Ποικίλη Ιστορία/ιδ

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ποικίλη Ἱστορία
Συγγραφέας:
Βιβλίον ιδ΄
Claudii Aeliani Vol 2. Aelian. Rudolf Hercher. In Aedibus B.G. Teubneri. Lipsiae, 1866.


ΙΔ

1 Ἀριστοτέλης ὁ Νικομάχου, σοφὸς ἀνὴρ καὶ ὢν καὶ εἶναι δοκῶν, ἐπεί τις αὐτοῦ ἀφείλετο τὰς ψηφισθείσας αὐτῷ ἐν Δελφοῖς τιμάς, ἐπιστέλλων πρὸς Ἀντίπατρον περὶ τούτων φησὶν ῾ὑπὲρ τῶν ἐν Δελφοῖς ψηφισθέντων μοι καὶ ὧν ἀφῄρημαι νῦν οὕτως ἔχω ὡς μήτε μοι σφόδρα μέλειν ὑπὲρ αὐτῶν μήτε μοι μηδὲν μέλειν.᾿ οὐκ ἂν δὲ εἴη φιλοδοξία ταῦτα, οὐδ᾽ ἂν καταγνοίην ἔγωγε τοιοῦτόν τι Ἀριστοτέλους, ἀλλ᾽ εὖ φρονῶν ᾤετο μὴ ὅμοιον εἶναι ἀρχήν τινα μὴ λαβεῖν καὶ λαβόντα ἀφαιρεθῆναι. τὸ μὲν γὰρ οὐδὲν μέγα, τὸ μὴ τυχεῖν· τὸ δὲ ἀλγεινόν, τὸ τυχόντα εἶτα ἀποστερηθῆναι.

2 Ὅτι τοὺς παραβάντας ὅρκους τῶν βαρβάρων ἐπῄνεσεν Ἀγησίλαος, ὅτι τοὺς θεοὺς ἑαυτοῖς ἐχθροὺς ποιησάμενοι ταῖς ἐπιορκίαις, αὐτῷ φίλους καὶ συμμάχους κατεπράξαντο.

3 Τιμόθεος ὁ Κόνωνος πρὸς Ἀριστοφῶντα τὸν Ἀζηνιέα πάντων ἄριστα ἔχοντα λόγον εἶπεν. ἐπεὶ γὰρ ἄσωτος ἦν ὁ Ἀριστοφῶν, πικρότατα αὐτοῦ καθίκετο ὁ Τιμόθεος εἰπὼν ῾ᾧ ἱκανὸν οὐδέν, ἀλλὰ τούτῳ γε αἰσχρὸν οὐδέν.

4 Ὅτι Ἀριστείδης ὁ Λοκρὸς ὑπὸ Ταρτησσίας γαλῆς δηχθεὶς καὶ ἀποθνήσκων εἶπεν ῾ὅτι πολὺ ἂν ἥδιον ἦν αὐτῷ δηχθέντι ὑπὸ λέοντος ἢ παρδάλεως ἀποθανεῖν, εἴπερ οὖν ἔδει τινὸς τῷ θανάτφ προφάσεως ἢ ὑπὸ θηρίου τοιούτοὐ, τὴν ἀδοξίαν ἐμοὶ δοκεῖν ἐκεῖνος τοῦ δήγματος πολλῷ βαρύτερον φέρων ἢ τὸν θάνατον αὐτόν.

5 Οὐ μόνοις τοῖς ἀστοῖς ἐχρῶντο Ἀθηναῖοι τοῖς πρὸς τὰς ἀρχὰς καὶ τὰς στρατηγίας ἐπιτηδείοις, ἀλλὰ γὰρ καὶ ξένους προῃροῦντο καὶ τὰ κοινὰ αὐτοῖς ἐνεχείριζον, εἴπερ οὖν αὐτοὺς ἀγαθοὺς ὄντας κατέγνωσαν καὶ ἐπιτηδείους ἐς τὰ τοιαῦτα. Ἀπολλόδωρον τὸν Κυζικηνὸν πολλάκις στρατηγὸν εἵλοντο ξένον ὄντα, καὶ Ἡρακλείδην τὸν Κλαζομένιον· ἐνδειξάμενοι γὰρ ὅτι ἄξιοι λόγου εἰσίν, εἶτα οὐκ ἔδοξαν ἀνάξιοι τοῦ Ἀθηναίων ἄρχειν εἶναι. καὶ ὑπὲρ μὲν τούτων ἐπαινεῖν χρὴ τὴν πόλιν μὴ καταχαριζομένην τἀληθὲς τοῖς πολίταις, ἀλλὰ νέμουσαν καὶ τοῖς γένει μὲν μὴ προσήκουσι, δἰ ἀρετὴν δὲ ἀξίοις τιμᾶσθαι.

6 Πάνυ σφόδρα ἐρρωμένως ἐῴκει λέγειν ὁ Ἀρίστιππος, παρεγγυῶν τοῖς ἀνθρώποις μήτε τοῖς παρελθοῦσιν ἐπικάμνειν μήτε τῶν ἐπιόντων προκάμνειν· εὐθυμίας γὰρ δεῖγμα τὸ τοιοῦτο καὶ ἵλεω διανοίας ἀπόδειξις. προσέταττε δὲ ἐφ᾽ ἡμέρᾳ τὴν γνώμην ἔχειν καὶ αὖ πάλιν τῆς ἡμέρας ἐπ᾽ ἐκείνῳ τῷ μέρει, καθ᾽ ὃ ἕκαστος ἢ πράττει τι ἢ ἐννοεῖ. μόνον γὰρ ἔφασκεν ἡμέτερον εἶναι τὸ παρόν, μήτε δὲ τὸ φθάνον μήτε τὸ προσδοκώμενον· τὸ μὲν γὰρ ἀπολωλέναι, τὸ δὲ ἄδηλον εἶναι εἴπερ ἔσται.

