Περί της κατά Πλάτωνα Θεολογίας/Βιβλίο Α

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Περί της κατά Πλάτωνα Θεολογίας
Συγγραφέας:
Βιβλίο Α


ΚΕΦΑΛΑΙΑ ΤΟΥ Α ΒΙΒΛΙΟΥ

α. Προοίμιον ἐν ᾧ διώρισται τῆς πραγματείας ὁ σκοπός μετ' εὐφημίας τῆς τε αὐτοῦ τοῦ Πλάτωνος καὶ τῶν ἀπ' αὐτοῦ διαδεξαμένων τὴν φιλοσοφίαν.

β. Τίς ὁ τρόπος τῶν λόγων ἐν τῇ προκειμένῃ πραγματείᾳ καὶ τίνα προηγεῖσθαι δεῖ τῶν ἀκροασομένων παρασκευήν.

γ. Τίς ὁ κατὰ Πλάτωνα θεολογικὸς καὶ πόθεν ἄρχεται καὶ μέχρι τίνων ἄνεισιν ὑποστάσεων καὶ κατὰ τίνα τῆς ψυχῆς δύναμιν ἐνεργεῖ διαφερόντως.

δ. Τρόποι θεολογικοὶ καθ' οὓς πάντας ὁ Πλάτων διατί- θησι τὴν περὶ θεῶν διδασκαλίαν.

ε. Τίνες εἰσὶν οἱ διάλογοι ἀφ' ὧν μάλιστα ληπτέον τὴν Πλάτωνος θεολογίαν καὶ τίσι τάξεσι θεῶν ἕκαστος τούτων ἡμᾶς ἐφίστησι. Ἀπάντησις πρὸς τὴν ἐκ πλειόνων διαλόγων ἄθροισιν τῆς Πλατωνικῆς θεολογίας ὡς μερικὴν καὶ κατατετεμαχις- μένην ἀτιμάζουσα.

ζ. Λύσις τῆς προειρημένης ἀπαντήσεως εἰς ἕνα τὸν Παρμενίδην ἀνάγουσα τὴν ὅλην παρὰ Πλάτωνι περὶ θεῶν ἀλήθειαν.

η. Ἔκθεσις τῶν διαφόρων περὶ τοῦ Παρμενίδου δοξῶν καὶ διαίρεσις τῶν πρὸς αὐτὰς ἀπαντήσεων.

θ. Ἀντιλογία πρὸς τοὺς λογικὸν εἶναι τὸν Παρμενίδην εἰπόντας καὶ τὴν ἐν αὐτῷ πραγματείαν δι' ἐνδόξων ἐπιχει- ρηματικὴν ὑποτιθεμένους.

ι. Τίνα κατορθοῦσιν οἱ περὶ τῶν ἐν τοῖς οὖσιν ἀρχῶν εἶναι τὰς ὑποθέσεις τοῦ Παρμενίδου λέγοντες καὶ τίνα προσθετέον οἷς λέγουσιν ἐκ τῆς αὐτοῦ τοῦ καθηγεμόνος ἡμῶν παραδόσεως.

ια. Ἀποδείξεις πλείους περὶ τῶν τῆς δευτέρας ὑποθέ- σεως συμπερασμάτων καὶ τῆς κατὰ τὰς θείας τάξεις αὐτῆς διαιρέσεως.

ιβ. Σκοποὶ τῶν ὑποθέσεων τὴν πρὸς ἀλλήλας αὐτῶν συνέχειαν καὶ τὴν πρὸς τὰ πράγματα συμφωνίαν δεικνύον- τες.

ιγ. Τίνας κοινοὺς κανόνας περὶ θεῶν ὁ Πλάτων ἐν Νόμοις παραδίδωσι περί τε ὑπάρξεως θεῶν καὶ περὶ προνοίας καὶ περὶ τῆς ἀτρέπτου τελειότητος.

ιδ. Πῶς κατεσκεύασται τῶν θεῶν ἡ ὕπαρξις ἐν Νόμοις καὶ διὰ ποίων μεσοτήτων ἀνέδραμεν ὁ λόγος ἐπ' αὐτοὺς τοὺς ὄντως θεούς.

ιε. Πῶς ἀποδέδεικται τῶν θεῶν ἡ πρόνοια ἐν Νόμοις καὶ τίς ὁ τρόπος τῆς προνοίας αὐτῶν ἐστὶ κατὰ Πλάτωνα.

ι. Διὰ ποίων ἐπιχειρήσεων ἐν τῇ αὐτῇ πραγματείᾳ δέδεικται τὸ ἀτρέπτως προνοεῖν τοὺς θεούς.

ιζ. Τίνα τὰ ἐν Πολιτείᾳ παραδοθέντα περὶ θεῶν ἀξιώματα καὶ τίνα ἔχει πρὸς ἄλληλα τάξιν.

ιη. Τίς ἡ ἀγαθότης τῶν θεῶν καὶ πῶς αἴτιοι λέγονται πάντων ἀγαθῶν· ἐν ᾧ καὶ ὅτι τὸ κακὸν κατὰ παρυπόστασίν ἐστι κοσμούμενον καὶ αὐτὸ καὶ ταττόμενον ὑπὸ τῶν θεῶν.

ιθ. Τί τὸ ἀμετάβλητον τῶν θεῶν· ἐν ᾧ λέγεται καὶ τίς ἡ αὐτάρκεια καὶ τίς ἡ ἄτρεπτος ἀπάθεια καὶ πῶς τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀκουστέον ἐπὶ τῶν θεῶν.

κ. Τίς ἡ ἁπλότης τῶν θεῶν καὶ πῶς τὸ ἁπλοῦν αὐτῶν ποικίλον ἐν τοῖς δευτέροις φαντάζεται.

κα. Τίς ἡ ἐν τοῖς θεοῖς ἀλήθεια καὶ πόθεν παρεμπίπτει τὸ ψεῦδος ἐν ταῖς εἰς τὰ δεύτερα μεθέξεσι τῶν θεῶν.

κβ. Ἀπὸ τῶν ἐν τῷ Φαίδρῳ ῥηθέντων περὶ τοῦ θείου παντὸς ἀξιωμάτων ὅτι καλὸν σοφὸν ἀγαθόν ἐξεργασία τῶν περὶ τῆς ἀγαθότητος δογμάτων καὶ τῶν ἐν Φιλήβῳ τοῦ ἀγαθοῦ στοιχείων ἐξέτασις.

κγ. Τίς ἡ σοφία τῶν θεῶν καὶ τίνα ἄν τις αὐτῆς στοιχεῖα λάβοι παρὰ τοῦ Πλάτωνος.

κδ. Περὶ τοῦ θείου κάλλους καὶ τῶν στοιχείων ὧν αὐτοῦ παραδίδωσιν ὁ Πλάτων.

κε. Τίς ἡ τριὰς ἡ πρὸς τὸ ἀγαθὸν καὶ τὸ σοφὸν καὶ τὸ καλὸν συνάπτουσα καὶ ποίας ἀφορμὰς ὁ Πλάτων ἡμῖν καταβέβληται τῆς περὶ αὐτὴν θεωρίας;

κ. Περὶ τῶν ἐν Φαίδωνι παραδοθέντων ἀξιωμάτων τῆς ἀοράτου φύσεως· τί τὸ θεῖον τί τὸ ἀθάνατον τί τὸ νοητόν καὶ τίνα ἔχει πρὸς ἄλληλα ταῦτα τάξιν;

κζ. Τί τὸ μονοειδές τί τὸ ἀδιάλυτον τί τὸ ὡσαύτως ἔχον ἐπὶ τῶν θείων ληπτέον;

κη. Πῶς τὰ πατρικὰ αἴτια πῶς τὰ μητρικὰ ληπτέον ἐν τοῖς θεοῖς;

κθ. Περὶ τῶν θείων ὀνομάτων καὶ τῆς ὀρθότητος αὐτῶν τῆς ἐν Κρατύλῳ παραδεδομένης.

ΠΡΟΚΛΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

Ἅπασαν μὲν τὴν Πλάτωνος φιλοσοφίαν ὦ φίλων ἐμοὶ φίλτατε Περίκλεις καὶ τὴν ἀρχὴν ἐκλάμψαι νομίζω κατὰ τὴν τῶν κρειττόνων ἀγαθοειδῆ βούλησιν τὸν ἐν αὐτοῖς κεκρυμμένον νοῦν καὶ τὴν ἀλήθειαν τὴν ὁμοῦ τοῖς οὖσι συνυφεστῶσαν ταῖς περὶ γένεσιν στρεφομέναις ψυχαῖς καθ' ὅσον αὐταῖς θεμιτὸν τῶν οὕτως ὑπερφυῶν καὶ μεγάλων ἀγαθῶν μετέχειν ἐκφαίνουσαν καὶ πάλιν ὕστερον τελειω- θῆναι καὶ ὥσπερ εἰς ἑαυτὴν ἀναχωρήσασαν καὶ τοῖς πολλοῖς τῶν φιλοσοφεῖν ἐπαγγελλομένων καὶ τῆς τοῦ ὄντος θήρασ ἀντιλαμβάνεσθαι σπευδόντων ἀφανῆ κατα- στᾶσαν αὖθις εἰς φῶς προελθεῖν· διαφερόντως δὲ οἶμαι τὴν περὶ αὐτῶν τῶν θείων μυσταγωγίαν ἐν ἁγνῷ βάθρῳ καθαρῶς ἱδρυμένην καὶ παρ' αὐτοῖς τοῖς θεοῖς διαιωνίως ὑφεστηκυῖαν ἐκεῖθεν τοῖς κατὰ χρόνον αὐτῆς ἀπολαῦσαι δυναμένοις ἐκφανῆναι δι' ἑνὸς ἀνδρός ὃν οὐκ ἂν ἁμάρτοιμι τῶν ἀληθινῶν τελετῶν ἃς τελοῦνται χωρισθεῖσαι τῶν περὶ γῆν τόπων αἱ ψυχαί καὶ τῶν ὁλοκλήρων καὶ ἀτρεμῶν φασμάτων ὧν μεταλαμβάνουσιν αἱ τῆς εὐδαί- μονος καὶ μακαρίας ζωῆς γνησίως ἀντεχόμεναι προηγε- μόνα καὶ ἱεροφάντην ἀποκαλῶν· οὕτως δὲ σεμνῶς καὶ ἀπορρήτως ὑπ' αὐτοῦ τὴν πρώτην ἐκλάμψασαν οἷον ἁγίοις ἱεροῖς καὶ τῶν ἀδύτων ἐντὸς ἱδρυνθεῖσαν ἀσφαλῶς καὶ τοῖς πολλοῖς τῶν εἰσιόντων ἀγνοηθεῖσαν ἀσφαλῶσ ἐν τακταῖς χρόνων περιόδοις ὑπὸ δή τινων ἱερέων ἀληθινῶν καὶ τὸν προσήκοντα τῇ μυσταγωγίᾳ βίον ἀνελομένων προελθεῖν μὲν ἐφ' ὅσον ἦν αὐτῇ δυνατόν ἅπαντα δὲ καταλάμψαι τὸν τόπον καὶ πανταχοῦ τῶν θείων φασμάτων ἐλλάμψεις καταστήσασθαι. Τούτους δὴ τοὺς τῆς Πλατωνικῆς ἐποπτείας ἐξηγητὰς καὶ τὰς παναγεστάτας ἡμῖν περὶ τῶν θείων ὑφηγήσεις ἀναπλώσαντας καὶ τῷ σφετέρῳ καθηγεμόνι παραπλησίαν τὴν φύσιν λαχόντας εἶναι θείην ἂν ἔγωγε Πλωτῖνόν τε τὸν Αἰγύπτιον καὶ τοὺς ἀπὸ τούτου παραδεξαμένους τὴν θεωρίαν Ἀμέλιόν τε καὶ Πορφύριον καὶ τρίτους οἶμαι τοὺς ἀπὸ τούτων ὥσπερ ἀνδριάντασ ἡμῖν ἀποτελες- θέντας Ἰάμβλιχόν τε καὶ Θεόδωρον καὶ εἰ δή τινες ἄλλοι μετὰ τούτους ἑπόμενοι τῷ θείῳ τούτῳ χορῷ περὶ τῶν τοῦ Πλάτωνος τὴν ἑαυτῶν διάνοιαν ἀνεβάκχευσαν παρ' ὧν τὸ γνησιώτατον καὶ καθαρώτατον τῆς ἀληθείας φῶς τοῖς τῆς ψυχῆς κόλποις ἀχράντως ὑποδεξάμενος ὁ μετὰ θεοὺς ἡμῖν τῶν καλῶν πάντων καὶ ἀγαθῶν ἡγεμών τῆς τε ἄλλης ἁπάσης ἡμᾶς μετόχους κατέστησε τοῦ Πλάτωνος φιλο- σοφίας καὶ κοινωνοὺς ὧν ἐν ἀπορρήτοις παρὰ τῶν αὐτοῦ πρεσβυτέρων μετείληφε καὶ δὴ καὶ τῆς περὶ τῶν θείων μυς- τικῆς ἀληθείας συγχορευτὰς ἀπέφηνε. Τούτῳ μὲν οὖν εἰ μέλλοιμεν τὴν προσήκουσαν χάριν ἐκτίσειν τῶν εἰς ἡμᾶς εὐεργεσιῶν οὐδ' ἂν ὁ σύμπας ἐξαρ- κέσειε χρόνος. Εἰ δὲ δεῖ μὴ μόνον αὐτοὺς εἰληφέναι παρ' ἄλλων τὸ τῆς Πλατωνικῆς φιλοσοφίας ἐξαίρετον ἀγαθὸν ἀλλὰ καὶ τοῖς ὕστερον ἐσομένοις ὑπομνήματα καταλείπειν τῶν μακαρίων θεαμάτων ὧν αὐτοὶ καὶ θεαταὶ γενέσθαι φαμὲν καὶ ζηλωταὶ κατὰ δύναμιν ὑφ' ἡγεμόνι τῷ τῶν καθ' ἡμᾶς τελεωτάτῳ καὶ εἰς ἄκρον ἥκοντι φιλοσο- φίας τάχ' ἂν εἰκότως αὐτοὺς τοὺς θεοὺς παρακαλοῖμεν τὸ τῆς ἀληθείας φῶς ἀνάπτειν ἡμῶν ταῖς ψυχαῖς καὶ τοὺς τῶν κρειττόνων ὀπαδοὺσ καὶ θεραπευτὰσ κατιθύνειν τὸν ἡμέτερον νοῦν καὶ ποδηγετεῖν εἰς τὸ παντελὲς καὶ θεῖον καὶ ὑψηλὸν τέλος τῆς Πλατωνικῆς θεωρίας. Πανταχοῦ μὲν γάρ οἶμαι προσήκει τὸν καὶ κατὰ βραχὺ μετέ- χοντα σωφροσύνησ ἀπὸ θεῶν ποιεῖσθαι τὰς ἀρχάς οὐχ ἥκιστα δὲ ἐν ταῖς περὶ τῶν θεῶν ἐξηγήσεσιν· οὔτε γὰρ νοῆσαι τὸ θεῖον ἄλλως δυνατὸν ἢ τῷ παρ' αὐτῶν φωτὶ τελεσθέντας οὔτε εἰς ἄλλους ἐξενεγκεῖν ἢ παρ' αὐτῶν κυβερνωμένους καὶ τῶν πολυειδῶν δοξασμάτων καὶ τῆς ἐν λόγοις φερομένης ποικιλίας ἐξῃρημένην φυλάττοντας τὴν τῶν θείων ὀνομάτων ἀνέλιξιν. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες καὶ τῷ Πλατωνικῷ Τιμαίῳ παραινοῦντι πειθόμενοι προστησώμεθα τοὺς θεοὺς ἡγε- μόνας τῆς περὶ αὐτῶν διδασκαλίας· οἱ δὲ ἀκούσαντες ἵλεῴ τε καὶ εὐμενεῖσ ἐλθόντες ἄγοιεν τὸν τῆς ψυχῆς ἡμῶν νοῦν καὶ περιάγοιεν εἰσ τὴν τοῦ Πλάτωνος ἑστίαν καὶ τὸ ἄναντεσ τῆς θεωρίας ταύτης. Οὗ δὴ γενόμενοι σύμπασαν τὴν περὶ αὐτῶν ἀλήθειαν ὑποδεξόμεθα καὶ τέλος τὸ ἄριστον ἕξομεν τῆς ἐν ἡμῖν ὠδῖνος ἣν ἔχομεν περὶ τὰ θεῖα γνῶναί τι περὶ τούτων ποθοῦντες καὶ παρ' ἄλλων πυνθανόμενοι καὶ ἑαυτοὺς εἰς δύναμιν βασανίζοντες.

β Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἀναγκαῖον δέ ἐστί μοι καὶ τὸν τρόπον ἐκθέσθαι τῆς προκειμένης διδασκαλίας ὁποῖόν τινα αὐτὸν ἔσεσθαι προσδοκᾶν χρή καὶ τῶν τούτου ἀκροασομένων τὴν παρασκευὴν ἀφορίσασθαι καθ' ἣν οὐ πρὸς τοὺς ἡμετέρους λόγους ἀλλὰ πρὸς τὴν ὑψηλόνουν καὶ ἔνθεον τοῦ Πλάτωνος φιλοσοφίαν ἐπιτη- δείως ἔχοντες ἀπαντήσονται. Προσήκει γὰρ δήπου καὶ τὰ εἴδη τῶν λόγων καὶ τὰς ἐπιτηδειότητας τῶν ἀκροατῶν προσφόρους ὑποκεῖσθαι καθάπερ ἐν ταῖς τελεταῖς οἰκείας τὰς ὑποδοχὰς τοῖς θεοῖς προευτρεπίζουσιν οἱ περὶ ταῦτα δεινοί καὶ οὔτε ἀψύχοις ἀεὶ τοῖς αὐτοῖς ἅπασιν οὔτε τοῖς ἄλλοις ζῴοις οὔτε ἀνθρώποις χρῶνται πρὸς τὴν παρουσίαν τῶν θεῶν ἀλλ' ἐφ' ἑκάστων τὸ μετέχειν συμφυῶς δυνάμενον εἰς τὴν προκειμένην ἄγουσι τελετήν. Ὁ μὲν οὖν λόγος ἔσται μοι τριχῇ τὴν πρώτην διῃρη- μένος· ἐν ἀρχῇ μὲν τὰ κοινὰ πάντα νοήματα περὶ θεῶν ὅσα παραδίδωσιν ὁ Πλάτων συγκεφαλαιούμενος καὶ τάς τε δυνάμεις ἁπανταχοῦ καὶ τὰς ἀξίας τῶν ἀξιωμάτων ἐπι- σκοπῶν· ἐν δὲ μέσοις τὰς ὅλας τάξεις τῶν θεῶν διαριθμού- μενος δέ καὶ τὰς ἰδιότητας αὐτῶν καὶ τὰς προόδους κατὰ τὸν Πλατωνικὸν τρόπον ἀφοριζόμενος καὶ πάντα ἐπανάγων εἰς τὰς τῶν θεολόγων ὑποθέσεις· ἐν δὲ τῇ τελευτῇ περὶ τῶν σποράδην ἐν τοῖς Πλατωνικοῖς συγγράμμασιν ὑμνημένων θεῶν εἴτε ὑπερκοσμίων εἴτε ἐγκοσμίων διαλε- γόμενος καὶ ἀναφέρων εἰς τὰ ὅλα γένη τῶν θείων διακόσμων τὴν περὶ αὐτῶν θεωρίαν. Ἐν ἅπασι δὲ τὸ σαφὲς καὶ διηρθρωμένον καὶ ἁπλοῦν προθήσομεν τῶν ἐναντίων τὰ μὲν διὰ συμβόλων παραδε- δομένα μεταβιβάζοντες εἰς τὴν ἐναργῆ περὶ αὐτῶν διδας- καλίαν τὰ δὲ δι' εἰκόνων ἀναπέμποντες ἐπὶ τὰ σφέτερα παραδείγματα καὶ τὰ μὲν ἀποφαντικώτερον ἀναγεγραμ- μένα τοῖς τῆς αἰτίασ βασανίζοντες λογισμοῖσ τὰ δὲ δι' ἀποδείξεων συντεθέντα διερευνώμενοι καὶ τὸν τρόπον τῆς ἐν αὐτοῖς ἀληθείας ἐπεκδιηγούμενοι καὶ γνώριμον τοῖς ἀκούουσι ποιοῦντες καὶ τῶν μὲν ἐν αἰνίγμασι κειμένων ἀλλαχόθεν τὴν σαφήνειαν ἀνευρίσκοντες οὐκ ἐξ ἀλλοτρίων ὑποθέσεων ἀλλ' ἐκ τῶν γνησιωτάτων τοῦ Πλάτωνος συγγραμμάτων τῶν δὲ αὐτόθεν τοῖς ἀκούουσι προσπιπ- τόντων τὴν πρὸς τὰ πράγματα συμφωνίαν θεωροῦντες· ἀφ' ὧν δὴ πάντων ἡμῖν τὸ ἓν καὶ τέλειον τῆς Πλατωνικῆς θεολογίας εἶδος ἀναφανήσεται καὶ ἡ δι' ὅλων αὐτοῦ τῶν θείων νοήσεων ἀλήθεια διήκουσα καὶ εἷς νοῦς ὁ τὸ σύμπαν τούτου κάλλος ἀπογεννήσας καὶ τὴν μυστικὴν ταύτης τῆς θεωρίας ἀνέλιξιν. Ὁ μὲν οὖν λόγος τοιοῦτος ἔσται μοι καθάπερ ἔφην· ὁ δὲ αὖ τῶν προκειμένων δογμάτων ἀκροατὴς ταῖς μὲν ἠθικαῖς ἀρεταῖς κεκοσμημένος ὑποκείσθω καὶ πάντα τὰ ἀγενῆ καὶ ἀνάρμοστα τῆς ψυχῆς κινήματα τῷ τῆς ἀρετῆς λόγῳ καταδησάμενος καὶ πρὸς ἓν τὸ τῆς φρονήσεως εἶδος ἁρμό- σας. Μὴ καθαρῷ γάρ φησὶν ὁ Σωκράτης καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ· πᾶς γε μὴν ὁ κακὸς πάντως ἀκάθαρτος καθαρὸς δὲ ὁ ἐναντίος. Ταῖς δὲ λογικαῖς μεθόδοις ἁπάσαις γεγυμνάσθω καὶ πολλὰ μὲν περὶ ἀναλύσεων πολλὰ δὲ περὶ τῶν ἐναντίων πρὸς ταύτας διαιρέσεων ἀνέλεγκτα νοήματα τεθεαμένος παρέστω καθάπερ οἶμαι καὶ ὁ Παρμενίδης τῷ Σωκράτει παρεκελεύ- σατο· πρὸ γὰρ τῆς τοιαύτης ἐν τοῖς λόγοις πλάνησ χαλεπὴ καὶ ἄπορός ἐστιν ἡ τῶν θείων γενῶν καὶ τῆς ἐν αὐ- τοῖς ἱδρυμένης ἀληθείας κατανόησις. Τὸ δὲ δὴ τρίτον ἐπὶ τούτοις μηδὲ τῆς φυσικῆς ἀνήκοος ἔστω καὶ τῶν ἐν ταύτῃ πολυειδῶν δοξασμάτων ἵνα κἀν ταῖς εἰκόσι κατὰ τρόπον τὰς αἰτίας τῶν ὄντων διερευνησάμενος ἐπ' αὐτὴν ἤδη τὴν τῶν χωριστῶν καὶ πρωτουργῶν ὑποστάσεων φύσιν ῥᾷον πορεύηται. Μήτ' οὖν ταύτης ὅπερ εἴπομεν τῆς ἐν τοῖς φαινομένοις ἀληθείας μήτε αὖ τῶν κατὰ παίδευσιν ὁδῶν καὶ τῶν ἐν αὐταῖς μαθήσεων ἀπολελείφθω· διὰ γὰρ τούτων ἀυλότερον τὴν θείαν οὐσίαν γινώσκομεν. Πάντα δὲ ταῦτα συνδησάμενος εἰς τὸν ἡγεμόνα νοῦν καὶ τῆς Πλάτωνος διαλεκτικῆς μεταλαβὼν καὶ μελετήσας τὰς ἀΰλους καὶ χωριστὰς τῶν σωματικῶν δυνάμεων ἐνεργείας καὶ νοήσει μετὰ λόγου τὰ ὄντα θεωρεῖν ἐφιέμενος ἁπτέσθω λιπαρῶς τῆς τῶν θείων τε καὶ μακαρίων δογμάτων ἐξηγήσεως ἔρωτι μὲν τὰ βάθη κατὰ τὸ Λόγιον ἀναπλώσας τῆς ψυχῆσ ἐπεὶ καὶ συνεργὸν ἔρωτος ἀμείνω λαβεῖν εἰς τὴν τῆς θεωρίας ταύτης ἀντίληψιν οὐκ ἔστιν ὥς πού φησιν ὁ Πλάτωνος λόγος ἀληθείᾳ δὲ τῇ διὰ πάντων ἡκούσῃ γεγυμνασμένος καὶ πρὸς αὐτὴν τὴν ὄντως ἀλήθειαν ἐγείρας τὸ νοητὸν ὄμμα τῷ δὲ μονίμῳ καὶ ἀκινήτῳ καὶ ἀσφαλεῖ τῆς τῶν θείων γνώσεως εἴδει προσιδρύσας ἑαυτὸν καὶ μηδὲν ἄλλο θαυμάζειν ἔτι μηδὲ ἀποβλέπειν εἰς ἄλλα πειθόμενοσ ἀλλ' ἀτρεμεῖ τῇ διανοίᾳ καὶ ζωῆς ἀτρύτου δυνάμει πρὸς τὸ θεῖον φῶς ἐπειγόμενος καί ὡς συνελόντι φάναι τοιοῦτον ἐνεργείας τε καὶ ἠρεμίας εἶδος ὁμοῦ προβεβλη- μένος ὁποῖον ἔχειν προσήκει τὸν ἐσόμενον οὕτως κορυ- φαῖον ὥς πού φησιν ὁ ἐν Θεαιτήτῳ Σωκράτης.

γ Ἡ μὲν οὖν ὑπόθεσις οὕτω μεγάλη καὶ ὁ τρόπος τῶν περὶ αὐτῆς λόγων τοιοῦτος καὶ ἡ τῶν μαθησομένων παρασκευὴ τοιάδε τίς ἐστιν ὥς γέ μοι καταφαίνεται· πρὶν δὲ ἄρξωμαι τῆς τῶν προκειμένων ἡμῖν πραγμάτων ὑφηγήσεως βούλομαι περί τε αὐτῆς θεολογίας εἰπεῖν καὶ τῶν κατ' αὐτὴν τρόπων καὶ τίνας μὲν ὁ Πλάτων δογματίζει τίνας δὲ ἀποσκευάζεται τῶν θεολογικῶν τύπων ἵνα ταῦτα προειδότες ῥᾷον ἐν τοῖς ἐχομένοις τὰς τῶν ἀποδεί- ξεων ἀφορμὰς καταμανθάνωμεν. Ἅπαντες μὲν οὖν ὅσοι πώποτε θεολογίας εἰσὶν ἡμμένοι τὰ πρῶτα κατὰ φύσιν θεοὺς ἐπονομάζοντες περὶ ταῦτα τὴν θεολογικὴν ἐπιστήμην πραγματεύεσθαί φασιν. Καὶ οἱ μὲν τὴν σωματικὴν ὑπόστασιν τοῦ εἶναι μόνον ἀξιοῦντες τὰ δὲ τῶν ἀσωμάτων γένη συμπάντα πρὸς οὐσίαν δεύτερα τιθέμενοι τάς τε ἀρχὰς τῶν ὄντων σωματοειδεῖς καὶ τὴν ταύτας γνωρίζουσαν ἐν ἡμῖν ἕξιν σωματικὴν ἀποφαίνουσιν. Οἱ δὲ τὰ μὲν σώματα πάντα τῶν ἀσωμάτων ἐξάψαντες τὴν δὲ πρωτίστην ὕπαρξιν ἐν ψυχῇ καὶ ταῖς ψυχικαῖς δυνάμεσιν ὁριζόμενοι θεοὺς μέν οἶμαι καλοῦσι τῶν ψυχῶν τὰς ἀρίστας τὴν δὲ μέχρι τούτων ἀνιοῦσαν καὶ ταύτας γινώσκουσαν ἐπιστήμην θεολογίαν ἐπονομάζουσιν. Ὅσοι δὲ αὖ καὶ τὰ τῶν ψυχῶν πλήθη παράγουσιν ἐξ ἄλλης πρεσβυτέρας ἀρχῆς καὶ νοῦν ἡγεμόνα τῶν ὅλων ὑποτί- θενται τέλος μὲν τὸ ἄριστον εἶναί φασι τὴν πρὸς τὸν νοῦν τῆς ψυχῆς ἕνωσιν καὶ τὸ νοερὸν τῆς ζωῆς εἶδος τιμιότητι τῶν πάντων διαφέρειν νομίζουσιν εἰς δὲ ταὐτὸν ἄγουσι θεολογίαν δήπου καὶ τὴν περὶ τῆς νοερᾶς οὐσίας ἐξήγησιν. Ἅπαντες μὲν οὖν ὅπερ ἔφην τὰς πρωτίστας ἀρχὰς τῶν ὄντων καὶ αὐταρκεστάτας θεοὺς ἀποκαλοῦσι καὶ θεολογίαν τὴν τούτων ἐπιστήμην. Μόνη δὲ ἡ τοῦ Πλάτωνος ἔνθεος ὑφήγησις τὰ μὲν σωματικὰ πάντα πρὸς ἀρχῆς λόγον ἀτιμάσασα διότι δὴ τὸ μεριστὸν πᾶν καὶ διαστατὸν οὔτε παράγειν οὔτε σῴζειν ἑαυτὸ πέφυκεν ἀλλὰ καὶ τὸ εἶναι καὶ τὸ ἐνεργεῖν ἢ πάσχειν διὰ ψυχῆς ἔχει καὶ τῶν ἐν αὐτῇ κινή- σεων τὴν δὲ ψυχικὴν οὐσίαν πρεσβυτέραν μὲν εἶναι σωμά- των ἀποδείξασα τῆς δὲ νοερᾶς ὑποστάσεως ἐξηρτημένην ἐπειδὴ πᾶν τὸ κατὰ χρόνον κινούμενον κἂν αὐτοκίνητον ᾖ τῶν μὲν ἑτεροκινήτων ἐστὶν ἡγεμονικώτερον τῆς δὲ διαιωνίας κινήσεως δεύτερον σωμάτων μέν ὥσπερ εἴρηται καὶ ψυχῶν πατέρα τὸν νοῦν ἀποφαίνει καὶ αἴτιον καὶ περὶ ἐκεῖνον πάντα καὶ εἶναι καὶ ἐνεργεῖν ὅσα τὴν ζωὴν ἐν διεξό- δοις καὶ ἀνελίξεσι κέκτηται πρόεισι δὲ ἐπ' ἄλλην ἀρχὴν τοῦ νοῦ παντελῶς ἐξῃρημένην καὶ ἀσωματωτέραν καὶ ἄρρητον ἀφ' ἧς πάντα κἂν τὰ ἔσχατα τῶν ὄντων λέγῃς τὴν ὑποστάσιν ἔχειν ἀναγκαῖον· ψυχῆς μὲν γὰρ οὐ πάντα μετέχειν πέφυκεν ἀλλ' ὅσα ζωὴν ἔσχηκε τρανεστέραν ἢ ἀμυδροτέραν ἐν αὑτοῖς οὐδὲ νοῦ πάντα καὶ τοῦ ὄντος ἀπολαύειν δυνατὸν ἀλλ' ὅσα κατ' εἶδος ὑφέστηκε δεῖ δὲ αὖ τὴν ἀρχὴν τῶν πάντων ὑπὸ πάντων μετέχεσθαι τῶν ὄντων εἴπερ μηδενὸς ἀποστατήσει πάντων αἰτία τῶν ὁπωσοῦν ὑφεστάναι λεγομένων οὖσα. Ταύτην δὲ πρωτίστην τῶν ὅλων καὶ νοῦ πρεσβυτέραν ἀρχὴν ἐν ἀβάτοις ἀποκεκρυμμένην ἐνθέως ἀνευροῦσα καὶ τρεῖς ταύτας αἰτίας καὶ μονάδας ἐπέκεινα σωμάτων ἀναφή- νασα ψυχὴν λέγω καὶ νοῦν τὸν πρώτιστον καὶ τὴν ὑπὲρ νοῦν ἕνωσιν παράγει μὲν ἐκ τούτων ὡς μονάδων τοὺς οἰκείους ἀριθμούς τὸν μὲν ἑνοειδῆ τὸν δὲ νοερὸν τὸν δὲ ψυχικόν πᾶσα γὰρ μονὰς ἡγεῖται πλήθους ἑαυτῇ συστοί- χου συνάπτει δὲ ὥσπερ τὰ σώματα ταῖς ψυχαῖς οὕτω δήπου καὶ τὰσ ψυχὰς μὲν τοῖς νοεροῖς εἴδεσι ταῦτα δὲ ταῖς ἑνάσι τῶν ὄντων πάντα δὲ εἰς μίαν ἐπιστρέφει τὴν ἀμέθεκτον ἑνάδα. Καὶ μέχρι ταύτης ἀναδραμοῦσα πέρας οἴεται τὸ ἀκρότατον ἔχειν τῆς τῶν ὅλων θεωρίας καὶ ταύτην εἶναι τὴν περὶ θεῶν ἀλήθειαν ἣ περὶ τὰς ἑνάδας τῶν ὄντων πραγματεύεται καὶ τάς τε προόδους αὐτῶν καὶ τὰς ἰδιότητας παραδίδωσι καὶ τὴν τῶν ὄντων πρὸς αὐτὰς συναφὴν καὶ τὰς τῶν εἰδῶν τάξεις αἳ τούτων ἐξήρτηνται τῶν ἑνιαίων ὑποστάσεων· τὴν δὲ περὶ νοῦν καὶ τὰ εἴδη καὶ τὰ γένη τοῦ νοῦ στρεφομένην θεωρίαν δευτέραν εἶναι τῆς περὶ αὐτῶν τῶν θεῶν πραγματευομένης ἐπιστήμης· καὶ ταύτην μὲν ἔτι νοητῶν ἀντιλαμβάνεσθαι καὶ τῇ ψυχῇ δι' ἐπιβολῆς γινώσκεσθαι δυναμένων εἰδῶν τὴν δὲ ταύτης ὑπερέχουσαν ἀρρήτων καὶ ἀφθέγκτων ὑπάρξεων μεταθεῖν τήν τε ἐν ἀλλήλαις αὐτῶν διάκρισιν καὶ τὴν ἀπὸ μιᾶς αἰτίας ἔκφανσιν. Ὅθεν οἶμαι καὶ τῆς ψυχῆς τὸ μὲν νοερὸν ἰδίωμα καταληπτικὸν ὑπάρχειν τῶν νοερῶν εἰδῶν καὶ τῆς ἐν αὐτοῖς διαφορᾶς τὴν δὲ ἀκρότητα τοῦ νοῦ καί ὥς φασι τὸ ἄνθοσ καὶ τὴν ὕπαρξιν συνάπτεσθαι πρὸς τὰς ἑνάδας τῶν ὄντων καὶ διὰ τούτων πρὸς αὐτὴν τὴν πασῶν τῶν θείων ἑνάδων ἀπόκρυφον ἕνωσιν. Πολλῶν γὰρ ἐν ἡμῖν δυνάμεων οὐσῶν γνωριστικῶν κατὰ ταύτην μόνην τῷ θείῳ συγγίνεσθαι καὶ μετέχειν ἐκείνου πεφύκαμεν· οὔτε γὰρ αἰσθήσει τὸ θεῶν γένοσ ληπτόν εἴπερ ἐστὶ σωμάτων ἁπάντων ἐξῃρημένον οὔτε δόξῃ καὶ διανοίᾳ μερισταὶ γὰρ αὗται καὶ πολυειδῶν ἐφάπτονται πραγμάτων οὔτε νοήσει μετὰ λόγου τῶν γὰρ ὄντως ὄντων εἰσὶν αἱ τοιαῦται γνώσεις ἡ δὲ τῶν θεῶν ὕπαρξις ἐποχεῖται τοῖς οὖσι καὶ κατ' αὐτὴν ἀφώρισται τὴν ἕνωσιν τῶν ὅλων. Λείπεται οὖν εἴπερ ἐστὶ καὶ ὁπωσοῦν τὸ θεῖον γνωστόν τῇ τῆς ψυχῆς ὑπάρξει καταληπτὸν ὑπάρχειν καὶ διὰ ταύτης γνωρίζεσθαι καθ' ὅσον δυνατόν. Τῷ γὰρ ὁμοίῳ παντα- χοῦ φαμὲν τὰ ὅμοια γινώσκεσθαι· τῇ μὲν αἰσθήσει δηλαδὴ τὸ αἰσθητόν τῇ δὲ δόξῃ τὸ δοξαστόν τῇ δὲ διανοίᾳ τὸ διανοητόν τῷ δὲ νῷ τὸ νοητόν ὥστε καὶ τῷ ἑνὶ τὸ ἑνικώ- τατον καὶ τῷ ἀρρήτῳ τὸ ἄρρητον. Ὀρθῶς γὰρ καὶ ὁ ἐν Ἀλκιβιάδῃ Σωκράτης ἔλεγεν εἰς ἑαυτὴν εἰσιοῦσαν τὴν ψυχὴν τά τε ἄλλα πάντα κατόψεσθαι καὶ τὸν θεόν· συννεύουσα γὰρ εἰς τὴν ἑαυτῆς ἕνωσιν καὶ τὸ κέντρον τῆς συμπάσης ζωῆς καὶ τὸ πλῆθος ἀποσκευαζομένη καὶ τὴν ποικιλίαν τῶν ἐν αὑτῇ παντοδαπῶν δυνάμεων ἐπ' αὐτὴν ἄνεισι τὴν ἄκραν τῶν ὄντων περιωπήν. Καὶ ὥσπερ ἐν ταῖς τῶν τελετῶν ἁγιωτάταις φασὶ τοὺς μύστας τὴν μὲν πρώτην πολυειδέσι καὶ πολυμόρφοις τῶν θεῶν προβεβλη- μένοις γένεσιν ἀπαντᾶν εἰσιόντας δὲ ἀκλινεῖς καὶ ταῖς τελεταῖς πεφραγμένους αὐτὴν τὴν θείαν ἔλλαμψιν ἀκραι- φνῶς ἐγκολπίζεσθαι καὶ γυμνῆτασ ὡς ἂν ἐκεῖνοι φαῖεν τοῦ θείου μεταλαμβάνειν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐν τῇ θεωρίᾳ τῶν ὅλων εἰς μὲν τὰ μεθ' ἑαυτὴν βλέπουσαν τὴν ψυχὴν τὰς σκιὰς καὶ τὰ εἴδωλα τῶν ὄντων βλέπειν εἰς ἑαυτὴν δὲ ἐπιστρεφομένην τὴν ἑαυτῆς οὐσίαν καὶ τοὺς ἑαυτῆς λόγους ἀνελίττειν· καὶ τὸ μὲν πρῶτον ὥσπερ ἑαυτὴν μόνον καθορᾶν βαθύνουσαν δὲ τῇ ἑαυτῆς γνώσει καὶ τὸν νοῦν εὑρίσκειν ἐν αὑτῇ καὶ τὰς τῶν ὄντων τάξεις χωροῦσαν δὲ εἰς τὸ ἐντὸς αὑτῆς καὶ τὸ οἷον ἄδυτον τῆς ψυχῆς ἐκείνῳ καὶ τὸ θεῶν γένοσ καὶ τὰς ἑνάδας τῶν ὄντων μύσασαν θεάσασθαι. Πάντα γάρ ἐστι καὶ ἐν ἡμῖν ψυχικῶς καὶ διὰ τοῦτο τὰ πάντα γινώσκειν πεφύκαμεν ἀνεγείροντες τὰς ἐν ἡμῖν δυνάμεις καὶ τὰς εἰκόνας τῶν ὅλων. Καὶ τοῦτό ἐστι τὸ ἄριστον τῆς ἐνεργείας ἐν ἠρεμίᾳ τῶν δυνάμεων πρὸς αὐτὸ τὸ θεῖον ἀνατείνεσθαι καὶ περιχο- ρεύειν ἐκεῖνο καὶ πᾶν τὸ πλῆθος τῆς ψυχῆς συναγείρειν ἀεὶ πρὸς τὴν ἕνωσιν ταύτην καὶ πάντα ἀφέντας ὅσα μετὰ τὸ ἓν αὐτῷ προσιδρύεσθαι καὶ συνάπτεσθαι τῷ ἀρρήτῳ καὶ πάντων ἐπέκεινα τῶν ὄντων. Μέχρι γὰρ τούτου τὴν ψυχὴν ἀνιέναι θεμιτὸν ἕως ἂν ἐπ' αὐτὴν ἀνιοῦσα τελευτήσῃ τὴν τῶν ὄντων ἀρχήν· ἐκεῖ δὲ γενομένην καὶ τὸν ἐκεῖ τόπον θεασαμένην καὶ κατιοῦσαν ἐκεῖθεν καὶ διὰ τῶν ὄντων πορευομένην καὶ ἀνελίττουσαν τὰ πλήθη τῶν εἰδῶν τάς τε μονάδας αὐτῶν καὶ τοὺς ἀριθμοὺς διεξιοῦσαν καὶ ὅπως ἕκαστα τῶν οἰκείων ἑνάδων ἐξήρτηται νοερῶς διαγι- νώσκουσαν τελεωτάτην οἴεσθαι τῶν θείων ἐπιστήμην ἔχειν τάς τε τῶν θεῶν προόδους εἰς τὰ ὄντα καὶ τὰς τῶν ὄντων περὶ τοὺς θεοὺς διακρίσεις ἑνοειδῶς θεασαμένην.

