Προς Καλλικλέα περί Χωρίου Βλάβης

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση


Πρὸς Καλλικλέα Περὶ Χωρίου Βλάβης
Λόγος




[1] Οὐκ ἦν ἄρ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον οὐδὲν ἢ γείτονος πονηροῦ καὶ πλεονέκτου τυχεῖν, ὅπερ ἐμοὶ νυνὶ συμβέβηκεν. Ἐπιθυμήσας γὰρ τῶν χωρίων μου Καλλικλῆς οὕτω διατέθηκέν με συκοφαντῶν, ὥστε πρῶτον μὲν τὸν ἀνεψιὸν τὸν ἑαυτοῦ κατεσκεύασεν ἀμφισβητεῖν μοι τῶν χωρίων,

[2] ἐξελεγχθεὶς δὲ φανερῶς καὶ περιγενομένου μου τῆς τούτων σκευωρίας πάλιν δύο δίκας ἐρήμους μου κατεδιῃτήσατο, τὴν μὲν αὐτὸς χιλίων δραχμῶν, τὴν δὲ τὸν ἀδελφὸν τουτονὶ πείσας Καλλικράτην. Δέομαι δὴ πάντων ὑμῶν ἀκοῦσαί μου καὶ προσέχειν τὸν νοῦν, οὐχ ὡς αὐτὸς δυνησόμενος εἰπεῖν, ἀλλ᾽ ἵν᾽ ὑμεῖς ἐξ αὐτῶν τῶν πραγμάτων καταμάθητε, ὅτι φανερῶς συκοφαντοῦμαι.

[3] Ἓν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ἅπαντας τοὺς τούτων λόγους ὑπάρχει μοι δίκαιον. Τὸ γὰρ χωρίον τοῦτο περιῳκοδόμησεν ὁ πατὴρ μικροῦ δεῖν πρὶν ἐμὲ γενέσθαι, ζῶντος μὲν ἔτι Καλλιππίδου τοῦ τούτων πατρὸς καὶ γειτνιῶντος, ὃς ἀκριβέστερον ᾔδει δήπου τούτων, ὄντος δὲ Καλλικλέους ἀνδρὸς ἤδη καὶ ἐπιδημοῦντος Ἀθήνησιν.

[4] Ἐν δὲ τούτοις τοῖς ἔτεσιν ἅπασιν οὔτ᾽ ἐγκαλῶν οὐδεὶς πώποτ᾽ ἦλθεν οὔτε μεμφόμενος καίτοι δῆλον ὅτι καὶ τόθ᾽ ὕδατα πολλάκις ἐγένετο, οὐδ᾽ ἐκώλυσεν ἐξ ἀρχῆς, εἴπερ ἠδίκει τινὰ περιοικοδομῶν ὁ πατὴρ τὸ ἡμέτερον χωρίον, ἀλλ᾽ οὐδ᾽ ἀπηγόρευσεν οὐδὲ διεμαρτύρατο, πλέον μὲν ἢ πεντεκαίδεκ᾽ ἔτη τοῦ πατρὸς ἐπιβιόντος, οὐκ ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου.

[5] Καίτοι, ὦ Καλλίκλεις, ἐξῆν δήπου τόθ᾽ ὑμῖν, ὁρῶσιν ἀποικοδομουμένην τὴν χαράδραν, ἐλθοῦσιν εὐθὺς ἀγανακτεῖν καὶ λέγειν πρὸς τὸν πατέρα Τεισία, τί ταῦτα ποιεῖς; ἀποικοδομεῖς τὴν χαράδραν εἶτ᾽ ἐμπεσεῖται τὸ ὕδωρ εἰς τὸ χωρίον τὸ ἡμέτερον, ἵν᾽ εἰ μὲν ἐβούλετο παύσασθαι, μηδὲν ἡμῖν ἦν δυσχερὲς πρὸς ἀλλήλους, εἰ δ᾽ ὠλιγώρησεν καὶ συνέβη τι τοιοῦτον, μάρτυσιν εἶχες τοῖς τότε παραγενομένοις χρῆσθαι.

[6] Καὶ νὴ Δι᾽ ἐπιδεῖξαί γέ σ᾽ ἔδει πᾶσιν ἀνθρώποις χαράδραν οὖσαν, ἵνα μὴ λόγῳ μόνον, ὥσπερ νῦν, ἀλλ᾽ ἔργῳ τὸν πατέρ᾽ ἀδικοῦντ᾽ ἀπέφαινες. Τούτων τοίνυν οὐδὲν πώποτ᾽ οὐδεὶς ποιεῖν ἠξίωσεν. Οὐ γὰρ ἂν οὔτ᾽ ἐρήμην, ὥσπερ ἐμοῦ νῦν,

[7] κατεδιῃτήσασθε, οὔτε πλέον ἂν ἦν ὑμῖν συκοφαντοῦσιν οὐδέν, ἀλλ᾽ εἰ ἠνέγκατε τότε μάρτυρα καὶ ἐπεμαρτύρασθε, νῦν ἀπέφαινεν ἂν ἐκεῖνος εἰδὼς ἀκριβῶς ὅπως εἶχεν ἕκαστα τούτων, καὶ τοὺς ῥᾳδίως τούτους μαρτυροῦντας ἐξήλεγχεν. Ἀνθρώπου δ᾽ οἶμαι τηλικούτου καὶ ἀπείρου τῶν πραγμάτων ἅπαντες καταπεφρονήκατέ μου. Ἀλλ᾽ ἐγὼ πρὸς ἅπαντας τούτους, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς αὐτῶν πράξεις ἰσχυροτάτας μαρτυρίας παρέχομαι. Διὰ τί γὰρ οὐδεὶς οὔτ᾽ ἐπεμαρτύρατ᾽ οὔτ᾽ ἐνεκάλεσεν, ἀλλ᾽ οὐδ᾽ ἐμέμψατο πώποτε, ἀλλ᾽ ἐξήρκει ταῦτ᾽ αὐτοῖς ἠδικημένοις περιορᾶν

[8] ἐγὼ τοίνυν ἱκανὰ μὲν ἡγοῦμαι καὶ ταῦτ᾽ εἶναι πρὸς τὴν τούτων ἀναίδειαν· ἵνα δ᾽ εἰδῆτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ τῶν ἄλλων, ὡς οὔθ᾽ ὁ πατὴρ οὐδὲν ἠδίκει περιοικοδομῶν τὸ χωρίον οὗτοί τε κατεψευσμένοι πάντ᾽ εἰσὶν ἡμῶν, ἔτι σαφέστερον ὑμᾶς πειράσομαι διδάσκειν. Τὸ μὲν γὰρ

[9] χωρίον ὁμολογεῖται καὶ παρ᾽ αὐτῶν τούτων ἡμέτερον ἴδιον εἶναι· τούτου δ᾽ ὑπάρχοντος, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα μὲν ᾔδειτ᾽ ἂν ἰδόντες τὸ χωρίον ὅτι συκοφαντοῦμαι. Διὸ καὶ τοῖς εἰδόσιν ἐπιτρέπειν ἐβουλόμην ἐγώ, τοῖς ἴσοις. Ἀλλ᾽ οὐχ οὗτοι, καθάπερ νυνὶ λέγειν ἐπιχειροῦσιν· δῆλον δ᾽ ὑμῖν καὶ τοῦτ᾽ αὐτίκ᾽ ἔσται πᾶσιν. Ἀλλὰ προσέχετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς Διὸς καὶ θεῶν τὸν νοῦν.

[10] Τοῦ γὰρ χωρίου τοῦ τ᾽ ἐμοῦ καὶ τοῦ τούτων τὸ μέσον ὁδός ἐστιν, ὄρους δὲ περιέχοντος κύκλῳ τοῖς χωρίοις τὸ καταρρέον ὕδωρ τῇ μὲν εἰς τὴν ὁδόν, τῇ δ᾽ εἰς τὰ χωρία συμβαίνει φέρεσθαι. Καὶ δὴ καὶ τούτου τὸ εἰσπῖπτον εἰς τὴν ὁδόν, ᾗ μὲν ἂν εὐοδῇ, φέρεται κάτω κατὰ τὴν ὁδόν, ᾗ δ᾽ ἂν ἐνστῇ τι, τηνικαῦτα τοῦτ᾽ εἰς τὰ χωρί᾽ ὑπεραίρειν ἀναγκαῖον ἤδη.

[11] Καὶ δὴ κατὰ τοῦτο τὸ χωρίον, ὦ ἄνδρες δικασταί, γενομένης ἐπομβρίας συνέβη τὸ ὕδωρ ἐμβαλεῖν· ἀμεληθὲν δ᾽ οὔπω τοῦ πατρὸς ἔχοντος αὐτό, ἀλλ᾽ ἀνθρώπου δυσχεραίνοντος ὅλως τοῖς τόποις καὶ μᾶλλον ἀστικοῦ, δὶς καὶ τρὶς ἐμβαλὸν τὸ ὕδωρ τά τε χωρί᾽ ἐλυμήνατο καὶ μᾶλλον ὡδοποίει. Διὸ δὴ ταῦθ᾽ ὁ πατὴρ ὁρῶν, ὡς ἐγὼ τῶν εἰδότων ἀκούω, καὶ τῶν γειτόνων ἐπινεμόντων ἅμα καὶ βαδιζόντων διὰ τοῦ χωρίου, τὴν αἱμασιὰν περιῳκοδόμησεν ταύτην.

[12] Καὶ ὡς ταῦτ᾽ ἀληθῆ λέγω, παρέξομαι μὲν καὶ μάρτυρας ὑμῖν τοὺς εἰδότας, πολὺ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτύρων ἰσχυρότερα τεκμήρια. Καλλικλῆς μὲν γάρ φησιν τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμ᾽ αὑτόν· ἐγὼ δ᾽ ἀποδείξω χωρίον ὂν τοῦτο, ἀλλ᾽ οὐ χαράδραν.

[13] Εἰ μὲν οὖν μὴ συνεχωρεῖθ᾽ ἡμέτερον ἴδιον εἶναι, τάχ᾽ ἂν τοῦτ᾽ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν· νυνὶ δ᾽ οὔτε τοῦτ᾽ ἀμφισβητοῦσιν, ἔστιν τ᾽ ἐν τῷ χωρίῳ δένδρα πεφυτευμένα, ἄμπελοι καὶ συκαῖ. Καίτοι τίς ἂν ἐν χαράδρᾳ ταῦτα φυτεύειν ἀξιώσειεν οὐδείς γε. Τίς δὲ πάλιν τοὺς αὑτοῦ προγόνους θάπτειν;

[14] οὐδὲ τοῦτ᾽ οἶμαι. Ταῦτα τοίνυν ἀμφότερ᾽, ὦ ἄνδρες δικασταί, συμβέβηκεν· καὶ γὰρ τὰ δένδρα πεφύτευται πρότερον ἢ τὸν πατέρα περιοικοδομῆσαι τὴν αἱμασιάν, καὶ τὰ μνήματα παλαιὰ καὶ πρὶν ἡμᾶς κτήσασθαι τὸ χωρίον γεγενημέν᾽ ἐστίν. Καίτοι τούτων ὑπαρχόντων τίς ἂν ἔτι λόγος ἰσχυρότερος, ὦ ἄνδρες Ἀθηναῖοι, γένοιτο τὰ γὰρ ἔργα φανερῶς ἐξελέγχει. Καί μοι λαβὲ πάσας νυνὶ τὰς μαρτυρίας, καὶ λέγε.

<Μαρτυρίαι>

[15] Ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτυριῶν. Ἆρ᾽ ὑμῖν δοκοῦσι διαρρήδην μαρτυρεῖν, καὶ χωρίον εἶναι δένδρων μεστὸν καὶ μνήματ᾽ ἔχειν τινὰ καὶ τἄλλ᾽ ἅπερ καὶ τοῖς ἄλλοις χωρίοις συμβέβηκεν, καὶ πάλιν ὅτι περιῳκοδομήθη τὸ χωρίον ζῶντος μὲν ἔτι τοῦ τούτων πατρός, οὐκ ἀμφισβητούντων δ᾽ οὔτε τούτων οὔτ᾽ ἄλλου τῶν γειτόνων οὐδενός;

[16] ἄξιον δ᾽, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν εἴρηκε Καλλικλῆς ἀκοῦσαι. Καὶ σκέψασθε πρῶτον μέν, εἴ τις ὑμῶν ἑόρακεν ἢ ἀκήκοεν πώποτε παρ᾽ ὁδὸν χαράδραν οὖσαν. Οἶμαι γὰρ ἐν πάσῃ τῇ χώρᾳ μηδεμίαν εἶναι· τοῦ γὰρ ἕνεκ᾽ ἄν, ὃ διὰ τῆς ὁδοῦ τῆς δημοσίας ἔμελλεν βαδιεῖσθαι φερόμενον, τούτῳ διὰ τῶν ἰδίων χωρίων χαράδραν ἐποίησέν τις;

[17] ἔπειτα τίς ἂν ὑμῶν εἴτ᾽ ἐν ἀγρῷ νὴ Δί᾽ εἴτ᾽ ἐν ἄστει τὸ διὰ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ χωρίον ἢ τὴν οἰκίαν δέξαιτ᾽ ἂν αὑτοῦ ἀλλ᾽ οὐκ αὐτὸ τοὐναντίον, κἂν βιάσηταί ποτε, ἀποφράττειν ἅπαντες καὶ παροικοδομεῖν εἰώθαμεν οὗτος τοίνυν ἀξιοῖ μ᾽ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ εἰσδεξάμενον εἰς τὸ ἐμαυτοῦ χωρίον, ὅταν τὸ τούτου παραλλάξῃ χωρίον, πάλιν εἰς τὴν ὁδὸν ἐξαγαγεῖν. Οὐκοῦν πάλιν ὁ μετὰ τοῦτόν μοι γεωργῶν τῶν γειτόνων ἐγκαλεῖ· τὸ γὰρ ὑπὲρ τούτου δίκαιον δῆλον ὅτι κἀκείνοις ὑπάρξει πᾶσι λέγειν.

[18] Ἀλλὰ μὴν εἴ γ᾽ εἰς τὴν ὁδὸν ὀκνήσω τὸ ὕδωρ ἐξάγειν, ἦ που σφόδρα θαρρῶν εἰς τὸ τοῦ πλησίον χωρίον ἀφιείην ἄν. Ὅπου γὰρ δίκας ἀτιμήτους φεύγω διότι τὸ ἐκ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ τούτου χωρίον διέπεσεν, τί πείσομαι πρὸς Διὸς ὑπὸ τῶν ἐκ τοῦ χωρίου τοὐμοῦ τοῦ ὕδατος εἰσπεσόντος βλαπτομένων ὅπου δὲ μήτ᾽ εἰς τὴν ὁδὸν μήτ᾽ εἰς τὰ χωρί᾽ ἀφιέναι μοι τὸ ὕδωρ ἐξέσται δεξαμένῳ, τί λοιπόν, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν οὐ γὰρ ἐκπιεῖν γε δήπου με Καλλικλῆς αὐτὸ προσαναγκάσει.

[19] Ταῦτα τοίνυν ἐγὼ πάσχων ὑπὸ τούτων καὶ πόλλ᾽ ἕτερα καὶ δεινά, μὴ ὅτι δίκην λαβών, ἀλλὰ μὴ προσοφλὼν ἀγαπήσαιμ᾽ ἄν. Εἰ μὲν γὰρ ἦν, ὦ ἄνδρες δικασταί, χαράδρα πάλιν ὑποδεχομένη, τάχ᾽ ἂν ἠδίκουν ἐγὼ μὴ δεχόμενος, ὥσπερ ἀν᾽ ἕτερ᾽ ἄττα τῶν χωρίων εἰσὶν ὁμολογούμεναι χαράδραι· καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δ᾽ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως· ταύτῃ δ᾽ οὔτε παραδίδωσιν οὐδεὶς οὔτε παρ᾽ ἐμοῦ παραλαμβάνει.

[20] Πῶς ἂν οὖν εἴη τοῦτο χαράδρα τὸ δ᾽ εἰσπεσὸν ὕδωρ ἔβλαψεν οἶμαι πολλάκις ἤδη πολλοὺς μὴ φυλαξαμένους, ἔβλαψε δὲ καὶ νῦν τουτονί. Ὃ καὶ πάντων ἐστὶν δεινότατον, εἰ Καλλικλῆς μὲν εἰς τὸ χωρίον εἰσπεσόντος τοῦ ὕδατος ἁμαξιαίους λίθους προσκομίσας ἀποικοδομεῖ, τοῦ δὲ πατρός, ὅτι τοῦτο παθόντος τοῦ χωρίου περιῳκοδόμησεν, ὡς ἀδικοῦντος ἐμοὶ βλάβης εἴληχε δίκην. Καίτοι εἰ ὅσοι κακῶς πεπόνθασιν ὑπὸ τῶν ὑδάτων τῶν ταύτῃ ῥεόντων ἐμοὶ λήξονται δίκας, οὐδὲ πολλαπλάσια γενόμενα τὰ ὄντ᾽ ἐξαρκέσειεν ἄν μοι.

[21] Τοσοῦτον τοίνυν διαφέρουσιν οὗτοι τῶν ἄλλων, ὥστε πεπονθότες μὲν οὐδέν, ὡς αὐτίχ᾽ ὑμῖν ἐγὼ σαφῶς ἐπιδείξω, πολλῶν δὲ πολλὰ καὶ μεγάλα βεβλαμμένων, μόνοι δικάζεσθαι τετολμήκασιν οὗτοί μοι. Καίτοι πᾶσι μᾶλλον ἐνεχώρει τοῦτο πράττειν. Οὗτοι μὲν γάρ, εἰ καί τι πεπόνθασιν, αὐτοὶ δι᾽ αὑτοὺς βεβλαμμένοι συκοφαντοῦσιν· ἐκεῖνοι δέ, εἰ καὶ μηδὲν ἄλλο, τοιαύτην γ᾽ οὐδεμίαν αἰτίαν ἔχουσιν. Ἀλλ᾽ ἵνα μὴ πάνθ᾽ ἅμα συνταράξας λέγω, λαβέ μοι τὰς τῶν γειτόνων μαρτυρίας.

<Μαρτυρίαι>

[22] Οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, τούτους μὲν μηδὲν ἐγκαλεῖν μοι τοσαῦτα βεβλαμμένους, μηδ᾽ ἄλλον μηδένα τῶν ἠτυχηκότων, ἀλλὰ τὴν τύχην στέργειν, τουτονὶ δὲ συκοφαντεῖν ὃν ὅτι μὲν αὐτὸς ἐξημάρτηκεν πρῶτον μὲν τὴν ὁδὸν στενοτέραν ποιήσας, ἐξαγαγὼν ἔξω τὴν αἱμασιάν, ἵνα τὰ δένδρα τῆς ὁδοῦ ποιήσειεν εἴσω, ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδόν, ἐξ ὧν ὑψηλοτέραν τὴν αὐτὴν καὶ στενοτέραν πεποιῆσθαι συμβέβηκεν, ἐκ τῶν μαρτυριῶν αὐτίκ᾽ εἴσεσθε σαφέστερον,

[23] ὅτι δ᾽ οὐδὲν ἀπολωλεκὼς οὐδὲ καταβεβλαμμένος ἄξιον λόγου τηλικαύτην μοι δίκην εἴληχεν, τοῦθ᾽ ὑμᾶς ἤδη πειράσομαι διδάσκειν. Τῆς γὰρ μητρὸς τῆς ἐμῆς χρωμένης τῇ τούτων μητρὶ πρὶν τούτους ἐπιχειρῆσαι με συκοφαντεῖν, καὶ πρὸς ἀλλήλας ἀφικνουμένων, οἷον εἰκὸς ἅμα μὲν ἀμφοτέρων οἰκουσῶν ἐν ἀγρῷ καὶ γειτνιωσῶν,

[24] ἅμα δὲ τῶν ἀνδρῶν χρωμένων ἀλλήλοις ἕως ἔζων, ἐλθούσης δὲ τῆς ἐμῆς μητρὸς ὡς τὴν τούτων καὶ ἀποδυραμένης ἐκείνης τὰ συμβάντα καὶ δεικνυούσης, οὕτως ἐπυθόμεθα πάνθ᾽ ἡμεῖς, ὦ ἄνδρες δικασταί· καὶ λέγω μὲν ἅπερ ἤκουσα τῆς μητρός, οὕτω μοι πόλλ᾽ ἀγαθὰ γένοιτο, εἰ δὲ ψεύδομαι, τἀναντία τούτων· ἦ μὴν ὁρᾶν καὶ τῆς τούτων μητρὸς ἀκούειν ἔφη, κριθῶν μὲν βρεχθῆναι, καὶ ξηραινομένους ἰδεῖν αὑτήν, μηδὲ τρεῖς μεδίμνους, ἀλεύρων δ᾽ ὡς ἡμιμέδιμνον· ἐλαίου δ᾽ ἀποκλιθῆναι μὲν κεράμιον φάσκειν, οὐ μέντοι παθεῖν γ᾽ οὐδέν.

[25] Τοσαῦτ᾽, ὦ ἄνδρες δικασταί, τὰ συμβάντ᾽ ἦν τούτοις, ἀνθ᾽ ὧν ἐγὼ χιλίων δραχμῶν δίκην ἀτίμητον φεύγω. Οὐ γὰρ δὴ τειχίον γ᾽ εἰ παλαιὸν ἐπῳκοδόμησεν, ἐμοὶ καὶ τοῦτο λογιστέον ἐστίν, ὃ μήτ᾽ ἔπεσεν μήτ᾽ ἄλλο δεινὸν μηδὲν ἔπαθεν. Ὥστ᾽ εἰ συνεχώρουν αὐτοῖς ἁπάντων αἴτιος εἶναι τῶν συμβεβηκότων, τά γε βρεχθέντα ταῦτ᾽ ἦν.

[26] Ὁπότε δὲ μήτ᾽ ἐξ ἀρχῆς ὁ πατὴρ ἠδίκει τὸ χωρίον περιοικοδομῶν, μήθ᾽ οὗτοι πώποτ᾽ ἐνεκάλεσαν τοσούτου χρόνου διελθόντος, οἵ τ᾽ ἄλλοι πολλὰ καὶ δεινὰ πεπονθότες μηδὲν μᾶλλον ἐγκαλοῦσιν ἐμοί, πάντες θ᾽ ὑμεῖς τὸ ἐκ τῶν οἰκιῶν καὶ τὸ ἐκ τῶν χωρίων ὕδωρ εἰς τὴν ὁδὸν ἐξάγειν εἰώθατε, ἀλλ᾽ οὐ μὰ Δί᾽ εἴσω τὸ ἐκ τῆς ὁδοῦ δέχεσθαι, τί δεῖ πλείω λέγειν οὐδὲ γὰρ ἐκ τούτων ἄδηλον ὅτι φανερῶς συκοφαντοῦμαι, οὔτ᾽ ἀδικῶν οὐδὲν οὔτε βεβλαμμένων ἅ φασιν.

[27] Ἵνα δ᾽ εἰδῆθ᾽ ὅτι καὶ τὸν χλῆδον εἰς τὴν ὁδὸν ἐκβεβλήκασιν, καὶ τὴν αἱμασιὰν προαγαγόντες στενοτέραν τὴν ὁδὸν πεποιήκασιν, ἔτι δ᾽ ὡς ὅρκον ἐδίδουν ἐγὼ τῇ τούτων μητρί, καὶ τὴν ἐμαυτοῦ τὸν αὐτὸν ὀμόσαι προὐκαλούμην, λαβέ μοι τάς τε μαρτυρίας καὶ τὴν πρόκλησιν.

<Μαρτυρίαι>
<Πρόκλησις>

[28] Εἶτα τούτων ἀναισχυντότεροι γένοιντ᾽ ἂν ἄνθρωποι ἢ περιφανέστερον συκοφαντοῦντες, οἵτινες αὐτοὶ τὴν αἱμασιὰν προαγαγόντες καὶ τὴν ὁδὸν ἀνακεχωκότες ἑτέροις βλάβης δικάζονται, καὶ ταῦτα χιλίων δραχμῶν ἀτίμητον, οἵ γ᾽ οὐδὲ πεντήκοντα δραχμῶν τὸ παράπαν ἅπαντ᾽ ἀπολωλέκασιν καίτοι σκοπεῖτ᾽, ὦ ἄνδρες δικασταί, πόσους ὑπὸ τῶν ὑδάτων ἐν τοῖς ἀγροῖς βεβλάφθαι συμβέβηκεν, τὰ μὲν Ἐλευσῖνι, τὰ δ᾽ ἐν τοῖς ἄλλοις τόποις. Ἀλλ᾽ οὐ δήπου τούτων, ὦ γῆ καὶ θεοί, παρὰ τῶν γειτόνων ἕκαστος ἀξιώσει τὰς βλάβας κομίζεσθαι.

[29] Καὶ ἐγὼ μέν, ὃν προσῆκεν ἀγανακτεῖν τῆς ὁδοῦ στενοτέρας καὶ μετεωροτέρας γεγενημένης, ἡσυχίαν ἔχω· τούτοις δὲ τοσοῦτον περίεστιν ὡς ἔοικεν, ὥστε τοὺς ἠδικημένους πρὸς συκοφαντοῦσιν. Καίτοι, ὦ Καλλίκλεις, εἰ καὶ ὑμῖν περιοικοδομεῖν ἔξεστιν τὸ ὑμέτερον αὐτῶν χωρίον, καὶ ἡμῖν δήπου τὸ ἡμέτερον ἐξῆν. Εἰ δ᾽ ὁ πατὴρ ὁ ἐμὸς ἠδίκει περιοικοδομῶν ὑμᾶς, καὶ νῦν ὑμεῖς ἔμ᾽ ἀδικεῖτε περιοικοδομοῦντες οὕτως·

[30] δῆλον γὰρ ὅτι μεγάλοις λίθοις ἀποικοδομηθέντος πάλιν τὸ ὕδωρ εἰς τὸ ἐμὸν ἥξει χωρίον, εἶθ᾽ ὅταν τύχῃ καταβαλεῖ τὴν αἱμασιὰν ἀπροσδοκήτως. Ἀλλ᾽ οὐδὲν μᾶλλον ἐγκαλῶ τούτοις ἐγὼ διὰ τοῦτο, ἀλλὰ στέργω τὴν τύχην καὶ τἀμαυτοῦ φυλάττειν πειράσομαι. Καὶ γὰρ τοῦτον φράττοντα μὲν τὰ ἑαυτοῦ σωφρονεῖν ἡγοῦμαι, δικαζόμενον δέ μοι πονηρότατόν τ᾽ εἶναι καὶ διεφθαρμένον ὑπὸ νόσου νομίζω.

[31] Μὴ θαυμάζετε δ᾽, ὦ ἄνδρες δικασταί, τὴν τούτου προθυμίαν, μηδ᾽ εἰ τὰ ψευδῆ κατηγορεῖν νῦν τετόλμηκεν. Καὶ γὰρ τὸ πρότερον πείσας τὸν ἀνεψιὸν ἀμφισβητεῖν μοι τοῦ χωρίου, συνθήκας οὐ γενομένας ἀπήνεγκεν, καὶ νῦν αὐτὸς ἐρήμην μου καταδεδιῄτηται τοιαύτην ἑτέραν δίκην, Κάλλαρον ἐπιγραψάμενος τῶν ἐμῶν δούλων. Πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς καὶ τοῦθ᾽ ηὕρηνται σόφισμα· Καλλάρῳ τὴν αὐτὴν δίκην δικάζονται.

[32] Καίτοι τίς ἂν οἰκέτης τὸ τοῦ δεσπότου χωρίον περιοικοδομήσειεν μὴ προστάξαντος τοῦ δεσπότου Καλλάρῳ δ᾽ ἕτερον ἐγκαλεῖν οὐδὲν ἔχοντες, ὑπὲρ ὧν ὁ πατὴρ πλέον ἢ πεντεκαίδεκ᾽ ἔτη φράξας ἐπεβίω δικάζονται. Κἂν μὲν ἐγὼ τῶν χωρίων ἀποστῶ τούτοις ἀποδόμενος ἢ πρὸς ἕτερα χωρία ἀλλαξάμενος, οὐδὲν ἀδικεῖ Κάλλαρος· ἂν δ᾽ ἐγὼ μὴ βούλωμαι τἀμαυτοῦ τούτοις προέσθαι, πάντα τὰ δεινόταθ᾽ ὑπὸ Καλλάρου πάσχουσιν οὗτοι, καὶ ζητοῦσιν καὶ διαιτητὴν ὅστις αὐτοῖς τὰ χωρία προσκαταγνώσεται, καὶ διαλύσεις τοιαύτας ἐξ ὧν τὰ χωρί᾽ ἕξουσιν.

[33] Εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, τοὺς ἐπιβουλεύοντας καὶ συκοφαντοῦντας δεῖ πλέον ἔχειν, οὐδὲν ἂν ὄφελος εἴη τῶν εἰρημένων· εἰ δ᾽ ὑμεῖς τοὺς μὲν τοιούτους μισεῖτε, τὰ δὲ δίκαια ψηφίζεσθε, μήτ᾽ ἀπολωλεκότος Καλλικλέους μηδὲν μήτ᾽ ἠδικημένου μήθ᾽ ὑπὸ Καλλάρου μήθ᾽ ὑπὸ τοῦ πατρός, οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγειν.

[34] Ἵνα δ᾽ εἰδῆθ᾽ ὅτι καὶ πρότερον ἐπιβουλεύων μου τοῖς χωρίοις τὸν ἀνεψιὸν κατεσκεύασεν, καὶ νῦν τὴν ἑτέραν αὐτὸς κατεδιῃτήσατο Καλλάρου ταύτην τὴν δίκην, ἐπηρεάζων ἐμοὶ διότι τὸν ἄνθρωπον περὶ πολλοῦ ποιοῦμαι, καὶ Καλλικράτης Καλλάρῳ πάλιν εἴληχεν ἑτέραν, ἁπάντων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.

<Μαρτυρίαι>

[35] Μὴ οὖν πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί, προῆσθέ με τούτοις μηδὲν ἀδικοῦντα. Οὐ γὰρ τῆς ζημίας τοσοῦτόν τί μοι μέλει, χαλεπὸν ὂν πᾶσι τοῖς μικρὰν οὐσίαν ἔχουσιν· ἀλλ᾽ ἐκβάλλουσιν ὅλως ἐκ τοῦ δήμου μ᾽ ἐλαύνοντες καὶ συκοφαντοῦντες. Ὅτι δ᾽ οὐκ ἀδικοῦμεν οὐδέν, ἕτοιμοι μὲν ἦμεν ἐπιτρέπειν τοῖς εἰδόσιν, τοῖς ἴσοις καὶ κοινοῖς, ἕτοιμοι δ᾽ ὀμνύναι τὸν νόμιμον ὅρκον· ταῦτα γὰρ ᾠόμεθ᾽ ἰσχυρότατ᾽ ἂν παρασχέσθαι τοῖς αὐτοῖς ὑμῖν ὀμωμοκόσιν. Καί μοι λαβὲ τήν τε πρόκλησιν καὶ τὰς ὑπολοίπους ἔτι μαρτυρίας.

<Πρόκλησις>
<Μαρτυρίαι>