7 Λακεδαιμόνιος οὗτος ὁ νόμος· ὁ δὲ νόμος ἐκεῖνα λέγει. μηδένα Λακεδαιμονίων ἀνανδρότερον ὁρᾶσθαι τὴν χρόαν ἢ τὸν ὄγκον τοῦ σώματος ἔχειν ὑπὲρ τὰ γυμνάσια· ἐδόκει γὰρ τὸ μὲν ἀργίαν ὁμολογεῖν, τὸ δὲ οὐχ ὁμολογεῖν ἄνδρα. προσεγέγραπτο δὲ τῷ νόμῳ διὰ δέκα ἡμερῶν πάντως τοῖς ἐφόροις τοὺς ἐφήβους παρίστασθαι γυμνοὺς δημοσίᾳ. καὶ εἰ μὲν ἦσαν εὐπαγεῖς καὶ ἐρρωμένοι καὶ ἐκ τῶν γυμνασίων οἱονεὶ διαγλυφέντες καὶ διατορευθέντες, ἐπῃνοῦντο· εἰ δέ τι χαῦνον ἦν αὐτοῖς τῶν μελῶν ἢ ὑγρότερον, ὑποιδούσης καὶ ὑπαναφυομένης διὰ τὴν ῥᾳθυμίαν πιμελῆς, ἀλλ᾽ ἐνταῦθα μὲν ἐπαίοντο καὶ ἐδικαιοῦντο. ἐτίθεντο δὲ καὶ φροντίδα οἱ ἔφοροι καθ᾽ ἑκάστην πολυπραγμονεῖν τὰ περὶ τὴν στολήν, εἰ ἕκαστα αὐτῆς μὴ ἀπολείπεται τοῦ κόσμου τοῦ δέοντος. ἔδει δὲ ὀψοποιοὺς ἐν Λακεδαίμονι εἶναι κρέως μόνου· ὁ δὲ παρὰ τοῦτο ἐπιστάμενος ἐξηλαύνετο τῆς Σπάρτης, ὡς τὰ τῶν νοσούντων καθάρσια.

Οἱ αὐτοὶ Ναυκλείδην τὸν Πολυβιάδου ὑπερσαρκοῦντα τῷ σώματι καὶ ὑπέρπαχυν διὰ τρυφὴν γενόμενον ἐς τὴν ἐκκλησίαν τῶν θεωμένων κατήγαγον, καὶ ἠπείλησαν αὐτῷ φυγῆς προστίμησιν, ἐὰν μὴ τὸν βίον ὃν ἐβίου τότε ὑπαίτιον ὄντα καὶ Ἰωνικὸν μᾶλλον ἢ Λακωνικὸν τοῦ λοιποῦ μεθαρμόσηται· φέρειν γὰρ αὐτοῦ τὸ εἶδος καὶ τὴν τοῦ σώματος διάθεσιν αἰσχύνην καὶ τῇ Λακεδαίμονι καὶ τοῖς νόμοις.

8 Δύο εἰκόνας εἰργάσατο Πολύκλειτος κατὰ τὸ αὐτό, τὴν μὲν τοῖς ὄχλοις χαριζόμενος, τὴν δὲ κατὰ τὸν νόμον τῆς τέχνης. ἐχαρίζετο δὲ τοῖς πολλοῖς τὸν τρόπον τοῦτον. καθ᾽ ἕκαστον τῶν ἐσιόντων μετετίθει τι καὶ μετεμόρφου, πειθόμενος τῇ ἑκάστου ὑφηγήσει. προύθηκεν οὖν ἀμφοτέρας· καὶ ἣ μὲν ὑπὸ πάντων ἐπῃνεῖτο, ἡ δὲ ἑτέρα ἐγελᾶτο. ὑπολαβὼν οὖν ἔφη ὁ Πολύκλειτος ῾ἀλλὰ ταύτην μὲν ἣν ψέγετε ὑμεῖς ἐποιήσατε, ταύτην δὲ ἣν θαυμάζετε ἐγώ.᾿

Ἱππόμαχος ὁ αὐλητὴς ἐπεὶ αὐτῷ μαθητὴς αὐλῶν ἥμαρτε μὲν κατὰ τὸ αὔλημα, ἐπῃνέθη δὲ ὑπὸ τῶν παρόντων, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ καὶ ἔφη ῾κακῶς ηὔλησας· οὐ γὰρ ἂν οὗτοί σε ἐπῄνουν.᾿

9 Ξενοκράτης ὁ Χαλκηδόνιος ὑπὸ τοῦ Πλάτωνος ἐς τὸ ἄχαρι σκωπτόμενος οὐδέποτε ἠγανάκτει φασίν, ἀλλὰ καὶ πρὸς τὸν παροξύνοντα αὐτὸν ὑπὲρ τούτου, ἵνα τι ἀποκρίνηται τῷ Πλάτωνι, ὃ δὲ καὶ πάνυ ἐμφρόνως κατασιγάζων τὸν ἄνδρα ἔφατο ῾ἀλλὰ τοῦτο ἐμοὶ συμφέρει.᾿

10 Προείλοντο τοῦ Φωκίωνος Ἀθηναῖοι τὸν Δημάδην στρατηγεῖν. ὃ δὲ προτιμηθεὶς καὶ μέγα φρονῶν, προσελθὼν τῷ Φωκίων̣̣̔̓ ῾χρῆσόν μοἰ ἔφη ῾τὴν ῥυπαρὰν χλαμύδα, ἣν εἰώθεις φορεῖν παρὰ τὴν στρατηγίαν.᾿ καὶ ὃς ῾οὐδέποτἐ εἶπεν ῾οὐδενὸς ῥυπαροῦ σὺ ἀπορήσεις, ἔστ᾽ ἂν ᾖς τοιοῦτος.᾿

11 Φιλίσκος πρὸς Ἀλέξανδρον ἔφη ποτὲ ῾δόξης φρόντιζε, ἀλλὰ μὴ ἔσο λοιμὸς καὶ μὴ μεγάλη νόσος ἀλλὰ ὑγίεια,᾿ λέγων τὸ μὲν βιαίως ἄρχειν καὶ πικρῶς καὶ αἱρεῖν πόλεις καὶ ἀπολλύειν δήμους λοιμοῦ εἶναι, τὸ δὲ ὑγιείας προνοεῖσθαι καὶ σωτηρίας τῶν ἀρχομένων εἰρήνης ταῦτα ἀγαθά.