δ Ὁ μὲν δὴ θεολογικὸς ἡμῖν ἔστω κατὰ τὴν τοῦ Πλάτωνος ψῆφον τοιοῦτος καὶ ἡ θεολογία τοιάδε τις ἕξις αὐτὴν τὴν τῶν θεῶν ὕπαρξιν ἐκ φαίνουσα καὶ τὸ ἄγνωστον αὐτῶν καὶ ἑνιαῖον φῶς ἀπὸ τῆς τῶν μετεχόντων ἰδιότητος διακρίνουσα καὶ θεωμένη καὶ ἀπαγγέλλουσα τοῖς ἀξίοις τῆς μακα- ρίας ταύτης καὶ πάντων ὁμοῦ τῶν ἀγαθῶν παρεκτικῆς ἐνεργείας· μετὰ δὲ ταύτην τὴν παντελῆ τῆς πρωτίστης θεωρίας περίληψιν καὶ τοὺς τρόπους διαστησώμεθα καθ' οὓς ὁ Πλάτων τὰ μυστικὰ περὶ τῶν θείων ἡμᾶς ἀναδι- δάσκει νοήματα. Φαίνεται γὰρ οὐ τὸν αὐτὸν πανταχοῦ τρόπον μετιὼν τὴν περὶ τῶν θείων διδασκαλίαν ἀλλ' ὁτὲ μὲν ἐνθεαστικῶς ὁτὲ δὲ διαλεκτικῶς ἀνελίττων τὴν περὶ αὐτῶν ἀλήθειαν καὶ ποτὲ μὲν συμβολικῶς ἐξαγγέλλων τὰς ἀρρήτους αὐτῶν ἰδιότητας ποτὲ δὲ ἀπὸ τῶν εἰκόνων ἐπ' αὐτοὺς ἀνατρέχων καὶ τὰς πρωτουργοὺς ἐν αὐτοῖς αἰτίας τῶν ὅλων ἀνευρίσκων. Ἐν Φαίδρῳ μὲν γὰρ νυμφόληπτοσ γενόμενος καὶ τῆς ἀνθρωπίνης νοήσεως τὴν κρείττονα μανίαν ἀλλαξάμενος ἐνθέῳ στόματι πολλὰ μὲν περὶ τῶν νοερῶν διέξεισι θεῶν ἀπόρρητα δόγματα πολλὰ δὲ περὶ τῶν ἀπολύτων ἡγεμόνων τοῦ παντός οἳ τὸ τῶν ἐγκοσμίων θεῶν πλῆθος ἐπὶ τὰς νοητὰς καὶ χωριστὰς τῶν ὅλων μονάδας ἀνατείνουσιν ἔτι δὲ πλείω περὶ αὐτῶν τῶν τὸν κόσμον διαλαχόντων θεῶν τάς τε νοήσεις αὐτῶν καὶ τὰς περικοσμίους ποιήσεις ἀνυμνῶν καὶ τήν τε πρόνοιαν τὴν ἄχραντον καὶ τὴν περὶ τὰς ψυχὰς διακυβέρνησιν καὶ ὅσα ἄλλα παραδίδωσιν ὁ Σωκράτης ἐν ἐκείνοις ἐνθεαστικῶς ὡς αὐτὸς διαρρήδην λέγει καὶ τοῦτο τοὺς ἐγχωρίους θεοὺς τῆς τοιαύτης μανίας αἰτιώμενος. Ἐν δέ γε τῷ Σοφιστῇ περί τε τοῦ ὄντος καὶ τῆς τοῦ ἑνὸς ἀπὸ τῶν ὄντων χωριστῆς ὑποστάσεως διαλεκτικῶς ἀγωνιζόμενος καὶ ἀπορῶν πρὸς τοὺς παλαιοτέρους ἐπι- δείκνυσιν ὅπως τὰ μὲν ὄντα πάντα τῆς ἑαυτῶν αἰτίας ἐξήρτηται καὶ τοῦ πρώτως ὄντος αὐτὸ δὲ τὸ ὂν μετέχει τῆς ἐξῃρημένης τῶν ὅλων ἑνάδος καὶ ὡς πεπονθός ἐστι τὸ ἓν ἀλλ' οὐκ αὐτοέν ὑφειμένον τοῦ ἑνὸς καὶ ἡνωμένον ὑπάρχον ἀλλ' οὐ πρώτως ἕν. Ὁμοίως δὲ αὖ κἀν τῷ Παρμε- νίδῃ τάς τε τοῦ ὄντος ἀπὸ τοῦ ἑνὸς προόδους καὶ τὴν τοῦ ἑνὸς ὑπεροχὴν διὰ τῶν πρώτων ὑποθέσεων ἐκφαίνει διαλεκτικῶς καί ὡς αὐτὸς ἐν ἐκείνοις λέγει κατὰ τὴν τελεωτάτην τῆς μεθόδου ταύτης διαίρεσιν. Καὶ μὴν καὶ ἐν Γοργίᾳ μὲν περὶ τῶν τριῶν δημιουργῶν καὶ περὶ τῆς δημιουργικῆς ἐν αὐτοῖς διακληρώσεως μῦθον ἀπαγγέλλων οὐ μῦθον ὄντα μόνον ἀλλὰ καὶ λόγον ἐν Συμποσίῳ δὲ περὶ τῆς τοῦ ἔρωτος ἑνώσεως ἐν δὲ Πρωτα- γόρᾳ περὶ τῆς τῶν θνητῶν ζῴων ἀπὸ θεῶν διακοσμήσεως τὸν συμβολικὸν τρόπον κατακρύπτει τὴν περὶ τῶν θείων ἀλήθειαν καὶ μέχρι ψιλῆς ἐνδείξεως ἐκφαίνει τὴν ἑαυτοῦ βούλησιν τοῖς γνησιωτάτοις τῶν ἀκουόντων. Εἰ δὲ βούλει καὶ τῆς διὰ τῶν μαθημάτων διδασκαλίας μνησθῆναι καὶ τῆς ἐκ τῶν ἠθικῶν ἢ φυσικῶν λόγων περὶ τῶν θείων πραγματείας οἷα πολλὰ μὲν ἐν Τιμαίῳ πολλὰ δὲ ἐν Πολιτικῷ πολλὰ δὲ ἐν ἄλλοις διαλόγοις ἐστὶ κατε- σπαρμένα θεωρεῖν ἐνταῦθα δήπου σοι καὶ ὁ διὰ τῶν εἰκόνων τὰ θεῖα γινώσκειν ἐφιέμενος τρόπος ἔσται κατα- φανής. Ἅπαντα γὰρ ταῦτα τὰς τῶν θείων ἀπεικονίζεται δυνάμεις· ὁ μὲν πολιτικός εἰ τύχοι τὴν ἐν οὐρανῷ δημιουρ- γίαν τὰ δὲ τῶν πέντε στοιχείων ἐν λόγοις γεωμετρικοῖς ἀποδεδομένα σχήματα τὰς τῶν θεῶν τῶν ἐπιβεβηκότων τοῖς μέρεσι τοῦ παντὸς ἰδιότητας αἱ δὲ τῆς ψυχικῆς οὐσίας διαιρέσεις τὰς ὅλας τῶν θεῶν διακοσμήσεις. Ἐῶ γὰρ λέγειν ὅτι καὶ τὰς πολιτείας ἃς συνίστησιν ἀπεικάζων τοῖς θείοις καὶ τῷ παντὶ κόσμῳ καὶ ταῖς ἐν αὐτῷ δυνάμεσι διακοσμεῖ. Πάντα δὴ οὖν ταῦτα δι' ὁμοιότητος τῶν τῇδε πρὸς τὰ θεῖα τὰς ἐκείνων ἡμῖν προόδους καὶ τάξεις καὶ δημιουργίας ἐν εἰκόσιν ἐπιδείκνυσιν. Οἱ μὲν οὖν τρόποι τῆς παρὰ τῷ Πλάτωνι θεολογικῆς διδασκαλίας τοιοίδε τινές εἰσι· δῆλον δὲ ἐκ τῶν εἰρημένων ὅτι καὶ τὸν ἀριθμὸν εἶναι τοσούτους ἀναγκαῖον· οἱ μὲν γὰρ δι' ἐνδείξεως περὶ τῶν θείων λέγοντες ἢ συμβολικῶς καὶ μυθικῶς ἢ δι' εἰκόνων λέγουσιν οἱ δὲ ἀπαρακαλύπτως τὰς ἑαυτῶν διανοήσεις ἀπαγγέλλοντες οἱ μὲν κατ' ἐπιστήμην οἱ δὲ κατὰ τὴν ἐκ θεῶν ἐπίπνοιαν ποιοῦνται τοὺς λόγους. Ἔστι δὲ ὁ μὲν διὰ τῶν συμβόλων τὰ θεῖα μηνύειν ἐφιέμενος Ὀρφικὸς καὶ ὅλως τοῖς τὰς θεομυθίας γράφουσιν οἰκεῖος. Ὁ δὲ διὰ τῶν εἰκόνων Πυθαγόρειος ἐπεὶ καὶ τοῖς Πυθαγο- ρείοις τὰ μαθήματα πρὸς τὴν τῶν θείων ἀνάμνησιν ἐξηύρητο καὶ διὰ τούτων ὡς εἰκόνων ἐπ' ἐκεῖνα διαβαίνειν ἐπεχείρουν· καὶ γὰρ τοὺς ἀριθμοὺς ἀνεῖσαν τοῖς θεοῖς καὶ τὰ σχήματα καθάπερ λέγουσιν οἱ τὰ ἐκείνων ἱστορεῖν σπουδάζοντες. Ὁ δὲ ἐνθεαστικῶς μὲν αὐτὴν καθ' ἑαυτὴν ἐκφαίνων τὴν περὶ θεῶν ἀλήθειαν παρὰ τοῖς ἀκροτάτοις τῶν τελεστῶν μάλιστα καταφανής· οὐ γὰρ ἀξιοῦσιν οὗτοι διὰ δή τινων παραπετασμάτων τὰς θείας τάξεις ἢ τὰς ἰδιότητας αὐτῶν τοῖς ἑαυτῶν γνωρίμοις ἀποδιδόναι ἀλλὰ τάς τε δυνάμεις καὶ τοὺς ἀριθμοὺς τοὺς ἐν αὐτοῖς ὑπ' αὐτῶν κινούμενοι τῶν θεῶν ἐξαγγέλλουσιν. Ὁ δὲ αὖ κατ' ἐπιστήμην ἐξαίρε- τός ἐστι τῆς τοῦ Πλάτωνος φιλοσοφίας· καὶ γὰρ τὴν ἐν τάξει πρόοδον τῶν θείων γενῶν καὶ τὴν πρὸς ἄλληλα διαφορὰν καὶ τάς τε κοινὰς τῶν ὅλων διακόσμων ἰδιότητας καὶ τὰς ἐν ἑκάστοις διῃρημένας μόνος ὡς ἐμοὶ δοκεῖ τῶν ἡμῖν συνεγνωσμένων ὁ Πλάτων καὶ διελέσθαι καὶ τάξαι κατὰ τρόπον ἐπεχείρησε. Τοῦτο μὲν οὖν ἔσται καταφανές ὅταν περὶ Παρμενίδου

τὰς προηγουμένας ἀποδείξεις ποιησώμεθα καὶ τῶν ἐν αὐτῷ πασῶν διαιρέσεων· νῦν δὲ λέγωμεν ὅτι καὶ τῶν μυθικῶν πλασμάτων οὐ πᾶσαν ὁ Πλάτων εἰσεδέξατο τὴν δραμα- τουργίαν ἀλλ' ὅσον αὐτῆς τοῦ καλοῦ στοχάζεται καὶ τοῦ ἀγαθοῦ καὶ πρὸς τὴν θείαν ὑπόστασίν ἐστιν οὐκ ἀνάρμοστον. Ἔστι μὲν γὰρ ὁ τῆς μυθολογίας τρόπος ἀρχαῖος δι' ὑπονοιῶν τὰ θεῖα μηνύων καὶ πολλὰ παραπε- τάσματα τῆς ἀληθείας προβεβλημένος καὶ τὴν φύσιν ἀπεικονιζόμενος ἣ τῶν νοητῶν αἰσθητὰ καὶ τῶν ἀύλων ἔνυλα καὶ τῶν ἀμερίστων μεριστὰ προτείνει πλάσματα καὶ τῶν ἀληθινῶν εἴδωλα καὶ ψευδῶς ὄντα κατασκευάζει. Τῶν δέ γε παλαιῶν ποιητῶν τραγικώτερον συντιθέναι τὰς περὶ τῶν θεῶν ἀπορρήτους θεολογίας ἀξιούντων καὶ διὰ τοῦτο πλάνας θεῶν καὶ τομὰς καὶ πολέμους καὶ σπαραγ- μοὺς καὶ ἁρπαγὰς καὶ μοιχείας καὶ πολλὰ ἄλλα τοιαῦτα σύμβολα ποιουμένων τῆς ἀποκεκρυμμένης παρ' αὐτοῖς περὶ τῶν θείων ἀληθείας τὸν μὲν τοιοῦτον τρόπον τῆς μυθολογίας ὁ Πλάτων ἀποσκευάζεται καὶ πρὸς παιδείαν εἶναί φησι παντελῶς ἀλλοτριώτατον πιθανώτερον δὲ καὶ πρὸς ἀλήθειαν καὶ φιλόσοφον ἕξιν οἰκειότερον πλάττειν παρακελεύεται τοὺς περὶ θεῶν λόγους ἐν μύθων σχήμασι πάντων μὲν ἀγαθῶν τὸ θεῖον αἰτιωμένους κακοῦ δὲ οὐδενός μεταβολῆς μὲν ἁπάσης ἄμοιρον ἀεὶ δὲ τὴν ἑαυτοῦ τάξιν ἄτρεπτον διαφυλάττον καὶ τῆς μὲν ἀληθείας ἐν ἑαυτῷ τὴν πηγὴν προειληφὸς ἀπάτης δὲ οὐδεμιᾶς ἄλλοις αἴτιον γινόμενον· τοιούτους γὰρ ἡμῖν θεολογίας τύπους ὁ ἐν Πολιτείᾳ Σωκράτης ὑφηγήσατο. Πάντες τοίνυν οἱ τοῦ Πλάτωνος μῦθοι τὴν ἀλήθειαν ἐν ἀπορρήτῳ φρουροῦντες

οὐδὲ τὴν ἐκτὸς προφαινομένην διασκευὴν ἀπᾴδουσαν ἔχουσι τῆς περὶ θεῶν ἀδιδάκτου καὶ ἀδιαστρόφου κατὰ φύσιν ἐν ἡμῖν προλήψεως ἀλλ' ὅτι εἰκόνα φέρουσι τῆσ κοσμικῆς συστάσεως ἐν ᾗ καὶ τὸ φαινόμενον κάλλος θεοπρεπές ἐστι καὶ τὸ τούτου θειότερον ἐν ταῖς ἀφανέσιν ἵδρυται ζωαῖς καὶ δυνάμεσι τῶν θεῶν. Ἕνα μὲν οὖν τοῦτον τὸν τρόπον τοὺς περὶ τῶν θείων πραγμάτων μύθους ἐκ τοῦ φαινομένου παρανόμου καὶ ἀλο- γίστου καὶ ἀτάκτου μετήγαγεν εἰς τάξιν καὶ ὅρον καὶ τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ στοχαζομένην σύνθεσιν· ἕτερον δὲ ὃν ἐν Φαίδρῳ παραδίδωσιν ἄμικτον ἀξιῶν φυλάττειν τὴν θεομυθίαν πανταχοῦ πρὸς τὰς φυσικὰς ἀποδόσεις καὶ μηδαμοῦ συμφύρειν μηδὲ ἐπαλλάττειν θεολογίαν καὶ φυσικὴν θεωρίαν. Ὡς γὰρ αὐτὸ τὸ θεῖον ἐξῄρηται τῆς ὅλης φύσεως οὕτω δήπου καὶ τοὺς περὶ θεῶν λόγους καθαρεύειν πάντῃ προσήκει τῆς περὶ τὴν φύσιν πραγματείας· τὸ γὰρ τοιοῦτον ἐπίπονον καὶ οὐ πάνυ φησίν ἀνδρὸς ἀγαθοῦ τέλος ποιεῖσθαι τῆς τῶν μύθων ὑπονοίας τὰ φυσικὰ παθήματα καὶ τήν τε Χίμαιραν εἰ τύχοι καὶ τὴν Γοργόνα καὶ τῶν τοιούτων ἕκαστον ὑπὸ σοφίασ εἰς ταὐτὸν ἄγειν φυσικοῖς πλάσμασιν. Ταῦτα γὰρ δὴ καὶ ὁ Σωκράτης ἐν ἐκείνοις αἰτιώμενος πεποίηται τοὺς τὴν Ὠρείθυιαν παίζουσαν ὑπὸ τοῦ πνεύματος βορέου κατὰ τῶν πετρῶν ὠσθεῖσαν ἐν μύθου σχήματι λέγοντας ὑπὸ τοῦ Βορέου δι' ἔρωτα θνητὴν οὖσαν ἡρπάσθαι· δεῖ γὰρ οἶμαι

τὰ περὶ θεῶν μυθολογήματα σεμνοτέρας ἀεὶ τῶν φαινομένων ἔχειν τὰς ἀποκεκρυμμένας ἐννοίας. Ὥστ' εἴ τινες καὶ τῶν Πλατωνικῶν μύθων φυσικὰς ἡμῖν εἰσηγοῖντο καὶ περὶ τὰ τῇδε στρεφομένας ὑποθέσεις παντάπασιν αὐτοὺς τῆς τοῦ φιλοσόφου διανοίας ἀποπλανᾶσθαι φήσομεν καὶ μόνους ἐκείνους τῶν λόγων τῆς ἐν τούτοις ἀληθείας ὑπάρχειν ἐξηγητάσ ὅσοι τῆς θείας καὶ ἀύλου καὶ χωριστῆς ὑποστάσεως στοχάζονται καὶ πρὸς ταύτην βλέποντες τάς τε συνθέσεις ποιοῦνται καὶ τὰς ἀναλύσεις τῶν μύθων οἰκείας ταῖς περὶ τῶν θείων ἐν ἡμῖν προλήψεσιν.

ε Ἐπειδὴ τοίνυν τούτους τε τοὺς τρόπους ἅπαντας τῆς Πλατωνικῆς θεολογίας διηριθμησάμεθα καὶ τὰς τῶν μύθων συνθέσεις τε καὶ ἀναλύσεις ὁποίας εἶναι προσήκει τῆς περὶ θεῶν ἀληθείας παραδεδώκαμεν τοῦτο μὲν οὖν αὐτοῦ περιγεγράφθω· σκεψώμεθα δὲ ἐπὶ τούτοις πόθεν καὶ ἐκ τίνων μάλιστα διαλόγων ἡγούμεθα χρῆναι τὰ περὶ θεῶν δόγματα τοῦ Πλάτωνος ἀναλέγεσθαι καὶ πρὸς τίνας τύπους ἀποβλέποντες τά τε γνήσια καὶ τὰ νόθα τῶν εἰς αὐτὸν ἀναφερομένων κρίνειν δυνησόμεθα. Ἔστι μὲν οὖν διὰ πάντων ὡς εἰπεῖν τῶν Πλατωνικῶν διαλόγων ἡ περὶ θεῶν ἀλήθεια διήκουσα καὶ πᾶσιν ἐνέ- σπαρται τοῖς μὲν ἀμυδρότερα τοῖς δὲ εὐαγέστερα τὰ τῆς πρωτίστης φιλοσοφίας νοήματα σεμνὰ καὶ ἐναργῆ καὶ ὑπερφυῆ καὶ πρὸς τὴν ἄυλον καὶ χωριστὴν οὐσίαν τῶν

θεῶν ἀνεγείροντα τοὺς καὶ ὁπωσοῦν αὐτῶν μετασχεῖν δυναμένους· καὶ ὥσπερ ἐν ἑκάστῃ μοίρᾳ τοῦ παντὸς καὶ φύσει τῆς ἀγνώστου τῶν θεῶν ὑπάρξεως ἰνδάλματα κατέθηκεν ὁ τῶν ἐν τῷ κόσμῳ πάντων δημιουργὸς ἵνα πάντα πρὸς τὸ θεῖον ἐπιστρέφηται κατὰ τὴν πρὸς αὐτὸ συγγένειαν οὕτως οἶμαι καὶ τὸν ἔνθεον τοῦ Πλάτωνος νοῦν ἅπασι τοῖς ἑαυτοῦ γεννήμασι τὰς περὶ θεῶν ἐννοίας συνυφῆναι καὶ μηδὲν ἄμοιρον ἀφεῖναι τῆς τοῦ θείου μνήμης ἵν' ἐκ πάντων ἀνάγεσθαι καὶ τῶν ὅλων ἀνάμνησιν πορίζες- θαι τοῖς γνησίοις ὑπάρχῃ τῶν θείων ἐρασταῖς. Εἰ δὲ δεῖ τοὺς μάλιστα τὴν περὶ θεῶν μυσταγωγίαν ἡμῖν ἐκφαίνοντας τῶν πολλῶν προθεῖναι διαλόγων οὐκ ἂν φθάνοιμι τόν τε Φαίδωνα καὶ τὸν Φαῖδρον ἀπολογιζόμενος καὶ τὸ Συμπόσιον καὶ τὸν Φίληβον τόν τε αὖ Σοφιστὴν καὶ τὸν Πολιτικὸν μετὰ τούτων καταλέγων καὶ Κρατύλον καὶ Τίμαιον· ἅπαντες γὰρ οὗτοι τῆς ἐνθέου τοῦ Πλάτωνος ἐπιστήμης δι' ὅλων ὡς εἰπεῖν ἑαυτῶν πλήρεις τυγχάνουσιν ὄντες. Δευτέρους ἂν ἔγωγε θείην μετὰ τούτους τόν τε ἐν Γοργίᾳ καὶ τὸν Πρωταγόρειον μῦθον καὶ τὰ περὶ προνοίας θεῶν ἐν Νόμοις καὶ ὅσα περὶ Μοιρῶν ἢ τῆς μητρὸς τῶν Μοιρῶν ἢ τῶν περιφορῶν τοῦ παντὸς ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ἡμῖν παραδέδοται. Εἰ δὲ βούλει κατὰ τρίτην τάξιν καὶ τὰς Ἐπιστολὰς τίθει παρ' ὅσων δυνατὸν εἰς τὴν περὶ τῶν θείων ἐπιστήμην ἀναπέμπεσθαι· καὶ γὰρ περὶ τῶν τριῶν βασιλέων ἐν ταύταις εἴρηται καὶ ἄλλα πάμπολλα

δόγματα θεῖα τῆς Πλατωνικῆς ἐπάξια θεωρίας. Δεῖ τοίνυν πρὸς ταῦτα βλέποντας ἕκαστον διάκοσμον θεῶν ἐν τούτοις ἀναζητεῖν καὶ λαμβάνειν ἐκ μὲν τοῦ Φιλή- βου τὴν περὶ τοῦ ἑνὸς ἀγαθοῦ καὶ τὴν περὶ τῶν δυεῖν ἀρχῶν τῶν πρωτίστων καὶ τῆς ἐκ τούτων ἀναφανείσης τριάδος ἐπιστήμην εὑρήσεις γὰρ ταῦτα πάντα διακεκρι- μένως ὑπὸ τοῦ Πλάτωνος ἡμῖν παραδεδομένα ἐκ δὲ τοῦ Τιμαίου τὴν περὶ τῶν νοητῶν θεωρίαν καὶ τὴν περὶ τῆς δημιουργικῆς μονάδος ἔνθεον ὑφήγησιν καὶ τὴν περὶ τῶν ἐγκοσμίων θεῶν πληρεστάτην ἀλήθειαν ἐκ δὲ τοῦ Φαίδρου τά τε νοητὰ πάντα καὶ νοερὰ γένη καὶ τὰς ἀπολύτους τάξεις τῶν θεῶν ὅσαι προσεχῶς ὑπερίδρυνται τῶν οὐρανίων περιφορῶν ἐκ δὲ τοῦ Πολιτικοῦ τήν τε ἐν οὐρανῷ δημιουρ- γίαν καὶ τὰς διττὰς περιόδους τοῦ παντὸς καὶ τὰς νοερὰς αἰτίας αὐτῶν ἐκ δὲ τοῦ Σοφιστοῦ σύμπασαν τὴν ὑπὸ σελήνην γένεσιν καὶ τὴν ἰδιότητα τῶν ταύτην κληρωσαμέ- νων θεῶν. Περὶ δὲ αὖ τῶν καθ' ἕκαστα θεῶν πολλὰ μὲν ἐκ τοῦ Συμποσίου θηράσομεν ἱεροπρεπῆ νοήματα πολλὰ δὲ ἐκ τοῦ Κρατύλου πολλὰ δὲ ἐκ τοῦ Φαίδωνος· ἐν ἑκάστῳ γὰρ αὐτῶν πλείων ἢ ἐλάττων μνήμη γίνεται τῶν θείων ὀνομάτων ἀφ' ὧν ῥᾴδιον τοῖς περὶ τὰ θεῖα γεγυμνασμένοις τὰς ἰδιότητας αὐτῶν τῷ λογισμῷ περιλαμβάνειν. Δεῖ δὲ ἕκαστα τῶν δογμάτων ταῖς Πλατωνικαῖς ἀρχαῖς ἀποφαίνειν σύμφωνα καὶ ταῖς τῶν θεολόγων μυστικαῖς παραδόσεσιν· ἅπασα γὰρ ἡ παρ' Ἕλλησι θεολογία τῆς Ὀρφικῆς ἐστὶ μυσταγωγίας ἔκγονος πρώτου μὲν Πυθαγόρου παρὰ Ἀγλαοφήμου τὰ περὶ θεῶν ὄργια διδαχθέντος

δευτέρου δὲ Πλάτωνος ὑποδεξαμένου τὴν παντελῆ περὶ τούτων ἐπιστήμην ἔκ τε τῶν Πυθαγορείων καὶ τῶν Ὀρφικῶν γραμμάτων. Ἐν Φιλήβῳ μὲν γὰρ τὴν περὶ τῶν δυοειδῶν ἀρχῶν θεωρίαν εἰς τοὺς Πυθαγορείους ἀναφέρων μετὰ θεῶν οἰκοῦντασ αὐτοὺς καὶ μακαρίους ὄντως ἀποκαλεῖ· πολλὰ γοῦν ἡμῖν περὶ τούτων καὶ Φιλόλαος ὁ Πυθαγόρειος ἀνέγραψε νοήματα καὶ θαυμαστά τήν τε κοινὴν αὐτῶν εἰς τὰ ὄντα πρόοδον καὶ τὴν διακεκριμένην ποίησιν ἀνυμνῶν· ἐν Τιμαίῳ δὲ περὶ τῶν ὑπὸ σελήνην θεῶν καὶ τῆς ἐν αὐτοῖς τάξεως ἀναδιδάσκειν ἐγχειρῶν ἐπὶ τοὺς θεολόγους κατα- φεύγει καὶ θεῶν παῖδασ αὐτοὺς ἀποκαλεῖ καὶ πατέρας ποιεῖται τῆς περὶ αὐτῶν ἀληθείας καὶ τέλος κατὰ τὴν παρ' αὐτοῖς τῶν νοερῶν βασιλέων πρόοδον καὶ τῶν ὑπὸ σελήνην θεῶν παραδίδωσι τὰς ἀπὸ τῶν ὅλων προϊούσας διακοσμήσεις· καὶ πάλιν ἐν Κρατύλῳ τῆς τῶν θείων διακόσμων τάξεως ἐν Γοργίᾳ δὲ τὸν Ὅμηρον τῆς τῶν δημιουργικῶν μονάδων τριαδικῆς ὑποστάσεως. Παντα- χοῦ δέ ὡς εἰπεῖν συλλήβδην ἑπομένως ταῖς ἀρχαῖς τῶν θεολόγων τοὺς περὶ θεῶν λόγους ἀποδίδωσι τῆς μὲν μυθοποιίας τὸ τραγικὸν ἀφελὼν τὰς δὲ ὑποθέσεις τὰς πρωτίστας κοινὰς πρὸς αὐτοὺς τιθέμενος.


Ἴσως δ' ἄν τις ἡμῖν ταῦτα διαταττομένοις ἀπαντήσειε λέγων ὡς οὐκ ὀρθῶς διεσπαρμένην πανταχοῦ τὴν Πλατω- νικὴν θεολογίαν ἀποφαίνομεν καὶ τὰ μὲν ἐξ ἄλλων τὰ δὲ ἐξ ἄλλων διαλόγων ἀθροίζειν ἐπιχειροῦμεν ὥσπερ νάματα πολλὰ συνάγειν εἰς μίαν σύγκρασιν σπουδάζοντες οὐκ ἐκ μιᾶς ὁρμώμενα πάντα καὶ τῆς αὐτῆς πηγῆς. Εἰ γὰρ οὕτως ἔτυχε τὰ μὲν ἄλλα δόγματα πρὸς τὰς ἄλλας ἀναφέρειν ἕξομεν τοῦ Πλάτωνος πραγματείας τὰ δὲ περὶ θεῶν οὐδαμοῦ προηγουμένην ἕξει διδασκαλίαν οὐδὲ εἴς τινα ταχθήσεται χώραν παντελῆ καὶ ὁλόκληρα τὰ θεῖα γένη προάγουσαν καὶ μετὰ τῆς πρὸς ἄλληλα συντά- ξεως· ἀλλὰ γὰρ ἐοίκαμεν τοῖς τὸ ὅλον ἐκ τῶν μερῶν κατασκευάζειν ἐπιχειροῦσι δι' ἀπορίαν τῆς πρὸ τῶν μερῶν ὁλότητος κἀκ τῶν ἀτελῶν τὸ τέλειον συνυφαίνειν δέοντος ἐν τῷ τελείῳ τὸ ἀτελὲς τὴν πρωτίστην αἰτίαν ἔχειν τῆς αὑτοῦ γενέσεως. Ὁ μὲν γὰρ Τίμαιος ἡμᾶς εἰ τύχοι διδάξει τὴν περὶ τῶν νοητῶν γενῶν θεωρίαν ὁ δὲ Φαῖδρος τὰς πρώτας νοερὰς διακοσμήσεις ἐν τάξει παραδιδοὺς ἀναφα- νήσεται· ποῦ δὲ ἡ τῶν νοερῶν πρὸς τὰ νοητὰ σύνταξις καὶ τίς ἡ τῶν δευτέρων ἀπὸ τῶν πρώτων γένεσις καὶ ὅλως τίνα τρόπον ἀπὸ τῆς μιᾶς τῶν πάντων ἀρχῆς εἰς τὸ πλῆθος τῶν ἐγκοσμίων θεῶν ἡ πρόοδος γέγονε τῶν θείων διακόσμων καὶ πῶς συμπεπλήρωται τὰ μέσα τοῦ τε ἑνὸς καὶ τοῦ παντελοῦς ἀριθμοῦ ταῖς τῶν θεῶν ἀπογεννήσεσι κατὰ τὴν ὁμοφυῆ καὶ ἀδιαίρετον ὑπόβασιν τῶν ὅλων εἰπεῖν οὐχ

ἕξομεν. Καὶ τί τὸ σεμνόν ἔτι φαῖεν ἂν οἱ ταῦτα λέγοντες τῆς παρ' ὑμῖν θρυλλουμένης περὶ τῶν θείων ἐπιστήμης; Καὶ γὰρ ταῦτα τὰ πολλαχόθεν ἀθροιζόμενα δόγματα Πλατω- νικὰ προσονομάζειν ἄτοπον ἐξ ἀλλοτρίων ὥς φατε ναμάτων εἰς τὴν τοῦ Πλάτωνος ἀναχθέντα φιλοσοφίαν καὶ μίαν ὅλην περὶ τῶν θείων ἀλήθειαν δεικνύναι παρ' ὑμῖν οὐχ ἕξετε. Καίτοι φαῖεν ἂν ἴσως καὶ τοὺς τοῦ Πλάτωνος νεωτέρους ἓν καὶ τέλειον εἶδος θεολογίας ἐν ταῖς ἑαυτῶν συνυφήναντας παραδιδόναι συγγραφαῖς τοῖς ἑαυτῶν κατη- κόοις. Ὑμεῖς δὲ ἄρα ἐκ μὲν τοῦ Τιμαίου τὴν ὅλην περὶ τῆς φύσεως θεωρίαν προάγειν δυνήσεσθε ἐκ δὲ τῆς Πολιτείας ἢ τῶν Νόμων τὰ περὶ τῶν ἠθῶν κάλλιστα δόγματα πρὸς ἓν φιλοσοφίας εἶδος συντείνοντα μόνην δὲ ἄρα τὴν Πλάτωνος πραγματείαν τὴν περὶ τῆς πρώτης φιλοσοφίας ἀγαθόν ὃ δὴ κεφάλαιον ἄν τις εἴποι τῆς συμπάσης θεωρίας ἀπολι- πόντες τῆς τελεωτάτης ὑμᾶς αὐτοὺσ ἀφαιρήσετε τῶν ὄντων γνώσεως εἰ μὴ λίαν εὐηθικῶς ἀπὸ τῶν μυθικῶν πλασμάτων ἐθέλοιτε καλλωπίζεσθαι πολλοῦ τοῦ εἰκότος ἀναπεπλησμένης τῆς τῶν τοιούτων ἀναλύσεως καίτοι καὶ τούτων ἐπεισοδιώδη τὴν παράδοσιν ἐν τοῖς Πλατωνικοῖς διαλόγοις ἐχόντων οἷον ἐν Πρωταγόρᾳ τῆς πολιτικῆς ἕνεκα καὶ τῶν περὶ αὐτῆς ἀποδείξεων ἐν δὲ Πολιτείᾳ τῆς δικαιοσύνης ἐν δὲ Γοργίᾳ τῆς σωφροσύνης. Οὐ γὰρ αὐτῶν ἀλλὰ τῶν προηγουμένων ἕνεκα σκοπῶν συμ-

πλέκει τὰς μυθολογίας ὁ Πλάτων ταῖς τῶν ἠθικῶν δογμάτων ζητήσεσιν ἵνα μὴ μόνον τὸ νοερὸν τῆς ψυχῆς διὰ τῶν ἀγωνιστικῶν λόγων γυμνάζωμεν ἀλλὰ καὶ τὸ θεῖον τῆς ψυχῆς τῇ πρὸς τὰ μυστικώτερα συμπαθείᾳ τελειότερον ἀντιλαμβάνηται τῆς τῶν ὄντων γνώσεως. Ἐκ μὲν γὰρ τῶν ἄλλων λόγων ἀναγκαζομένοις ἐοίκαμεν εἰς τὴν τῆς ἀληθείας παραδοχήν ἐκ δὲ τῶν μύθων ἀρρήτως πάσχομεν καὶ τὰς ἀδιαστρόφους ἐννοίας προβάλλομεν τὸ ἐν αὐτοῖς μυστικὸν σέβοντες. Ὅθεν οἶμαι καὶ ὁ Τίμαιος εἰκότως ἀξιοῖ τοῖς μυθοπλάσταις ὡς παισὶ θεῶν ἑπομέ- νους τὰ θεῖα γένη προάγειν ἀπὸ τῶν πρώτων ἀεὶ τὰ δεύτερα γεννῶντας εἰ καὶ ἄνευ ἀποδείξεωσ λέγοιεν. Οὐ γὰρ ἀποδεικτικὸν τὸ τοιοῦτον εἶδος τῶν λόγων ἀλλ' ἐνθεαστικόν οὐδὲ ἀνάγκης ἀλλὰ πειθοῦς ἕνεκα τοῖς παλαιοῖς μεμηχανημένον οὐδὲ μαθήσεως ψιλῆς ἀλλὰ τῆς πρὸς τὰ πράγματα συμπαθείας στοχαζόμενον. Εἰ δὲ μὴ τῶν μύθων μόνον ἀλλὰ καὶ τῶν ἄλλων θεολογικῶν δογμά- των τὰς αἰτίας ἐθέλοιτε σκοπεῖν εὑρήσετε τὰ μὲν ἠθικῶν ἕνεκα τὰ δὲ φυσικῶν σκεμμάτων τοῖς Πλατωνικοῖς παρεσπαρμένα διαλόγοις. Ἐν Φιλήβῳ μὲν γὰρ περί τε ἀπείρου καὶ πέρατοσ τῆς ἡδονῆς ἕνεκα καὶ τοῦ κατὰ τὸν νοῦν βίου πεποίηται τὸν λόγον· γένη γὰρ οἶμαι τὰ ἕτερα τῶν ἑτέρων δῆλον δὲ πότερα ποτέρων. Ἐν Τιμαίῳ δὲ τὰ περὶ τῶν νοητῶν θεῶν τῆς προκειμένης ἕνεκα φυσιολογίας παρείληπται διότι δὴ πανταχοῦ τὰς εἰκόνας ἀπὸ τῶν παραδειγμάτων γινώσκειν ἀναγκαῖον παραδείγ-

ματα δὲ τὰ ἄυλα τῶν ἐνύλων τὰ νοητὰ τῶν αἰσθητῶν τὰ χωριστὰ τῶν φυσικῶν εἰδῶν. Ἐν δὲ αὖ τῷ Φαίδρῳ τόν τε ὑπερουράνιον τόπον ἀνυμνεῖ καὶ τὸ ὑπουράνιον βάθος καὶ πᾶν τὸ ὑπὸ τοῦτο γένος τῆς ἐρωτικῆσ ἕνεκα μανίασ καὶ τοῦ τρόπου τῆς ἀναμνήσεωσ τῶν ψυχῶν καὶ τῆς ἐντεῦθεν ἐπ' ἐκεῖνα πορείασ. Πανταχοῦ δὲ ὡς εἰπεῖν τὸ μὲν προηγούμενον τέλος ἐστὶ φυσικὸν ἢ πολιτικόν τὰ δὲ περὶ τῶν θείων νοήματα τῆς ἐκείνων εὑρέσεως ἢ τελειώσεως ἕνεκα προτείνεται. Πῶς οὖν ἔτι παρ' ὑμῖν ἡ τοιαύτη θεωρία σεμνὴ καὶ ὑπερφυὴς ἔσται καὶ παντὸς μᾶλλον ἀξία σπουδάζεσθαι μήτε τὸ ὅλον ἐν ἑαυτῇ δεικνύειν ἔχουσα μήτε τὸ τέλειον μήτε τὸ προηγούμενον ἐν τῇ πραγματείᾳ τοῦ Πλάτωνος ἀλλὰ πάντων τούτων ἀπολειπομένη καὶ βιαίως ἀλλ' οὐκ αὐτοφυῶς οὐδὲ γνησίαν ἀλλ' ἐπεισοδιώδη τὴν τάξιν ὥσπερ ἐν δράμασι κεκτημένη;

ζ Ἃ μὲν οὖν δυσχεράνειεν ἄν τις ἐπὶ τοῖς προκειμένοις τοιαῦτα ἄττα ἐστίν. Ἐγὼ δὲ πρὸς μὲν τὴν τοιαύτην ἀπάντησιν δικαίαν ποιήσομαι καὶ σαφῆ τὴν ἀπόκρισιν καὶ τὸν Πλάτωνα πανταχοῦ μὲν τοὺς περὶ θεῶν λόγους ἑπομένως ταῖς παλαιαῖς φήμαις καὶ τῇ φύσει τῶν πραγμά- των μετιέναι φήσω καὶ ποτὲ μὲν τῆς αἰτίας ἕνεκα τῶν προκειμένων ἐπὶ τὰς ἀρχὰς τῶν δογμάτων ἀνάγεσθαι κἀκεῖθεν ὥσπερ ἀπὸ σκοπιᾶσ καταθεωρεῖν τὴν τοῦ

προκειμένου φύσιν ποτὲ δὲ καὶ προηγούμενον τέλος τίθεσθαι τὴν θεολογικὴν ἐπιστήμην· καὶ γὰρ ἐν Φαίδρῳ περὶ τοῦ νοητοῦ κάλλους καὶ τῆς ἐκεῖθεν ἐπὶ πάντα διη- κούσης τῶν καλῶν μετουσίας καὶ ἐν Συμποσίῳ περὶ τῆς ἐρωτικῆς τάξεως ἡ πραγματεία. Εἰ δὲ δεῖ τὸ παντελὲς καὶ ὅλον καὶ συνεχὲς ἄνωθεν ἄχρι τοῦ σύμπαντος ἀριθμοῦ τῆς θεολογίας ἐν ἑνὶ Πλατωνικῷ διαλόγῳ σκοπεῖν παράδοξον μὲν ἴσως εἰπεῖν καὶ τοῖς ἐκ τῆς ἡμετέρας ἑστίας μόνης τὸ λεχθησόμενον καταφανές· τολμητέον δ' οὖν ὅμως ἐπείπερ ἠρξάμεθα τῶν τοιούτων λόγων καὶ ῥητέον πρὸς τοὺς ταῦτα λέγοντας ὡς ὁ Παρμε- νίδης ὃν ποθεῖτε καὶ τὰ μυστικὰ τοῦ διαλόγου τοῦδε νοήματα φαντάζεσθε. Πάντα γὰρ ἐν τούτῳ τὰ θεῖα γένη καὶ πρόεισιν ἐκ τῆς πρωτίστης αἰτίας ἐν τάξει καὶ τὴν πρὸς ἄλληλα συνάρτησιν ἐπιδείκνυσι· καὶ τὰ μὲν ἀκρότατα καὶ τῷ ἑνὶ συμφυόμενα καὶ πρωτουργὰ τὸ ἑνιαῖον καὶ ἁπλοῦν καὶ κρύφιον ἔλαχε τῆς ὑπάρξεως εἶδος τὰ δὲ ἔσχατα πληθύνεται κατακερματιζόμενα καὶ τῷ μὲν ἀριθμῷ πλεονάζει τῇ δὲ δυνάμει τῶν ὑπερτέρων ἐλασσοῦται τὰ δὲ μέσα κατὰ τὸν προσήκοντα λόγον συνθετώτερα μέν ἐστι τῶν αἰτίων ἁπλούστερα δὲ τῶν οἰκείων γεννημάτων. Καὶ πάντα ὡς συνελόντι φάναι τὰ τῆς θεολογικῆς ἐπιστήμης ἀξιώματα τελέως ἐνταῦθα καταφαίνεται καὶ τῶν θείων οἱ διάκοσμοι πάντες συνεχῶς ὑφιστάμενοι δείκνυνται· καὶ οὐδὲν ἄλλο ἐστὶν ἢ θεῶν γένεσις ὑμνημένη καὶ τῶν ὁπωσοῦν ὄντων ἀπὸ τῆς ἀρρήτου καὶ ἀγνώστου τῶν ὅλων αἰτίας. Τό τε οὖν ὅλον καὶ τέλειον τῆς θεολογικῆς ἐπιστήμης

φῶσ ὁ Παρμενίδης ἀνάπτει τοῖς τοῦ Πλάτωνος ἐρασταῖς καὶ μετὰ τοῦτον οἱ προειρημένοι διάλογοι μέρη κατενεί- μαντο τῆς περὶ θεῶν μυσταγωγίας καὶ πάντες ὡς εἰπεῖν τῆς ἐνθέου σοφίας μετειλήφασιν καὶ τὰς αὐτοφυεῖς ἡμῶν ἐννοίας περὶ τὸ θεῖον ἀνεγείρουσι. Καὶ δεῖ τὸ μὲν ὅλον πλῆθος εἰς τοὺς προκειμένους ἀναφέρειν διαλόγους τοὺς δὲ αὖ πάλιν εἰς τὴν μίαν καὶ παντελῆ τοῦ Παρμενίδου θεωρίαν συνάγειν. Οὕτω γὰρ οἶμαι τά τε ἀτελέστερα τῶν τελείων καὶ τὰ μέρη τῶν ὅλων ἐξάψομεν καὶ τοῖς πράγμασιν ἐοικότας ἀποφανοῦμεν τοὺς λόγους ὧνπέρ εἰσιν ἐξηγη- ταί κατὰ τὸν παρὰ Πλάτωνι Τίμαιον.

η Πρὸς μὲν οὖν ταύτην ὅπερ ἔφην τὴν ἀπάντησιν τοιάνδε ποιησόμεθα τὴν ἀπόκρισιν καὶ τὴν Πλατωνικὴν θεωρίαν εἰς ἕνα τὸν Παρμενίδην ἀνοίσομεν ὥσπερ δὴ τὴν περὶ φύσεως ἐπιστήμην σύμπασαν ὁ Τίμαιος περιέχειν ὑπὸ πάντων ὁμολογεῖται τῶν καὶ σμικρὰ συνορᾶν δυναμένων. Ὁρῶ δέ μοι διττὸν ἐντεῦθεν ἀγῶνα πρὸς τοὺς τὰ Πλάτωνος ἐξετάζειν ἐπιχειρήσαντας ἀνεγειρόμενον καὶ διττοὺς ἄνδρας τοὺς ἀντιληψομένους τῶν εἰρημένων· τοὺς μὲν ἀξιοῦντας μηδεμίαν ἄλλην τοῦ Παρμενίδου πρόθεσιν δοκιμάζειν ἢ τὴν εἰς ἑκάτερον γυμνασίαν μηδὲ ἀπορρήτων ἐνταῦθα καὶ νοερῶν δογμάτων ἐπεισάγειν ὄχλον οὐδὲν προσήκοντα τῷ διαλόγῳ· τοὺς δὲ σεμνοτέρους τούτων καὶ τῶν εἰδῶν φίλουσ οἳ τὴν μὲν τῶν ὑποθέσεων περὶ τοῦ πρώτου

τὴν δὲ περὶ τοῦ δευτέρου θεοῦ καὶ τῆς νοερᾶς φύσεως ἁπάσης τὴν δὲ περὶ τῶν μετὰ ταύτην εἴτ' οὖν κρειττόνων γενῶν εἴτε ψυχῶν εἴτε ἄλλων ὡντινωνοῦν - οὐδὲν γὰρ πρὸς τὸν παρόντα λόγον ἡ περὶ τούτων ζήτησις - τὰς δὲ οὖν τρεῖς ὑποθέσεις ταύτας τὸν τρόπον διανέμουσι τοῦτον τὰ δὲ πλήθη τῶν θεῶν καὶ τὰ γένη τὰ νοητὰ καὶ τὰ νοερὰ καὶ τὰ πρὸ τοῦ κόσμου καὶ τὰ ἐν τῷ κόσμῳ πάντα μὴ καταδιαιρεῖν ἐνταῦθα μηδὲ πολυπραγμονεῖν ἀξιοῦσι· κἂν γὰρ ἐν τῇ δευτέρᾳ περὶ τῶν νοερῶν ὄντων ποιῆται τὴν πραγματείαν ἀλλ' ἡ τοῦ νοῦ φύσις μία καὶ ἁπλῆ καὶ ἀδιαίρετός ἐστι. Πρὸς μὲν οὖν ἀμφοτέρους τούτους διαγωνιστέον τῷ ταύτην ἔχοντι περὶ τοῦ Παρμενίδου τὴν γνώμην ἣν πρότερον εἴπομεν. Ἔστι δὲ οὐκ ἴσος ὁ πρὸς τούτους ἀγών ἀλλ' οἱ μὲν γυμνάσιον λογικὸν τὸν Παρμενίδην ποιοῦντες καὶ πάλαι δεδώκασιν εὐθύνας τοῖς τὸν ἔνθεον τρόπον τῆς ἐξηγήσεως ἀσπαζομένοις· οἱ δὲ τὰ πλήθη τῶν ὄντων καὶ τὰς τάξεις τῶν θείων μὴ διορίζοντες αἰδοῖοι μὲν ἄνδρες καὶ δεινοὶ παντάπασιν ὥς φησιν Ὅμηρος τῆς δὲ αὖ περὶ τὸν Πλάτωνα φιλοσοφίας ἕνεκα καὶ ἡμῖν πρὸς αὐτοὺς διαπορητέον ἑπομένοις τῷ τῆς παναγεστάτης ἡμῖν καὶ μυστικωτάτης ἀληθείας ἡγεμόνι καὶ λεκτέον ἐφ' ὅσον τοῖς προκειμένοις συντελεῖ καὶ περὶ τῶν ὑποθέσεων τοῦ Παρμενίδου τὰ δοκοῦντα. Τάχα γὰρ ἂν οὕτω καὶ τὴν ὅλην τοῦ Πλάτωνος θεολογίαν τῷ τῆς διανοίας λογισμῷ περιλάβοιμεν.

θ Πρώτους μὲν οὖν σκεψώμεθα τοὺς ἀπὸ τῆς τῶν πραγμάτων ἀληθείας ἐπὶ λογικὴν γυμνασίαν καθέλκοντας τὴν τοῦδε τοῦ διαλόγου πρόθεσιν καὶ κατίδωμεν εἴ πῃ ἄρα συνᾴδειν τοῖς τοῦ Πλάτωνος δυνήσονται. Παντὶ δὴ οὖν καταφανὲς ὅτι τὴν διαλεκτικὴν μέθοδον ἔργῳ παραδοῦναι προθέμενος ὁ Παρμενίδης καί ὡς τύπῳ διαλαβεῖν ἐφ' ἑκάστου τῶν ὄντων αὐτὴν ὁμοίως παραλαμ- βάνειν οἷον ταὐτότητος ἑτερότητος ὁμοιότητος ἀνομοιό- τητος κινήσεως στάσεως τῶν ἄλλων ἑκάστου παρακελευ- σάμενος τοῖς μέλλουσι κατὰ τρόπον τὴν ἑκάστου φύσιν ἀνερευνήσειν μέγαν τὸν ἀγῶνα καὶ οὐδ' αὐτῷ τῷ τηλικῷδε ὄντι ῥᾴδιον εἶναι λέγει καὶ πρὸς τὸν Ἰβύ- κειον ἵππον ἑαυτὸν ἀπεικάζει καὶ πάντα τὰ τεκμήρια παρέχεται τοῦ πραγματειώδη καὶ μὴ κενὴν ἐν λόγοις ψιλοῖς θεωρουμένην ποιήσεσθαι τὴν τῆς μεθόδου ταύτης παράδοσιν. Πῶς οὖν ἔτι δυνατὸν εἰς ἐπιχειρήσεις διακένους ἀποπέμπειν τὰς ἐπιβολὰς ταύτας περὶ ὧν ὁ μέγας Παρμε- νίδης ὡς πολλῆς πραγματείασ δεομένων ἐνδειξάμενος διεπεράνατο τὸν περὶ αὐτῶν λόγον; Πῶς δὲ πρεσβυ- τικὸν ἐν λόγοις γυμνοῖς διατρίβειν καὶ τῇ περὶ ταύτην δυνάμει τηλικαύτην ἀποδιδόναι σπουδὴν τὸν τῆσ τῶν

ὄντων ἀληθείας φιλοθεάμονα καὶ πάντα μὲν τὰ ἄλλα μηδὲ εἶναι λογιζόμενον ἐπ' αὐτὴν δὲ τὴν ἄκραν ἀναβεβη- κότα τοῦ ἑνὸς ὄντος περιωπήν; Εἰ μή τις ἄλλως κωμῳ- δεῖσθαι τὸν Παρμενίδην ὑπὸ τοῦ Πλάτωνος λέγοι καθελ- κόμενον εἰς νεοπρεπεῖς ἀγῶνας ἀπὸ τῶν νοερωτάτων τῆς ψυχῆς θεαμάτων. Εἰ δὲ βούλει καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις θεασώμεθα τί ποτε ὑποσχόμενος ὁ Παρμενίδης καὶ περὶ τίνος ποιή- σεσθαι τὸν λόγον εἰπὼν ἐφήψατο τῆς τοιαύτης πραγμα- τείας. Ἆρ' οὐ περὶ τοῦ κατ' αὐτὸν ὄντος καὶ τῆς τῶν ὄντων ἁπάντων ἑνάδος ἐφ' ἣν ἀνατεινόμενος ἐλελήθει τοὺς πολλοὺσ ὡς τὰ πλήθη τῶν ὄντων εἰς μίαν ἕνωσιν ἀδιάκριτον συνάγειν παρακελευόμενος; Εἰ τοίνυν τοῦτο μέν ἐστι τὸ ἓν ὂν ὑπὲρ οὗ κἀν τοῖς ποιήμασιν ἐπραγματεύετο τὸ δὲ ἓν ὂν εἴτ' οὖν ἀκρότατον ὃ ὑπερίδρυται παντελῶς τῶν ἐν δόξῃ φερομένων λόγων τίς μηχανὴ συμφύρειν εἰς ταὐτὸν τὰ περὶ τῶν νοητῶν δόγματα ταῖς δοξαστικαῖς ἐπιχειρήσεσιν; Οὐ γὰρ τῇ περὶ τῶν ὄντως ὄντων ὑποθέσει προσήκει τὸ τοιοῦτο τῶν λόγων εἶδος οὔτε τοῖς διαλεκτικοῖς γυμνασίοις ἡ τῶν ἀφανῶν καὶ χωριστῶν αἰτίων συναρμό- ζεται νόησις ἀλλὰ ταῦτα διέστηκεν ἀπ' ἀλλήλων καθ' ὅσον καὶ ὁ νοῦς τῆς δόξης ὑπερίδρυται καθάπερ ἡμᾶς ὁ Τίμαιος ἀνεδίδαξε· καὶ οὐχὶ ὁ Τίμαιος μόνον ἀλλὰ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης ὃς τὴν τοιαύτην δύναμιν παραδοὺς οὔτε

περὶ τῶν παντελῶς ἀφανῶν ἡμῖν οὔτε περὶ τῶν γνωριμω- τέρων ποιεῖσθαι τὰς ζητήσεις παρακελεύεται. Πολλοῦ ἄρα δεῖ Παρμενίδης ὁ τὴν ἐπιστήμην τῶν ὄντων τῆς δοκούσης εἶναι παρὰ τοῖς τὴν αἴσθησιν τοῦ νοῦ προβεβλημένοις ἀληθείας ἐπέκεινα τοῦ νοῦ τιθέμενος τὴν δοξαστικὴν γνῶσιν ἐπὶ τὴν νοητὴν φύσιν ἀνάξειν ἀμφίβολον οὖσαν καὶ ποικίλην καὶ ἀστάθμητον ἢ τὸ ὄντως ὂν μετὰ τῆς τοιαύτης δοξοσοφίας καὶ τῆς διακένου πραγματείας θεωρήσειν. Τῷ γὰρ ἁπλῷ τὸ ποικίλον καὶ τῷ μονοειδεῖ τὸ πολυειδὲς καὶ τῷ νοητῷ τὸ δοξαστικὸν τῆς γνώσεως μόνον ἁρμος- τέον. Ἔτι τοίνυν μηδὲ ἐκεῖνο παρῶμεν ὡς παντελῶς ἀλλότριος ὁ τρόπος οὗτός ἐστι τῶν λόγων τῆς τοῦ Παρμενίδου πραγ- ματείας. Ἐκείνη μὲν γὰρ τὰ ὄντα πάντα καὶ τὴν τάξιν τῶν ὅλων παραδίδωσι καὶ τὴν ἀφ' ἑνός τε ἀρχομένην πρόοδον καὶ εἰς ἓν τελευτῶσαν ἐπιστροφήν ἡ δὲ διὰ τῶν ἐπιχειρημάτων μέθοδος πόρρω διῴκισται τῆς ἐπιστημο- νικῆς θεωρίας. Πῶς οὖν οὐκ ἀνάρμοστον ὑπόθεσιν ὁ Πλάτων φανήσεται τῷ Παρμενίδῃ παραδιδούς εἰ τῆς ἐφ' ἑκάτερα γυμνασίας αὐτὸν στοχάζεσθαι λέγοι καὶ τῆς ἐν τούτῳ δυνάμεως ἕνεκα τὴν ὅλην ἀνακινεῖν ταύτην τῶν λόγων ἀνέλιξιν; Καίτοι γε ἐν τοῖς ἄλλοις ἅπασι τὰς προσηκούσας ὑποθέσεις εἰς ἕκαστον ἀναφέρει τῶν φιλοσόφων τῷ μὲν Τιμαίῳ τὴν περὶ φύσεως ἀφορίζων διδασκαλίαν τῷ δὲ

Σωκράτει τὴν περὶ πολιτείας τῇ δὲ Μαντινικῇ ξένῃ τὰ ἐρωτικά τῷ δὲ Ἐλεάτῃ ξένῳ τὰ περὶ τοῦ ὄντος. Εἶτα τῶν μὲν ἄλλων ἕκαστος τοιούτων προΐσταται τῶν λόγων ὧν καὶ καθ' ἑαυτὸν ὑπάρχει προηγουμένως ἀντεχόμενος μόνος δὲ ἡμῖν ὁ Παρμενίδης ἐν μὲν τοῖς ποιήμασιν ἔσται καὶ τοῖς ἑαυτοῦ σπουδάσμασι τὰ ὄντα σοφός ἐν δὲ τῇ Πλατωνικῇ σκηνῇ νεαροπρεποῦς Μούσης καθηγεμών; Ἀλλὰ μὴ ταῦτα μιμήσεως ἀνομοιότητα κατηγορεῖν τοῦ Πλάτωνος βουλομένων ᾖ. Καίτοι καὶ τοὺς ποιητὰς αὐτὸς ᾐτιάσατο φιλοχρηματίαν καὶ τὴν ἐμπαθῆ ζωὴν εἰς θεῶν παῖδασ ἀναπέμποντας· ποῦ οὖν ἡμεῖς τὴν τῶν ἐνδόξων ἐπιχειρημάτων καὶ διακένων πραγματείαν εἰς τὸν ἡγεμόνα τῆς τῶν ὄντων ἀληθείας ἀνάξομεν; Εἰ δὲ δεῖ τῶν πολλῶν ἀπαλλαγέντας ἐπιχειρήσεων αὐτὸν τὸν Πλάτωνα ποιήσασθαι μάρτυρα τῆς προκειμένης ταύτης συνουσίας καὶ τῶν ἐν ταύτῃ λόγων ἀναμνησθῶμεν εἰ μὲν βούλει τῶν ἐν Θεαιτήτῳ γεγραμμένων εἰ δὲ βούλει τῶν ἐν Σοφιστῇ· φανήσεται γὰρ ἃ λέγομεν ἐκ τούτων. Οὐκοῦν ἐν Θεαιτήτῳ μὲν ὁ Σωκράτης ὑπὸ τοῦ νεανίσκου προκαλούμενος εἰς τὸν τῶν ἀκίνητον τὸ ὂν λεγόντων ἔλεγχον ἀποσκευαζόμενος τὴν τοιαύτην ἀντίληψιν τοῦ Παρμενίδου καὶ τὴν αἰτίαν προστιθείς· Παρμενίδην γάρ φησίν ἕν' ὄντα αἰσχύνομαι ἢ πάντας τοὺς ἄλλους. Συνέμιξα γὰρ τῷ ἀνδρὶ πάνυ νέος πάνυ πρεσβύτῃ καί μοι ἔδοξε βάθος τι ἔχειν παντά-

πασι γενναῖον. Φοβοῦμαι οὖν μὴ οὔτε τὰ λεγό- μενα ξυνίωμεν τί τε διανοούμενος εἶπε πολὺ πλέον λειπώμεθα. Ὀρθῶς ἄρα ἐλέγομεν τὴν προκει- μένην συνουσίαν οὐκ εἰς λογικὴν γυμνασίαν ἀποτείνεσθαι καὶ τοῦτο ποιεῖσθαι τῶν λόγων ἁπάντων τέλος ἀλλ' εἰς τὴν τῶν πρωτίστων ἀρχῶν ἐπιστήμην. Πῶς γὰρ ἂν ὁ Σωκράτης τὸν τῇ δυνάμει τῇ τοιαύτῃ χρώμενον καὶ τῆς τῶν πραγμάτων ἀμελήσαντα γνώσεως βάθος τι γενναῖον παντάπασιν ἔχειν ἐν τοῖς λόγοις ἐμαρτύρει; Τί γὰρ ἂν εἴη σεμνόν καὶ συλλαβεῖν τὴν μέθοδον τῶν ἐφ' ἑκάστῳ συντιθεμένων ἐνδόξως καὶ ὑποδῦναι τὴν τοιαύτην εὕρεσιν τῶν ἐπιχειρημάτων; Ἐν δὲ αὖ τῷ Σοφιστῇ τὸν Ἐλεάτην ξένον ἀνεγείρων εἰς τὴν τῶν προτεθέντων αὐτῷ διάρθρωσιν καὶ ἤδη συνήθη πρὸς τοὺς βαθυτέρους εἶναι λόγους ἑαυτὸν ἐνδεικνύμενος· τοσόνδε ἡμῖν φράζε φησί πότερον εἴωθας αὐτὸς ἐπὶ σαυτοῦ μακρῷ λόγῳ διεξιέναι λέγων τοῦτο ὃ ἂν ἐνδείξασθαί τῳ βου- ληθῇς ἢ δι' ἐρωτήσεων οἵων ποτὲ καὶ Παρμενίδῃ χρωμένῳ καὶ διεξιόντι λόγους παγκάλους παρε- γενόμην ἐγὼ νεὸς ὤν ἐκείνου τότε ὄντος εὖ μάλα πρεσβύτου. Τίς οὖν μηχανή τοῦ Σωκράτους λέγοντος παγκάλουσ εἶναι τοὺς λόγους τούτους καὶ βάθος ἔχειν παντάπασι γενναῖον ἡμᾶς διαπιστεῖν καὶ διαλωβᾶσθαι τὴν τοῦ Παρμενίδου πραγματείαν καὶ τῆς μὲν οὐσίασ

αὐτὴν καὶ τοῦ ὄντος ἐκβάλλειν ἐπὶ δὲ τὴν δημώδη καὶ φορτικὴν μετάγειν τῶν ἐπιχειρήσεων κενολογίαν μήτε τὸ νεαροπρεπὲς τῶν τοιούτων λόγων μήτε τὴν ὑπόθεσιν τοῦ ἑνὸς ὄντος μήτε ἄλλο μηδὲν τῶν πρὸς τὴν τοιαύτην ὑπόνοιαν ἐναντιουμένων λογιζομένους; Καὶ μὴν καὶ τὴν τῆς διαλεκτικῆς δύναμιν ἀξιώσαιμ' ἂν αὐτοὺς σκοπεῖν ὁποίαν ὁ ἐν Πολιτείᾳ Σωκράτης ἐνδείκ- νυται καὶ πῶς θριγκὸν μὲν αὐτὴν ἐφ' ἅπασι περιβε- βλῆσθαι τοῖς μαθήμασιν ἀνάγειν δὲ τοὺς χρωμένους ἐπ' αὐτὸ τὸ ἀγαθὸν καὶ τὰς πρωτίστας ἑνάδας ἐκκαθαίρειν δὲ τὸ τῆς ψυχῆς ὄμμα φησὶ καὶ προσιδρύειν τοῖς ὄντως οὖσι καὶ τῇ μιᾷ τῶν πάντων ἀρχῇ καὶ μέχρι τοῦ ἀνυποθέτου τελευτᾶν. Εἰ γὰρ τοσαύτη μὲν ἡ τῆς δια- λεκτικῆς ταύτης δύναμις τηλικοῦτον δὲ τὸ τέλος τῆς ὁδοῦ ταύτης οὐ δεῖ τὴν διὰ τῶν ἐνδόξων ἐπιχείρησιν εἰς ταὐτὸν τῇ τοιαύτῃ μεθόδῳ συγκυκᾶν. Ἐκείνη μὲν γὰρ πρὸς ἀν- θρώπων ἀποτείνεται δόξασ αὕτη δὲ ὑπὸ τῶν πολλῶν ἀδολεσχία καλεῖται· καὶ ἡ μὲν παντελῶς ἀπολείπεται τῆς τῶν μαθημάτων ἐπιστήμης αὕτη δὲ θριγκόσ ἐστι τῶν ἐπιστημῶν τούτων καὶ διὰ τούτων ἐπ' ἐκείνην ἡ πορεία· καὶ τῇ μέν ἐστι τὸ δοκοῦν καὶ τὸ φαινόμενον τῆς γυμνασίας ἡ δὲ ἁμιλλᾶται πρὸς τὸ ὂν ἐπαναβιβασμοῖς ἀεὶ χρω- μένη καὶ τελευτᾷ δὴ καλῶς εἰς τὴν τοῦ ἀγαθοῦ φύσιν. Πολλοῦ ἄρα δεήσομεν ἡμεῖς τὴν πρὸ τῶν ἀκριβεστάτων

τῶν ἐπιστημῶν ἱδρυμένην καθέλκειν εἰς τὴν ἔνδοξον ἐπιχείρησιν. Αὕτη μὲν γὰρ τῆς ἀποδεικτικῆς προέχουσα φαντασίασ ἐστὶ δευτέρα καὶ μόνης ἀγαπῴη ἂν τῆς ἐριστικῆς προέχουσα φαντασίασ ἡ δὲ παρ' ἡμῖν διαλεκ- τικὴ τὰ μὲν πολλὰ διαιρέσεσι χρῆται καὶ ἀναλύσεσιν ὡς πρωτουργοῖς ἐπιστήμαις καὶ μιμουμέναις τὴν τῶν ὄντων πρόοδον ἐκ τοῦ ἑνὸς καὶ πρὸς αὐτὸ πάλιν ἐπιστροφήν χρῆται δέ ποτε καὶ ὁρισμοῖς καὶ ἀποδείξεσιν εἰς τὴν τοῦ ὄντος θήραν. Ὅτε τοίνυν ἡ μὲν χρῆται ταῖς ἀποδείξεσι καὶ πρὸ τούτων τῇ ὁριστικῇ μεθόδῳ καὶ τῇ διαιρετικῇ πρὸ ταύτης ἡ δὲ παντάπασιν ἀπολείπεται τῶν τῆς ἀποδείξεως ἀνελέγκτων λογισμῶν πῶς οὐκ ἀνάγκη διωρίσθαι μὲν τὰς δυνάμεις ταύτας ἀπ' ἀλλήλων τὴν δὲ τοῦ Παρμενίδου πραγματείαν τῇ παρ' ἡμῖν διαλεκτικῇ χρωμένην καθα- ρεύειν τῆς διακένου τῶν ἐπιχειρημάτων ποικιλίας καὶ πρὸς αὐτὸ τὸ ὂν ἀλλ' οὐ πρὸς τὸ φαινόμενον ποιεῖσθαι τοὺς λόγους;

ι Πρὸς μὲν οὖν τοὺς ἑτέρους τῶν τὰς ἡμετέρας ὑποθέσεις ἀποδοκιμαζόντων ταῦτα ἱκανά· καὶ γὰρ ἂν εἰ τούτοις διαπιστοῖεν μάτην ἂν πείθειν αὐτοὺς καὶ προσβιβάζειν τῇ τῶν πραγμάτων θεωρίᾳ σπουδάζοιμεν. Πρὸς δὲ αὖ τοὺσ τῶν ὄντων φιλοθεάμονασ καὶ τῆς τῶν πρωτίστων αἰτίων ἐπιστήμης στοχαζομένους ἐν τῇ τοῦ Πλατωνικοῦ Παρμενίδου προθέσει μείζω καὶ χαλεπώτερον ὄντα μοι τὸν

ἀγῶνα διὰ πλειόνων εἰ βούλει καὶ γνωριμωτέρων λόγων διαπερανώμεθα· καὶ πρῶτον διοριζώμεθα περὶ τίνος ἡμῖν ὁ πρὸς αὐτοὺς ἔσται λόγος ὃ δὴ καὶ μάλιστα νομίζω ποιήσειν καταφανῆ τὴν Πλάτωνος περὶ τῶν θείων μυστα- γωγίαν. Ἐννέα τοίνυν ὑποθέσεων ὑπὸ τοῦ Παρμενίδου γεγυμ- νασμένων ἐν τῷ διαλόγῳ τούτῳ καθάπερ ἡμῖν ἐν τοῖς εἰς αὐτὸν εἰρημένοις ὑπέμνησται καὶ τῶν πέντε τῶν προηγου- μένων τὸ ἓν ὑποτιθεμένων καὶ διὰ ταύτην τὴν ὑπόθεσιν τά τε ὄντα πάντα καὶ τὰς μεσότητας τῶν ὅλων καὶ τὰς ἀποπερατώσεις τῆς προόδου τῶν πραγμάτων ὑποστῆσαι δυναμένων τῶν δὲ αὖ τεττάρων τῶν ταύταις ἑπομένων μὴ εἶναι μὲν τὸ ἓν κατὰ τὴν τῆς διαλεκτικῆς μεθόδου παρα- κέλευσιν εἰσηγουμένων ἐκ δὲ τῆς τοῦ ἑνὸς ἀναιρέσεως ἅπαντα τὰ ὄντα καὶ ὅσα φαινομένως ἐστὶν ἐκποδὼν γινό- μενα κατὰ τὴν ὑπόθεσιν ταύτην διελέγχειν προθεμένων καὶ τῶν μὲν δηλαδὴ πάντα κατὰ λόγον συμπεραινόντων τῶν δὲ τὰ τῶν ἀδυνάτων εἰ χρὴ φάναι παντελῶς ἀδυνα- τώτερα προφερομένων - ὃ καὶ τῶν πρὸ ἡμῶν τινές οἶμαι συνεῖδον ἐν ταῖς ὑποθέσεσι ταύταις συμβαίνειν ἀναγκαῖον ὄν ὡς καὶ τοῦτο διαίτης ἐν τοῖς εἰς τὸν διάλογον τοῦτον γεγραμμένοις ἠξίωται - περὶ μὲν οὖν τῆς πρωτίστης τῶν ὑποθέσεων ἅπαντες σχεδὸν συμπεφωνήκασιν ἀλλήλοις καὶ τῆς ὑπερουσίου τῶν ὅλων ἀρχῆς διὰ ταύτης ἀξιοῦσι τὸν Πλάτωνα τῆς ὑποθέσεως τὸ ἄρρητον καὶ ἄγνωστον καὶ

παντὸς ἐπέκεινα τοῦ ὄντος ἀνυμνεῖν. Περὶ δὲ τῆς μετὰ ταύτην οὐ τὸν αὐτὸν τρόπον ἅπαντες ἀναδιδάσκουσιν. Ἀλλ' οἱ μὲν παλαιοὶ καὶ τῆς Πλωτίνου φιλοσοφίας μετα- σχόντες τὴν νοερὰν φύσιν ἐνταῦθα πεφηνέναι λέγουσιν ἀπὸ τῆς ὑπερουσίου τῶν ὄντων ἀρχῆς ὑφισταμένην καὶ πάνθ' ὅσα διὰ ταύτης συμπεράσματα προτείνεται τῇ τοῦ νοῦ μιᾷ καὶ παντελεῖ δυνάμει συναρμόζειν ἐπιχει- ροῦσιν· ὁ δὲ δὴ τῆς περὶ θεῶν ἡμῖν ἀληθείας καθηγεμὼν καὶ τοῦ Πλάτωνος ἵνα καθ' Ὅμηρον εἴπωμεν ὀαριστὴσ τὸ τῆς θεωρίας τῶν παλαιοτέρων ἀόριστον εἰς ὅρον μετα- στήσας καὶ τὸ συγκεχυμένον τῶν διαφόρων τάξεων εἰς διάκρισιν νοερὰν περιαγαγών ἐν ταῖς ἀγράφοις συνουσίαις κἀν ταῖς περὶ τούτων πραγματείαις παρεκελεύετο τὴν τῶν συμπερασμάτων διαίρεσιν κατ' ἄρθρον λαμβάνοντας ἐπὶ τοὺς θείους διακόσμους ἀναφέρειν καὶ τὰ μὲν πρώτιστα καὶ ἁπλούστατα τῶν δεικνυμένων τοῖς πρωτίστοις ἐφαρ- μόζειν τῶν ὄντων τὰ δὲ μέσα τοῖς μέσοις ὥσπερ δὴ καὶ ἔλαχε τὴν ἐν τοῖς οὖσι τάξιν τὰ δὲ ἔσχατα καὶ πολυειδῆ τοῖς ἐσχάτοις. Οὐ γάρ ἐστιν ἡ τοῦ ὄντος φύσις μία καὶ ἁπλῆ καὶ ἀδιαίρετος· ἀλλ' ὥσπερ ἐν τοῖς αἰσθητοῖς εἷς μὲν ὁ μέγας οὗτος οὐρανός περιέχει δὲ πλῆθος ἐν ἑαυτῷ σωμάτων καὶ συνεκτικὴ μὲν τοῦ πλήθους ἡ μονάς ἐν δὲ τῷ πλήθει τάξις ἐστὶ τῆς προόδου καὶ τὰ μὲν πρῶτα τὰ δὲ μέσα τὰ δὲ ἔσχατα τῶν αἰσθητῶν καὶ πρὸ τούτων ἐν ταῖς ψυχαῖς ἀπὸ τῆς μιᾶς τὸ πλῆθος ὑπέστη τῶν ψυχῶν καὶ τούτων αἱ μὲν ἐν ἐγγυτέρω τῆς ἑαυτῶν ὁλότητος αἱ δὲ

πορρωτέρω ἐτάχθησαν αἱ δὲ καὶ τὴν μεσότητα τῶν ἄκρων συμπεπληρώκασιν οὕτως ἀνάγκη δήπου καὶ τῶν ὄντως ὄντων τὰ μὲν ἑνοειδῆ καὶ κρύφια τῶν γενῶν ἐνιδρῦσθαι τῇ μιᾷ καὶ πρωτίστῃ τῶν ὅλων αἰτίᾳ τὰ δὲ εἰς τὸ πᾶν προε- ληλυθέναι πλῆθος καὶ τὸν ὅλον ἀριθμόν τὰ δὲ τὸν σύνδες- μον αὐτῶν ἐν μέσῳ κατέχειν καὶ μήτε τὰς τῶν πρώτων ἰδιότητας ἐφαρμόζειν τοῖς δευτέροις μήτε τὰς τῶν ὑφει- μένων τοῖς ἑνικωτέροις ἀλλὰ τῶν μὲν ἄλλας εἶναι τῶν δὲ ἄλλας δυνάμεις καὶ τάξιν ἐν τῇ προόδῳ ταύτῃ καὶ τῶν δευτέρων ἀπὸ τῶν πρώτων ἔκφανσιν. Ἵν' οὖν συνελόντες εἴπωμεν τὸ ἓν ὂν πρόεισι μὲν ἀπὸ τῆς ἑνάδος τῆς πρὸ τῶν ὄντων πᾶν δὲ τὸ θεῖον γένος ἀπογεννᾷ τό τε νοητὸν καὶ τὸ νοερὸν καὶ τὸ ὑπερουράνιον καὶ τὸ μέχρι τῶν ἐγκοσμίων προεληλυθός· καὶ δεῖ καὶ τῶν συμπερασμάτων ἕκαστον ἰδιότητος εἶναι θείας γνωριστικόν. Εἰ δὲ καὶ πάντα πάσαις ἐφαρμόζει ταῖς τοῦ ἑνὸς ὄντος προόδοις ἀλλ' οὐδὲν οἶμαι θαυμαστὸν καὶ τὰ μὲν ἄλλαις τὰ δὲ ἄλλαις ὑποθέσεσι μᾶλλον προσήκειν. Τὰ μὲν γὰρ ἴδιά τινων διακόσμων οὐκ ἐξ ἀνάγκης ὑπάρχει πᾶσι τοῖς θεοῖς τὰ δὲ αὖ πᾶσιν ὑπάρχοντα πολλῷ δήπου μᾶλλον ἑκάστοις πάρεστιν. Εἰ μὲν οὖν ἐπεισοδιώδη τῷ Πλάτωνι τὴν τῶν θείων τάξεων διαίρεσιν παρεισήγομεν καὶ μὴ σαφῶς αὐτὸν ἐπεδείκνυμεν κἀν τοῖς ἄλλοις διαλόγοις ἄνωθεν ἄχρι τῶν ἐσχάτων ὑμνήσαντα τὰς τῶν θεῶν προόδους ὁτὲ μὲν ἐν μυθικοῖς πλάσμασιν ὁτὲ δὲ ἐν ἄλλοις θεολογικοῖς τρόποις ἀτόπως ἂν αὐτῷ τὴν τοιαύτην τοῦ τε ὄντος καὶ μετὰ τούτου

τῆς τοῦ ἑνὸς προόδου τὴν διαίρεσιν ἀνετίθεμεν· εἰ δὲ ἐκ τῶν ἄλλων διαλόγων ἐπιδείκνυμεν αὐτόν ὡς ἔσται προελ- θοῦσιν ἡμῖν καταφανές ἁπάσας τὰς τῶν θεῶν βασιλείας ὑμνήσαντα κατὰ τρόπον πῶς οὐκ ἀδύνατον ἐν τῇ τῶν πραγματειῶν ἐποπτικωτάτῃ τὴν μὲν τοῦ ἑνὸς ἐξῃρημένην αὐτὸν παραδιδόναι διὰ τῆς πρώτης ὑποθέσεως πρὸς ἅπαντα τὰ γένη τῶν ὄντων ὑπεροχὴν καὶ τὸ ὂν αὐτὸ καὶ τὴν ψυχικὴν οὐσίαν καὶ τὸ εἶδος εἰ τύχοι καὶ τὴν ὕλην ὑπὲρ δὲ τῶν θείων προόδων καὶ τῆς ἐν τάξει διακρίσεως αὐτῶν μηδένα πεποιῆσθαι λόγον; Εἴτε γὰρ τὰ ἔσχατα μόνον ἔδει θεωρεῖν πῶς τῆς πρωτίστης ἀρχῆς πρὸ τῶν ἄλλων ἐφη- πτόμεθα; Εἴτε τῶν οἰκείων ὑποθέσεων τὸ πλῆθος ἐκφαίνειν ἠξιοῦμεν τὸ δὲ τῶν θεῶν γένοσ καὶ τὰς ἐν αὐτῷ διαιρέσεις παρελιμπάνομεν; Εἴτε πάσασ τὰς ἀπὸ τοῦ πρώτου μέχρι τῆς ἐσχάτης ὑποβάσεως φύσεις πῶς τὰς ὅλας διακοσμήσεις τῶν θείων μέσας ὑφεστώσας τοῦ τε ἑνὸς καὶ τῶν ὁπωσοῦν ἐκθεουμένων ἀγνώστους ἀφίεμεν; Ἅπαντα γὰρ ταῦτα τὴν ὅλην πραγματείαν ἐλλείπουσαν κατὰ τὴν περὶ τῶν θείων ἐπιστήμην ἀποδείκνυσι. Καὶ μὴν καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης παρακελεύεται τοῖσ τῶν ὄντων φιλοθεάμοσι τῇ διαιρετικῇ μεθόδῳ τάς τε μονάδας ἀεὶ τῶν ὅλων διακόσμων ἐπιζητεῖν καὶ τὰς ἀπ' αὐτῶν προϊούσας δυάδας ἢ τριάδας ἢ ἄλλους οὑστι- νασοῦν ἀριθμούς. Εἰ δὲ τοῦτο ὀρθῶς παρείληπται δεῖ δήπου καὶ τὸν Παρμενίδην τῇ συμπάσῃ διαλεκτικῇ

χρώμενον καὶ περὶ τοῦ ἑνὸς ὄντος διαλεγόμενον μήτε τὸ πλῆθος πρὸ τοῦ ἑνὸς ἐπισκοπεῖν μήτε μένειν ἐπὶ τῆς μιᾶς τῶν ὄντων μονάδος μηδ' ὅλως τῷ ἑνὶ τῷ πάντων ἐπέκεινα τῶν ὄντων τὸ σύμπαν εὐθὺς πλῆθος προσφέρειν τοῦ ἑνὸς ὄντος ἀλλὰ πρῶτα μὲν ἐκφαίνειν τὰ κρυφίως ὄντα καὶ τῷ ἑνὶ συγγενέστατα μέσα δὲ τὰ κατὰ τὴν πρόοδον τῶν θεῶν γένη τῶν μὲν ἄκρως ἡνωμένων διῃρημένα μᾶλλον τῶν δὲ ἐπὶ πᾶν προεληλυθότων τελεωτέραν ἕνωσιν λαχόντα τελευταῖα δὲ τὰ κατὰ τὴν ἐσχάτην διαίρεσιν τῶν δυνάμεων ὑφεστηκότα καὶ αὐτὴν ἤδη μετὰ τούτων τὴν ἐκθεουμένην οὐσίαν. Εἰ τοίνυν ἡ πρώτη τῶν ὑποθέσεων περὶ τοῦ ἑνός ἐστιν ὃ παντὸς ἐπέκεινα πλήθους ὁ λόγος ἀπέφηνε δεῖ δήπου τὴν μετὰ ταύτην μὴ τὸ ὂν ἀδιορίστως οὕτω καὶ ἀδιακρίτως ἐκφαίνειν ἀλλὰ πάσας τὰς διακοσμήσεις τῶν ὄντων. Τὸ γὰρ ὅλον πλῆθος ὁμοῦ τῷ ἑνὶ προσφέρειν ὁ τῆς διαιρετικῆς τρόπος ἀποδοκιμάζει καθάπερ ἡμᾶς ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης ἐδίδαξεν. Ἔτι τοίνυν κἀκ τοῦ τρόπου τῶν ἀποδείξεων τὸ αὐτὸ καταδησώμεθα. Τὰ μὲν γὰρ πρῶτα τῶν συμπερασμάτων δι' ἐλαχίστων ὡς οἷόν τε καὶ ἁπλουστάτων καὶ γνωριμωτά- των καὶ οἷον κοινῶν ἐννοιῶν εὐθὺς κατάδηλα γίνεται τὰ δὲ τούτων ἐφεξῆς διὰ πλειόνων καὶ ποικιλωτέρων τὰ δὲ ἔσχατα παντελῶς ἐστὶ συνθετώτατα· χρῆται γὰρ ἀεὶ τοῖς πρώτοις συμπεράσμασιν εἰς τὰς τῶν ἐχομένων ἀποδείξεις καὶ τῆς ἐν γεωμετρίᾳ τάξεως ἢ τοῖς ἄλλοις μαθήμασι παράδειγμα προτείνει νοερὸν τὴν τῶν συμπερασμάτων

τούτων πρὸς ἄλληλα συνάρτησιν. Εἰ τοίνυν οἱ λόγοι τῶν πραγμάτων εἰκόνα φέρουσιν ὧν εἰσὶν ἐξηγηταὶ καὶ ὡς ἔχουσιν αἱ ἀπὸ τῶν ἀποδείξεων ἀνελίξεις οὕτως ἀνάγκη καὶ τὰ δεικνύμενα τάξεως ἔχειν ἀναγκαῖον οἶμαι τὰ μὲν δι' ἁπλουστάτων ἀρχόμενα πάντως ἀρχοειδέστατα καὶ τῷ ἑνὶ συνηνωμένα τετάχθαι τὰ δὲ ἀεὶ πληθυόμενα καὶ ποικίλων ἀποδείξεων ἠρτημένα πορρώτερον προεληλυθέναι τῆς τοῦ ἑνὸς ἀποστάσεωσ εἰ θέμις εἰπεῖν. Οἷς μὲν γὰρ ἂν ὑπάρχῃ τὰ δεύτερα συμπεράσματα τούτοις ἀνάγκη καὶ τὰ πρὸ αὐτῶν ὑπάρχειν· οἷς δ' ἂν τὰ πρωτουργὰ καὶ αὐτοφυῆ καὶ ἁπλᾶ τούτοις οὐκ ἀνάγκη καὶ τὰ συνθετώτερα παρεῖναι καὶ διὰ πλειόνων δεικνύμενα καὶ ὄντα πορρωτέρω τῆς τῶν ὄντων ἀρχῆς. Ἔοικεν ἄρα τὰ μὲν θειοτέρων εἶναι τάξεων ἐκφαντικὰ τὰ δὲ καταδεεστέρων καὶ τὰ μὲν ἑνικω- τέρων τὰ δὲ ἤδη πληθυομένων καὶ τὰ μὲν μονοειδεστέρων τὰ δὲ πολυειδεστέρων. Αἱ γὰρ ἀποδείξεις ἐκ τῶν αἰτίων εἰσὶ καὶ τῶν πρώτων ἑκασταχοῦ. Εἰ τοίνυν τὰ πρότερα συμπεράσματα τῶν δευτέρων αἴτια τάξις ἐστὶν αἰτίων καὶ αἰτιατῶν ἐν τῷ πλήθει τῶν συμπερασμάτων καὶ πάντα συγχεῖν καὶ ἀδιορίστως ἐν ἑνὶ θεωρεῖν οὔτε τῇ φύσει τῶν πραγμάτων οὔτε τῇ τοῦ Πλάτωνος ἐπιστήμῃ προσήκει.

ια Πάλιν δὴ οὖν αὐτὸ καθ' ἑτέραν ὁδὸν περικρούσωμεν καὶ ὅπῃ σαθρὸν φθέγγεται τῇ διανοίᾳ θεωρήσωμεν. Λεγέσθω γὰρ εἰ βούλει τὰ τῆς ὑποθέσεως ταύτης συμπεράς- ματα περὶ τοῦ ὄντως ὄντος καὶ συγκεχωρήσθω παρ' ἡμῶν τὴν πρώτην. Ἀλλ' ἐπειδὴ τοῦτο πλῆθός ἐστι καὶ οὐχ ἓν αὐτὸ μόνον ὥσπερ τὸ πρὸ τῶν ὄντων ἕν - τὸ γὰρ ὂν πεπονθός ἐστι τὸ ἕν ὥσπερ καὶ ὁ Ἐλεάτης ξένος ἡμᾶς ἐν Σοφιστῇ περὶ τούτων ἀνεδίδαξε καὶ παρ' αὐτοῖς εἴωθε θρυλλεῖσθαι τὸ μὲν πρῶτον ἓν τιθεμένοις τὸν δὲ νοῦν ἓν πολλά τὴν δὲ ψυχὴν ἓν καὶ πολλά τὰ δὲ σώματα πολλὰ καὶ ἕν - ἐπειδὴ τοίνυν τὸ μὲν μυριόλεκτον τοῦτο μετὰ τῆς ἑνώσεως καὶ πλῆθός ἐστιν ἐν τῷ ὄντως ὄντι πότερον τῷ μὲν ὅλῳ ταῦτα φήσουσιν ἐφαρμόζειν τοῖς δὲ μέρεσιν οὐκέτι τοῦ ὄντος ἢ καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι; Καὶ εἰ τῷ ὅλῳ καὶ τοῖς μέρεσι πάλιν αὐτοὺς ἐρησόμεθα πότερον ἑκάστῳ πάντα τῶν τοῦ ὄντος μερῶν ἀποδώσουσιν ἢ τὰ μὲν ἄλλοις διανεμοῦσι τὰ δὲ ἄλλοις τῶν ἐν αὐτῷ μερῶν. Εἰ μὲν τοίνυν τῷ ὅλῳ μόνον ἀξιώσουσιν ἕκαστον προσαρμόττειν τὸ ὂν ἐξ οὐκ ὄντων ἔσται καὶ τὸ κινούμενον ἐξ ἀκινήτων καὶ τὸ ἑστὼς ἐκ τῶν ἐστερημένων τῆς στάσεως καὶ πάντα ἁπλῶς ἐκ τῶν ἀντικειμένων καὶ οὐκ ἂν ἔτι τῷ Παρμενίδου λόγῳ συνᾴδοιμεν ὃς καὶ τὰ μέρη τοῦ ἑνὸς ὄντος ὅλα πως εἶναί φησι καὶ ἕκαστον αὐτῶν ἕν τε καὶ ὂν ὑπάρχειν τῷ ὅλῳ παραπλησίως. Εἰ δὲ ἑκάστῳ τὰ πάντα δώσομεν καὶ οὐδὲν ὅτι μὴ πάντα ποιήσομεν πῶς τὸ ἀκρό-

τατον τοῦ ὄντος καὶ τὸ ἑνικώτατον ὁλότητα καὶ μερῶν ἕξει πλῆθος ἀπερίληπτον; Πῶς δὲ ὁμοῦ καὶ ἀριθμὸν τὸν ὅλον καὶ σχῆμα καὶ κίνησιν καὶ στάσιν καί ὡς συνελόντι φάναι τὰ εἴδη πάντα καὶ τὰ γένη; Ταῦτα γὰρ διαφέρει τε ἀλλήλων καὶ ἀδύνατα λέγειν. Ἔσται δὴ οὖν ἡμῖν ὁμοίως πεπληθυσμένα τά τε ἐγγὺς τοῦ ἑνὸς καὶ τὰ πόρρω καὶ οὐ παρ' ἔλαττον πλῆθος τοῦ ἐσχάτου τὸ πρώτιστον οὐδὲ αὖ παρ' ἔλαττον ἓν ἔσται τοῦ πρωτίστου τὸ ἔσχατον καὶ τὰ μέσα τῶν ἄκρων κατὰ τὴν διαίρεσιν ἀδιάφορα. Ὅτε τοίνυν μήτε τῷ ὅλῳ μόνῳ ἀποδιδόναι προσήκει τῶν συμπερασμάτων τὸ σύμπαν τοῦτο πλῆθος μήτε ἐν πᾶσι πάντα παραπλησίως ποιεῖν τῶν τοῦ ὄντος μερῶν λείπεται δήπου τὰ μὲν ἄλλοις τὰ δὲ ἄλλοις ἐφαρμό- ζειν. Οὐκοῦν ἀναγκαῖον ἢ ἄτακτον εἶναι τὴν τῶν συμπερας- μάτων ἀπαρίθμησιν ἢ τεταγμένην· ἀλλ' εἰ μὲν ἄτακτον φήσουσιν οὔτε τῇ διαλεκτικῇ προσήκοντα λόγον ἐροῦσιν οὔτε τῷ τρόπῳ τῶν ἀποδείξεων ἐκ τῶν προτέρων ἀεὶ τοῖς δευτέροις διδόντι τὴν γέννησιν οὔτε τῇ τοῦ Πλάτωνος ἐπιστήμῃ πανταχοῦ συνοδεύοντος τῇ τάξει τῶν πραγμά- των· εἰ δὲ τεταγμένην ἀναγκαῖον οἶμαι πάντως ἢ ἀπὸ τῶν πρώτων ἄρχεσθαι κατὰ φύσιν ἢ ἀπὸ τῶν ἐσχάτων· ἀλλ' εἰ μὲν ἀπὸ τῶν ἐσχάτων ἔσται τὸ μὲν ἓν ὂν ἔσχατον τὸ δὲ κατὰ χρόνον κινούμενον πρώτιστον. Τοῦτο μὴν ἀδύνατον· τὸ μὲν γὰρ χρόνου μετέχον καὶ τοῦ ἑνὸς ὄντος πολλῷ πρότερον ἀνάγκη μετέχειν τὸ δὲ τοῦ ἑνὸς ὄντος μετειληφὸς

οὐκ ἀνάγκη καὶ τοῦ χρόνου μετέχειν· ἐπέκεινα ἄρα τοῦ χρόνου τὸ ἓν ὄν ἐστιν. Εἰ τοίνυν ἄρχεται μὲν ἀπὸ τοῦ ἑνὸς ὄντος καταλήγει δὲ εἰς τὸ τοῦ χρόνου μετέχον ἄνωθεν κἀκ τῶν πρωτίστων ἄχρι τῶν ἐσχάτων πρόεισι τοῦ ὄντως ὄντος μερῶν· ὥστε τὰ μὲν πρώτιστα τῶν συμπερασμάτων ἐπὶ τὰς πρωτίστας ἀνενεκτέον τάξεις τὰ δὲ μέσα κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τὰς μέσας τὸ δὲ ἔσχατον δῆλον ὡς ἐπὶ τὰς ἐσχάτας ἐπείπερ ἀναγκαῖον ὡς ὁ λόγος ἀπέφηνεν ἄλλα μὲν ἄλλαις διανέμειν καὶ ἄρχεσθαι ἀπὸ τῶν ἀκροτά- των τὴν τοιαύτην διανομήν. Καὶ μὴν καὶ ἡ τῶν ὑποθέσεων τάξις ἱκανόν οἶμαι τεκμήριόν ἐστιν ὧν λέγομεν· ἡ μὲν γὰρ περὶ τοῦ ἑνὸς ὃ πλήθους ἐστὶ παντὸς ἐξῃρημένον πρωτίστην ἔλαχε τάξιν καὶ ἀπ' αὐτῆς ἡ τῶν λόγων ἁπάντων ἀνέλιξις ὥρμηται δευτέραν δὲ ἄρα μετὰ ταύτην ἡ περὶ τῶν ὄντως ὄντων καὶ τῆς μετεχομένης ὑπὸ τούτων ἑνάδος τρίτην δὲ ἐφεξῆς ἡ περὶ τῆς ψυχῆς εἴτ' οὖν ἁπάσης εἴτε καὶ μή· καὶ γὰρ τοῦτο παγκάλως τῷ ἡμετέρῳ καθηγεμόνι δέδεικται καὶ ὡς προείληπται ὁ περὶ τῶν ὅλων ψυχῶν λόγος κατὰ τὴν δευτέραν ὑπόθεσιν. Εἰ τοίνυν κατὰ τὴν τῶν πραγμάτων φύσιν ἡ τῶν τριῶν τούτων ὑποθέσεων τάξις προελήλυθε δῆλον ὅτι τὰ μὲν πρῶτα τῆς δευτέρας τῇ πρὸ αὐτῆς συμφυόμενα τὰ δὲ ἔσχατα τῇ μετ' αὐτήν. Καὶ τί γὰρ ἂν φανείη τοῖς μὴ παντάπασι τῶν τοιούτων λόγων ἀπείροις

ἢ τοῦ ἑνὸς ὄντος ὃ πρῶτον ἐκφαίνεται τῶν τῆς δευτέρας συμπερασμάτων τῷ ἑνὶ συγγενέστερον ἢ τοῦ χρόνου μεριστῶς μετέχοντος ὃ τῶν ἐν αὐτῇ δεικνυμένων ἐστὶν ἔσχατον τῇ ψυχῇ προσεχέστερον; Καὶ γὰρ ταῖς μερικαῖς ψυχαῖς τὸ ζῆν κατὰ χρόνον ὥσπερ καὶ ταῖς ὅλαις καὶ τὸ ἓν ὂν τὸ πρώτως ἐστὶ μετασχὸν τοῦ ἑνὸς καὶ τῇ τοῦ ὄντος συναρτήσει τῆς ἀμεθέκτου πλεονάσαν ἑνάδος. Εἰ δὲ μέσης οὔσης ταύτης τῆς ὑποθέσεως τὰ ἄκρα τοῖς ἄκροις οἰκεῖα καὶ τὰ μέσα δήπου τοῖς μέσοις ἐφαρμόσομεν· ἀρχομένη γὰρ ἀπὸ τοῦ ἑνὸς ὄντος διὰ πάντων πρόεισι τῶν μετ' αὐτὸ γενῶν ἄχρις ἂν εἰς τὴν τοῦ χρόνου μετέχουσαν καταλήξῃ φύσιν. Καὶ μὲν δὴ καὶ ἐκ τῶν κοινῶν ὁμολογημάτων τοῖς τὰ θεῖα δεινοῖς τῶν τὰ Πλάτωνος ἐξηγουμένων ἡγούμεθα τὸ αὐτὸ δεικνύναι τοῖς ἔμπροσθεν εἰρημένοις. Πλωτῖνος μὲν γὰρ ἐν τῷ Περὶ τῶν ἀριθμῶν βιβλίῳ ζητήσας πότερον τὰ ὄντα πρὸ τῶν ἀριθμῶν ὑφέστηκεν ἢ πρὸ τῶν ὄντων οἱ ἀριθμοί λέγει διαρρήδην ὅτι τὸ πρώτιστον ὂν πρὸ τῶν ἀριθμῶν ὑπέστη καὶ ὡς γεννᾷ τὸν θεῖον ἀριθμόν. Εἰ δὲ ταῦτα ἐκεῖνος ὀρθῶς διατάττεται καὶ γεννητικὸν μέν ἐστι τὸ ὂν τοῦ ἀριθμοῦ τοῦ πρώτου παράγεται δὲ ὁ ἀριθμὸς ὑπὸ τοῦ ὄντος οὐ δεῖ συγχεῖν τὴν τάξιν τῶν γενῶν τούτων οὐδὲ εἰς μίαν ὑπόστασιν συνάγειν οὐδὲ τοῦ Πλάτωνος ἰδίᾳ μὲν τὸ ἓν ὂν παράγοντος ἰδίᾳ δὲ τὸν ἀριθμόν ἑκάτερον τῶν συμπερασμάτων εἰς τὴν αὐτὴν τάξιν ἀναφέρειν· τὸ γὰρ αἴτιον καὶ τὸ αἰτιατὸν οὐδαμῶς θέμις ἢ δύναμιν τὴν αὐτὴν

ἢ τάξιν ἔχειν ἀλλὰ διώρισται μὲν ταῦτα ἀπ' ἀλλήλων διακέκριται δὲ καὶ ἡ περὶ αὐτῶν ἐπιστήμη καὶ οὔτε μία φύσις αὐτῶν οὔτε λόγος εἷς. Πορφύριος δὲ αὖ μετὰ τοῦτον ἐν τῇ Περὶ ἀρχῶν πραγματείᾳ τὸν νοῦν εἶναι μὲν αἰώνιον ἐν πολλοῖς καὶ καλοῖς ἀποδείκνυσι λόγοις ἔχειν δὲ ὅμως ἐν ἑαυτῷ καὶ προαιώνιόν τι· καὶ τὸ μὲν προαιώνιον τοῦ νοῦ τῷ ἑνὶ συνάπτειν ἐκεῖνο γὰρ ἦν ἐπέκεινα παντὸς αἰῶνοσ τὸ δὲ αἰώνιον δευτέραν ἔχειν μᾶλλον δὲ τρίτην ἐν ἐκείνῳ τάξιν· δεῖ γάρ οἶμαι τοῦ προαιωνίου καὶ τοῦ αἰωνίου τὸν αἰῶνα μέσον ἱδρῦσθαι. Ἀλλὰ μήπω τοῦτο· τοσόνδε δὲ ὅμως ἐκ τῶν εἰρημένων λάβωμεν ὅτι δὴ καὶ ὁ νοῦς ἔχει τι κρεῖττον ἐν ἑαυτῷ τοῦ αἰωνίου· καὶ τοῦτο λαβόντες ἐρώμεθα τὸν τοῦ λόγου πατέρα πότερον καὶ τοῦτο οὐ μόνον ἓν ὄν ἐστιν ἀλλὰ καὶ ὅλον καὶ μέρη καὶ πλῆθοσ πᾶν καὶ ἀριθμὸσ καὶ σχῆμα καὶ κινούμενον καὶ ἑστώσ ἢ τὰ μὲν αὐτῷ τῶν συμπερασμάτων προσοίσο- μεν τὰ δὲ οὔ. Πάντα μὲν γὰρ ἀδύνατον· πᾶσα γὰρ νοερὰ κίνησις ἐν αἰῶνι καὶ στάσις ὡσαύτως· εἰ δὲ τὰ μέν τὰ δ' οὔ δῆλον ὅτι καὶ τὰς ἄλλας ἐν τῷ νῷ τάξεις διερευνητέον καὶ τῶν συμπερασμάτων ἕκαστον ἀνενεκτέον ἐπ' ἐκείνην ᾗ ἂν μάλιστα φαίνηται προσῆκον· ὁ γὰρ νοῦς οὐχ ἕν ἐστιν ἀριθμῷ καὶ ἄτομον ὥς πού τισι τῶν παλαιῶν δοκεῖ ἀλλὰ

σύμπασαν περιέχει τὴν τοῦ ἑνὸς ὄντος πρόοδον. Ἐκ τρίτων δὴ οὖν ἡμῖν μετὰ τούτους ὁ θεῖος Ἰάμβλιχος ἐν τῇ Περὶ θεῶν πραγματείᾳ τοὺς τὰ γένη τοῦ ὄντος ἐν τοῖς νοητοῖς ἀποτιθεμένους ᾐτιάσατο· καὶ γὰρ τὸν ἀριθμὸν αὐτῶν καὶ τὴν ποικιλίαν πορρωτέρω βεβλῆσθαι τοῦ ἑνός. Ποῦ τοίνυν ταῦτα πρώτως ὑποτίθεσθαι προσήκει διδάσκων ἐπήνεγκε· πρὸς γὰρ τῷ τέλει τῆς νοερᾶς τάξεως ὑπὸ τῶν ἐκεῖ θεῶν ταῦτα παράγεται. Πῶς μὲν οὖν τὰ γένη τοῦ ὄντος καὶ ἔστιν ἐν ἐκείνοις καὶ οὐκ ἔστιν ἐν τοῖς ὕστερον ἔσται καταφανές. Εἰ δ' ὥσπερ ἐκεῖνος διατάττεται τὰ νοητὰ τῶν γενῶν τούτων ἐξῄρηται πολλῷ δήπου μᾶλλον καὶ ὁμοιότητος καὶ ἀνομοιότητοσ καὶ ἰσότητος καὶ ἀνισότητοσ. Οὐκ ἄρα ἦν ἕκαστον τῶν συμπερασμάτων ἅπασιν ὡσαύτως ἐφαρμόζειν οὐδὲ ἐπὶ πᾶν τὸ νοητὸν πλάτος ἢ νοερὸν ἀναπέμπειν. Ὥστε καὶ ἐξ ὧν εἰρήκασιν ἰδίᾳ φιλοσοφοῦντες οἱ τῶν ἐξηγητῶν ἄριστοι τό τε πλῆθος ἀναφαίνεται τῶν θείων διακόσμων καὶ ἡ τῶν Πλατωνικῶν λόγων κατ' ἄρθρα προϊοῦσα διάκρισις. Πρὸς δὲ τοῖς εἰρημένοις εἰ χρὴ καὶ τοῦτο φάναι περὶ πολλῶν διαποροῦντες οὐκ ἂν ἔχοιμεν αἰτίαν εὔλογον οὐδεμίαν τῶν ἀπορημάτων εἰπεῖν ἀλλὰ λήσομεν ἡμᾶς αὐτοὺς τὸ εἰκῇ καὶ μάτην ἐπὶ τὴν τοῦ Πλάτωνος πραγμα-

τείαν ἀναφέροντες. Πρῶτον γὰρ διὰ τί τοσαῦτα μόνα συμπεράσματα καὶ οὔτε πλείω οὔτε ἐλάττω; Ἔστι μὲν γὰρ δὶς ἑπτὰ τὰ σύμπαντα· τοσούτων δὲ ὄντων τίς ὁ τῆς αἰτίας ἀπολογισμὸς εἰπεῖν οὐχ ἕξομεν μὴ τοῖς πράγμασιν αὐτοῖς τοὺς λόγους ἑκάστους συνδιαιροῦντες. Δεύτερον δὲ οὐδὲ τῆς πρὸς ἄλληλα τάξεως αὐτῶν τὴν αἰτίαν ἀνευρεῖν δυνη- σόμεθα καὶ πῶς τὰ μὲν πρότερα τὰ δὲ ὕστερα κατὰ λόγον ἐτάχθη τὸν τῆς ἐπιστήμης εἰ μὴ τῇ προόδῳ τῶν ὄντων συνοδεύοι τῶν συμπερασμάτων ἡ τάξις. Τὸ δὲ αὖ τρίτον ἐπὶ τούτοις τί δήποτε τὰ μὲν ἐκ τῶν προσεχῶς ἀποδεδειγμένων γνώριμα γίνεται τὰ δὲ ἐκ τῶν ἀνωτέρω; Τὸ μὲν γὰρ ὅλον εἶναι καὶ μέρη ἔχειν ἐκ τοῦ ἑνὸς ὄντος τὸ δὲ ἐν αὐτῷ καὶ ἐν ἄλλῳ τέτακται μὲν προσεχῶς μετὰ τὸ σχῆμα ἔχον δείκνυται δὲ ἔκ τε τοῦ ὅλου καὶ τῶν μερῶν. Ἢ διὰ τί πολλάκις τὰ μὲν ἐκ δύο τῶν πρότερον δεδειγμένων πρόεισι τὰ δὲ ἐξ ἑνός; Ἕκαστα γὰρ τούτων ἀγνοήσομεν καὶ οὔτε τὸν ἀριθμὸν αὐτῶν οὔτε τὴν τάξιν οὔτε τὴν πρὸς ἄλληλα συγγένειαν μετ' ἐπιστήμης θεωρήσομεν εἰ μὴ τοῖς πρά- γμασιν ἑπόμενοι κόσμον διαλεκτικὸν ἀποφήναιμεν τὴν ὅλην ταύτην ὑπόθεσιν ἄνωθεν ἄχρι τῆς ἀποπερατώσεως τοῦ ἑνὸς ὄντος προερχομένην διὰ πάντων τῶν μέσων γενῶν. Ἔτι τοίνυν εἰ μὲν συλλογιστικῶς μόνον τὰ σύμπαντα συμπεράσματα δείκνυσθαι λέγοιμεν τί διοίσομεν τῶν τὰς ἐπιχειρήσεις ἐνδόξους ποιούντων καὶ πρὸς γυμνασίαν ψιλὴν τὴν ὅλην πραγματείαν ἀποβλέπειν λεγόντων; Εἰ δὲ μὴ

μόνον συλλογιστικῶς ἀλλὰ καὶ ἀποδεικτικῶς ἀνάγκη δήπου τὸ μέσον αἴτιον εἶναι καὶ τῇ φύσει πρότερον τοῦ συμπεράσματος. Ὅτε τοίνυν τὰ τῶν ἡγουμένων λόγων συμπεράσματα μέσα ποιούμεθα τῶν ἑπομένων ἔσται δήπου καὶ τὰ πράγματα περὶ ὧν οἱ λόγοι τὴν ὁμοίαν ἔχοντα κατὰ τὸ εἶναι τάξιν καὶ τὰ γεννήματα τῶν ὑποκειμένων ἔσται αἴτια καὶ γεννητικὰ τῶν δευτέρων. Εἰ δὲ τοῦτο πῶς τὴν αὐτὴν ἰδιότητα καὶ φύσιν ἁπάντων εἶναι συγχωρήσομεν; Διώρισται γὰρ ἀπ' ἀλλήλων αἰτία καὶ τὸ ἀπ' αἰτίας γινό- μενον. Ἀλλὰ μὴν κἀκεῖνο συμβαίνει τοῖς λέγουσι μίαν εἶναι τὴν ἐν ἅπασι τοῖς λόγοις ἐξεταζομένην φύσιν τὸ μὴ διορᾶν ὅπως ἐν μὲν τοῖς τρισὶ τοῖς πρώτοις συμπεράσμασιν ἀδιάκριτον μένει τοῦ ὄντος τὸ ἕν ἐν δὲ τῷ τετάρτῳ διακρί- νεται πρώτως ἐν δὲ τοῖς ἑξῆς ἅπασι χωρὶς τοῦ ὄντος αὐτὸ καθ' ἑαυτὸ θεωρούμενον ἐξήτασται. Πῶς οὖν οὐκ ἀνάγκη τὰς τάξεις ταύτας διαφέρειν ἀλλήλων; Τὸ μὲν γὰρ ἀδιάκριτον ἅτε κρυφίως ὂν καὶ ἀδιαιρέτως συγγενέστερόν ἐστι πρὸς τὸ ἕν τὸ δὲ διακρινόμενον δευτέραν ἔχει μετὰ τοῦτο τάξιν τὸ δὲ διακεκριμένον πορρώτερον ἤδη προελήλυθεν ἀπὸ τῆς πρωτίστης. Εἰ δὲ καὶ τὸ πλῆθος τῶν λόγων ἀνασκέψασθαι καὶ τὸ τῆς ὑποθέσεως μῆκος ἐθέλοις ὁπόσῳ διαφέρει τῆς μετ' αὐτήν οὐδὲ ταύτῃ σοι φανεῖται περὶ μιᾶς εἶναι φύσεως αὐτὴν καὶ ἀδιακρίτου παντελῶς. Οἱ γὰρ περὶ τῶν θείων λόγοι συνῄρηνται μὲν ἐν τοῖς ἀρχηγικωτέροις αἰτίοις διότι τὸ κρύφιον

ἐκείνων τοῦ φανοῦ καὶ τὸ ἄρρητον τοῦ γνωστοῦ πλεονάζει πληθύονται δὲ καὶ ἀνελίττονται προϊόντες ἐπὶ τὰς προσε- χεστέρας ἡμῖν τῶν θείων διακοσμήσεις. Τὰ μὲν γὰρ τοῦ ἀρρήτου καὶ ἀγνώστου καὶ ἐν ἀβάτοις ἐξῃρημένου συγγενῆ πρὸς τὴν διὰ λόγων μήνυσιν ἀλλοτριωτέραν ἔλαχε τὴν ὕπαρξιν τὰ δὲ εἰς τὸ πρόσω προεληλυθότα καὶ ἡμῖν γνωρι- μώτερα καὶ τῇ φαντασίᾳ καταφανέστερα τῶν πρὸ αὐτῶν ἐστί.

ιβ Τοῦτο μὲν οὖν ἐνταῦθα κείσθω διὰ πλειόνων ἡμῖν ἀποπεφασμένον ὡς ἀνάγκη τὴν δευτέραν ὑπόθεσιν ἁπάσας μὲν τὰς θείας ἐκφαίνειν διακοσμήσεις ἄνωθεν δὲ ἀπὸ τῶν ἁπλουστάτων καὶ ἑνικωτάτων εἰς τὸ ὅλον πλῆθος τῶν θείων καὶ τὸν σύμπαντα χωρεῖν ἀριθμόν εἰς ὃν κατέληξε τῶν ὄντως ὄντων ἡ τάξις ὑπεστρωμένη μὲν ταῖς ἑνάσι τῶν θεῶν συνδιαιρουμένη δὲ ταῖς ἀρρήτοις αὐτῶν καὶ ἀφράς- τοις ἰδιότησιν. Εἰ δὲ ταῦτα ἡμεῖς μὴ ἐξαπατώμενοι συγκε- χωρήκαμεν ἐκ ταύτης δήπου τῆς ὑποθέσεως τήν τε τῶν θείων διακόσμων συνέχειαν καὶ τὴν τῶν δευτέρων ἀπὸ τῶν πρώτων πάροδον ληπτέον καὶ τὴν ἰδιότητα τῶν θείων ἁπάντων γενῶν καὶ τίς μὲν αὐτῶν ἡ πρὸς ἄλληλα κοινωνία τίς δὲ ἡ κατὰ μέτρα προϊοῦσα διάκρισις· καὶ τὰς ἐκ τῶν λοιπῶν διαλόγων ἀφορμὰς τῆς περὶ τῶν ὄντως ὄντων ἢ τῶν ἑνάδων τῶν ἐν αὐτοῖς ἀληθείας εἰς τήνδε τὴν ὑπόθεσιν ἀνενεκτέον. Τὰς γὰρ ὅλας προόδους τῶν θεῶν καὶ τὰς

παντελεῖς αὐτῶν διακοσμήσεις ἐνταῦθα κατὰ τὴν θεολο- γικὴν ἐπιστήμην ἐκφαινομένας θεωρήσομεν. Ἐπεὶ γὰρ δέδεικται πρότερον ὅτι τῆς ἐν τοῖς πράγμασιν ἀληθείας στοχάζεται πᾶσα ἡ τοῦ Παρμενίδου πραγματεία καὶ οὐκ ἔστι διὰ κενῆς μεμηχανημένη τῶν λόγων ἀνέλιξις ἀνάγκη δήπου τὰς ἐννέα ταύτας ὑποθέσεις ἃς διέξεισι τῇ μὲν δια- λεκτικῇ μεθόδῳ χρώμενος ἐπιστήμῃ δὲ τῇ θείᾳ θεωρῶν περὶ πραγμάτων εἶναι καὶ φύσεών τινων πρώτων ἢ μέσων ἢ ἐσχάτων. Εἰ τοίνυν ὁ Παρμενίδης περὶ τοῦ ἑνὸς αὐτῷ τὸν σύμπαντα λόγον ἔσεσθαι συνομολογεῖ καὶ πῶς ἔχει τοῦτο πρός τε αὑτὸ καὶ τὰ ἄλλα πάντα δῆλον ὡς καὶ τούτου ἀναγκαῖον ἄρχεσθαι μὲν τὴν θεωρίαν ἀπὸ τῶν ἀκροτάτων τελευτᾶν δὲ εἰς τὸ ἔσχατον τῶν πάντων· πρόεισι γὰρ ἡ τοῦ ἑνὸς ὕπαρξις ἄνωθεν ἄχρι τῆς ἀμυδροτάτης τῶν πραγμάτων ὑποστάσεως. Ἀλλ' ἐπείπερ ἡ πρωτίστη τῶν ὑποθέσεων τὴν ἀπεριήγητον τῆς πρωτίστης ἀρχῆς ὑπερβολὴν διὰ τῶν ἀποφάσεων ἐπιδείκνυσι καὶ πάσης μὲν οὐσίας αὐτὴν πάσης δὲ γνώσεως ἐξῃρημένην ἀφίησι δῆλον ὡς ἡ μετ' αὐτήν ἅτε προσεχῶς ἀπ' αὐτῆς ἐκφαινομένη τὸν σύμπαντα διά- κοσμον ἐκφαίνει τῶν θεῶν. Οὐ γὰρ τὸ νοερὸν αὐτῶν οὐδὲ τὸ οὐσιῶδες μόνον ἀλλὰ καὶ τὸ θεῖον τῆς ὑπάρξεως ἰδίωμα παραλαμβάνει διὰ πάσης τῆς ὑποθέσεως. Τί γὰρ ἄλλο ἐστὶ τὸ ἓν τὸ μετεχόμενον ὑπὸ τοῦ ὄντος ἢ τὸ ἐν ἑκάστῳ θεῖον καθ' ὃ καὶ ἥνωται πάντα πρὸς τὸ ἀμέθεκτον ἕν;

Ὡς γὰρ τὰ σώματα τῇ ἑαυτῶν ζωῇ συνάπτεται πρὸς τὴν ψυχήν καὶ ὡς αἱ ψυχαὶ τῷ ἑαυτῶν νοητικῷ πρὸς τὸν ὅλον νοῦν ἀνατείνονται καὶ τὴν πρωτίστην νόησιν οὕτω δήπου καὶ τὰ ὄντως ὄντα τῷ ἑαυτῶν ἑνὶ πρὸς τὴν ἐξῃρημένην ἕνωσιν ἀνῆκται καὶ ταύτῃ τῆς πρωτίστης αἰτίας ἐστὶν ἀνεκφοίτητα. Ἐπεὶ δὲ ἄρχεται μὲν ἀπὸ τοῦ ἑνὸς ὄντος ἡ ὑπόθεσις αὕτη καὶ τὴν ἀκρότητα τῶν νοητῶν πρώτην ἀπὸ τοῦ ἑνὸς ὑφίς- τησι καταλήγει δὲ εἰς τὴν τοῦ χρόνου μετέχουσαν οὐσίαν καὶ τὰς θείας ψυχὰς ἐπ' ἐσχάτοις τῶν θείων διακόσμων παράγει τὴν τρίτην ἀναγκαῖον πάντως τὸ τῶν μερικῶν ψυχῶν πλῆθος ἅπαν καὶ τὰς ἐν αὐταῖς διαφορὰς τοῖς ποικίλοις συμπεράσμασιν ἐπιδεικνύναι. Καὶ μέχρι τούτων ἡ χωριστὴ καὶ ἀσώματος ὑπόστασις προελήλυθε. Μετὰ δὲ ταύτην ἡ μεριστὴ περὶ τὰ σώματα καὶ τῆς ὕλης ἀχώριστος ἣν ἡ τετάρτη παραδίδωσιν ἄνωθεν ἀπὸ τῶν θεῶν ἠρτημένην. ἡ Τελευταία δὲ ἡ τῆς ὕλης πρόοδος εἴτε μιᾶς εἴτε ποικί- λης οὔσης ἣν ἡ πέμπτη διὰ τῶν ἀποφάσεων κατὰ τὴν πρὸς τὸ πρῶτον αὐτῆς ἀνόμοιον ὁμοιότητα δείκνυσιν. Ἀλλ' οὗ μὲν αἱ ἀποφάσεις στερήσεις εἰσίν οὗ δὲ αἰτίαι τῶν γενομένων ἁπάντων ἐξῃρημέναι. Καί ὃ πάντων ἐστὶ θαυμαστότατον αἱ μὲν ἄκραι μόνως ἀποφατικαί ἀλλ' ἡ μὲν καθ' ὑπεροχὴν ἡ δὲ κατὰ ἔλλειψιν· τῶν δὲ ὑπ' αὐτὰς ἑκατέρα καταφατική ἀλλ' ἡ μὲν παραδειγματικῶς ἡ δὲ εἰκονικῶς· ἡ δὲ μέση τῇ ψυχικῇ τάξει προσήκουσα·σύγκειται μὲν γὰρ ἐκ καταφατικῶν καὶ ἀποφατικῶν συμπε-

ρασμάτων ἔχει δὲ συστοίχους ταῖς καταφάσεσι τὰς ἀποφάσεις καὶ οὔτε ὡς τὰ ἄλλα πεπλήθυσται μόνον καὶ ἐπεισοδιῶδες ἔχει τὸ ἓν οὔτε ὡς τὰ πρὸ αὐτῆς ὑπερανενή- νεκται τῆς οὐσίας τὸ ἕν ἀλλ' ἓν μέν ἐστιν ἔτι τὸ ἐν αὐτῇ προτεινόμενον ἕν κινήσει δὲ καὶ πληθυσμῷ τὸ ἓν τοῦτο καὶ οἷον ὑπὸ τῆς οὐσίας καταπινόμενον προελήλυθεν. Αἱ μὲν οὖν τὰ ὄντα πάντα τά τε χωριστὰ καὶ τὰ ἀχώριστα καὶ τὰς αἰτίας τῶν ὅλων τάς τε ἐξῃρημένας καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν οὔσας ἐκφαίνουσαι κατὰ τὴν ὕπαρξιν τοῦ ἑνός εἰσι τοιαίδε τινὲς ὑποθέσεις. Ἄλλαι δὲ πρὸς ταύταις τέτταρες αἳ τὸ ἓν ἀνελοῦσαι πάντα ἐκποδὼν φαίνουσι τὰ ὄντα καὶ γινόμενα καὶ οὐδὲν ἔτι οὐδαμοῦ ὄν ἵνα δὴ καὶ τοῦ εἶναι καὶ τοῦ σῴζεσθαι τὸ ἓν αἴτιον ἀποδειχθῇ καὶ δι' ἐκεῖνο πάντα τὰ ὄντα μετέχῃ τῆς τοῦ ὄντος φύσεως καὶ πρὸς ἐκεῖνο τὴν ὕπαρξιν ἕκαστον ἀνηρτημένην ἔχῃ. Καὶ ὡς συλλήβδην εἰπεῖν τοῦτο διὰ πάντων συλλογιζόμεθα τῶν ὄντων ὡς εἴτε ἔστι τὸ ἕν τὰ πάντα ἐστὶν ἄχρι καὶ τῆς ἐσχάτης ὑποστάσεως εἴτε μὴ ἔστι τὸ ἕν οὐδέν ἐστι τῶν ὄντων. Αἴτιον ἄρα καὶ τὸ ὑποστατικὸν καὶ σωστικὸν τῶν ὄντων ἁπάντων τὸ ἕν ὃ καὶ ὁ Παρμενίδης ἐπὶ τέλει τοῦ διαλόγου συνήγαγεν.

ιγ Ἀλλὰ περὶ μὲν τῶν ὑποθέσεων τοῦ Παρμενίδου καὶ τῆς ἐν αὐτῷ διαιρέσεως καὶ τῆς καθ' ἕκαστα θεωρίας ἐν τοῖς εἰς αὐτὸν γεγραμμένοις ἡμῖν ἱκανῶς ἐξείργασται καὶ οὐδὲν ἐν τῷ παρόντι μηκύνειν προσήκει περὶ τούτων· ἐπειδὴ δὲ ἐκ τῶν εἰρημένων τήν τε σύμπασαν θεολογίαν πόθεν καὶ ἐκ τίνος παραληψόμεθα καὶ τὴν κατὰ μέρη διωρισμένην ἐκ ποίων διαλόγων εἰς ἓν συνάγειν ἐπιχειρήσομεν περὶ τῶν κοινῶν πρῶτον καὶ διατεινόντων εἰς πάντας τοὺς θείους διακόσμους ἱεροπρεπῶν τοῦ Πλάτωνος δογμάτων διαπραγ- ματευσώμεθα καὶ δείξωμεν ὅτι ἕκαστα παρ' αὐτῷ κατὰ τὴν τελεωτάτην ἐπιστήμην διώρισται. Τὰ γὰρ κοινὰ τῶν ἰδίων πρότερα καὶ γνωριμώτερα κατὰ φύσιν ἐστί. Λαβώμεθα δὴ οὖν πρῶτον τῶν ἐν Νόμοις ἀποδεδειγμένων καὶ θεωρήσωμεν ὅπως ἐκεῖνα τῆς περὶ τῶν θεῶν ἀληθείας ἡγεῖται καὶ ὡς πάντων ἐστὶ πρεσβύτερα τῶν ἄλλων περὶ τοῦ θείου μυστικῶν νοημάτων. Λέγεται δὲ ἄρα καὶ λέγεται παρὰ τοῦ Πλάτωνος ἐν ἐκείνοις τρία ταῦτα τὸ εἶναι τοὺς θεούς τὸ προνοεῖν πάντων τὸ κατὰ δίκην τὰ πάντα ἄγειν καὶ μηδεμίαν ἐκ τῶν χειρόνων εἰσδέχεσθαι παρατροπήν. Ταῦτ' οὖν ὅτι μὲν ἁπάντων ἐστὶ τῶν ἐν θεολογίᾳ δογμάτων ἀρχοειδέστερα παντὶ καταφανές· τί γὰρ ἢ τῆς ὑπάρξεως τῶν θεῶν ἢ τῆς ἀγαθοειδοῦς προνοίας ἢ τῆς ἀτρέπτου καὶ ἀκλινοῦς δυνάμεώς ἐστιν ἡγεμονικώτερον δι' ὧν καὶ παράγουσι τὰ δεύτερα μονοειδῶς καὶ σῴζουσιν ἀχράντως καὶ

πρὸς ἑαυτοὺς ἐπιστρέφουσιν αὐτοὶ δὲ τὰ μὲν ἄλλα διακοσμοῦντες πάσχοντες δὲ ὑπὸ τῶν χειρόνων οὐδὲν οὐδὲ τῇ ποικιλίᾳ τῶν προνοουμένων συμμεταβάλλοντες; Ὅπως δὲ καὶ κατὰ φύσιν διώρισται μάθοιμεν ἂν εἰ καθ' ἕκαστον αὐτῶν τὴν ἐπιστημονικὴν τοῦ Πλάτωνος ἔφοδον τῷ λογισμῷ περιλαβεῖν ἐπιχειρήσαιμεν καὶ πρὸ τῶν ἄλλων τὸ εἶναι τοῦτο τοὺς θεοὺς ποίοις δή τισιν ἀνελέγκτοις ἐκεῖνος λόγοις κατεδήσατο καὶ ὅσα τούτῳ συνήρτηται προβλήματα μετὰ τοῦτο νοήσαιμεν.

ιδ Ἁπάντων δὴ τῶν ὄντων ἀναγκαῖον τὰ μὲν κινεῖν μόνον τὰ δὲ κινεῖσθαι μόνον τὰ δὲ μεταξὺ τούτων ὄντα καὶ κινεῖσθαι καὶ κινεῖν· καὶ ταῦτα δὲ ἢ παρ' ἄλλων κινούμενα ἄλλα κινεῖν ἢ αὐτοκίνητα ἀναγκαῖον εἶναι καὶ τέτταρας ταύτας ἑξῆς ἀλλήλων ὑποστάσεις τετάχθαι τὴν κινεῖσθαι μόνον καὶ πάσχειν ἀπ' ἄλλων τῶν πρωτουργῶν αἰτίων λεγομένην καὶ πρὸ ταύτης τὴν ἄλλα μὲν κινοῦσαν ὑπ' ἄλλων δὲ κινουμένην καὶ τούτων ἐπέκεινα τὴν αὐτοκίνητον ἀφ' ἑαυτῆς ἀρχομένην καὶ τῷ ἑαυτὴν κινεῖν καὶ τοῖς ἄλλοις τὴν τοῦ κινεῖσθαι παρέχουσαν ἔμφασιν καὶ τελευταῖον ἁπάντων τῶν ὅσα μετέχει κινήσεως ποιητικῆς ἢ παθη- τικῆς τὴν ἀκίνητον. Τὸ μὲν γὰρ αὐτοκίνητον πᾶν ἅτε ἐν μεταβάσει καὶ διαστάσει ζωῆς τὴν τελειότητα κεκτημένον ἄλλης αἰτίας ἐξήρτηται πρεσβυτέρας τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἧς οὐ κατὰ χρόνον ἀλλ' ἐν αἰῶνι τὸ ζῆν· χρόνος γὰρ αἰῶνος εἰκών· εἰ τοίνυν τὰ

ὑφ' ἑαυτῶν κινούμενα πάντα κατὰ χρόνον κινεῖται τὸ δὲ αἰώνιον τῆς κινήσεως εἶδος ἐπέκεινα τῆς κατὰ χρόνον φερομένης δεύτερον ἂν εἴη τάξει καὶ οὐ πρῶτον ἐν τοῖς οὖσι τὸ αὐτοκίνητον. Τὸ δὲ αὖ ἄλλα μὲν κινοῦν ὑπ' ἄλλων δὲ κινούμενον εἰς τὴν αὐτοκίνητον ἀνηρτῆσθαι φύσιν ἀναγ- καῖον· καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ πᾶσαν τὴν ἑτερο- κίνητον σύστασιν ὥσπερ ὁ Ἀθηναῖος ξένος ἀποδείκνυσιν. Εἰ γὰρ σταίη φησί τὰ κινούμενα πάντα τὸ πρῶτον κινηθησόμενον οὐκ ἔσται μὴ τῶν αὐτοκινήτων ἐν τοῖς οὖσιν ὑφεστηκότων· τὸ μὲν γὰρ ἀκίνητον οὐδαμῶς κινεῖσθαι πεφυκός οὐδ' ἂν τότε κινηθείη πρῶτον τὸ δὲ ἑτεροκίνητον ἄλλης ἂν δέοιτο κινούσης δυνάμεως· μόνον δὲ τὸ αὐτοκίνητον ὡς ἀφ' ἑαυτοῦ τῆς ἐνεργείας ἀρχόμενον ἑαυτό τε καὶ τὰ ἄλλα δευτέρως κινήσει. Καὶ γὰρ τοῖς ἑτεροκινήτοις τὸ τοιοῦτον ἐνδίδωσι τὴν τοῦ κινεῖσθαι δύναμιν ὥσπερ ἅπασι τοῖς οὖσι τὸ ἀκίνητον τὴν τοῦ κινεῖν. Τρίτον δὲ αὖ τὸ κινούμενον μόνον τῶν ὑπ' ἄλλου μὲν κινουμένων ἕτερα δὲ κινούντων πρώτως ἐξάψομεν· δεῖ γὰρ ταῖς οἰκείαις μεσότησιν συμπεπληρῶσθαι τά τε ἄλλα πάντα καὶ τὴν τῶν κινουμένων σειρὰν ἄνωθεν ἄχρι τῶν ἐσχάτων τάξει διατείνουσαν. Τὰ μὲν οὖν σώματα πάντα τῶν κινεῖσθαι μόνον καὶ πάσχειν ἐστὶ πεφυκότων· οὐδενὸς γάρ ἐστι ποιητικὰ κατ' αὐτὴν τὴν διαστατὴν καὶ μεγέθους καὶ ὄγκου μετα- σχοῦσαν ὑπόστασιν εἴπερ ἅπαν τὸ ποιητικὸν ἄλλων καὶ κινητικὸν ἀσωμάτῳ δυνάμει χρώμενον ποιεῖν τε καὶ κινεῖν πέφυκε. Τῶν δὲ ἀσωμάτων τὰ μέν ἐστι μεριστὰ περὶ τοῖς σώμασιν τὰ δὲ ἐξῃρημένα τῆς τοιαύτης περὶ τὰ τῶν ὄντων ἔσχατα διαιρέσεως. Τὰ μὲν οὖν μεριζόμενα περὶ τοὺς ὄγκους τῶν σωμάτων εἴτε ἐν ποιότησιν εἴτε ἐν εἴδεσιν ἐνύλοις ὑφεστηκότα τῶν ὑπ' ἄλλου μὲν κινουμένων ἄλλα δὲ κινούντων ἐστί· διότι μὲν γὰρ τῆς ἀσωμάτου καὶ ταῦτα μοίρας ἐστί τῆς τοῦ κινεῖν μετέχει δυνάμεως διότι δὲ αὖ μερίζεται περὶ τοῖς σώμασιν παρῃρημένα τῆς εἰς αὑτὰ συννεύσεως καὶ τοῖς ὑποκειμένοις συνδιιστάμενα καὶ τῆς ἐκ τούτων ἀργίας ἀναπιμπλάμενα δεῖται τῆς κινούσης οὐκ ἐπ' ἀλλοτρίας ἕδρας φερομένης ἀλλ' ἐν ἑαυτῇ τὴν ὑπόστα- σιν ἐχούσης. Ποῦ τοίνυν τὸ ἑαυτὸ κινοῦν ἕξομεν; Τὰ μὲν γὰρ εἰς ὄγκους ἐκτεινόμενα καὶ διαστάσεις ἢ ἐν τούτοις διῃρημένα καὶ ἀχωρίστως περὶ αὐτοὺς ὑφεστῶτα δυεῖν τὸ ἕτερον ἢ κινεῖσθαι μόνον ἢ παρ' ἄλλων κινούμενα κινεῖν ἀνάγκη· δεῖ δέ ὡς πρότερον εἴρηται καὶ τὴν αὐτοκίνητον πρὸ τούτων εἶναι πάντως οὐσίαν ἐν ἑαυτῇ καὶ οὐκ ἐν ἄλλοις ἱδρυμένην καὶ πρὸς ἑαυτὴν ἀλλ' οὐ πρὸς ἄλλα τὰς ἐνεργείας ἀπερείδουσαν. Ἔστιν ἄρα τις φύσις ἄλλη σωμάτων ἐξῃρημένη καὶ ἐν οὐρανῷ καὶ ἐν τοῖσδε τοῖς πολυμεταβόλοις στοιχείοις παρ' ἧς τὸ κινεῖσθαι πρώτως τοῖς σώμασιν. Εἰ δὴ δέοι τὴν τοιαύτην οὐσίαν ἀνευρεῖν ἥτις ἐστίν ὀρθῶς ἂν ποιοῖμεν ἑπόμενοι τῷ Σωκράτει καὶ σκοποῦντες τί ποτέ ἐστι τῶν ὄντων ὃ τῷ παρεῖναι τοῖς ἑτεροκινήτοις αὐτοκινησίας αὐτοῖς ἔμφασιν δίδωσιν καὶ τοῖς ποίοις δή τισι τῶν ὁρωμένων τὸ παρ' ἑαυτῶν κινεῖσθαι προσφέρομεν. Τὰ μὲν γὰρ ἄψυχα πάντα μόνως ἐστὶν ἑτεροκίνητα καὶ ἅπερ ἂν πάσχῃ διὰ δή τινα δύναμιν ἔξωθεν κινοῦσαν καὶ βιαζομένην πάσχειν πέφυκε. Λείπεται δὴ τὰ ἔμψυχα τὴν τοιαύτην ἔμφασιν ἔχειν καὶ εἶναι δευ- τέρως αὐτοκίνητα τὴν δὲ ἐν αὐτοῖς οὖσαν ψυχὴν πρώτως ἑαυτήν τε καὶ κινεῖν καὶ ὑφ' ἑαυτῆς κινεῖσθαι καὶ διὰ τὴν ὑφ' ἑαυτῆς δύναμιν ὥσπερ τοῦ ζῆν οὕτω δὴ καὶ τοῦ κινεῖσθαι παρ' ἑαυτῶν τοῖς σώμασιν ἰνδάλματα παρέχειν. Εἰ τοίνυν τῶν μὲν ἑτεροκινήτων πρεσβυτέραν εἶναι δεῖ τὴν αὐτοκίνητον οὐσίαν ἡ δὲ ψυχὴ τὸ πρώτως αὐτοκί- νητον παρ' ἧς καὶ τοῖς σώμασιν ἐφήκει τὸ τῆς αὐτοκινησίας εἴδωλον ἐπέκεινα ἂν εἴη σωμάτων ἡ ψυχή καὶ παντὸς σώματος ἡ κίνησις ψυχῆς ἂν εἴη καὶ τῆς ἐν αὐτῇ κινήσεως ἔκγονος. Ἀναγκαῖον ἄρα καὶ τὸν ὅλον οὐρανὸν καὶ τὰ ἐν αὐτῷ πάντα ποικίλας ἔχοντα κινήσεις καὶ τὸ μὲν ἄλλην τὸ δὲ ἄλλην καὶ ταύτας κινούμενα κατὰ φύσιν παντὶ γὰρ τῷ τοιῷδε κατὰ φύσιν ἡ ἐγκύκλιος φορά ψυχὰς ἡγεμο- νούσας ἔχειν καὶ κατ' οὐσίαν πρεσβυτέρας σωμάτων ἐν ἑαυταῖς κινουμένας αἳ καὶ τούτοις ἐκλάμπουσιν ἄνωθεν τὴν τοῦ κινεῖσθαι δύναμιν. Ταύτας δὴ οὖν τὰς ψυχάς αἳ τὸν σύμπαντα κόσμον καὶ τὰς ἐν αὐτῷ μοίρας διεκόσμησαν καὶ πᾶν τὸ σωματικὸν παρ' ἑαυτοῦ ζωῆς ἄμοιρον ὂν κινούμενον καὶ ζῶν ἀπέφηναν ἐμπνεύσασαι τὴν τῆς κινήσεως αὐτοῖς αἰτίαν ἀναγκαῖον ἢ κατὰ λόγον πάντα κινεῖν ἢ τὸν ἐναντίον τρόπον ὃ μὴ θέμις εἰπεῖν. Ἀλλ' εἰ μὲν ὁ κόσμος οὗτος καὶ πᾶν τὸ ἐν αὐτῷ τεταγμένον καὶ ὁμαλῶς κινούμενον καὶ φερόμενον ἀεὶ κατὰ φύσιν ὥσπερ δέδεικται τὰ μὲν ἐν τοῖς μαθήμασιν τὰ δὲ ἐν ταῖς περὶ φύσεως πραγματείαις εἰς ψυχὴν ἀνήρτηται τὴν ἀλόγως αὐτήν τε κινουμένην καὶ τὰ ἄλλα κινοῦσαν οὔτε ἡ τάξις αὕτη τῶν περιόδων οὔτε ἡ καθ' ἑαυτὸ καθ' ἕνα λόγον ὡρισμένη κίνησις οὔτε ἡ θέσις τῶν σωμάτων οὔτε ἄλλο τῶν κατὰ φύσιν γινομένων οὐδὲν αἰτίαν ἑστῶσαν ἕξει καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕκαστα διακοσμεῖν δυναμένην. Πᾶν γὰρ δὴ τὸ ἄλογον ὑπ' ἄλλου κοσμεῖσθαι πέφυκεν ἀόριστον ὂν τῇ ἑαυτοῦ φύσει καὶ ἄκοσμον. Τὸ δὴ τῷ τοιούτῳ τὸν ὅλον οὐρανὸν ἐπιτρέψαι καὶ τὴν κατὰ λόγον ἀεὶ τὸν αὐτὸν ὡσαύτως ἀνακυκλουμένην περιφορὰν οὔτε τῇ φύσει τῶν πραγμάτων οὔτε ταῖς ἀδιδάκτοις ἡμῶν ἐννοίαις ἐστὶ προσῆκον οὐδαμῶς. Εἰ δὲ αὖ ψυχὴ νοερὰ καὶ λόγῳ χρωμένη τὰ πάντα ποδη- γετεῖ καὶ πᾶν τὸ τὴν ἀίδιον φερόμενον φορὰν ὑπὸ ψυχῆς κυβερνᾶται τοιαύτης καὶ μηδέν ἐστι τῶν ὅλων ἄμοιρον ψυχῆς οὐθὲν γὰρ τίμιον τῶν σωμάτων τῆς τοιαύτης δυνάμεως ἐστερημένον ὥς πού φησιν ὁ Θεόφραστοσ πότερον κατὰ μέθεξιν ἔχει τὸ νοερὸν τοῦτο καὶ τὸ τέλειον καὶ τὸ ἀγαθουργὸν ἢ κατ' οὐσίαν; Εἰ μὲν γὰρ κατ' οὐσίαν ἀνάγκη καὶ πᾶσαν εἶναι ψυχὴν τοιαύτην εἴπερ ἑκάστη κατὰ τὴν ἑαυτῆς φύσιν ἐστὶν αὐτοκίνητος· εἰ δὲ κατὰ μέθεξιν ἄλλος ἂν εἴη ψυχῆς πρεσβύτερος ὁ κατ' ἐνέργειαν νοῦς ὃς κατ' οὐσίαν ἔχει τὸ νοεῖν αὐτῷ τῷ εἶναι τὴν ἑνοειδῆ γνῶσιν τῶν ὅλων ἐν ἑαυτῷ προειληφώς· ἐπεὶ καὶ ἀνάγκη τὴν ψυχὴν κατὰ λόγον οὐσιωμένην τὸ κατὰ νοῦν διὰ μεθέξεως ἔχειν καὶ τὸ νοερὸν εἶναι διττόν τὸ μὲν πρώτως ἐν αὐτῷ τῷ θείῳ νῷ τὸ δὲ ἀπ' ἐκείνου δευτέρως ἐν ψυχῇ· πρόσθες δέ εἰ βούλει καὶ τὴν εἰς τὸ σῶμα παρουσίαν τῆς νοερᾶς ἐλλάμψεως. Πόθεν γὰρ ὁ σύμπας οὗτος οὐρανὸς ἢ σφαιρικός ἐστιν ἢ κύκλῳ φέρεται καὶ περὶ τὸ αὐτὸ κατὰ μίαν τάξιν ὡρισμένην ἀνακυκλοῦται; Πῶς δὲ ἀεὶ τὴν αὐτὴν ἰδέαν καὶ δύναμιν ἀτρέπτως ἔλαχε κατὰ φύσιν εἰ μὴ τῆς κατὰ νοῦν μετείληχεν εἰδοποιίας; Ψυχὴ μὲν γὰρ κινήσεώς ἐστι χορηγός τὸ δὲ τῆς μονίμου καταστάσεως αἴτιον καὶ τὴν ἀνίδρυτον τῶν κινουμένων παράλλαξιν εἰς ταὐτότητα τήν τε καθ' ἕνα λόγον πεπερασμένην ζωὴν καὶ ὡσαύτως ἔχουσαν περιφορὰν ἐπανάγον δῆλον ὡς ἐπέκεινα ἂν εἴη ψυχῆς. Σῶμα μὲν ἄρα καὶ πᾶν τὸ αἰσθητὸν τοῦτο τῶν ἑτερο- κινήτων ἐστί ψυχὴ δὲ αὐτοκίνητος εἰς αὑτὴν ἁπάσας τὰς σωματικὰς κινήσεις ἀναδησαμένη πρὸ δὲ ταύτης ὁ νοῦς ἀκίνητος ὤν. Καί μοι τοῦτο τὸ ἀκίνητον μὴ τοιοῦτον ὑπολάβῃς οἷον τὸ ἀργὸν καὶ ἄζων καὶ ἄπνευμον εἶναί φαμεν ἀλλὰ τὸ πάσης κινήσεως ἀρχηγικὸν αἴτιον καὶ τὴν πηγήν εἰ βούλει πάσης ζωῆς τῆς τε εἰς ἑαυτὴν ἐπιστρε- φομένης καὶ τῆς ἐν ἑτέροις τὴν ὑπόστασιν ἐχούσης. Καὶ διὰ ταύτας ὁ κόσμοσ τὰς αἰτίας ζῷον ἔμψυχον ἔννουν ὑπὸ τοῦ Τιμαίου προσείρηται κατὰ μὲν τὴν ἑαυτοῦ φύσιν καὶ τὴν εἰς αὐτὸν καθήκουσαν ζωὴν ἀπὸ ψυχῆς καὶ περὶ αὐτὸν μεριζομένην ζῷον ἀποκαλούμενος κατὰ δὲ τὴν τῆς θείας ψυχῆς εἰς αὐτὸν παρουσίαν ἔμψυχον κατὰ δὲ τὴν νοερὰν ἐπιστασίαν ἔννουν· καὶ γὰρ ζωῆς χορηγία καὶ ψυχῆς ἡγεμονία καὶ νοῦ μετουσία συνέχει τὸν ὅλον οὐρανόν. Εἰ δὲ καὶ ὁ νοῦς οὗτος κατ' οὐσίαν μέν ἐστι νοῦς ἐπεὶ ταὐτόν ἐστι τὸ νοεῖν καὶ τὸ εἶναι φησὶν ὁ Παρμε- νίδης κατὰ μέθεξιν δὲ θεός ὅ μοι καὶ ὁ Ἀθηναῖος δοκεῖ ξένοσ ἐνδεικνύμενος θεῖον αὐτὸν προσειπεῖν· νοῦν γάρ φησιν θεῖον προσλαβοῦσαν τὴν ψυχὴν ὀρθὰ καὶ ἔμφρονα παιδαγωγεῖν ἀνάγκη δήπου καὶ τὸν ὅλον οὐρανὸν εἰς τὴν αὐτοῦ θεότητα καὶ ἕνωσιν ἀνηρτῆσθαι καὶ τῷδε τῷ παντὶ κόσμῳ τὴν μὲν κίνησιν ἀπὸ ψυχῆς παρεῖναι τὴν δὲ ἀίδιον διαμονὴν καὶ τὸ ὡσαύτως ἀπὸ νοῦ τὴν δὲ ἕνωσιν τὴν μίαν καὶ τὴν σύμπνοιαν τὴν ἐν αὐτῷ καὶ τὴν συμπάθειαν καὶ τὸ παντελὲς μέτρον ἐκ τῆς ἑνάδος ἀφ' ἧς καὶ ὁ νοῦς ἑνοειδὴς καὶ ἡ ψυχὴ μία καὶ ἕκαστον τῶν ὄντων ὅλον ἐστὶ καὶ τέλειον κατὰ τὴν αὑτοῦ φύσιν καὶ τῶν δευτέρων ἕκαστον μετὰ τῆς ἐν τῇ οἰκείᾳ φύσει τελειό- τητος κἀκ τῆς ὑπεριδρυμένης ἀεὶ τάξεως μεταλαμβάνει κρείττονος ἄλλης ἰδιότητος. Τὸ μὲν γὰρ σωματικὸν ἑτεροκίνητον ὂν αὐτοκινήτου δυνάμεως ἔμφασιν ἀπὸ ψυχῆς κομίζεται καὶ ζῷόν ἐστι δι' ἐκείνην· ψυχὴ δὲ αὐτοκίνητος οὖσα τῆς κατὰ νοῦν μετέχει ζωῆς καὶ κατὰ χρόνον ἐνερ- γοῦσα τὸ τῆς ἐνεργείας ἄπαυστον καὶ τὴν ἄγρυπνον ζωὴν ἐκ τῆς πρὸς τὸν νοῦν ἔχει γειτνιάσεως· νοῦς δὲ ἐν αἰῶνι τὸ ζῆν ἔχων καὶ τῇ οὐσίᾳ ὢν ἐνέργεια καὶ πᾶσαν ὁμοῦ τὴν νόησιν ἐν τῷ νῦν ἑστῶσαν πηξάμενος ἔνθεός ἐστι διὰ τὴν πρὸ αὐτοῦ πάντως αἰτίαν. Διττὰς γὰρ ἔχει τὰς ἐνεργείας ὥς φησιν ὁ Πλωτῖνος τὰς μὲν ὡς νοῦς τὰς δὲ ὡς μεθύων τῷ νέκταρι· καὶ ἐν ἄλλοις ἐδείξαμεν ὅτι καὶ ὁ νοῦς οὗτος τῷ πρὸ ἑαυτοῦ μὴ νῷ θεός ὥσπερ ἡ ψυχὴ τῇ ἑαυτῆς ὑπὲρ ψυχὴν ἀκρότητι νοῦς καὶ τὸ σῶμα τῇ πρὸ τοῦ σώματος δυνάμει ψυχή. Πάντα δ' οὖν ὥσπερ εἴπομεν ἀνήρτηται τοῦ ἑνὸς διὰ μέσου νοῦ καὶ ψυχῆς· καὶ ὁ μὲν νοῦς ἑνοειδής ἐστιν ἡ δὲ ψυχὴ νοοειδής τὸ δὲ σῶμα τὸ τοῦ κόσμου ζωτικόν πᾶν δὲ εἰς τὸ πρὸ αὐτοῦ συνῄρηται. Καὶ τῶν μετὰ ταῦτα τὰ μὲν ἐγγύτερον τὰ δὲ πορρώτερον ἀπολαύει τοῦ θείου· καὶ ὁ μὲν θεὸσ πρὸ νοῦ τῇ νοερᾷ φύσει πρώτως ἐποχούμενοσ ὁ δὲ νοῦς θειότατος ὡς πρὸ τῶν ἄλλων ἐκθεούμενος ἡ δὲ ψυχὴ θεία καθ' ὅσον τῆς νοερᾶς δεῖται μεσότητος τὸ δὲ σῶμα τὸ τῆς τοιαύτης ψυχῆς μετέχον ὡς μὲν σῶμα θεῖον δήπου καὶ αὐτό διήκει γὰρ ἄνωθεν ἄχρι τῶν ἐσχάτως ἐξηρτημένων ἡ τοῦ φωτὸς ἔλλαμψισ ἁπλῶς δὲ οὐ θεῖον ἀλλὰ ψυχὴ τῷ πρὸς νοῦν βλέπειν καὶ παρ' ἑαυτῆς ζῆν θεία πρώτως ἐστίν. Ὁ αὐτὸς δή μοι λόγος ἐστὶ καὶ περὶ τῶν ὅλων σφαιρῶν ἑκάστης καὶ περὶ τῶν ἐν αὐταῖς σωμάτων. Πάντα γὰρ μιμεῖται τὸν ὅλον οὐρανόν ἐπείπερ καὶ αὐτὰ τῆς ἀιδίου μοίρας ἐστί καὶ τὰ ὑπὸ σελήνην στοιχεῖα τὸ μὲν πάντῃ κατ' οὐσίαν ἀμετάβλητον οὐκ ἔχοντα μένοντα δὲ κατὰ τὰς αὐτῶν ὁλότητας ἐν τῷ παντὶ καὶ ζῴων ὄντα περιεκτικὰ μερικῶν. Πᾶσα γὰρ ὁλότης ἔχει μεθ' ἑαυτὴν τὰς μερικω- τέρας ὑποστάσεις· ὥσπερ οὖν ἐν οὐρανῷ μετὰ τῶν ὅλων σφαιρῶν καὶ ὁ τῶν ἄστρων συμπροῆλθεν ἀριθμὸς καὶ ὥσπερ ἐν γῇ μετὰ τῆς ὁλότητος καὶ ζῴων γηΐνων μερικῶν ὑφέστηκε πλῆθος οὕτως ἀναγκαῖον οἶμαι κἀν τοῖς μεταξὺ τῶν ὅλων ἕκαστον στοιχεῖον συμπεπληρῶσθαι τοῖς οἰκείοις ἀριθμοῖς. Καὶ πῶς γὰρ ἂν ἐν τοῖς ἄκροις τὰ ὅλα μετὰ τῶν μερῶν ἐτέτακτο πρὸ τῶν μερῶν ὑφιστάμενα μὴ κἀν τοῖς μέσοις οὔσης τῆς αὐτῆς ἀναλογίας; Εἰ δὲ ἑκάστη τῶν σφαιρῶν καὶ ζῷόν ἐστι καὶ ἀεὶ ὡσαύτως ἵδρυται καὶ συμπληροῖ τὸ πᾶν ὡς μὲν ζωὴν ἔχον ψυχῆς ἀεὶ μετέχον πρώτως ὡς δὲ τὴν ἑαυτοῦ τάξιν ἄτρεπτον ἐν τῷ κόσμῳ διαφυλάττον ὑπὸ νοῦ συνεχόμενον ὡς δὲ ἓν καὶ ὅλον τῶν οἰκείων μερῶν ἡγεμονοῦν ὑπὸ τῆς ἑνώσεως τῆς θείας ἐλλαμπόμενον οὐ μόνον ἄρα τὸ πᾶν ἀλλὰ καὶ ἕκαστον τῶν ἀιδίων ἐν αὐτῷ μερῶν ἔμψυχόν ἐστι καὶ ἔννουν ὁμοιούμενον τῷ παντὶ κατὰ δύναμιν· καὶ γὰρ τούτων ἕκαστόν ἐστι πᾶν πρὸς τὸ συγγενὲς αὐτῷ πλῆθος. Ἵν' οὖν συνελόντες εἴπωμεν μία μὲν ἡ τοῦ παντὸς σωματοειδὴς ὁλότης πολλαὶ δὲ ὑπὸ ταύτην ἄλλαι τῆς μιᾶς ταύτης ἐξεχόμεναι· καὶ ψυχὴ μία τοῦ παντός καὶ μετὰ ταύτην ἄλλαι συνδιακοσμοῦσαι ταύτῃ τὰς ὅλας μερίδας ἀχράντως· καὶ νοῦς εἷς καὶ νοερὸς ἀριθμὸς ὑπὸ τοῦτον μετεχόμενος ὑπὸ τῶν ψυχῶν τούτων· καὶ θεὸς εἷς ἁπάντων ὁμοῦ τῶν ἐγκοσμίων συνοχεύς καὶ πλῆθος ἄλλων θεῶν τάς τε νοερὰς οὐσίας καὶ τὰς ψυχὰς τὰς τούτων ἠρτημένας καὶ τὰς μοίρας τοῦ κόσμου πάσας κατανειμαμένων. Οὐ γὰρ δήπου τῶν μὲν φύσει γεγονότων

ἕκαστον τῶν ὁμοίων ἐστὶ γεννητικόν τὰ δὲ ὅλα καὶ πρώ- τιστα τῶν ἐγκοσμίων οὐ πολλῷ μειζόνως τῆς τοιαύτης ἀπογεννήσεως ἐν ἑαυτοῖς προτείνει τὸ παράδειγμα· τὸ γὰρ ὅμοιον τοῦ ἀνομοίου καθάπερ δὴ καὶ τὸ ταὐτὸν τοῦ θατέρου καὶ τὸ πέρας τοῦ ἀπείρου τῷ τῆς αἰτίας λόγῳ συγγενέστερόν ἐστι καὶ κατὰ φύσιν προσῆκον.

ιε Ταῦτα μὲν οὖν κἀν τοῖς ὕστερον δι' ἀκριβείας θεωρή- σομεν· ἐπὶ δὲ τὸ δεύτερον τραπώμεθα τῶν ἐν Νόμοις ἀποδεδειγμένων τὸ τοὺς θεοὺς προνοεῖν τῶν τε ὅλων ὁμοῦ καὶ τῶν μερῶν καὶ τίνα περὶ τῆς προνοίας τῶν θεῶν ἀνέλεγκτον ἔννοιαν ὁ Πλάτων ἡμῖν παραδίδωσι τῷ λογισμῷ συνέλωμεν. Οὐκοῦν ἐκ τῶν προειρημένων παντὶ καταφανὲς ὅτι θεοὶ κινήσεως αἴτιοι πάντες ὄντες οἱ μὲν οὐσιώδεις καὶ ζωτικοὶ κατὰ τὴν αὐτοκίνητον καὶ αὐτόζωον καὶ αὐτενέργητον δύναμιν οἱ δὲ νοεροὶ καὶ αὐτῷ τῷ εἶναι τὰ δεύτερα πάντα πρὸς τὴν τελειότητα τῆς ζωῆς ἀνεγείροντες κατὰ τὴν πηγήν τε καὶ ἀρχὴν πασῶν τῶν δευτέρων τε καὶ τρίτων τῆς κινήσεωσ προόδων οἱ δὲ ἑνιαῖοι καὶ πάντα τὰ ὅλα γένη ταῖσ ἑαυτῶν μεθέξεσιν ἐκθεοῦντες κατὰ τὴν πρωτουργὸν καὶ παντελῆ καὶ ἄγνωστον τῆς ἐνεργείας δύναμιν οὐ τῆσδε μέν εἰσιν ἡγεμόνες τῆς κινήσεως τῆς δὲ ἄλλοις ἀφεῖσαν τὴν ἀρχήν οὐδ' αὖ τὴν μὲν κατὰ τόπον ἢ κατὰ ποιότητα κίνησιν χορηγοῦσι τοῖς δευτέροις τὴν δὲ κατ' οὐσίαν ἢ κατὰ ποσότητα παρ' ἑαυτῶν ἔχει τὰ τῇδε. Πᾶν γὰρ τὸ τῆς οὐσίας αἴτιον ἑαυτῷ πολλῷ πρότερόν ἐστι καὶ τῶν ἐνεργειῶν τῶν οἰκείων καὶ τῆς τελειότητος αἴτιον. Ἔτι τὸ αὐτοκίνητον πᾶσίν ἐστιν ἀρχὴ κινήσεως καὶ τὸ εἶναι τοῖς ἐν τῷ κόσμῳ πᾶσι καὶ τὸ ζῆν ἀπὸ ψυχῆς καὶ οὐχ ἡ τοπικὴ μόνον οὐδὲ αἱ ἄλλαι κινήσεις ἀλλὰ καὶ ἡ εἰς τὸ εἶναι πάροδος ἀπὸ ταύτης καὶ πολλῷ πρότερον ἐκ τῆς νοερᾶς οὐσίας ἣ καὶ τὴν τῶν αὐτοκινήτων ζωὴν εἰς ἑαυτὴν ἀνεδήσατο καὶ προηγεῖται κατ' αἰτίαν ἁπάσης χρονικῆς ἐνεργείας καὶ ἔτι μειζόνως ἐκ τῆς ἑνιαίας ὑπάρξεως ἣ καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν συνέχει καὶ πληροῖ τῶν ὅλων ἀγαθῶν καὶ πρόεισιν ἄχρι τῶν ἐσχάτων. Ζωῆς μὲν γὰρ οὐ πάντα τὰ τοῦ κόσμου μέρη μετέχειν δυνατὸν οὐδὲ νοῦ καὶ τῆς γνωστικῆς δυνάμεως τοῦ δὲ ἑνὸς πάντα μετείληχεν ἄχρι τῆς ὕλης τά τε ὅλα καὶ τὰ μέρη τά τε κατὰ φύσιν καὶ τὰ τούτοις ἐναντία καὶ οὐδέν ἐστιν ἄμοιρον τῆς τοιαύτης αἰτίας οὐδ' ἂν τοῦ ὄντος μετάσχοι τί ποτε τοῦ ἑνὸς ἐστερημένον. Εἰ τοίνυν πάντα μὲν παράγουσιν οἱ θεοί πάντα δὲ συνέχουσι ταῖς ἑαυτῶν ἀγνώστοις περιοχαῖς τίς μηχανὴ μὴ οὐχὶ καὶ πρόνοιαν εἶναι τῶν πάντων ἐν αὐτοῖς διήκουσαν ἄνωθεν ἄχρι τῶν μερικωτάτων; Τὰ γὰρ ἔκγονα πανταχοῦ προσήκει τῆς τῶν αἰτίων ἀπολαύειν κηδεμονίας· τὰ δὲ ἑτεροκίνητα πάντα τῶν αὐτοκινήτων ἔκγονα καὶ τὰ κατὰ χρόνον ἢ τὸν ὅλον ἢ τὸν τοῦδε μερικώτερον ὑφιστάμενα τῶν αἰωνίων ἐστὶν ἀποτελέσματα διότι τὸ ἀεὶ ὂν τοῦ ποτὲ ὄντος αἴτιον καὶ τὰ θεῖα καὶ ἑνιαῖα γένη τῶν πεπληθυς- μένων ἁπάντων ὑποστατικὰ προϋπάρχει καὶ οὐδέν ἐστιν ὅλως οὐσιῶν ἢ δυνάμεων πλῆθος ὃ μὴ τὴν γένεσιν ἐκ τοῦ ἑνὸς ἔλαχε. Ταῦτα τοίνυν πάντα καὶ τῆς προνοίας ἀνάγκη τυγχάνειν τῶν προηγουμένων αἰτίων ζωοποιούμενα μὲν ἐκ τῶν ψυχικῶν θεῶν καὶ κατὰ τὰς χρονικὰς περιόδους ἀνακυ- κλούμενα τοῦ δὲ εἶναι καὶ τῆς οὐσίας ἐκ τῶν νοερῶν ἀποπληρούμενα καὶ ταὐτότητος ὁμοῦ καὶ τῆς μονίμου τῶν εἰδῶν καταστάσεως μεταλαγχάνοντα τῆς δὲ ἑνώσεως καὶ τοῦ μέτρου καὶ τῆς τοῦ ἀγαθοῦ διανομῆς ἐκ τῶν πρωτίστων θεῶν καταδεχόμενα τὴν εἰς αὐτὰ παρουσίαν. Ἀνάγκη τοίνυν ἢ γινώσκειν τοὺς θεοὺς ὅτι κατὰ φύσιν ἐστὶν αὐτοῖς ἡ τῶν οἰκείων γεννημάτων πρόνοια καὶ τὸ μὴ μόνον ὑφιστάνειν τὰ δεύτερα καὶ ζωὴν χορηγεῖν καὶ οὐσίαν καὶ ἕνωσιν ἀλλὰ καὶ τῶν ἀγαθῶν τῶν ἐν τούτοις προειλη- φέναι τὴν πρωτουργὸν αἰτίαν ἢ τὸ προσῆκον αὐτοὺς θεοὺς ὄντας ὃ μηδὲ θέμις εἰπεῖν ἀγνοεῖν. Ποία γὰρ ἄγνοια τῶν καλῶν παρὰ τοῖς τῆς καλλονῆς αἰτίοις ἢ τῶν ἀγαθῶν παρὰ τοῖς ἐν τῇ τοῦ ἀγαθοῦ φύσει τὴν ὕπαρξιν ἀφωρις- μένην λαχοῦσιν; Ἀλλ' εἰ μὲν ἀγνοοῦσιν οὔτε κατὰ νοῦν αἱ ψυχαὶ ποδηγοῦσι τὸ πᾶν οὔτε νόες εἰσὶν ἐπιβα- τεύοντες ταῖς ψυχαῖς οὔτε πρὸ τούτων αἱ τῶν θεῶν ἑνάδες τὰς ἁπάσας γνώσεις ἐν αὐτοῖς συνῃρήκασιν ἃ δὴ διὰ τῶν ἔμπροσθεν ἀποδείξεων ἡμεῖς ὡμολογήκαμεν. Εἰ δὲ γινώς κουσι πατέρεσ ὄντες τῶν ἐν τῷ κόσμῳ πάντων καὶ

ἡγεμόνεσ καὶ ἄρχοντεσ ὡς τοιούτοις οὖσιν αὐτοῖς ἡ τῶν ἀρχομένων καὶ ἑπομένων καὶ γενομένων παρ' αὐτῶν ἐπιμέλεια προσήκει πότερον αὐτοὺς καὶ δύνασθαι γινώς- κοντας τὸν κατὰ φύσιν νόμον ἀποπληροῦν φήσομεν ἢ δι' ἀσθένειαν τῆς προνοίας παρῃρῆσθαι τῶν οἰκείων εἴτε βούλει κτημάτων εἴτε γεννημάτων λέγειν; Οὐδὲν ἡμεῖς γε διοισόμεθα πρὸς τὸν παρόντα λόγον. Εἰ μὲν γὰρ ἀδυνατοῦντες τῆς τῶν ὅλων κηδεμονίας ἀπολείπονται τί τὸ τῆς ἀδυναμίας ταύτης αἴτιον; Οὐ γὰρ ἔξωθεν τὰ πράγ- ματα κινοῦσιν οὐδ' ἄλλοι μέν εἰσιν αἴτιοι τῆς οὐσίας αὐτοὶ δὲ τὴν ἡγεμονίαν παρειλήφασιν ὧν ἐκεῖνοι παρή- γαγον ἀλλ' οἷον ἐκ πρύμνησ τὰ πάντα κατευθύνου- σιν αὐτοὶ τὸ εἶναι χορηγοῦντες αὐτοὶ τὰ τῆς ζωῆς μέτρα κατέχοντες αὐτοὶ τὰ τῆς ἐνεργείας ἑκάστοις διανέμοντες. Καὶ πότερον ἀδυνατοῦσιν ἁπάντων ὁμοῦ προνοεῖν ἢ καὶ τῶν μερῶν ἕκαστον οὐκ ἄμοιρον ἀφεῖσαν τῆς ἑαυτῶν ἐπιστασίας; Καὶ εἰ μὴ πάντων τῶν ἐν τῷ κόσμῳ εἰσὶ κηδεμόνες πότερον τῶν μὲν μειζόνων προμη- θοῦνται τῶν δὲ ἐλαττόνων ἀμελοῦσιν ἢ τῶν μὲν ἐλαττόνων κήδονται τῶν δὲ μειζόνων τῆς ἐπιμελείας ἀφεστήκασιν; Εἰ μὲν γὰρ ὁμοίως ἁπάντων δι' ἀδυναμίαν τῆς προνοίας αὐτοὺς ἀφαιρήσομεν πῶς τὸ μεῖζον αὐτοῖς ἀποδόντες τὸ πάντα παράγειν τὸ τῷδε κατὰ φύσιν ἑπόμενον τὸ προνοεῖν τῶν ὑποστάντων οὐ συγχωρήσομεν; Δυνάμεως γὰρ τῆς τὸ μεῖζον ποιούσης καὶ τὸ ἔλαττον κατορθοῦν.

Εἰ δὲ τῶν μὲν ἐλαττόνων ἐπιμελήσονται τῶν δὲ μειζόνων ἀμελήσουσι πῶς ὁ τρόπος οὗτος τῆς προνοίας ὀρθὸς ἂν εἴη; Παντὶ γὰρ τὸ συγγενέστερον καὶ ὁμοιότερον μᾶλλόν ἐστι πρὸς τὴν μετουσίαν ὧν αὐτῷ δίδωσιν ἀγαθῶν οἰκεῖον καὶ κατὰ φύσιν προσῆκον. Εἰ δὲ τὰ μὲν πρώτιστα τῶν ἐγκοσμίων προνοίας ἀξιοῦσι καὶ τῆς παρ' ἑαυτῶν τελειώ- σεως μέχρι δὲ τῶν ἐσχάτων χωρεῖν ἀδυνατήσουσιν τί τὸ διεῖργον ἔσται τὴν ἐπὶ πάντα παρουσίαν τῶν θεῶν; Τί τὸ διακόπτον τὴν ἄφθονον ἐνέργειαν αὐτῶν; Πῶς δὲ οἱ τὰ μείζω δυνηθέντες τῶν ἐλαττόνων κρατεῖν ἀσθενοῦσιν; Ἢ πῶς τὴν οὐσίαν καὶ τῶν ἐλαχίστων παράγοντες τῆς τελειότητος αὐτῶν δι' ἀδυναμίαν οὐκ ἔσονται κύριοι; Ταῦτα γὰρ πάντα πρὸς τὰς κατὰ φύσιν ἡμῶν ἐννοίας διαμάχεται. Λείπεται τοίνυν αὐτοὺς καὶ γινώσκειν τὸ προσῆκον καὶ δύναμιν ἔχειν εἰς τὴν τοῦ πρέποντος αὐτοῖς σχήματος τελειότητα καὶ τὴν τῶν ὅλων ἡγεμονίαν. Εἰ δὲ καὶ γινώσκουσι τὸ κατὰ φύσιν τοῦτο δέ ἐστι τοῖς τὰ πάντα γεννησαμένοις τῶν πάντων κήδεσθαι καὶ δυνάμεως περιουσίᾳ τῆς τοιαύτης οὐ παρῄρηνται κηδεμονίας καὶ πότερον ὁμοῦ τοῖς εἰρημένοις καὶ βούλησίς ἐστι τῆς προνοίας ἐν αὐτοῖς ἢ τοῦτο μόνον ἐλλείπει τῇ τε γνώσει καὶ τῇ δυνάμει καὶ διὰ τοῦτο τὰ πράγματα τῆς παρ' αὐτῶν ἀπῃώρηται κηδεμονίας; Εἰ μὲν γὰρ καὶ γινώσκοντες τὰ προσήκοντα σφίσιν αὐτοῖς καὶ δυνάμενοι τὰ γνωσθέντα πληροῦν οὐ βούλονται προμηθεῖσθαι τῶν οἰκείων γεννη- μάτων ἀγαθότητος ἂν εἶεν ἐνδεεῖς καὶ τὸ ἄφθονον αὐτῶν οἰχήσεται καὶ οὐδὲν ἀλλ' ἢ τὴν ὕπαρξιν ἀναιρήσομεν

καθ' ἣν οὐσίωνται. Τῷ γὰρ ἀγαθῷ τὸ εἶναι τῶν θεῶν ἀφώρισται καὶ ἐν τούτῳ τὴν ὑπόστασιν ἔχουσιν οἱ θεοί τὸ δὲ προνοεῖν τῶν ὑφειμένων ἀγαθοῦ τινός ἐστιν αὐτοῖς μεταδιδόναι· πῶς οὖν ἀφαιρούμενοι τῆς προνοίας τοὺς θεοὺς οὐχ ἅμα καὶ τῆς ἀγαθότητος αὐτοὺς ἀφαιρήσομεν; Πῶς δὲ τὴν ἀγαθότητα σαλεύοντες οὐχὶ καὶ τὴν ὕπαρξιν αὐτῶν ἣν κατεδησάμεθα ταῖς ἔμπροσθεν ἀποδείξεσιν ἀναιροῦντες λανθάνομεν; Ἀνάγκη τοίνυν τῷ μὲν εἶναι τοὺς θεοὺς καὶ τὸ ἀγαθοὺσ εἶναι πᾶσαν ἀρετὴν συνακολουθεῖν τούτῳ δὲ αὖ τὸ μήτε ῥαθυμίᾳ μήτε ἀσθενείᾳ μήτε ἀγνοίᾳ τῆς τῶν δευτέρων προνοίας ἀποστατεῖν τούτῳ δὲ οἶμαι καὶ τὸ γνῶσιν εἶναι παρ' αὐτοῖς τὴν ἀρίστην καὶ δύναμιν ἄχραντον καὶ βούλησιν ἄφθονον· ἐξ ὧν δὴ καὶ προνοοῦντες τῶν ὅλων καὶ μηδὲν ἐλλείποντες εἰς τὴν τῶν ἀγαθῶν χορηγίαν πεφήνασι. Καί μοι μηδεὶς τὴν τοιαύτην πρόνοιαν ἢ κατατείνειν περὶ τὰ δεύτερα τοὺς θεοὺς ἡγείσθω καὶ τῆς ἐξῃρημένης αὐτοὺς ἀφαιρεῖν ὑπεροχῆς ἢ πραγματειώδη καὶ ἐπίπονον αὐτοῖς τὸν βίον ποιεῖν πόρρω τῆς θνητῆς δυσχερείας ἱδρυμένοις. Οὐ γὰρ ἐθέλει χραίνεσθαι τὸ μακάριον αὐτῶν τῇ δυσκολίᾳ τῆς διοικήσεως ἐπεὶ καὶ τοῖς παρ' ἡμῖν ἀγαθοῖς μετὰ ῥᾳστώνης ὁ βίος καὶ ἀπράγμων καὶ ἄλυπος πάντες δὲ οἱ πόνοι καὶ τὰ τῆς ὀχλήσεως ἐκ τῶν τῆς ὕλης ἐμποδίων. Ἀλλ' εἰ δεῖ τὸν τρόπον ἀφορίσασθαι τῆς τῶν θεῶν προνοίας αὐτοφυῆ καὶ ἄχραντον αὐτὸν καὶ ἄυλον καὶ ἄρρητον ὑποθετέον. Οὐ γὰρ ζητοῦντες τὸ προσῆκον οὐδὲ λογισμοῖς ἀμφιβόλοις τὸ ἀγαθὸν ἑκάστου θηρεύοντεσ

οὐδὲ ἔξω βλέποντες καὶ ἐπακολουθοῦντες τοῖς ἀποτελές- μασιν ὥσπερ ἄνθρωποι ποιοῦσιν ἐν τῇ προνοίᾳ τῶν οἰκείων πραγμάτων οὕτω δὴ καὶ οἱ θεοὶ τὰ πάντα κυβερνῶσιν· ἀλλ' ἐν ἑαυτοῖς τὰ μέτρα τῶν ὅλων προειληφότες καὶ τὰς οὐσίας ἑκάστων ἀφ' ἑαυτῶν παράγοντες καὶ εἰς ἑαυτοὺς βλέποντες αὐτῷ τῷ εἶναι ποδηγετοῦσιν ἀψόφῳ κελεύθῳ τὰ πάντα καὶ τελειοῦσι καὶ πληροῦσι τῶν ἀγαθῶν. Καὶ οὔτε τῇ φύσει παραπλησίως ποιοῦντες τῷ εἶναι μόνον ἀπροαιρέτως ἐνεργοῦσιν οὔτε ταῖς μερικαῖς ψυχαῖς ὁμοίως μετὰ βουλήσεως ἐνεργοῦντες τῆς κατ' οὐσίαν ποιήσεως ἐστέρηνται συνῃρήκασι δὲ ἄμφω κατὰ μίαν ἕνωσιν καὶ βούλονται μὲν ὅσα τῷ εἶναι δύνανται τῷ δὲ εἶναι πάντα καὶ δυνάμενοι καὶ ποιοῦντες ἀφθόνῳ βουλήσει τὴν τῆς ποιήσεως αἰτίαν συνέχουσιν. Τίς οὖν πραγματεία; Ποία δυσχέρεια; Τίνος Ἰξίονος δίκην ἢ τῶν ὅλων ψυχῶν ἢ τῶν νοερῶν οὐσιῶν ἢ τῶν θεῶν αὐτῶν τὴν πρόνοιαν ἐπιτελεῖσθαι φήσει τις; Εἰ μὴ καὶ αὐτὸ τὸ διδόναι καὶ ὁπωσοῦν τὸ ἀγαθὸν ἐπίπονον τοῖς θεοῖς. Ἀλλὰ οὐδενὶ τὸ κατὰ φύσιν ἐπίπονον· οὔτε γὰρ πυρὶ τὸ θερμαίνειν οὔτε χιόνι τὸ ψύχειν οὔτε ὅλως τοῖς σώμασι τὸ κατὰ τὰς οἰκείας δυνάμεις ἐνεργεῖν· ἀλλ' οὐδὲ πρὸ τῶν σωμάτων ταῖς φύσεσι τὸ τρέφειν ἢ γεννᾶν ἢ αὔξειν ταῦτα γὰρ ἔργα τῶν φύσεων· οὐδὲ αὖ πρὸ τούτων ταῖς ψυχαῖς καὶ γὰρ αὗται πολλὰ μὲν ἐκ προαιρέσεως ἐνεργοῦσι πολλὰ δὲ αὐτῷ τῷ εἶναι καὶ κινοῦσι πολλὰς κινήσεις τῷ παρεῖναι μόνον. Ὥστ' εἰ

μὲν κατὰ φύσιν τοῖς θεοῖς ἡ τοῦ ἀγαθοῦ μετάδοσις καὶ ἡ πρόνοια κατὰ φύσιν καὶ ταῦτα μετὰ ῥᾳστώνης καὶ αὐτῷ τῷ εἶναι μόνον παρὰ τῶν θεῶν ἐπιτελεῖσθαι φήσομεν· εἰ δὲ ταῦτα μὴ κατὰ φύσιν οὐδ' ἂν ἀγαθοὶ κατὰ φύσιν εἶεν. Τὸ γὰρ ἀγαθὸν ἀγαθοῦ παρεκτικόν καθάπερ δὴ καὶ ἡ ζωὴ ζωῆς ἄλλης ὑποστατικὴ καὶ ὁ νοῦς νοερᾶς ἐλλάμψεως καὶ πᾶν τὸ πρώτως ὂν ἐν ἑκάστῃ φύσει τοῦ δευτέρως ὄντος γεννητικόν. Ὃ δὲ μάλιστα τῆς Πλατωνικῆς ἐστὶ θεολογίας ἐξαίρετον τοῦτο ἔγωγε εἶναί φημι τὸ μήτε τὴν ἐξῃρημένην οὐσίαν τῶν θεῶν ἐπιστρέφειν εἰς τὰ δεύτερα διὰ τὴν τῶν κατα- δεεστέρων ἐπιμέλειαν μήτε τὴν προνοητικὴν ἐπὶ πάντα παρουσίαν ἐλαττοῦν διὰ τὴν τῶν ὅλων ἄχραντον αὐτῶν ὑπεροχήν ἀλλ' ὁμοῦ μὲν αὐτοῖς τὸ χωριστὸν τῆς ὑποστά- σεως ἀποδιδόναι καὶ τὸ ἀμιγὲς πρὸς ἅπασαν τὴν χείρονα φύσιν ὁμοῦ δὲ τὸ διατεῖνον εἰς ἅπαντα καὶ κηδεμονικὸν καὶ διακοσμητικὸν τῶν οἰκείων γεννημάτων. Οὐ γὰρ σωματικὸς ὁ τῆς διήξεως τρόπος ὥσπερ ὁ τοῦ φωτὸς διὰ τοῦ ἀέρος οὐδὲ μεριστὸς περὶ τοῖς σώμασιν ὥσπερ ἐπὶ τῆς φύσεως οὐδὲ ἐπιστρεφόμενος εἰς τὰ χείρονα καθάπερ ὁ τῆς μερικῆς ψυχῆς ἀλλὰ σώματος χωριστός ἀνεπί- στροφος ἄυλος ἀμιγής ἄσχετος ἑνοειδής πρωτουργός ἐξῃρημένος τοιοῦτός τις ὁ τῆς προνοίας τῶν θεῶν τρόπος ὡς συνελόντι φάναι πρός γε τὸ παρὸν νοείσθω. Δῆλον γὰρ ὅτι καθ' ἑκάστην τάξιν θεῶν οἰκεῖος ἔσται· καὶ γὰρ ψυχὴ μὲν ἄλλως προνοεῖν λέγεται τῶν δευτέρων νοῦς δὲ ἄλλως θεὸς δὲ ὁ πρὸ νοῦ καὶ καθ' ὑπεροχὴν τούτων ἀμφοτέρων· καὶ τῶν θεῶν αὐτῶν ἄλλη μὲν ἡ τῶν ὑπὸ

σελήνην ἄλλη δὲ ἡ τῶν ἐν οὐρανῷ πρόνοια καὶ τῶν ἐπέκεινα τοῦ κόσμου πολλαὶ μὲν αἱ τάξεις καθ' ἑκάστην δὲ ὁ τρόπος τῆς προμηθείας ἐξήλλακται.

ι Τὸ δὴ τρίτον ἐπὶ τούτοις τῶν προβλημάτων τοῖς ἔμπροσθεν καταδησώμεθα καὶ θεωρήσωμεν ὅπως τὸ ἄτρεπτον ἐπὶ τῶν θεῶν παραληψόμεθα πάντα κατὰ δίκην ἀγόντων καὶ μηδ' ὁπωστιοῦν τὸν ὅρον ταύτης σαλευόν- των μηδὲ τῆς ὀρθότητος τῆς ἀκλινοῦς ἐν τῇ προνοίᾳ τῶν τε ἄλλων ἁπάντων καὶ δὴ καὶ τῶν ἀνθρωπίνων ἐξισταμένων. Παντὶ δὴ οὖν τοῦτό γε οἶμαι καταφανὲς ὅτι τὸ ἄρχον ἑκασταχοῦ κατὰ φύσιν ἔχον τῆς τῶν ἀρχομένων εὐδαιμονίας τὸν σύμπαντα λόγον ποιούμενον ταύτῃ τὸ διοικούμενον ποδηγετεῖ καὶ κατευθύνει πρὸς τὸ ἄριστον. Οὔτε γὰρ ἂν κυβερνήτης ναυτῶν ἄρχων καὶ νεὼς ἄλλο τι προηγούμενον σχοίη τέλος ἢ τὴν τῶν ἐμπλεόντων καὶ τοῦ σκάφους σωτηρίαν οὔτε ἰατρὸς νοσούντων ἐπιμελητὴς ὢν ἄλλου δή τινος ἕνεκα πάντα πράττειν ἐπιχειρεῖ κἂν τέμνειν δέῃ κἂν φαρμακεύειν ἢ τῆς ὑγείας τῶν προνοουμένων οὔτε στρατηγὸς ἢ φύλαξ πρὸς ἄλλο βλέπειν φήσειεν ἂν τέλος ἢ ὁ μὲν τὴν τῶν φρουρουμένων ὁ δὲ τὴν τῶν στρατηγου- μένων ἐλευθερίαν· οὐδ' ἄλλος οὐδεὶς τῶν ἡγεῖσθαι καὶ προνοεῖν τεταγμένων ὡντινωνοῦν ἀνατρέπειν σπουδάζει τὸ τῶν ἑπομένων ἀγαθόν ἐφ' ᾧ τέτακται καὶ οὗ στοχαζόμενος παντα τὰ τῶν ἀρχομένων διατίθησι δεόντως. Εἰ τοίνυν καὶ τοὺς θεοὺς ἡγεμόνας εἶναι τῶν ὅλων συγκεχωρήκαμεν καὶ τὴν πρόνοιαν αὐτῶν ἐπὶ πάντα διατείνειν ἀγαθῶν ὄντων καὶ πᾶσαν ἀρετὴν ἐχόντων ὡμολογήκαμεν τίς μηχανὴ τῆς τῶν προνοουμένων αὐτοὺς εὐδαιμονίας ἀμε- λεῖν; Ἢ πῶς τῶν ἄλλων ἡγεμόνων ἔλαττον ἕξουσιν ἐν τῇ προνοίᾳ τῶν καταδεεστέρων εἴπερ οἱ μὲν ἀεὶ πρὸς τὸ βέλτιστον τῶν ἀρχομένων ἀποβλέπουσι καὶ τοῦτο τέλος τίθενται τῆς συμπάσης ἡγεμονίας οἱ δὲ παρορῶσι τὸ ἀγα- θὸν τὸ τῶν ἀνθρώπων καὶ κακίαν ἀρετῆς μᾶλλον ἀσπάζον- ται τοῖς τῶν μοχθηρῶν παρατρεπόμενοι δώροις; Πάντως εἴτε ἡγεμόνασ αὐτοὺς εἴτε ἄρχοντασ εἴτε φύλακασ εἴτε πατέρασ ἐθέλεις καλεῖν οὐδενὸς τῶν τοιούτων ὀνο- μάτων ἐνδεὲς τὸ θεῖον φανήσεται. Πάντα γάρ ἐστιν ἐν ἐκεί- νοις τὰ σεμνὰ καὶ τίμια πρώτως· καὶ διὰ τοῦτο δήπου κἀν- ταῦθα σεμνότερα καὶ τιμιώτερα κατὰ φύσιν ἄλλων ἄλλα διότι δὴ τῶν θεῶν ἐσχάτην ἀπεικασίαν φέρεται. Καὶ τί δεῖ λέγειν; Παρ' αὐτῶν γὰρ οἶμαι τῶν τὰ θεῖα σοφῶν πατρι- κάσ τε δυνάμεισ καὶ φρουρητικὰσ καὶ ἡγεμονικὰσ καὶ παιωνείουσ ὑμνημένας ἀκούομεν. Τίς οὖν μηχανὴ τὰ μὲν εἴδωλα τῶν θεῶν κατὰ φύσιν ἔχοντα τοῦ προσήκοντος αὐτοῖς στοχαζόμενα τέλους τῆς τῶν ἀρχομένων εὐθημο- σύνης προνοεῖν αὐτοὺς δὲ τοὺς θεούς παρ' οἷς τὸ ὅλον ἀγαθὸν καὶ ἡ ὄντως οὖσα ἀρετὴ καὶ ὁ ἀπήμων βίος μὴ πρὸς τὴν τῶν ἀνθρώπων ἀρετήν τε καὶ κακίαν κατευθύνειν τὴν ἡγεμονίαν καὶ ὅπως νικῶσαν μὲν ἀρετὴν ἐν τῷ

παντὶ κακίαν δὲ ἡττωμένην παρέξουσιν ἀλλὰ ταῖς τῶν μοχθηρῶν θεραπείαις διαφθείρειν μὲν τὰ μέτρα τῆς δίκης ἀνατρέπειν δὲ τὸν τῆς ἀκλινοῦς ἐπιστήμης ὅρον τὰ δὲ τῆς κακίας δῶρα προτιμότερα τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων καταφαίνειν; Οὔτε γὰρ αὐτοῖς δήπου τοῖς ἡγεμόσιν ὁ τρόπος οὗτος τῆς προνοίας οὔτε τοῖς ἑπομένοις συνοίσει· τοῖς μὲν γὰρ κακοῖς γενομένοις οὐκ ἔσται τῶν ἁμαρτημάτων ἀπαλλαγὴ προκαταλαμβάνειν ἐπιχειροῦσιν ἀεὶ τὴν δίκην καὶ παρατρέπειν τῶν τῆς ἀξίας μέτρων τοῖς δὲ ἀναγκαῖον ὃ μὴ θέμις εἰπεῖν τῆς τῶν προνοουμένων στοχάζεσθαι κακίας καὶ τῆς μὲν ἀληθινῆς αὐτῶν σωτηρίας ἀμελεῖν ἐσκιαγραφημένων δὲ ἀγαθῶν ἄρα μόνως αἰτίοις ὑπάρχειν τὸ δὲ πᾶν τοῦτο καὶ τὸν ὅλον κόσμον ἀταξίας ἐμπίπλασθαι καὶ ταραχῆς ἀνιάτου τῆς μοχθηρίας μενούσης καὶ ταῖς κακῶς πολιτευομέναις τῶν πόλεων τὴν ὁμοίαν ἔχειν διαφθοράν. Καίτοι πῶς οὐ παντελῶς ἀδύνατον τὰ μέρη τῶν ὅλων κατὰ φύσιν διοι- κεῖσθαι μᾶλλον καὶ τὰ ἀνθρώπινα τῶν θείων καὶ τὰ εἴδωλα τῶν πρωτουργῶν αἰτίων; Ὥστ' εἰ μὲν ὀρθῶς ἄνθρωποι προνοοῦσιν ἀνθρώπων ἄρχοντες καὶ τοὺς μὲν τιμῶντες τοὺς δὲ ἀτιμάζοντες καὶ πανταχοῦ τὰ τῆς κακίας ἔργα τοῖς τῆς ἀρετῆς μέτροις κατευθύνοντες πολλῷ πρότερον ἀνάγκη καὶ τοὺς θεοὺς ἀτρέπτους εἶναι τῶν ὅλων ἡγεμόνας. Καὶ γὰρ ἄνθρωποι διὰ τὴν πρὸς θεοὺς ὁμοιότητα ταύτην ἔλαχον ἀρετήν· εἰ δὲ καὶ ἀνθρώπων τοὺς τῶν ἀρχομένων τὴν σωτηρίαν καὶ τὸ εὖ διαφθείροντας ὁμολογήσομεν τὴν τῶν θεῶν πρόνοιαν μᾶλλον ἀπεικονίζεσθαι λήσομεν ὁμοῦ τὴν

περὶ θεῶν ἀλήθειαν καὶ τὴν τῆς ἀρετῆς ἄρδην ἀφανίζοντες ὑπεροχήν. Τοῦτο γὰρ οἶμαι παντὶ καταφανές ὅτι δὴ τὸ τοῖς θεοῖς ὁμοιότερον εὐδαιμονεῖ μᾶλλον τῶν δι' ἀνομοιό- τητος αὐτῶν καὶ ἀλλοτριότητος ἐστερημένων. Ὥστ' εἰ μὲν κἀνταῦθα τὸ ἀδιάφθορον τῆς προνοίας εἶδος καὶ τὸ ἀκλινὲς τίμιον πολλῷ δήπου παρὰ τοῖς θεοῖς μειζόνως ἐντιμότερον· εἰ δὲ παρ' ἐκείνοις τὰ θνητὰ δῶρα τῶν θείων τῆς δίκης μέτρων σεμνότερα καὶ παρ' ἀνθρώποις ἂν εἴη τῶν Ὀλυμπίων ἀγαθῶν τὰ γηγενῆ καὶ τῶν τῆς ἀρετῆς ἔργων τὰ τῆς κακίας θωπεύματα πρὸς εὐδαιμονίαν τελεώτερα.

ιζ Τὴν μὲν ὕπαρξιν τῶν θεῶν καὶ τὴν ἐπὶ πάντα διατείνουσαν κηδεμονίαν καὶ τὴν ἄτρεπτον ἐνέργειαν διὰ τούτων ἡμῖν ὁ Πλάτων ἐν Νόμοις τῶν ἀποδείξεων παραδέδωκεν· ἃ δὴ κοινὰ μέν ἐστιν ἅπασι τοῖς θεοῖς ἀρχικώτατα δὲ καὶ πρώτιστα κατὰ φύσιν ἐν τῇ αὐτῶν διδασκαλίᾳ. Μέχρι γὰρ τῶν μερικωτάτων ἐν τοῖς θείοις διακόσμοις ἄνωθεν ἀπὸ τῶν κρυφίων γενῶν ἡ τριὰς αὕτη διήκουσα φαίνεται· καὶ γὰρ ὕπαρξις ἑνοειδὴς καὶ δύναμις προνοητικὴ τῶν δευτέρων ἁπάντων καὶ νοῦς ἀκλινὴς καὶ ἄτρεπτός ἐστιν ἐν ἅπασι τοῖς τε πρὸ τοῦ κόσμου καὶ τοῖς ἐν τῷ κόσμῳ θεοῖς. Πάλιν δὲ ἀπ' ἄλλης ἀρχῆς τῶν ἐν Πολιτείᾳ θεολογικῶν ἀποδεί- ξεων ἀντιλαβώμεθα. Κοιναὶ γὰρ δὴ καὶ αὗται πάντων εἰσὶ τῶν θείων διακόσμων καὶ διατείνουσιν ὁμοίως εἰς ἅπασαν

τὴν περὶ θεῶν ὑφήγησιν καὶ συνεχῆ τὴν ἀλήθειαν τοῖς προειρημένοις ἡμῖν ἐκφαίνουσιν. Ἐν τοίνυν τῷ δευτέρῳ τῆς Πολιτείας τύπουσ δή τινας θεολογικοὺς ὁ Σωκράτης ὑπογράφων τοῖς μυθοπλάσταις τῆς ποιητικῆς δραματουργίας τοῖς ἑαυτοῦ τροφίμοις καθαρεύειν παρακελευόμενος καὶ τῶν τραγικῶν ἐκείνων παθημάτων ἃ τῷ θείῳ προσφέρειν οὐκ ὤκνησάν τινες τὴν ἀπόρρητον περὶ αὐτῶν μυσταγωγίαν ἐν τούτοις ὥσπερ παραπετάσμασι κρύπτοντες - τύπουσ δὴ οὖν ὥσπερ ἔφην καὶ νόμους τῆς θεομυθίας ὑφηγούμενος οἳ καὶ τὸ φαινόμενον δὴ τοῦτο καὶ τὸν εἴσω κεκρυμμένον σκοπὸν ἐν τοῖς περὶ θεῶν πλάσμασι τοῦ καλοῦ καὶ τοῦ κατὰ φύσιν ἐστοχασμένον παρέξονται πρῶτον μὲν ἀξιοῖ κατὰ τὴν ἀδιάστροφον περὶ θεῶν ἔννοιαν καὶ τῆς ἀγαθότητος αὐτῶν ἁπάντων μὲν αὐτοὺς ἀγαθῶν χορηγοὺς ἀποφαίνειν κακοῦ δὲ οὐδενὸς οὐδενί ποτε τῶν ὄντων αἰτίους· δεύτερον κατ' οὐσίαν ἀμεταβλήτους καὶ μήτε αὐτοὺς ποικίλας μορφὰς ἴσχειν ἐξαπατῶντας καὶ γοητεύοντας μήτ' ἐν ἔργοις ἢ λόγοις τοῦ μεγίστου κακοῦ ψεύδους ἢ καὶ πλάνης καὶ ἀνοίας εἶναι ποιητικούς. Δύο δὴ τούτων ὄντων νόμων ὁ μὲν πρότερος ἔχει συμπεράσματα δύο τό τε ἀναιτίους εἶναι τῶν κακῶν τοὺς θεοὺς καὶ τὸ τῶν ἀγαθῶν πάντων αἰτίους· ὁ δὲ δεύτερος αὖ παραπλησίως ἕτερα ἄττα διττὰ καὶ ταῦτα τό τε ἀμετάβλητον εἶναι τὸ θεῖον πᾶν καὶ τὸ ψεύδους καὶ ποικιλίας μεμηχανημένης καθαρὸν ἱδρῦσθαι. Πάντα τοίνυν τὰ δεικνύμενα τριῶν τούτων ἤρτηται περὶ τὸ θεῖον κοινῶν ἐννοιῶν τῆς ἀγαθότητος τῆς ἀμεταβλη-

σίας τῆς ἀληθείας· καὶ γὰρ ἡ τῶν ἀγαθῶν πρωτίστη πηγὴ καὶ ἄρρητος παρ' αὐτοῖς καὶ ὁ αἰὼν ὁ τῆς αὐτῆς καὶ ὡσαύτως ἐχούσης δυνάμεως αἴτιος καὶ ὁ πρώτιστος νοῦς ὅς ἐστιν αὐτὰ τὰ ὄντα καὶ ἡ ἐν τοῖς ὄντως οὖσιν ἀλήθεια.

ιη Τὸ τοίνυν ἐν τῷ ἀγαθῷ τὴν ὕπαρξιν τὴν ἑαυτοῦ καὶ τὴν οὐσίαν πᾶσαν ἀφορίζον καὶ αὐτῷ τῷ εἶναι τὰ πάντα παράγον οὐκ ἀνάγκη παντὸς μὲν ἀγαθοῦ παρεκτικὸν εἶναι κακοῦ δὲ οὐδενός; Εἰ μὲν γὰρ ἦν τι πρώτως ἀγαθὸν ὃ μή ἐστι θεός ἴσως ἄν τις ἡμῖν ἀγαθῶν μὲν αἴτιον τὸ θεῖον ἀλλ' οὐχ ἁπάντων εἶναι τῶν ἀγαθῶν χορηγὸν ἀπέφηνε τοῖς οὖσιν. Εἰ δὲ μὴ μόνον τῶν θεῶν ἕκαστος ἀγαθός ἀλλὰ καὶ τὸ πρώτως ἀγαθοειδὲς καὶ τὸ ἀγαθουργὸν θεός οὐ γὰρ ἂν εἴη πρώτως ἀγαθόν δεύτερον ὂν μετὰ θεούς διότι δὴ πανταχοῦ τὰ δευτέρως ὑφιστάμενα παρὰ τῶν πρώτως ὄντων ὑποδέχεται τὴν τῆς ὑπάρξεως ἰδιό- τητα πάντως ἀνάγκη καὶ ἀγαθῶν αἴτιον εἶναι τὸ θεῖον καὶ πάντων ἀγαθῶν ὅσα πρόεισιν εἰς δευτέρας ὑποβάσεις μέχρι καὶ τῶν ἐσχάτων. Ὡς γὰρ ἡ τῆς ζωῆς αἰτία δύναμις πᾶσαν ὑφίστησι ζωήν ὡς ἡ τῆς γνώσεως πᾶσαν γνῶσιν ὡς ἡ τοῦ καλοῦ πᾶν τὸ καλόν τό τε ἐν λόγοις ἱδρυμένον καὶ ὅσον ἐστὶν ἐν τῷ φαινομένῳ τοιοῦτον ἕκαστον γὰρ τῶν πρωτουργῶν αἰτίων ἀφ' ἑαυτοῦ πάντα παράγει τὰ ὅμοια καὶ εἰς αὑτὸ τὴν μίαν ὑπόστασιν τῶν καθ' ἓν εἶδος

ὑφεστηκότων ἀνεδήσατο τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ τῶν ἀγαθῶν πρωτίστη καὶ ἀρχηγικωτάτη καὶ ἑνοειδὴς ὕπαρξις ἁπάντων ὁμοῦ τῶν ἀγαθῶν τὰς αἰτίας καὶ τὰς περιοχὰς ἐν ἑαυτῇ καὶ περὶ ἑαυτὴν ἱδρύσατο καὶ οὐδέν ἐστι τῶν ὄντων ἀγαθόν ὃ μὴ παρ' αὐτῆς κέκτηται τὴν τοιαύτην δύναμιν οὐδὲ ἀγαθουργόν ὃ μὴ πρὸς αὐτὴν ἐπιστρέφον τῆς αἰτίας ταύτης μεταλαγχάνει. Πάντα γὰρ ἐκεῖθεν καὶ παράγεται καὶ τελειοῦται καὶ σῴζεται τὰ ἀγαθά καὶ ἡ μία τῶν ὅλων ἀγαθῶν σειρὰ καὶ τάξις εἰς ἐκείνην ἀνήρτηται τὴν πηγήν. Διὰ τὴν αὐτὴν ἄρα τῆς ὑπάρξεως αἰτίαν καὶ πάντων εἰσὶν ἀγαθῶν οἱ θεοὶ χορηγοὶ καὶ τῶν κακῶν οὐδενός· τὸ γὰρ πρώτως ἀγαθὸν καὶ παρ' ἑαυτοῦ πᾶν τὸ ἀγαθὸν ὑφίστησι καὶ τῆς ἐναντίας πρὸς αὐτὸ μοίρας οὐκ ἔστιν αἴτιον ἐπεὶ καὶ τὸ ζωῆς παρεκτικὸν ἀζωΐας αἴτιον οὐκ ἔστι καὶ τὸ κάλλους ποιητικὸν τῆς ἀκαλλοῦς καὶ αἰσχρᾶς φύσεως ἐξῄρηται καὶ τῶν ταύτης αἰτίων. Καὶ τοίνυν τὸ τῶν ἀγαθῶν πρώτως ὑποστατικὸν τῶν ἐναντίων εἶναι γεννημάτων αἴτιον οὐ θέμις ἀλλ' ἄχραντος καὶ ἀμιγὴς καὶ μονοειδὴς ἐκεῖθεν πρόεισιν ἡ τῶν ἀγαθῶν φύσις. Καὶ τὸ μὲν θεῖον τῶν ἀγαθῶν αἴτιον ἵδρυται διαιωνίως ἐν ἑαυτῷ πᾶσι τοῖς δευτέροις προτεῖνον τὴν μετουσίαν ἄφθονον τῶν ἀγαθῶν· τῶν δὲ μετεχόντων τὰ μὲν ἀκήρατον φυλάττει τὴν μέθεξιν καὶ τὸ οἰκεῖον ἀγαθὸν ἐν καθαροῖς ὑποδεξάμενα κόλποις ἀναπόδραστον ἔχει διὰ περιουσίαν δυνάμεως τὴν προσήκουσαν αὐτοῖς τῶν ἀγαθῶν μοῖραν τὰ δὲ ἐν ἐσχάτοις τῶν ὅλων τεταγμένα πάντως μὲν καὶ αὐτὰ κατὰ τὴν αὐτῶν φύσιν ἀπολαύει τῆς ἀγαθότητος τῶν θεῶν οὐδὲ γὰρ εἶναι δυνατὸν οὐδὲ τὴν πρώτην ὑπο-

στῆναι τὰ παντελῶς ἄμοιρα τῆς τοῦ ἀγαθοῦ παρουσίασ δεξάμενα δὲ τὴν τοιαύτην ἀπορροήν οὔτε ἀκραιφνῆ καὶ ἄμικτον πέφυκε τηρεῖν τὴν εἰς αὐτὰ καθήκουσαν δόσιν οὔτε κατέχειν μονίμως καὶ ἀεὶ ὡσαύτως τὸ οἰκεῖον ἀγαθόν ἀλλ' ἀσθενῆ καὶ μερικὰ καὶ ἔνυλα γενόμενα καὶ τῆς ὑποκειμένης ἀζωΐας ἀναπλησθέντα τῇ μὲν τάξει τὴν ἀταξίαν παρυφίστησι τῷ δὲ λόγῳ τὴν ἀλογίαν τῇ δὲ ἀρετῇ τὴν ἐναντίαν πρὸς ταύτην κακίαν. Καὶ τῶν μὲν ὅλων ἕκαστον τῆς τοιαύτης ἐστὶ παρατροπῆς ἐξῃρημένον κρατούντων ἀεὶ τῶν κατὰ φύσιν ἐν αὐτοῖς τελειοτέρων· τὰ δὲ μερικὰ διὰ τὴν τῆς δυνάμεως ὕφεσιν εἰς πλῆθος ἀεὶ καὶ μερισμὸν καὶ διάστασιν ἐκβαίνοντα τῶν ὅλων ἀμυδροῖ μὲν τὴν τοῦ ἀγαθοῦ μέθεξιν παρυφίστησι δὲ τὸ ἐναντίον ἐν τῇ πρὸς τὸ ἀγαθὸν μίξει καὶ διαπλοκῇ κρατούμενον. Οὐδὲ γὰρ ἐνταῦθα τὸ κακὸν ἀμιγὲς καὶ τοῦ ἀγαθοῦ παντε- λῶς ἔρημον ὑποστῆναι θεμιτόν ἀλλ' εἰ καὶ τῷ μέρει τὸ τοιόνδε κακόν τῷ γε ὅλῳ καὶ παντὶ πάντως ἀγαθόν· ἀεὶ γὰρ εὔδαιμον τὸ πᾶν καὶ ἐκ μερῶν ἐστὶ τελείων ἀεὶ καὶ κατὰ φύσιν ἐχόντων· τὸ δὲ παρὰ φύσιν ἀεὶ τοῖς μερικοῖς ἦν κακόν καὶ τὸ αἰσχρὸν καὶ τὸ ἀσύμμετρον καὶ ἡ παρατροπὴ καὶ ἡ παρυπόστασις ἐν τούτοις. Καὶ γὰρ τὸ φθειρόμενον ἑαυτῷ μὲν φθείρεται καὶ τῆς οἰκείας τελειό- τητος ἐξίσταται τῷ παντὶ δὲ ἄφθαρτόν ἐστι καὶ ἀνώλεθρον· καὶ πᾶν τὸ τοῦ ἀγαθοῦ στερισκόμενον ὡς μὲν πρὸς αὑτὸ καὶ τὴν οἰκείαν ὑπόστασιν ἐστέρηται δι' ἀσθένειαν φύσεως τῷ δὲ ὅλῳ καὶ ὡς τοῦ παντὸς μέρος ἀγαθόν ἐστιν. Οὔτε γὰρ ἀζωΐαν οὐδὲ αἰσχρότητα καὶ ἀμετρίαν οὔτε ὅλως

στέρησιν τῷ παντὶ παρεμπίπτειν δυνατόν ἀλλ' ἀεὶ τέλειος ὁ σύμπας ἀριθμὸς τῇ τῶν ὅλων ἀγαθότητι συνεχόμενος καὶ ζωὴ πανταχοῦ πάρεστι καὶ τὸ εἶναι καὶ τὸ τελείοις εἶναι καθ' ὅσον ἕκαστα συμπληροῖ τὸ πᾶν. Τὸ μὲν οὖν θεῖον ὥσπερ εἴρηται πάντων ἐστὶν αἴτιον τῶν ἀγαθῶν ἡ δὲ τῶν κακῶν παρυπόστασις οὐκ ἐκ δυνά- μεως ὑφέστηκεν ἀλλ' ἐκ τῆς ἀσθενείας τῶν δεχομένων τὰς τῶν θεῶν ἐλλάμψεις οὐδὲ ἐν τοῖς ὅλοις ἀλλ' ἐν τοῖς μερικοῖς οὐδὲ ἐν τούτοις ἅπασι. Καὶ γὰρ τῶν μερικῶν τὰ μὲν πρώτιστα καὶ νοερὰ γένη διαιωνίως ἐστὶν ἀγαθοειδῆ· τὰ δὲ μέσα καὶ κατὰ χρόνον ἐνεργοῦντα τὴν τοῦ ἀγαθοῦ μέθεξιν τῇ κατὰ χρόνον μεταβολῇ καὶ κινήσει συμπλέκοντα τὴν τῶν θεῶν δόσιν ἀκίνητον καὶ μονοειδῆ καὶ ἁπλῆν διαφυλάττειν ἀδυνατεῖ τῷ μὲν ἑαυτῶν ποικίλῳ τὸ ἁπλοῦν αὐτῆς παρασκιάζοντα τῷ δὲ πολυειδεῖ τὸ μονοειδές τῷ δὲ συμμιγεῖ τὸ ἀκήρατον· οὐδὲ γὰρ ἦν ἐξ ἀκηράτων ὑποστάντα τῶν πρώτων γενῶν οὐδὲ ἁπλῆν εἶχε τὴν οὐσίαν οὐδὲ τὰς δυνάμεις μονοειδεῖς ἀλλ' ἐξ ἐναντίων συμ- φυομένας ὥς πού φησιν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης. Τὰ δὲ ἔσχατα καὶ ἔνυλα πολλῷ δήπου μειζόνως παρατρέπει τὸ οἰκεῖον ἀγαθόν· καὶ γὰρ ἀζωΐᾳ συγκέκραται καὶ τὴν ὑπόστασιν εἰδωλικὴν ἔχει πολλοῦ τοῦ μὴ ὄντος ἀναπε- πλησμένα καὶ ἐκ μαχομένων ὑφέστηκε κἀκ τῶν περιες- τώτων μεταβαλλόμενα καὶ σκιδνάμενα τὸν ἀεὶ χρόνον οὐδὲν παύεται κατὰ πάντα δηλοῦντα ὡς φθορᾷ καὶ ἀσυμμετρίᾳ καὶ αἰσχρότητι καὶ τροπαῖς ἐκδίδοται

παντοίαις οὐ ταῖς ἐνεργείαις μόνον κακυνόμενα καθάπερ οἶμαι τὰ πρὸ αὐτῶν ἀλλὰ καὶ ταῖς δυνάμεσι καὶ ταῖς οὐσίαις ἀναπιμπλάμενα τοῦ παρὰ φύσιν καὶ τῆς ὑλικῆς ἀσθενείας. Τὰ γὰρ ἐν ἀλλοτρίᾳ γενόμενα χώρᾳ τὸ μὲν ὅλον τῷ εἴδει συνεπιφέροντα κρατεῖ τῆς ὑποκειμένης φύσεως εἰς δὲ αὖ τὸ μερικὸν ἀπὸ τῆς οἰκείας ὁλότητος ἐξιστάμενα μερισμοῦ καὶ ἀσθενείας καὶ πολέμου καὶ τῆς γενεσιουργοῦ διαιρέ- σεως μετασχόντα παντοίως μεταβάλλειν ἀναγκαῖον. Οὔτ' οὖν πανάγαθον τῶν ὄντων ἕκαστον οὐ γὰρ ἂν ἦν φθορὰ καὶ γένεσις σωμάτων οὐδὲ κάθαρσις καὶ κόλασις ψυχῶν· οὔτε ἐν τοῖς ὅλοις τὸ κακόν οὐ γὰρ ἂν ἦν ὁ κός- μος εὐδαίμων θεόσ ἐκ μερῶν τῶν κυριωτάτων ἀτελῶν ὑφιστάμενοσ· οὔτε οἱ θεοὶ τῶν κακῶν αἴτιοι καθάπερ δὴ τῶν ἀγαθῶν ἀλλ' ἡ τῶν δεχομένων τὸ ἀγαθὸν ἀσθένεια καὶ ἡ ἐν ἐσχάτοις αὐτῶν ὑπόστασις· οὔτε ἄμικτον τὸ παρυφιστάμενον ἐν τοῖς μερικοῖς κακὸν καὶ ὁπωσοῦν πρὸς τὸ ἀγαθόν ἀλλὰ καὶ τοῦτο μετέχει πως τῷ εἶναι τῷ ἀγαθῷ κατεχόμενον· οὔθ' ὅλως ὑποστῆναι δυνατὸν τὸ παντὸς ἀγαθοῦ παντελῶς ἔρημον κακόν ἐπέκεινα γὰρ καὶ τοῦ μηδαμῶς ὄντος τὸ αὐτοκακόν ὥσπερ δὴ καὶ τοῦ παντελῶς ὄντος τὸ αὐτοαγαθόν· οὔτε ἄτακτον ἀφεῖται τὸ ἐν τοῖς μερικοῖς κακόν ἀλλὰ καὶ τοῦτο κατευθύνεται παρὰ τῶν θεῶν καὶ διὰ ταῦτα καθαρτικὴ μὲν τῆς ἐν ψυχαῖς πονηρίας ἡ Δίκη καθαρτικὴ δὲ τῆς ἐν σώμασιν ἄλλη τάξις θεῶν. Πάντα δὲ ἐπιστρέφεται κατὰ δύναμιν πρὸς τὴν ἀγαθότητα τῶν θεῶν· καὶ μένει μὲν ἐν τοῖς οἰκείοις ὅροις τὰ ὅλα

καὶ τέλεια καὶ ἀγαθουργὰ τῶν ὄντων γένη κοσμεῖται δὲ καὶ τάττεται δεόντως τὰ μερικώτερα καὶ ἀτελέστερα καὶ δουλεύει τῇ τῶν ὅλων συμπληρώσει καὶ ἀνακαλεῖται πρὸς τὸ καλὸν καὶ μεταβάλλεται καὶ πάντα τρόπον τῆς τοῦ ἀγαθοῦ μετουσίας ἀπολαύει καθ' ὅσον αὐτοῖς δυνατόν. Οὐδὲν γὰρ ἂν μεῖζον ἀγαθὸν ἑκάστοις γένοιτο ὧν οἱ θεοὶ κατὰ μέτρα πορίζουσι τοῖς ἑαυτῶν γεννήμασιν· ἀλλὰ πάντα καὶ χωρὶς ἕκαστον καὶ κοινῇ πάντα τοσαύτην ὑποδέχεται τῶν ἀγαθῶν μοῖραν ὅσης μετέχειν αὐτοῖς δυνατόν. Εἰ δὲ τὰ μὲν μειζόνων τὰ δὲ ἐλαττόνων ἀγαθῶν πληροῦνται τὴν τῶν δεχομένων δύναμιν καὶ τὰ μέτρα τῆς διανομῆς αἰτιατέον ἄλλα γὰρ ἄλλοις προσήκει κατὰ τὴν αὐτῶν φύσιν· θεοὶ δὲ ἀεὶ πάντα τὰ ἀγαθὰ προτείνουσιν ὥσπερ ἥλιος ἀνίσχων τὸ φῶς· δέχεται γὰρ ἄλλος ἄλλως κατὰ τὴν ἑαυτοῦ τάξιν καὶ δέχεται τοσοῦτον τοῦ φωτὸς οὗ μεῖζον οὐκ ἂν δύναιτο δέξασθαι. Πάντα γὰρ κατὰ δίκην ἄγεται τὰ ὄντα καὶ οὐδενὸς μὲν ἀποστατεῖ τὸ ἀγαθόν πάρεστι δὲ ἑκάστοις κατὰ τὸν προσήκοντα τῆς μεταλήψεως ὅρον καί ᾗ φησὶν ὁ Ἀθηναῖος ξένος πάντα καλῶς ἔχει καὶ τέτακται ἐκ τῶν θεῶν. Μὴ τοίνυν ἡμῖν τῶν κακῶν ἢ προηγουμένους λόγους ἐν τῇ φύσει λεγέτω τις ἢ παραδείγματα νοερὰ κατὰ τὰ αὐτὰ τοῖς ἀγαθοῖς ἢ ψυχὴν κακεργάτιν ἢ κακοποιὸν αἰτίαν ἐν θεοῖς ὑποτιθέσθω καὶ πρὸς τὸ ἀγαθὸν τὸ πρῶτον διάστασιν καὶ πόλεμον εἰσαγέτω διαιώνιον· ἅπαντα γὰρ ταῦτα

τῆς τοῦ Πλάτωνός ἐστιν ἐπιστήμης ἀλλότρια καὶ πορρώ- τερόν ποι τῆς ἀληθείας εἰς βαρβαρικὰς ἀπονοίας καὶ δραματουργίαν Γιγαντικὴν ἀποπλανᾶται. Μηδ' εἴ τινες ἐν ἀπορρήτοις λόγοις αἰνιττόμενοι τὰ τοιαῦτα πλάττουσι τῆς ἐνδείξεως ἡμεῖς τὴν φαινομένην ἀλλαξώμεθα σκευω- ρίαν· ἀλλ' ἐκείνων μὲν τὴν ἀλήθειαν ζητητέον τοῦ δὲ Πλά- τωνος τὴν ἐπιστήμην ἐν τοῖς καθαροῖς τῆς ψυχῆς κόλποις εἰλικρινῶς ὑποδεκτέον ἀκηλίδωτον αὐτὴν καὶ ἄμικτον πρὸς τὰς ἐναντίας δόξας φυλάττουσιν.

ιθ Ἀλλὰ δὴ τὸ ἀμετάβλητον τῶν θεῶν καὶ τὸ ἁπλοῦν μετὰ τοῦτο θεωρήσωμεν οἷόν ποτε τυγχάνει ὂν ἑκάτερον καὶ πῶς ἀμφότερα ταῦτα τῇ τῶν θεῶν ὑπάρξει προσήκοντα φαίνεται κατὰ τὴν τοῦ Πλάτωνος ὑφήγησιν. Οὐκοῦν ἐξῄρηνται μὲν οἱ θεοὶ τῶν ὅλων ταῦτα δὲ πληροῦντες ὥσπερ εἴπομεν ἀγαθῶν αὐτοὶ πανάγαθοι τυγχάνουσιν ὄντες· καὶ ἕκαστος αὐτῶν κατὰ τὴν οἰκείαν τάξιν ἔχει τὸ ἄριστον καὶ πᾶν ὁμοῦ τὸ τῶν θεῶν γένοσ τὸ πρωτεῖον ἔλαχε κατὰ τὴν τῶν ἀγαθῶν περιουσίαν. Πάλιν δὲ κἀνταῦθα παραιτησόμεθα τοὺς μεριστῶς ἐν τοῖς θεοῖς τὸ ἄριστον ἐξηγουμένους καὶ λέγοντας ὡς εἰ τὸ πρῶτον ἄριστον τὸ μετὰ τοῦτο οὐκ ἄριστον· ἀνάγκη γὰρ εἶναι τοῦ παράγοντος τὸ παραγόμενον καταδεέστερον. Τοῦτο μὲν γὰρ ὀρθῶς λέγουσι· δεῖ γὰρ ἐν τοῖς θεοῖς τὴν τάξιν τῶν αἰτίων ἀσύγχυτον φυλάττειν καὶ τὰς δευτέρας αὐτῶν

καὶ τρίτας προόδους διακεκριμένας ἀφορίζειν· ὁμοῦ δὲ τῇ τοιαύτῃ προόδῳ καὶ τῇ τῶν δευτέρων ἀπὸ τῶν πρώτων ἐκφάνσει θεωρητέον καὶ τὸ ἄριστον ἐν ἑκάστῳ τῶν θεῶν. Ἐν γὰρ τῇ ἑαυτοῦ ἰδιότητι πρωτουργὸν καὶ πανάγαθον ἕκαστος ὑπεροχὴν κεκλήρωται καὶ ὁ μέν ἵν' ἐπί τινος γνωρίμου ποιήσωμαι τὸν λόγον ὡς μαντικός ὁ δὲ ὡς δημιουργικός ὁ δὲ ὡς τελεσιουργὸς ἄριστος. Ὃ καὶ ὁ Τίμαιος ἡμῖν ἐνδεικνύμενος ἄριστον τῶν αἰτίων τὸν πρῶτον συνεχῶς ἀποκαλεῖ δημιουργόν ὁ μὲν γὰρ τῶν αἰτίων ἄριστος ὁ δὲ τῶν γεγονότων κάλλιστοσ καίτοι πρὸ τοῦ δημιουργοῦ τὸ παράδειγμα τὸ νοητὸν ἦν καὶ τὸ τῶν νοουμένων ἁπάντων κάλλιστον· ἀλλὰ καὶ τοῦτο κάλλιστον ἅμα καὶ ἄριστον ὡς παράδειγμα δημιουργικόν καὶ ὁ τοῦ παντὸς ποιητὴσ ἅμα καὶ πατὴρ ἄριστος ὡς δημιουργικὸς θεός. Καὶ δὴ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης εἰκότως ἐπὶ θεῶν ποιούμενος τὸν λόγον ἀλλ' ὡς ἔοικε φησί κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Τὸ μὲν γὰρ πρῶτον καὶ τὸ ἄκρον ἐν τῇ ἑαυτοῦ σειρᾷ κληρωσάμενος ἕκαστος οὐκ ἐξίσταται τῆς ἑαυτοῦ τάξεως ἀλλὰ καὶ τὸ μακάριον καὶ τὸ εὔδαιμον τῆς οἰκείας δυνάμεως συνέχει· καὶ οὔτε χείρονα τάξιν ἀλλάττεται τῆς παρούσης τὸ γὰρ πᾶσαν ἀρετὴν ἔχον οὐ θέμις μεταβάλλειν εἰς τὴν χείρονα μοῖραν οὔτε ἐπὶ τὸ κρεῖττον μεθίσταται ποῦ γὰρ τοῦ ἀρίστου κρεῖττον ἂν γένοιτο; Πάρεστι δὲ καὶ ἑκάστῳ τοῦτο κατὰ τὴν αὐτοῦ τάξιν ὡς εἴπομεν καὶ τῷ παντὶ γένει τῶν θεῶν. Ἀναγκαῖον

ἄρα τὸ θεῖον πᾶν ἀμετάβλητον ἱδρῦσθαι μένον ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει. Τό τε οὖν αὔταρκες ἐκ τούτων ἀναφαίνεται τῶν θεῶν καὶ τὸ ἄχραντον καὶ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον. Εἰ γὰρ μὴ μεταβάλλουσιν ἐπὶ τὸ κρεῖττον ὡς ἔχοντες τὸ τῆς οἰκείας φύσεως ἄριστον αὐτάρκεις εἰσὶ καὶ οὐδενὸς ἐνδεεῖς τῶν ὅλων ἀγαθῶν· καὶ εἰ μὴ μεθίστανταί ποτε πρὸς τὴν χείρονα μοῖραν ἄχραντοι διαμένουσιν ἐν ταῖς ἑαυτῶν ὑπεροχαῖς ἱδρυμένοι· καὶ εἰ φρουροῦσιν ἀμεταστάτως τὴν ἑαυτῶν τελειότητα κατὰ τὰ αὐτὰ ἀεὶ καὶ ὡσαύτως ἔχουσι. Τί οὖν τὸ αὔταρκές ἐστι τὸ τῶν θεῶν καὶ τί τὸ ἄτρεπτον καὶ τί τὸ ὡσαύτως ἔχον ἐφεξῆς τοῖς εἰρημένοις λάβωμεν. Λέγεται μὲν οὖν καὶ ὁ κόσμος αὐτάρκησ ὅτι τέλειος ἐκ τελείων καὶ ὅλος ἐξ ὅλων ὑπέστη καὶ συμπεπλήρω- ται τοῖς οἰκείοις ἅπασιν ἀγαθοῖς ὑπὸ τοῦ γεννήσαντοσ αὐτὸν πατρόσ· ἀλλ' ἡ τοιαύτη τελειότης καὶ αὐτάρκεια μεριστὴ καὶ ἐκ πολλῶν εἰς ἓν συνιοῦσα λέγεται καὶ κατὰ μετοχὴν ἀποπληροῦται τῶν χωριστῶν αἰτίων. Λέγεται δὲ καὶ ὁ τῶν θείων ψυχῶν διάκοσμος αὐτάρκης ὡς ἂν δὴ πλήρης τῶν οἰκείων ἀρετῶν καὶ τῆς ἑαυτοῦ μακαριότητος τὸ μέτρον ἀεὶ φυλάττων ἀνενδεές· ἀλλὰ κἀνταῦθα τὸ αὔταρκες ἐνδεές ἐστι δυνάμεων οὐ γὰρ πρὸς τὰ αὐτὰ νοητὰ τὰς νοήσεις ἔχουσιν ἀλλὰ καὶ κατὰ χρόνον ἐνεργοῦσι καὶ τὸ παντελὲς τῆς θεωρίας ἐν ταῖς ὅλαις κέκτηνται περιό- δοις· ἡ τοίνυν αὐτάρκεια τῶν θείων ψυχῶν καὶ τελειότης τῆς ζωῆς οὐχ ὁμοῦ πᾶσα σύνεστι. Λέγεται δὲ αὖ καὶ ὁ

νοερὸς κόσμος αὐτάρκης ὡς ἐν αἰῶνι τὸ ὅλον ἀγαθὸν ἱδρυσάμενος καὶ πᾶσαν ὁμοῦ τὴν ἑαυτοῦ μακαριότητα συλλαβὼν καὶ μηδενὸς ὢν ἐνδεής τῷ πᾶσαν αὐτῷ παρεῖναι ζωήν πᾶσαν δὲ νόησιν ἐλλείπειν δὲ μηδὲν μηδὲ ποθεῖν ὡς ἀπόν· ἀλλὰ καὶ οὗτος αὐτάρκης μὲν ἐν τῇ ἑαυτοῦ τάξει τῆς δὲ τῶν θεῶν αὐταρκείας ἀπολείπεται· πᾶς γὰρ νοῦς ἀγαθοειδής ἐστιν ἀλλ' οὐκ αὐτοαγαθότης οὐδὲ πρώτως ἀγαθόν· ἕκαστος δὲ τῶν θεῶν ἑνάς ἐστι καὶ ὕπαρξις καὶ ἀγαθότης ἡ δὲ ἰδιότης τῆς ὑπάρξεως ἐξαλλάττει τὴν ἑκάστης ἀγαθότητος πρόοδον - ὁ μὲν γάρ ἐστιν ἀγαθότης τελεσιουργός ὁ δὲ ἀγαθότης συνεκτικὴ τῶν ὅλων ὁ δὲ ἀγαθότης συναγωγός - ἕκαστος δὲ ἁπλῶς ἀγαθότης αὐτάρκειά ἐστιν ἢ οὕτως οὐ κατὰ μέθεξιν οὐδὲ

κατ' ἔλλαμψιν οὐδὲ καθ' ὁμοιότητα τὸ αὔταρκες ἔχουσα καὶ τὸ παντελές ἀλλ' αὐτῷ τῷ εἶναι ὅ ἐστι. Νοῦς μὲν γὰρ κατὰ μέθεξιν ψυχὴ δὲ κατ' ἔλλαμψιν τὸ δὲ πᾶν τοῦτο κατὰ τὴν πρὸς τὸ θεῖον ὁμοιότητα αὔταρκες αὐτοὶ δὲ οἱ θεοὶ δι' ἑαυτοὺς καὶ παρ' ἑαυτῶν αὐτάρκεις ἑαυτοὺς πεπληρωκότες μᾶλλον δὲ πληρώματα τῶν ὅλων ἀγαθῶν ὑπάρχοντες. Τοῦτο μὲν οὖν τοιαύτην ἂν ἔχοι φύσιν τὸ αὔταρκες. Τὸ δέ γε ἄτρεπτον τῶν θεῶν ὁποῖον εἶναι φήσομεν; Ἆρ' οἷον τὸ τοῦ κυκλοφορητικοῦ σώματος; Οὐδὲ γὰρ τοῦτο παρὰ τῶν χειρόνων οὐδὲν εἰσδέχεσθαι πέφυκεν οὐδὲ τῆς γενε- σιουργοῦ μεταβολῆς ἀναπίμπλαται καὶ τῆς ἐνταῦθα παρεμπιπτούσης ἀταξίας· ἄυλος γὰρ καὶ ἀμετάβλητος ἡ τῶν οὐρανίων σωμάτων φύσις. Ἀλλὰ τοῦτο μέγα μὲν καὶ

σεμνὸν ὡς ἐν ταῖς σωματικαῖς ὑποστάσεσι καταδεέστερον δὲ αὖ τῶν θεῶν ἐστί· πᾶν δὲ σῶμα καὶ τὸ εἶναι καὶ τὸ ἀεὶ ἀτρέπτως εἶναι παρ' ἄλλων ἔχει τῶν προηγουμένων αἰτίων. Ἀλλ' οὐδὲ τοιοῦτόν ἐστιν οἷον τὸ ἄτρεπτον τῶν ψυχῶν ἐπὶ τῶν θεῶν τὸ ἀπαθὲς καὶ ἀμετάβλητον· καὶ γὰρ αὗται κοινωνοῦσί πως σώμασι καί εἰσι μέσαι τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίασ. Οὐδὲ αὖ τὸ τῶν νοερῶν οὐσιῶν ἄτρεπτον ἐξισοῦται τοῖς θεοῖς· κατὰ γὰρ τὴν πρὸς τοὺς θεοὺς ἕνωσιν καὶ ὁ νοῦς ἄτρεπτος καὶ ἀπαθὴς καὶ ἀμιγὴσ πρὸς τὰ δεύτερα· καὶ ὡς μὲν ἑνοειδὴς τοιοῦτός ἐστιν ὡς δὲ πληθυόμενος ἔχει τὸ μὲν κρεῖττον ἐν ἑαυτῷ τὸ δὲ καταδεέστερον. Μόνοι δὲ οἱ θεοὶ κατὰ ταύτην τὴν ὑπεροχὴν τῶν ὄντων ἱδρυσάμενοι τὰς ἑαυτῶν ἑνώσεις ἄτρεπτοι κυριώτατα καὶ πρώτως εἰσὶ καὶ ἀπαθεῖς. Οὐδὲν γάρ ἐστιν ἐν αὐτοῖς ὃ μή ἐστιν ἓν καὶ ὕπαρξις· ἀλλ' ὥσπερ τὸ πῦρ παντός ἐστι τοῦ ἀλλοτρίου καὶ τῆς ἐναντίας δυνάμεως ἀφανιστικόν καὶ ὥσπερ τὸ φῶς πᾶν ἐξελαύνει τὸ σκότος καὶ ὡς οἱ κεραυνοὶ διὰ πάντων χωροῦσιν ἀχράντως οὕτω δὴ καὶ αἱ τῶν θεῶν ἑνάδες πᾶν μὲν τὸ πλῆθος ἑνίζουσι πᾶν δὲ τὸ εἰς σκεδασμὸν καὶ μερισμὸν παντελῆ φερόμενον ἀφανίζουσι πᾶν δὲ τὸ μετέχον αὐτῶν ἐκθεοῦσιν οὐδὲν ἀπὸ τῶν μετεχόντων εἰσδεχόμεναι καὶ τὴν ἕνωσιν τὴν οἰκείαν οὐκ ἐλαττοῦσαι κατὰ τὴν μέθεξιν. Διὸ δὴ καὶ πανταχοῦ παρόντες οἱ θεοὶ πάντων ὁμοίως ἐξῄρηνται καὶ πάντα συνέχοντες ὑπ' οὐδενὸς κρατοῦνται τῶν συνεχομένων ἀλλ' εἰσὶν ἀμιγεῖς πρὸς

πάντα καὶ ἄχραντοι. Τὸ δὴ τρίτον λέγεται μὲν καὶ ὁ κόσμος οὗτος ὡσαύτως ἔχειν καθ' ὅσον ἄλυτον ἀεὶ κρατουμένην ἔλαχε τὴν ἐν αὑτῷ τάξιν· ἀλλ' ὅμως ἐπεὶ σωματοειδής ἐστι μεταβο- λῆς ἄμοιροσ οὐκ ἔστιν ὥς φησιν ὁ Ἐλεάτης ξένος. Λέγεται δὲ καὶ ἡ ψυχικὴ διακόσμησις ἀεὶ κατὰ ταὐτὰ τὴν οὐσίαν ἑστῶσαν κεκτῆσθαι καὶ ὀρθῶς λέγεται πάντῃ γάρ ἐστιν ἀπαθὴς κατὰ τὴν οὐσίαν· ἀλλὰ τὰς ἐνεργείας εἰς χρόνον παρεκτεινομένας ἔχει καί ὥς φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης ἄλλοτε ἄλλα νοεῖ νοητὰ καὶ ἐν ἄλλοισ καὶ ἄλλοις εἴδεσιν γίνεται περιπορευομένη τὸν νοῦν. Λέγε- ται δὴ πρὸς τούτοις καὶ αὐτὸς ὁ πολυτίμητος νοῦς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως εἶναι καὶ νοεῖν ἐν αἰῶνι τήν τε οὐσίαν ὁμοῦ καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας τὰς ἑαυτοῦ πηξάμενος· ἀλλὰ διὰ τὸ πλῆθος τῶν νοήσεων καὶ διὰ τὴν ποικιλίαν τῶν νοητῶν εἰδῶν τε καὶ γενῶν οὐ τὸ ὡσαύτως ἐστὶν ἐν τῷ νῷ μόνον ἀλλὰ καὶ τὸ ἑτέρως· ὁμοῦ γὰρ ἡ ἑτερότης ἐκεῖ τῇ ταὐτότητι συνυφέστηκε. Καὶ οὐ τῶν σωματικῶν ἐστὶ κινήσεων πλάνη μόνον οὐδὲ τῶν ψυχικῶν περιόδων ἀλλὰ καὶ αὐτοῦ τοῦ νοῦ καθ' ὅσον ἑαυτοῦ τὴν νόησιν εἰς πλῆθος προήγαγε καὶ τὸ νοητὸν ἀνελίξας ἔχει· ψυχὴ μὲν γὰρ ἀνελίττει τὸν νοῦν νοῦς δὲ αὑτὸν ἀνείλιξεν ὥσπερ καὶ ὁ Πλωτῖνος ὀρθῶς πού φησι περὶ τῶν νοητῶν ὑποβάσεων εἰπών. Τοιαῦται γάρ εἰσιν αἱ νοῦ πλάναι καὶ ἃς ἐκείνῳ πλανᾶσθαι θεμιτόν. Εἰ δὴ καὶ τὸ ἀεὶ ὡσαύτως ἐν μόνοις τοῖς θεοῖς πρώτως καὶ μάλιστα

φήσαιμεν ὑπάρχειν οὔτ' ἂν τῆς ἀληθείας ἁμάρτοιμεν καὶ τῷ Πλάτωνι συμφωνήσαιμεν ὅς πού φησιν ἐν τῷ Πολιτικῷ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις μόνοις προσήκειν. Θεοὶ δὴ οὖν ἡμῖν καὶ τῆς τοιαύτης ταὐτότητος εἰς ἑαυτοὺς τὰς αἰτίας ἀνεδήσαντο καὶ κατὰ τὴν ἕνωσιν ἑαυτῶν τὴν ἄγνωστον ἱδρυμένην φρουροῦσιν ὡσαύτως τὴν οἰκείαν ὕπαρξιν.

κ Τὸ μὲν οὖν ἀμετάβλητον τῶν θεῶν ἐν αὐταρκείᾳ καὶ ἀπαθείᾳ καὶ ταὐτότητι συνεχόμενον τοιοῦτόν ἐστι· τὸ δὲ ἁπλοῦν ἐπὶ τούτοις νοήσωμεν ἥντινα δύναμιν ἔχει. Καὶ γὰρ τοῦτο προστίθησιν ὁ Σωκράτης ἐν τοῖς περὶ τοῦ θείου λόγοις τὸ μὲν ποικίλον καὶ πολύμορφον καὶ ἄλλοτε ἀλλοῖον φανταζόμενον οὐ προσιέμενος τὸ δὲ μονοειδὲς καὶ ἁπλοῦν εἰς τὸ θεῖον ἀναπέμπων· μένει γοῦν ὥς φησιν ἕκαστος ἁπλῶς ἐν τῇ ἑαυτοῦ μορφῇ. Τί δὴ οὖν ἡμεῖς καὶ περὶ ταύτης διοριζόμεθα τῆς ἁπλότητος; Ὡς οὐκ ἔστιν οἷον τὸ κατ' ἀριθμὸν ἓν ἀφωρις- μένη· τὸ γὰρ τοιοῦτον πολυσύνθετόν ἐστι καὶ πολυμιγές δοκεῖ δὲ ἁπλοῦν εἶναι καθ' ὅσον διῃρημένον ἔχει τὸ κοινὸν εἶδος. Οὐδ' οἷον τὸ ἐν τοῖς πολλοῖς κατατεταγμένον εἶδος ἢ γένος· καὶ γὰρ ταῦτα τῶν μὲν ἀτόμων ἐν οἷς ἐστὶν ἁπλούστερα τυγχάνει ὄντα ποικιλίας δὲ ἀναπέπλησται τῇ ὕλῃ κοινωνήσαντα καὶ προσλαβόντα τὰς τῶν ἐνύλων

διαφορότητας. Οὐδὲ οἷον τὸ τῆς φύσεως εἶδος· μερίζεται γὰρ καὶ ἡ φύσις περὶ τὰ σώματα καὶ δύνει κατὰ τῶν σωματικῶν ὄγκων καὶ πολλὰς προβάλλει δυνάμεις περὶ τὴν ὑποκειμένην αὐτῇ σύστασιν καὶ ἔστι τῶν μὲν σωμάτων ἁπλουστέρα συμμιγῆ δὲ τὴν οὐσίαν ἔχουσα πρὸς τὴν ἐν αὐτοῖς ποικιλίαν. Οὐδὲ ὁποῖον τὸ ψυχικόν· καὶ γὰρ ἡ ψυχὴ μέση τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίασ ὑπάρχουσα κοινωνεῖ πρὸς ἀμφο- τέρας τοῖς ἄκροις καὶ τῷ μὲν πολυειδεῖ τῷ ἑαυτῆς συνάπτει τοῖς χείροσι κάρα δὲ αὐτῆς ἐστήρικται ἄνω καὶ ἔστι κατ' ἐκεῖνο μάλιστα θεία καὶ τῷ νῷ συγγενής. Οὐδ' οἷον τὸ νοερόν· ἀμέριστος γὰρ ἅπας νοῦς καὶ ἑνοειδής πλῆθος δὲ ὅμως ἔχει καὶ πρόοδον καθὸ δηλονότι σχέσιν ἔχει πρὸς τὰ δεύτερα εἰς ἑαυτὸν καὶ περὶ ἑαυτόν καὶ ἔστιν ἐν ἑαυτῷ καὶ οὐ μονοειδὴς μόνον ἀλλὰ καὶ πολυειδὴς καί ὥσπερ εἰώθασι λέγειν ἓν πολλά· τῆς οὖν πρωτίστης ἁπλότητος ὑποδεεστέραν ἔλαχεν οὐσίαν. Οἱ δέ γε θεοὶ μόνως ἐν ἁπλότητι μιᾷ τὴν ὕπαρξιν ἀφωρισμένην ἔχουσι παντὸς μὲν πλήθους ἐξῃρημένοι καθ' ὅσον εἰσὶ θεοί πάσης δὲ διαιρέσεως καὶ μερισμοῦ καὶ διαστάσεως ἢ σχέσεως πρὸς τὰ δεύτερα καὶ πάσης συνθέσεως ὑπερέχοντες. Καὶ αὐτοὶ μέν εἰσιν ἐν ἀβάτοις τῶν ὅλων ὑπερηπλωμένοι καὶ πᾶσιν ἐποχούμενοι τοῖς οὖσιν αἰωνίως· αἱ δὲ ἀπ' αὐ- τῶν ἐλλάμψεις εἰς τὰ δεύτερα συμμιγνύμεναι πολλαχοῦ τοῖς μετέχουσι συνθέτοις οὖσι καὶ ποικίλοις ἀναπίμπλανται τῆς ὁμοίας αὐτῶν ἰδιότητος. Μὴ τοίνυν θαυμαζέτω τις εἰ

τῶν θεῶν ἐν ἁπλότητι μιᾷ καθ' ὑπεροχὴν οὐσιωμένων ποικίλα προβέβληται τῆς παρουσίας αὐτῶν φαντάσματα μηδ' εἰ μονοειδῶν ἐκείνων ὄντων πολυειδῆ τὰ φαινόμενα καθάπερ ἐν ταῖς τελεωτάταις τῶν τελετῶν μεμαθήκαμεν. Καὶ γὰρ ἡ φύσις καὶ ὁ δημιουργικὸς νοῦς τῶν ἀσωμάτων σωματοειδῆ καὶ τῶν νοητῶν εἴδωλα προτείνουσιν αἰσθητὰ καὶ τῶν ἀδιαστάτων διαστατά. Τοιαῦτα γὰρ δὴ καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ἐνδεικνύμενος καὶ τῶν ψυχῶν τὰς ἄνευ σωμάτων τελετὰς μακαριωτάτασ εἶναι καὶ τελείας ὄντως ἀποφαινόμενος ὁλόκληρα καὶ ἁπλᾶ καὶ ἀτρεμῆ φάσματα μυεῖσθαί φησιν αὐτὰς ἐκεῖ γενομένας καὶ τοῖς θεοῖς αὐτοῖς ἑνιζομένας ἀλλ' οὐ τοῖς ἀπ' αὐτῶν εἰς τὰ τῇδε προβαλλομένοις ἰνδάλμασιν ἐντυγχα- νούσας. Ταῦτα μὲν γὰρ μερικώτερα καὶ συνθετώτερα καὶ ἐν κινήσει προφαίνεται· τὰ δὲ ταῖς τῶν θεῶν ὀπαδοῖσ καὶ τὸν πολὺν ὄχλον τῆς γενέσεως ἀπολιπούσαις καὶ γυμναῖσ πρὸς τὸ θεῖον καὶ καθαρὸν ἀνηγμέναις ἐλλαμ- πόμενα φάσματα μονοειδῆ καὶ ἁπλᾶ καί ὥς φησιν ὁ Σωκράτης ἀτρεμῆ πρόεισιν εἰς αὐτάς. Τοσαῦτα καὶ περὶ τῆς ἁπλότητος τῆς ἐν τοῖς θεοῖς ἡμῖν ἀφωρίσθω. Δεῖ γὰρ δὴ τὸ τῶν πολυμόρφων γεννητικὸν ἁπλοῦν προϋπάρχειν τῶν γεννωμένων καθάπερ δὴ καὶ τὸ τῶν πεπληθυσμένων ἑνοειδές. Εἰ τοίνυν οἱ θεοὶ πάσης συνθέσεώς εἰσιν αἴτιοι καὶ τὴν τῶν ὄντων ποικιλίαν ἀφ' ἑαυτῶν παρήγαγον δεῖ δήπου τὸ ἓν αὐτῶν τὸ τῶν ὅλων γεννητικὸν ἐν ἁπλότητι τὴν ὑπόστασιν ἔχειν. Καὶ γὰρ ὥσπερ τῶν σωμάτων ἀσώματα καὶ τῶν κινουμένων

ἀκίνητα καὶ τῶν μεριστῶν ἀμέριστα προηγεῖται πάντων αἴτια τὸν αὐτὸν τρόπον καὶ τῶν πολυειδῶν μονοειδεῖς καὶ τῶν συμμεμιγμένων ἀμιγεῖς καὶ τῶν ποικίλων ἁπλαῖ προϋφεστήκασιν αἱ πρωτουργοὶ δυνάμεις.

κα Περὶ δὲ τῆς ἐν αὐτοῖς ἀληθείας μετὰ ταῦτα λέγωμεν· καὶ γὰρ τοῦτο πρὸς τοῖς εἰρημένοις ὁ Σωκράτης συλλε- λόγισται διότι τὸ θεῖον ἀψευδέσ καὶ οὔτε ἀπάτης οὔτε ἀγνοίας ἐστὶν ἡμῖν ἢ ἄλλοις τισὶ τῶν ὄντων αἴτιον. Τῆς μὲν οὖν ἐν λόγοις ὑφεστώσης ἀληθείας τὴν θείαν ἐξῃρημένην νοήσωμεν καθ' ὅσον αὕτη πολυσύνθετός ἐστι καὶ τρόπον τινὰ τῷ ἐναντίῳ συμπέφυρται καὶ διότι δὴ τὴν ὑπόστασιν ἐκ μὴ ἀληθῶν ἔσχηκε· τὰ γὰρ μόρια τὰ πρῶτα τῆς τοιαύτης ἀληθείας ἄδεκτα εἰ μή τις ἄλλον καὶ ταῦτα τρόπον ἀληθεύειν λέγοι τῷ ἐν Κρατύλῳ Σωκράτει πειθό- μενος. Τῆς δὲ αὖ ψυχικῆς ἐν δόξαις εἴτε καὶ ἐπιστήμαις θεωρουμένης καθ' ὅσον μεριστή πώς ἐστι καὶ οὐκ αὐτὰ τὰ ὄντα ἐστίν ἀλλ' ὁμοιοῦται καὶ συναρμόζεται τοῖς οὖσι καὶ ὡς ἐν κινήσει καὶ μεταβάσει τελουμένη τῆς ἑστώσης ἀεὶ καὶ μονίμου καὶ ἀρχηγικῆς ἀληθείας ἀπολείπεται. Τῆς δὲ αὖ νοερᾶς διότι κατ' οὐσίαν ὑφέστηκε καὶ λέγεται μὲν εἶναι τὰ ὄντα καὶ ἔστι διὰ τὴν τῆς ταὐτότητος δύναμιν πάλιν δὲ αὖ κατὰ τὴν ἑτερότητα διακρίνεται τῆς οὐσίας αὐτῶν καὶ τὴν ἰδίαν ὑπόστασιν ἀσύγχυτον πρὸς αὐτὰ διαφυλάττει. Μόνη τοίνυν ἡ τῶν θεῶν ἀλήθεια ἕνωσις αὐτῶν

ἐστὶν ἀδιαίρετος καὶ παντελὴς κοινωνία καὶ διὰ ταύτην ἥ τε τῶν θεῶν ἄρρητος γνῶσις ὑπερέχει πάσης γνώσεως καὶ πάντα τὰ δεύτερα τῶν γνώσεων εἴδη τελειότητος μεταλαγ- χάνει τῆς προσηκούσης. Μόνη δὲ αὕτη καὶ πάντα τὰ ὄντα καθ' ἕνωσιν ἄφραστον συνῃρημένως περιέχει καὶ διὰ ταύτην οἱ θεοὶ τὰ πάντα γινώσκουσιν ὁμοῦ τά τε ὅλα καὶ τὰ μέρη τά τε ὄντα καὶ τὰ μὴ ὄντα τά τε αἰώνια καὶ τὰ ἔγχρονα· οὐχ ὥσπερ ὁ νοῦς τῷ καθόλου τὸ μέρος καὶ τῷ ὄντι τὸ μὴ ὄν ἀλλ' αὐτόθεν ἕκαστα καὶ ὅσα κοινὰ καὶ ὅσα καθ' ἕκαστα κἂν τὰ τῶν πάντων ἀτομώτατα λέγῃς κἂν τὴν ἀπειρίαν τῶν ἐνδεχομένων κἂν τὴν ὕλην αὐτήν. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς τῆς τῶν θεῶν περὶ πάντα τὰ ὁπωσοῦν ὑφεστηκότα γνώσεως καὶ ἀληθείας ἄρρητός ἐστι καὶ ἄληπτος ἀνθρωπίναις ἐπιβολαῖς μόνοις δὲ αὐτοῖς γνώριμος τοῖς θεοῖς. Καὶ ἔγωγε θαυμάζω μὲν καὶ τῶν Πλατωνικῶν τοὺς πάντων τὴν γνῶσιν ἀποδόντας τῷ νῷ καὶ τῶν ἀτόμων λέγω καὶ τῶν παρὰ φύσιν καὶ ὅλως τῶν κακῶν καὶ διὰ τοῦτο νοερὰ καὶ τούτων παραδείγματα θεμένους. Πολλῷ δ' ἂν μᾶλλον ἀγασθείην τοὺς διακρί- νοντας μὲν τὴν νοερὰν ἰδιότητα τῆς θείας ἑνώσεως καὶ γὰρ ὁ νοῦς δημιούργημα καὶ γέννημα τῶν θεῶν ἐστὶ τὸ πρώ- τιστον τῷ δὲ νῷ τὰ ὅλα καὶ πρώτιστα καὶ κατὰ φύσιν ἀποδόντας αἴτια καὶ τοῖς θεοῖς τὴν πάντων κοσμητικὴν καὶ γεννητικὴν δύναμιν· τὸ γὰρ ἓν πανταχοῦ τὸ δὲ ὅλον οὐ πανταχοῦ· καὶ τοῦ μὲν ἑνὸς καὶ ἡ ὕλη μετέσχε καὶ ἕκαστον τῶν ὄντων νοῦ δὲ καὶ τῶν νοερῶν εἰδῶν τε καὶ γενῶν οὐ πάντα. Πάντα οὖν μόνως ἐκ τῶν θεῶν καὶ ἡ

ὄντως ἀλήθεια παρ' ἐκείνοις οἳ πάντα γινώσκουσιν ἑνιαίως. Καὶ διὰ τοῦτο καὶ ἐν τοῖς χρησμοῖς ὁμοίως οἱ θεοὶ τὰ πάντα διδάσκουσιν τά τε ὅλα καὶ τὰ μερικά καὶ τὰ αἰώνια καὶ τὰ εἰς ἅπαντα τὸν χρόνον γιγνόμενα· καὶ γὰρ τῶν αἰωνίως ὄντων καὶ τῶν ἐν χρόνοις ἐξῃρημένοι κατὰ μίαν καὶ ἡνωμένην ἀλήθειαν τὴν ἑκάστου καὶ πάντων γνῶσιν ἐν ἑαυτοῖς συνῃρήκασιν. Εἰ δ' ἄρα τι καὶ παρεμπίπτοι ψεῦδος εἰς τὰ χρηστήρια τῶν θεῶν οὐκ ἀπὸ τῶν θεῶν τὸ τοιοῦτο γεννᾶσθαι φήσομεν ἀλλ' ἀπὸ τῶν δεχομένων ἢ τῶν ὀργάνων ἢ τῶν τόπων ἢ τῶν καιρῶν· ἅπαντα γὰρ ταῦτα συντελεῖ πρὸς τὴν μετουσίαν τῆς θείας γνώσεως καὶ συναρμοζόμενα μὲν οἰκείως τοῖς θεοῖς καθαρὰν ὑποδέχεται τῆς ἐν αὐτοῖς ἱδρυμένης ἀληθείας τὴν ἔλλαμψιν ἀφιστά- μενα δὲ δι' ἀνεπιτηδειότητος τῶν θεῶν καὶ ἀνάρμοστα γινόμενα πρὸς αὐτοὺς ἐπηλυγάζει τὴν ἀπ' αὐτῶν προϊοῦ- σαν ἀλήθειαν. Ποῖον οὖν ψεῦδος ἐκ θεῶν τῶν πάντα τὰ τῆς γνώσεως εἴδη παραγόντων; Τίς ἀπάτη παρὰ τῶν τὴν ὅλην ἀλήθειαν ἐν ἑαυτοῖς ἱδρυσαμένων; Καθάπερ γὰρ οἶμαι πᾶσι μὲν τὰ ἀγαθὰ προτείνουσιν οἱ θεοί δέχεται δὲ ἀεὶ ὁ ἐθέλων τε καὶ δυνάμενοσ φησὶν ὁ ἐν Φαίδρῳ Σωκράτης καὶ τὸ μὲν θεῖον ἀναίτιον τῶν κακῶν τὸ δὲ ἀφιστάμενον ἐκείνου καὶ βρῖθον εἰς τὸ κάτω δι' ἑαυτοῦ κακύνεται τὸν αὐτὸν δὴ τρόπον καὶ θεοὶ μὲν ἀεὶ τῆς ἀληθείας εἰσὶ χορηγοί προσλάμπεται δὲ ὑπ' αὐτῶν οἷς θέμις μετέχειν ἐκείνων. