένη, γιατί η μιά πολύ αργά κ’ η άλλη αμέσως θέλει.

V 43 Ρουφίνου

[Επεξεργασία]
Ἐκβάλλει γυμνήν τις͵ ἐπὴν εὕρῃ ποτὲ μοιχόν͵ ὡς μὴ μοιχεύσας͵ ὡς ἀπὸ Πυθαγόρου;
εἶτα͵ τέκνον͵ κλαίουσα καταδρύψεις τὸ πρόσωπον καὶ παραριγώσεις μαινομένου προθύροις;
ἔκμαξαι͵ μὴ κλαῖε͵ τέκνον· χεὐρήσομεν ἄλλον͵ τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.

V 44 Ρουφίνου

[Επεξεργασία]
Λέμβιον͵ ἡ δ΄ ἑτέρα Κερκούριον͵ αἱ δύ΄ ἑταῖραι αἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι.
ἀλλά͵ νέοι͵ πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης φεύγεθ΄· ὁ συμμίξας καὶ καταδὺς πίεται.

V 47 Ρουφίνου

[Επεξεργασία]
Πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί͵ Θάλεια͵ πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ·
νῦν δ΄͵ ὅτε μοι γυμνὴ γλυκεροῖς μελέεσσι πέπλησαι͵ ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ.
θυμὲ τάλας͵ τί πέπονθας; ἀνέγρεο μηδ΄ ἀπόκαμνε͵ ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.

V 48 Ρουφίνου

[Επεξεργασία]
Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειὴ καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος͵
δειρὴ λυγδινέη καὶ στήθεα μαρμαίροντα καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος·
εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι͵ τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.

V 60 Ρουφίνου

[Επεξεργασία]
Παρθένος ἀργυρόπεζος ἐλούετο͵ χρύσεα μαζῶν χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη·
πυγαὶ δ΄ ἀλλήλαις περιηγέες εἱλίσσοντο͵ ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι·
τὸν δ΄ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ οὐχ ὅλον Εὐρώταν͵ ἀλλ΄ ὅσον ἠδύνατο.

V 61 Ρουφίνου

[Επεξεργασία]
Τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ
ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν·
Δώδεκά σοι βέβληκα καὶ αὔριον ἄλλα βαλῶ σοι
ἢ πλέον ἠὲ πάλιν δώδεκ΄ ἐπιστάμενος.
εἶτα κελευομένη ἦλθεν· γελάσας δὲ πρὸς αὐτήν·
Εἴθε σε καὶ νύκτωρ ἐρχομένην ἐκάλουν.


Παίζοντας κόνδακα με τη Φιλίππα τη σκουροβλέφαρη,
την έκανα να γελά γλυκά με την καρδιά της.
«Δώδεκα σου 'ριξα κι αύριο άλλα τόσα θα σου ρίξω
ή και παραπάνω ή ξανὰ δώδεκα, που καλά γνωρίζω».
Την επομένη, τη φώναξα κι ήρθε. Γελώντας της λέω:
«Μακάρι να σ' είχα φωνάξει απ' τη νύχτα να έρθεις».

V 62 Ρουφίνου

[Επεξεργασία]
Οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν͵ ἀλλ΄ ἔτι πολλὰ λείψανα τῆς προτέρης σῴζεται ἡλικίης͵
καὶ χάριτες μίμνουσιν ἀγήραοι͵ οὐδὲ τὸ καλὸν τῶν ἱλαρῶν μήλων ἢ ῥόδον ἐξέφυγεν.
ὢ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος͵ [ἡνίκα πρωτοβόλων λάμπεν ἀπὸ βλεφάρων].

V 66 Ρουφίνου

[Επεξεργασία]
Εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον͵ καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων·
Σῶσον͵ ἔφην͵ ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν͵ καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.
ταῦτα λέγοντος ἔκλαυσεν· ἀποψήσασα δὲ δάκρυ͵ ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.

V 69 Ρουφίνου

[Επεξεργασία]
Παλλὰς ἐσαθρήσασα καὶ ῞Ηρη χρυσοπέδιλος Μαιονίδ΄ ἐκ κραδίης ἴαχον ἀμφότεραι·
Οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ· οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.
Η Αθηνά κ’ η χρυσοπέδιλη Ήρα τήν Μαιονίδα είδαν καί φωνάξαν :
«Δέν θά ξαναγδυθούμε• μιά μονάχα φορά στήν ομορφιά κανείς άς χάνει».

V 70 Ρουφίνου

[Επεξεργασία]
Κάλλος ἔχεις Κύπριδος͵ Πειθοῦς στόμα͵ σῶμα καὶ ἀκμὴν εἰαρινῶν Ὡρῶν͵ φθέγμα δὲ Καλλιόπης͵
νοῦν καὶ σωφροσύνην Θέμιδος καὶ χεῖρας Ἀθήνης· σὺν σοὶ δ΄ αἱ Χάριτες τέσσαρές εἰσι͵ Φίλη.
Την ομορφιά έχεις της Αφροδίτης, της Πειθούς το στόμα και την ακμή των ανοιξιάτικων Ωρών, τη φωνή δε της Καλλιόπης
το νου και τη σωφροσύνη της Θέμιδος και τα χέρια της Αθηνάς· μαζί με εσένα, οι Χάριτες τέσσερις είναι, Φίλη

V 71 Ρουφίνου ή Παλλαδά

[Επεξεργασία]
Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς θυγατέρα͵ Ζήνων͵ ἔνδον ἔχεις πόλεμον.
ζήτει Λυσίμαχον μοιχὸν φίλον͵ ὅς σ΄ ἐλεήσας ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.
(→ μετάφραση του Σίμου Μενάρδου)

V 73 Ρουφίνου

[Επεξεργασία]
Δαίμονες͵ οὐκ ᾔδειν͵ ὅτι λούεται ἡ Κυθέρεια͵ χερσὶ καταυχενίους λυσαμένη πλοκάμους.
ἱλήκοις͵ δέσποινα͵ καὶ ὄμμασιν ἡμετέροισι μήποτε μηνίσῃς θεῖον ἰδοῦσι τύπον.
νῦν ἔγνων· Ροδόκλεια καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλος τοῦτο πόθεν; σύ͵ δοκῶ͵ τὴν θεὸν ἐκδέδυκας.
Δέν ήξερα πώς λούζεται, Θεοί μου, η Αφροδίτη μέ τίς πλεξούδες ξέπλεκες. Λυπήσου με, Κυρά μου,
καί μέ τά μάτια πού τό θείο κορμί είδαν μή κακιώσεις. Μά τώρα τό κατάλαβα• δέν είναι η Κυθέρεια
αλλά η Ροδόκλεια• μ’ από πού τόση ομορφιά τή βρήκε ; Θαρρώ στ’ αλήθεια τή θεά τήν έχει ξεγυμνώσει.

V 74 Ρουφίνου

[Επεξεργασία]
Πέμπω σοι͵ Ροδόκλεια͵ τόδε στέφος͵ ἄνθεσι καλοῖς αὐτὸς ὑφ΄ ἡμετέραις πλεξάμενος παλάμαις.
ἔστι κρίνον ῥοδέη τε κάλυξ νοτερή τ΄ ἀνεμώνη καὶ νάρκισσος ὑγρὸς καὶ κυαναυγὲς ἴον.
ταῦτα στεψαμένη͵ λῆξον μεγάλαυχος ἐοῦσα· ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.
Σού στέλνω αυτό, Ροδόκλεια, τό στεφάνι, μ’ ωραία λουλούδια ο ίδιος τό ’χω πλέξει.
Είν’ από κρίνα καί μπουμπούκια ρόδου καί δροσερή ανεμώνα, κι έχει ακόμα καί νάρκισσο τό λυγερό καί τέλος βιολέττα μέ γαλάζιο σκούρο χρώμα•
Μ’ αυτά στολίσου κι άλλο μή καυχιέσαι. Τι ανθείς τώρα κι εσύ καί τό στεφάνι αλλά κι εσύ κι αυτό θά μαραθείτε.

V 75 Ρουφίνου

[Επεξεργασία]
Γείτονα παρθένον εἶχον Ἀμυμώνην Ἀφροδίτην͵ ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον.
αὕτη μοι προσέπαιζε καί͵ εἴ ποτε καιρός͵ ἐτόλμων, ἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο.
ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν͵ ὅτι τίκτει. ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν;

V 76 Ρουφίνου

[Επεξεργασία]
Αὕτη πρόσθεν ἔην ἐρατόχροος͵ εἰαρόμασθος͵ εὔσφυρος͵ εὐμήκης͵ εὔοφρυς͵ εὐπλόκαμος.
ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι͵ καὶ νῦν τῶν προτέρων οὐδ΄ ὄναρ οὐδὲν ἔχει·
ἀλλοτρίας δὲ τρίχας καὶ ῥυσῶδες τὸ πρόσωπον͵ οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.

V 77 Ρουφίνου

[Επεξεργασία]
Εἰ τοίην χάριν εἶχε γυνὴ μετὰ Κύπριδος εὐνήν͵
οὐκ ἄν τοι χρονέεσκεν ἀνὴρ ἀλόχῳ συνομιλῶν.
πᾶσαι γὰρ μετὰ κύπριν ἀτερπέες εἰσὶ γυναῖκες.
Αν και μετά όσο και πριν ποθούνταν η γυναίκα,
ο άντρας δεν θα έπαυε τις ερωτοτροπίες.
Αλλά μετά τον έρωτα πόσο ανιαρές είν’ όλες !

V 87 Ρουφίνου

[Επεξεργασία]
Ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς͵ ἀλλὰ τὸ σῶμα κέκραγεν ὡς βελέων δεξάμενον φαρέτρην͵
καὶ φάσις ἀστατέουσα καὶ ἄστατος ἄσθματος ὁρμὴ καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες.
ἀλλά͵ Πόθοι͵ πρὸς μητρὸς ἐυστεφάνου Κυθερείης͵ φλέξατε τὴν ἀπιθῆ͵ μέχρις ἐρεῖ· Φλέγομαι.
Μάς λέει ότι δέν αγαπά η Μελισσιάς, μά βγάζει -βέλη πολλά ως νά δέχτηκε- τό σώμα της κραυγή•
κ’ είν’ άστατο τό βήμα της κ’ η ανάσα της κομμένη, κύκλοι γύρω απ’ τά μάτια της σκούροι έχουν φανεί.
Πόθοι, στής ωριοστέφανης τ’ όνομα τής Κυθέρειας, φωτιά στήν ανυπάκουη, «καίγομαι» ώσπου νά πεί.

V 88 Ρουφίνου

[Επεξεργασία]
Εἰ δυσὶν οὐκ ἴσχυσας ἴσην φλόγα͵ πυρφόρε͵ καῦσαι͵ τὴν ἑνὶ καιομένην ἢ σβέσον ἢ μετάθες.

V 92 Ρουφίνου

[Επεξεργασία]
Ὑψοῦται Ροδόπη τῷ κάλλεϊ· κἤν ποτε Χαῖρε εἴπω͵ ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο·
ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι͵ ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσι.
ὦ ῥυτίδες καὶ γῆρας ἀνηλεές͵ ἔλθετε θᾶσσον· σπεύσατε͵ κἂν ὑμεῖς πείσατε τὴν Ροδόπην.

V 93 Ρουφίνου

[Επεξεργασία]
Ὥπλισμαι πρὸς Ἔρωτα περὶ στέρνοισι λογισμόν͵ οὐδέ με νικήσει͵ μοῦνος ἐὼν πρὸς ἕνα͵
θνατὸς δ΄ ἀθανάτῳ συστήσομαι. ἢν δὲ βοηθὸν Βάκχον ἔχῃ͵ τί μόνος πρὸς δύ΄ ἐγὼ δύναμαι;

V 94 Ρουφίνου

[Επεξεργασία]
Ὄμματ΄ ἔχεις ῞Ηρης͵ Μελίτη͵ τὰς χεῖρας Ἀθήνης͵ τοὺς μαζοὺς Παφίης͵ τὰ σφυρὰ τῆς Θέτιδος.
εὐδαίμων ὁ βλέπων σε͵ τρισόλβιος ὅστις ἀκούει͵ἡμίθεος δ΄ ὁ φιλῶν͵ ἀθάνατος δ΄ ὁ γαμῶν.
Τα μάτια έχεις της Ήρας, Μελίτη, τα χέρια της Αθηνάς τα στήθια της Αφροδίτης, τα πόδια της Θέτιδος
Ευτυχισμένος αυτός που σε βλέπει, πανευτυχής αυτός που σε ακούει, ημίθεος αυτός που σε φιλά, αθάνατος αυτός που σε γαμά

V 97 Ρουφίνου

[Επεξεργασία]
Εἰ μὲν ἐπ΄ ἀμφοτέροισιν͵ Ἔρως͵ ἴσα τόξα τιταίνεις͵ εἶ θεός· εἰ δὲ ῥέπεις πρὸς μέρος͵ οὐ θεὸς εἶ.

V 103 Ρουφίνου

[Επεξεργασία]
Μέχρι τίνος͵ Προδίκη͵ παρακλαύσομαι; ἄχρι τίνος σε γουνάσομαι͵ στερεή͵ μηδὲν ἀκουόμενος;
ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι͵ καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ.
Ώς πότε πιά, Προδίκη, θέ νά κλαίω; Ώς πότε πιά, σκληρή, θά σέ ικετεύω
χωρίς καμμιά ανταπόκριση• πιά τώρα αρχίσανε ν’ ασπρίζουν τά μαλλιά σου
καί θέ νά μού δοθείς σύντομα, όπως εδόθηκε στόν Πρίαμο η Εκάβη.