12 ὅτι ὁ Περσῶν βασιλεὺς ὁδοιπορῶν, ἵνα μὴ ἀλύῃ, φιλύριον εἶχε καὶ μαχαίριον, ἵνα ξέῃ τοῦτο. καὶ τοῦτο εἰργάζοντο αἱ χεῖρες αἱ βασιλικαί· πάντως γὰρ οὐκ εἶχεν οὐ βιβλίον, οὐ διάνοιαν, ἵν᾽ ἢ σπουδαῖόν τι καὶ σεμνὸν ἀναγινώσκῃ ἢ γενναῖόν τι καὶ λόγου ἄξιον βουλεύηται.

13 Πολλοῖς καὶ πολλάκις χρῆται τοῖς ἀντιθέτοις ὁ Ἀγάθων. ἐπεὶ δέ τις οἶον ἐπανορθούμενος αὐτὸν ἐβούλετο περιαιρεῖν αὐτὰ τῶν ἐκείνου δραμάτων, εἶπεν ῾ἀλλὰ σύ γε, γενναῖε, λέληθας σεαυτὸν τὸν Ἀγάθωνα ἐκ τοῦ Ἀγάθωνος ἀφανίζων.᾿ οὕτως ἐκόμα ἐπὶ τούτοις ἐκεῖνος, καὶ ᾤετο τὴν ἑαυτοῦ τραγῳδίαν ταῦτα εἶναι.

14 Στρατόνικον τὸν κιθαρῳδὸν ὑπεδέξατό τις ἀμφιλαφῶς· ὃ δὲ ὑπερήσθη τῇ κλήσει· καὶ γὰρ ἔτυχεν οὐκ ἔχων καταγωγήν, ἅτε ἐς ξένην ἀφικόμενος. ὑπερησπάζετο γοῦν τὸν ἄνδρα διὰ τὸ πρόχειρον τῆς κοινωνίας τῆς κατὰ τὴν στέγην. ἐπεὶ δὲ καὶ ἄλλον εἶδεν ἐσιόντα καὶ ἄλλον, καὶ τρόπον τινὰ ἄκλειστον αὐτοῦ τὴν οἰκίαν πᾶσι τοῖς καταλύειν προῃρημένοις, ἐνταῦθα ὁ Στρατόνικος ἔφη πρὸς τὸν ἀκόλουθον ῾ἀπίωμεν ἐντεῦθεν, ὦ παῖ· ἐοίκαμεν γὰρ ἀντὶ περιστερᾶς ἔχειν φάτταν, ὑπὲρ οἰκίας εὑρόντες πανδοκεῖον.᾿

15 Λόγος τις διεφοίτα λέγων τοὺς Σωκράτους λόγους ἐοικέναι τοῖς Παύσωνος γράμμασι. καὶ γάρ τοι καὶ Παύσωνα τὸν ζωγράφον ἐκλαβόντα παρά τινος γράψαι ἵππον καλινδούμενον, τὸν δὲ γράψαι τρέχοντα. ἀγανακτοῦντος οὖν τοῦ τὸ πινάκιον ἐκδόντος ὡς παρὰ τὰς ὁμολογίας γράψαντος, ἀποκρίνασθαι τὸν ζωγράφον ὅτι ῾στρέψον τὸ πινάκιον καὶ καλινδούμενος ἔσται σοι ὁ τρέχων.᾿ καὶ τὸν Σωκράτην μὴ σαφῶς διαλέγεσθαι. εἰ γοῦν τις αὐτοὺς στρέψειεν, ὀρθότατα ἔχειν. οὐκ ἐβούλετο δὲ ἄρα ἀπεχθάνεσθαι τούτοις, πρὸς οὓς διελέγετο, καὶ διὰ τοῦτο αἰνιγματώδεις αὐτοὺς παρείχετο καὶ πλαγίους.

16 Ἱππόνικος ὁ Καλλίου ἐβούλετο ἀνδριάντα ἀναστῆσαι τῇ πατρίδι ἀνάθημα. ἐπεὶ δέ τις συνεβούλευσε παρὰ Πολυκλείτῳ κατασκευάσαι τὸ ἄγαλμα, οὐκ ἔφη προσέξειν τοιούτῳ ἀναθήματι, οὗ τὴν δόξαν οὐχ ὁ ἀναθεὶς ἀλλ᾽ ὁ ποιήσας ἕξει. δῆλον γὰρ ὡς οἱ ὁρῶντες τὴν τέχνην ἔμελλον τὸν Πολύκλειτον ἀλλ᾽ οὐκ ἐκεῖνον ἄγασθαι.

17 Σωκράτης ἔλεγεν Ἀρχέλαον ἐς τὴν οἰκίαν τετρακοσίας μνᾶς ἀναλῶσαι, Ζεῦξιν μισθωσάμενον τὸν Ἡρακλεώτην, ἵνα αὐτὴν καταγράφοι, ἐς ἑαυτὸν δὲ οὐδέν. διὸ πόρρωθεν μὲν ἀφικνεῖσθαι σὺν σπουδῇ πολλῇ τοὺς βουλομένους θεάσασθαι τὴν οἰκίαν· δι᾽ αὐτὸν δὲ Ἀρχέλαον μηδένα ἐς Μακεδόνας στέλλεσθαι, ἐὰν μή τινα ἀναπείσῃ χρήμασι καὶ δελεάσῃ, ὑφ᾽ ὧν οὐκ ἂν αἱρεθῆναι τὸν σπουδαῖον.

18 Ἀνὴρ Χῖος ὀργιζόμενος τῷ οἰκέτῃ ῾ἐγώ σἐ ἔφη ῾οὐκ ἐς μύλην ἐμβαλῶ, ἀλλ᾽ ἐς Ὀλυμπίαν ἄξω.᾿ πολλῷ γὰρ ᾤετο πικροτέραν ὡς τὸ εἰκὸς εἶναι τιμωρίαν ἐκεῖνος ἐν Ὀλυμπίᾳ θεώμενον ὑπὸ τῆς ἀκτῖνος ὀπτᾶσθαι ἢ ἀλεῖν μύλῃ παραδοθέντα.

19 Ἀρχύτας τά τε ἄλλα ἦν σώφρων καὶ οὖν καὶ τὰ ἄκοσμα ἐφυλάττετο τῶν ὀνομάτων. ἐπεὶ δέ ποτε ἐβιάζετό τι εἰπεῖν τῶν ἀπρεπῶν, οὐκ ἐξενικήθη, ἀλλ᾽ ἐσιώπησε μὲν αὐτό, ἐπέγραψε δὲ κατὰ τοῦ τοίχου, δείξας μὲν ὃ εἰπεῖν ἐβιάζετο, οὐ μὴν βιασθεὶς εἰπεῖν.

20 Συβαρίτης ἀνὴρ παιδαγωγὸς ῾καὶ γὰρ οὖν μετὰ τῶν ἄλλων Συβαριτῶν καὶ αὐτοὶ ἐτρύφων᾽ τοῦ παιδός, ὃν ἦγε διὰ τῆς ὁδοῦ, ἰσχάδι περιτυχόντος καὶ ἀνελομένου, ἐπέπληξεν αὐτῷ ἰσχυρότατα· γελοιότατα δὲ αὐτὸς τὸ εὕρημα παρὰ τοῦ παιδὸς ἁρπάσας κατέτραγεν. ὅτε τοῦτο ἀνελεξάμην ἐν ἱστορίαις Συβαριτικαῖς, ἐγέλασα· ἔδωκα δὲ αὐτὸ ἐς μνήμην, μὴ βασκήνας διὰ φιλανθρωπίαν γελάσαι καὶ ἄλλον.

21 Ὅτι Οἴαγρός τις ἐγένετο ποιητὴς μετ᾽ Ὀρφέα καὶ Μουσαῖον, ὃς λέγεται τὸν Τρωϊκὸν πόλεμον πρῶτος ᾆσαι, μεγίστης οὗτος ὑποθέσεως λαβόμενος καὶ ἐπιτολμήσας ταύτῃ.

22 Ὅτι Τρύζος τις τύραννος βουλόμενος ἐξελεῖν τὰς συνωμοσίας καὶ τὰς κατ᾽ αὐτοῦ ἐπιβουλὰς ἔταξε τοῖς ἐπιχωρίοις μηδένα μηδενὶ διαλέγεσθαι μήτε κοινῇ μήτε ἰδίᾳ. καὶ ἦν τὸ πρᾶγμα ἀμήχανον καὶ χαλεπόν. ἐσοφίσαντο οὖν τὸ τοῦ τυράννου πρόσταγμα, καὶ ἀλλήλοις ἔνευον καὶ ἐχειρονόμουν πρὸς ἀλλήλους, καὶ ἐνεώρων δριμὺ καὶ αὖ πάλιν γαληναῖον καὶ φαιδρόν· καὶ ἐπὶ τοῖς σκυθρωποῖς καὶ ἀνηκέστοις ἕκαστος αὐτῶν συνωφρυωμένος ἦν δῆλος, τὸ τῆς ψυχῆς πάθος ἐκ τοῦ προσώπου τῷ πλησίον διαδεικνύς. ἐλύπει τὸν τύραννον καὶ ταῦτα, καὶ ἐπίστευε τέξεσθαί τι αὐτῷ πάντως κακὸν καὶ τὴν σιωπὴν διὰ τὸ τῶν σχημάτων ποικίλον. ἀλλ᾽ οὖν ἐκεῖνος καὶ τοῦτο κατέπαυσε. τῶν τις οὖν ἀχθομένων τῇ ἀμηχανίᾳ καὶ δυσφορούντων καὶ τὴν μοναρχίαν καταλῦσαι διψώντων ἀφίκετο ἐς τὴν ἀγοράν, εἶτα ἔκλαε στὰς πολλοῖς ἅμα καὶ θαλεροῖς τοῖς δακρύοις. περιέστησαν οὖν αὐτὸν καὶ περιῆλθον τὸ πλῆθος, καὶ ὀδυρμῷ κἀκεῖνοι συνείχοντο. ἧκεν ἀγγελία παρὰ τὸν τύραννον ὡς οὐδεὶς αὐτῶν χρῆται νεύματι οὐκέτι, δάκρυα δὲ αὐτοῖς ἐπιχωριάζει. ὃ δὲ ἐπειγόμενος καὶ τοῦτο παῦσαι, μὴ μόνον τῆς γλώττης καταγινώσκων δουλείαν μηδὲ μόνον τῶν νευμάτων ἀλλ᾽ ἤδη καὶ τοῖς ὀφθαλμοῖς τὴν ἐκ φύσεως ἀποκλείων ἐλευθερίαν, ᾗ ποδῶν εἶχεν ἀφίκετο σὺν τοῖς δορυφόροις, ἵνα ἀναστείλῃ τὰ δάκρυα. οἳ δὲ οὐκ ἔφθασαν ἰδόντες αὐτὸν καὶ τὰ ὅπλα τῶν δορυφόρων ἁρπάσαντες τὸν τύραννον ἀπέκτειναν.

23 Κλεινίας ἀνὴρ ἦν σπουδαῖος τὸν τρόπον, Πυθαγόρειος δὲ τὴν σοφίαν. οὗτος εῖ ποτε ἐς ὀργὴν προήχθη καὶ εἶχεν αἰσθητικῶς ἑαυτοῦ ἐς θυμὸν ἐξαγομένου, παραχρῆμα πρὶν ἢ ἀνάπλεως αὐτῷ ἡ ὀργὴ καὶ ἐπίδηλος γένηται ὅπως διάκειται, τὴν λύραν ἁρμοσάμενος ἐκιθάριζε. πρὸς δὲ τοὺς πυνθανομένους τὴν αἰτίαν ἀπεκρίνετο ἐμμελῶς ὅτι ῾πραΰνομαι.᾿ δοκεῖ δέ μοι καὶ ὁ ἐν Ἰλιάδι Ἀχιλλεύς, ὁ τῇ κιθάρᾳ προσᾴδων καὶ τὰ κλέα τῶν προτέρων διὰ τοῦ μέλους ἐς μνήμην ἑαυτῷ ἄγων, τὴν μῆνιν κατευνάζειν· μουσικὸς γὰρ ὢν τὴν κιθάραν πρώτην ἐκ τῶν λαφύρων ἔλαβε.

24 Χρημάτων κατεφρόνησαν καὶ μεγαλοφροσύνην ἐπεδείξαντο ὁρῶντες ἐν πενίᾳ τοὺς πολίτας ὄντας πλουτοῦντες αὐτοὶ ἐν μὲν Κορίνθῳ Θεοκλῆς καὶ Θρασωνίδης ἐν δὲ Μυτιλήνῃ Πρᾶξις. καὶ οὖν καὶ ἄλλοις συνεβούλευον ἐπικουφίσαι τῆς πενίας τὴν ἀνάγκην τοῖς ἀπορουμένοις. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἀλλ᾽ αὐτοί γε τὰ ἑαυτῶν ἀφῆκαν χρέα, καὶ ὤνηντο οὐκ ἐς ἀργύριον, ἀλλ᾽ ἐς αὐτὴν τὴν ψυχήν· οἱ γὰρ μὴ ἀφεθέντες ἐπιθέμενοι τοῖς δανείσασι, προβαλόμενοι τῆς ὀργῆς τὰ ὅπλα καὶ εὐλογωτάτην χρείαν τὴν ἄμαχον ἐκ τῶν ἐπειγόντων ἀνάγκην ἀπέκτειναν τοὺς δανειστάς.

25 Ἐστασίασάν ποτε πρὸς ἀλλήλους οἱ Χῖοι, ἀνδρειότατα νοσήσαντες νόσον ταύτην βαρυτάτην. ἀνὴρ οὖν ἐν αὐτοῖς πολιτικὸς τὴν φύσιν πρὸς τοὺς σπουδάζοντας τῶν ἑταίρων πάντας ἐκβάλλειν τοὺς ἐναντίους ῾μηδαμῶσ᾽ ἔφη· ῾ἀλλ᾽ ἐπεὶ κεκρατήκαμεν, ὑπολειπώμεθά τινας, ἵνα μὴ τοῦ χρόνου προϊόντος, οὐκ ἔχοντες ἀντιπάλους, ἡμῖν αὐτοῖς ἀρξώμεθα πολεμεῖν.᾿ καὶ εἰπὼν ἔπεισε· καὶ γὰρ ἔδοξε καλῶς λέγειν, ἐπεὶ οὕτως ἔλεγεν.

26 Ἀρκεσίλαον τὸν ἐξ Ἀκαδημείας Ἀνταγόρας ὁ ποιητὴς ἐλοιδορεῖτο προσφθαρεὶς αὐτῷ, καὶ ταῦτα ἐν τῇ ἀγορᾷ· ὃ δὲ σφόδρα μεγαλοφρόνως, ἔνθα ἑώρα μάλιστα συνεστῶτας πολλούς, ἐνταῦθα ἐπορεύετο διαλεγόμενος, ἵνα ὁ λοιδορῶν ἐν πλείοσιν ἀσχημονῇ. οἱ γοῦν ἀκούοντες ἀπεστρέφοντο καὶ μανίαν ἐπεκάλουν τῷ Ἀνταγόρᾳ.

27 Ἐγὼ δὲ ἐπαινῶ μάλιστα ἐκείνους, ὅσοι τὰ ὑποφυόμενα τῶν κακῶν φθάνοντες ἐκκόπτουσι πρὶν ἢ δυνάμεώς τινος ἐπιλαβέσθαι. Ἀγησίλαος γοῦν συνεβούλευσεν ἀκρίτως ἀποκτείνειν τοὺς συνιόντας νύκτωρ ὑπὸ τὴν τῶν Θηβαίων ἐσβολήν.

28 Ὠνείδισέ τις τῷ ῥήτορι Πυθέᾳ ὅτι κακός ἐστιν. ὃ δὲ οὐκ ἠρνήσατο τὸ γὰρ συνειδὸς οὐκ ἐπέτρεπεν αὐτῷ. ἀπεκρίνατο δὲ ἐκεῖνο, ἐλάχιστον χρόνον τῶν πεπολιτευμένων Ἀθήνησι γενέσθαι κακός· μέγα φρονῶν δῆλον ὅτι μὴ διὰ τέλους ᾖν τοιοῦτος, καὶ ἡγούμενος μὴ ἀδικεῖν, ἐπεὶ μὴ τοῖς πονηροτάτοις παρεβάλλετο. εὔηθες δὲ τοῦτο τοῦ Πυθέου· οὐ γὰρ μόνον ὁ ἀδικήσας κακὸς ἀλλὰ καὶ ὁ ἐννοήσας ἀδικῆσαι, παρά γε ἐμοὶ κριτῇ.

29 Ὅτι Λύσανδρος ἐκόμισεν ἐς Λακεδαίμονα χρήματα καὶ ἐδίδαξε τοὺς Λακεδαιμονίους παρανομεῖν ἐς τὸ πρόσταγμα τοῦ θεοῦ τὸ κελεῦον ἄβατον εἶναι χρυσῷ καὶ ἀργύρῳ τὴν Σπάρτην. τῶν οὖν φρονούντων τινὲς διεκώλυον, φρόνημα ἔτι κεκτημένοι Λακωνικὸν καὶ Λυκούργου καὶ τοῦ Πυθίου ἄξιον· οἱ δὲ προσέμενοι διεβλήθησαν, καὶ ἡ ἐξ ἀρχῆς αὐτῶν ἀρετὴ κατὰ μικρὸν ὑπέληξεν.

30 Ἄννων ὁ Καρχηδόνιος ὑπὸ τρυφῆς ἐν τοῖς ἀνθρώπων ὅροις οὐκ ἠξίου διαμένειν, ἀλλ᾽ ἐπενόει φήμας ὑπὲρ ἑαυτοῦ κατασπείρεσθαι κρείττονας ἢ κατὰ τὴν φύσιν, ἥνπερ οὖν ἔλαχεν. ὄρνιθας γάρ τοι τῶν ᾠδικῶν παμπόλλους πριάμενος ἔτρεφεν ἐν σκότῳ αὐτούς, ἓν διδάσκων μάθημα λέγειν ῾θεός ἐστιν Ἄννων.᾿ ἐπεὶ δὲ ἐκεῖνοι μίαν φωνὴν ταύτην ἀκούοντες ἐγκρατεῖς ταύτης ἐγένοντο, ἄλλον ἄλλοσε διαφῆκεν, οἰόμενος διαρρεύσειν τῶν ὀρνίθων τὸ ὑπὲρ ἑαυτοῦ μέλος. οἳ δὲ τὸ πτερὸν ἀπολύσαντες ἅπαξ καὶ ἐλευθερίας λαβόμενοι καὶ ἐς ἤθη τὰ σύντροφα αὐτοῖς ἐλθόντες, τὰ οἰκεῖα ᾖδον καὶ τὰ τῶν ὀρνίθων ἐμουσούργουν, μακρὰ χαίρειν εἰπόντες Ἄννωνι καὶ μαθήμασι τοῖς ἐν τῇ δουλείᾳ.

31 Πτολεμαῖος ὁ Τρύφων ῾τοῦτο γὰρ αὐτὸν ἐκάλουν ἐκ τοῦ βίοὐ γυναικὸς ὡραίας ἐντυχεῖν αὐτῷ βουλομένης ὃ δὲ ἔφη ῾ἀπηγόρευσέ μοι ἡ ἀδελφὴ παρὰ γυναικὸς καλῆς λόγον δέξασθαι.᾿ ἣ δὲ ἀτρέπτως πάνυ καὶ ἐμμελῶς ῾παρὰ καλοῦ λάβοις ἄν;᾿ εἶπε. καὶ ἐκεῖνος ἀκούσας ἐπῄνεσε.

32 Λακεδαιμόνιος ἀνὴρ Τιμανδρίδας ὄνομα ἀποδημήσας τὸν υἱὸν ἀπέλιπε μελεδωνὸν τῆς οἰκίας. εἶτα ἐπανελθὼν χρόνῳ ὕστερον καὶ εὑρὼν τὴν οὐσίαν ποιήσαντα ἧς ἀπέλιπε πλείω, ἔφη πολλοὺς ἀδικεῖσθαι ὑπ᾽ αὐτοῦ θεούς τε καὶ οἰκείους καὶ ξένους· τὰ γὰρ περιττὰ τούτων ἐς ἐκείνους ἀναλίσκεσθαι ὑπὸ τῶν ἐλευθέρων. τὸ δὲ ζῶντα μὲν φαίνεσθαι πένητα, τελευτήσαντα δὲ καταφωραθῆναι πλούσιον, ἀλλὰ τοῦτο τῶν ἐν ἀνθρώποις ἐστὶν αἴσχιστον.

33 Διελέγετο ὑπέρ τινων ὁ Πλάτων, παρὼν δ᾽ ὁ Διογένης ὀλίγον αὐτῷ προσεῖχεν. ἠγανάκτησεν οὖν ἐπὶ τούτοις ὁ Ἀρίστωνος καὶ ἔφη ῾ἐπάκουσον τῶν λόγων, κύον.᾿ καὶ ὃς οὐδὲν διαταραχθεὶς ῾ἀλλ᾽ ἐγὢ εἶπεν ῾οὐκ ἐπανῆλθον ἐκεῖσε ὅθεν ἐπράθην, ὥσπερ οἱ κύνες,᾿ αἰνιττόμενος αὐτοῦ τὴν ἐς Σικελίαν ὁδόν. εἰώθει δέ φασιν ὁ Πλάτων περὶ Διογένους λέγειν, ὅτι μαινόμενος οὗτος Σωκράτης ἐστίν.

34 Αἰγύπτιοί φασι παρ᾽ Ἑρμοῦ τὰ νόμιμα ἐκμουσωθῆναι· θῆναι· οὕτω δὲ καὶ ἕκαστοι τὰ παρ᾽ ἑαυτοῖς σεμνύνειν προῄρηνται. δικασταὶ δὲ τὸ ἀρχαῖον παρ᾽ Αἰγυπτίοις οἱ ἱερεῖς ἦσαν. ἦν δὲ τούτων ἄρχων ὁ πρεσβύτατος, καὶ ἐδίκαζεν ἅπαντας. ἔδει δὲ αὐτὸν εἶναι δικαιότατον ἀνθρώπων καὶ ἀφειδέστατον. εἶχε δὲ καὶ ἄγαλμα περὶ τὸν αὐχένα ἐκ σαπφείρου λίθου, καὶ ἐκαλεῖτο τὸ ἄγαλμα Ἀλήθεια. ἐγὼ δὲ ἠξίουν μὴ λίθου πεποιημένην καὶ εἰκασμένην τὴν Ἀλήθειαν περιφέρειν τὸν δικαστήν, ἀλλ᾽ ἐν αὐτῇ τῇ ψυχῇ ἔχειν αὐτήν.

35 Ὅτι Λαῒς καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτο τὴν τοῦ ἤθους ἀγριότητα καὶ ὅτι πολὺ ἐπράττετο, καὶ ἔτι μᾶλλον παρὰ τῶν ξένων, ἅτε ἀπαλλαττομένων θᾶττον.

36 Γελᾶν δὲ ἔξεστιν ἐπὶ τοῖς μέγα φρονοῦσι διὰ τοὺς πατέρας καὶ τοὺς ἄνω τοῦ γένους, εἴ γε Μαρίου μὲν τὸν πατέρα οὐκ ἴσμεν, αὐτὸν δὲ θαυμάζομεν διὰ τὰ ἔργα· καὶ Κάτωνα δὲ καὶ Σέρβιον καὶ Ὀστίλιον καὶ Ῥωμύλον.

37 Φιλῶ δὲ μήτε τὰ ἀγάλματα, ὅσα ἡμῖν ἡ πλαστικὴ δείκνυσι, μήτε τὰς εἰκόνας ἀργῶς ὁρᾶν· ἔστι γάρ τι τῆς χειρουργίας σοφὸν καὶ ἐν τούτοις. καὶ πολλὰ μὲν καὶ ἄλλα δύναταί τις καταγνῶναι ἔχοντα ταύτῃ, ἐν δὲ τοῖς καὶ ἐκεῖνο. τῶν Μουσῶν οὐδεὶς οὐδέποτε οὔτε γραφικὸς ἀνὴρ οὔτε πλαστικὸς οἷός τε ἐγένετο ψευδίστατα καὶ κίβδηλα καὶ ἀλλότρια τῶν Διὸς θυγατέρων τὰ εἴδη παραστῆσαι ἡμῖν. ἢ τίς οὕτως νεανικῶς ἐμάνη δημιουργός, ὥστε ὡπλισμένας ἐργάσασθαι; ὁμολογεῖ δὲ τοῦτο ὅτι δεῖ τὸν ἐν Μούσαις βίον εἰρηνικόν τε ἅμα καὶ πρᾶον εἶναι καὶ ἄξιον ἐκείνων.

38 Ἐπαμεινώνδου τοῦ Θηβαίου πολλὰ μὲν καὶ ἄλλα καλὰ οἶδα, ἐν δὲ τοῖς καὶ τόδε. ἔλεγε πρὸς Πελοπίδαν μὴ πρότερον ἀπαλλάττεσθαι τῆς ἀγορᾶς πρὶν ἢ φίλον τοῖς ἀρχαίοις τινὰ προσπορίσαι νεώτερον.

39 Ὁ Περσῶν βασιλεὺς (βούλομαι γάρ τι ὑμῖν καὶ φαιδρὸν εἰπεῖν) στέφανον ἐς μύρον βάψας (διεπέπλεκτο δὲ ῥόδων ὁ στέφανοσ) ἔπεμψεν Ἀνταλκίδᾳ πρεσβεύοντι ὑπὲρ εἰρήνης πρὸς αὐτόν. ὃ δὲ ῾δέχομαι μὲν᾽ ἔφη ῾τὸ δῶρον καὶ ἐπαινῶ τὴν φιλοφροσύνην, ἀπώλεσας δὲ τὴν ὀσμὴν τῶν ῥόδων καὶ τὴν τῆς φύσεως εὐωδίαν διὰ τὴν ἐκ τῆς τέχνης κιβδηλίαν.

40 Ἀλέξανδρος ὁ Φεραίων τύραννος ἐν τοῖς μάλιστα ἔδοξεν ὠμότατος εἶναι. Θεοδώρου δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ ὑποκρινομένου τὴν Μερόπην σφόδρα ἐμπαθῶς, ὃ δὲ ἐς δάκρυα ἐξέπεσεν εἶτα ἐξανέστη τοῦ θεάτρου. ἀπολογούμενος δὲ ἔλεγε τῷ Θεοδώρῳ ὡς οὐ καταφρονήσας οὐδὲ ἀτιμάσας αὐτὸν ᾤχετο, ἀλλ᾽ αἰδούμενος εἰ τὰ μὲν τῶν ὑποκριτῶν πάθη οἷός τε ἦν ἐλεεῖν, τὰ δὲ τῶν ἑαυτοῦ πολιτῶν οὐχί.

41 Ὅτι Ἀπολλόδωρος πλεῖστον ἀνθρώπων πίνων οἶνον οὐκ ἀπεκρύπτετο τὸ ἑαυτοῦ κακόν, οὐδὲ ἐπειρᾶτο περιαμπέχειν τὴν μέθην καὶ τὰ ἐξ αὐτῆς κακά, ἀλλὰ καὶ ἐκ τοῦ οἴνου ὑπαναφλεγόμενος καὶ ὑπεξαπτόμενος ἐγίνετο φονικώτερος, πρὸς τῇ φύσει καὶ τὸ πῶμα ἔχων ἐνδόσιμον.

42 Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε μηδὲν διαφέρειν ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε ἐς ἃ μὴ δεῖ χωρία βλέποντα καὶ ἐς οὓς μὴ δεῖ τόπους παριόντα.

43 Ὁ μὲν Πτολεμαῖός φασιν (ὁπόστος δὲ ἦν οὗτος, ἐᾶν δεἶ) καθῆστο ἐπὶ κύβοις καὶ πεττεύων διετέλει· εἶτά τις αὐτῷ παρεστὼς ἀνεγίνωσκε τῶν κατεγνωσμένων τὰ ὀνόματα καὶ τὰς καταδίκας αὐτῶν προσεπέλεγεν, ἵνα ἐκεῖνος παρασημήνηται τοὺς ἀξίους θανάτου. Βερενίκη δὲ ἡ γαμετὴ αὐτοῦ λαβοῦσα τὸ βιβλίον παρὰ τοῦ παιδὸς εἶτα οὐκ εἴασε διαναγνωσθῆναι τὸ πᾶν οὐκέτι, φήσασα πάνυ σφόδρα προσέχοντα τὴν διάνοιαν ὑπὲρ ἀνθρώπου ψυχῆς δεῖν λογίζεσθαι καὶ μὴ πρὸς παιδιᾷ γινόμενον· οὐ γὰρ ὁμοίαν εἶναι τὴν πτῶσιν τῶν κύβων καὶ τὴν τῶν σωμάτων. πρὸς ταῦτα ὁ Πτολεμαῖος ἥσθη, καὶ οὐδέποτε κυβεύων μετὰ ταῦτα ὑπὲρ ἀνθρώπου κρίσεως ἤκουσεν.

43 Λακωνικὸν μειράκιον ἐπρίατο χωρίον ὑπερεύωνον, εἶτα ἐπὶ τὰς ἀρχὰς ἤχθη καὶ ἐζημιώθη. τὸ δὲ αἴτιον τῆς καταδίκης ἐκεῖνο ἦν, ἐπεὶ νέος ὢν τοῦ κερδαίνειν ὀξύτατα ἤρα. ἦν δὲ Λακεδαιμονίων ἐν τοῖς μάλιστα ἀνδρικὸν καὶ τοῦτο, μὴ πρὸς μόνους πολεμίους παρατετάχθαι ἀλλὰ καὶ πρὸς ἀργύριον.

45 Γυναῖκας τῶν Ἑλλήνων ἐπαινοῦμεν Πηνελόπην Ἄλκηστιν καὶ τὴν Πρωτεσίλεω, Ῥωμαίων Κορνηλίαν καὶ Πορκίαν καὶ Κεστιλίαν. ἐδυνάμην δὲ εἰπεῖν καὶ ἄλλας, ἀλλ᾽ οὐ βούλομαι τῶν μὲν Ἑλλήνων εἰπεῖν ὀλίγας, ἐπικλύσαι δὲ τοῖς τῶν Ῥωμαίων ὀνόμασιν, ὡς ἂν μή μέ τις δοκοίη χαρίζεσθαι ἐμαυτῷ διὰ τὴν πατρίδα.

46 Οἱ Μαιάνδρῳ παροικοῦντες Μάγνητες Ἐφεσίοις πολεμοῦντες ἕκαστος τῶν ἱππέων ἦγεν αὑτῷ συστρατιώτην θηρατὴν κύνα καὶ ἀκοντιστὴν οἰκέτην. ἡνίκα δὲ ἔδει συμμίξαι, ἐνταῦθα οἱ μὲν κύνες προπηδῶντες ἐτάραττον τὴν παρεμβολήν, φοβεροί τε καὶ ἄγριοι καὶ ἐντυχεῖν ἀμείλικτοι ὄντες· οἱ δὲ οἰκέται προπηδῶντες τῶν δεσποτῶν ἠκόντιζον. ἦν δὲ ἄρα ἐπὶ τῇ φθανούσῃ διὰ τοὺς κύνας ἀταξίᾳ καὶ τὰ παρὰ τῶν οἰκετῶν δρώμενα ἐνεργῆ. εἶτα ἐκ τρίτου ἐπῄεσαν αὐτοί.

47 Ὅτι Ζεῦξις ὁ Ἡρακλεώτης ἔγραψε τὴν Ἑλένην. Νικόμαχος οὖν ὁ ζωγράφος ἐξεπλήττετο τὴν εἰκόνα, καὶ τεθηπὼς τὸ γράμμα δῆλος ἦν. ἤρετο οὖν τις αὐτὸν προσελθὼν τί δὴ παθὼν οὕτω θαυμάζοι τὴν τέχνην; ὃ δὲ ῾οὐκ ἄν με ἠρώτησασ᾽ εἶπεν, ῾εἰ τοὺς ἐμοὺς ὀφθαλμοὺς ἐκέκτησο.᾿ ἐγὼ δ᾽ ἂν φαίην τοῦτο καὶ ἐπὶ τῶν λόγων, ἀλλ᾽ εἴ τις ἔχοι πεπαιδευμένα ὦτα, ὥσπερ οὖν οἱ χειρουργοὶ τεχνικὰ ὄμματα.

48 Ὅτι Φίλιππος τῶν ἐν Μακεδονίᾳ δοκιμωτάτων τοὺς υἱεῖς παραλαμβάνων περὶ τὴν ἑαυτοῦ θεραπείαν εἶχεν, οὔτι πού φασιν ἐνυβρίζων αὐτοῖς οὐδὲ ἐξευτελίζων, ἀλλ᾽ ἐκ τῶν ἐναντίων καρτερικοὺς αὐτοὺς ἐκπονῶν καὶ ἑτοίμους πρὸς τὸ τὰ δέοντα πράττειν ἀποφαίνων. πρὸς δὲ τοὺς τρυφῶντας αὐτῶν καὶ ἐς τὰ ἐπιταττόμενα ῥᾳθύμως ἔχοντας διέκειτό φασι πολεμίως. ἀφθόνητον γοῦν ἐμαστίγωσεν, ὅτι τὴν τάξιν ἐκλιπὼν ἐξετράπετο τῆς ὁδοῦ διψήσας καὶ παρῆλθεν ἐς πανδοκέως. καὶ Ἀρχέδαμον ἀπέκτεινεν, ὅτι προστάξαντος αὐτοῦ ἐν τοῖς ὅπλοις συνέχειν ἑαυτὸν ὃ δὲ ἀπεδύσατο· ἤλπισε γὰρ διὰ τῆς κολακείας καὶ ὑποδρομῆς χειρώσασθαι τὸν βασιλέα, ἅτε ἀνὴρ ἥττων τοῦ κερδαίνειν ὤν.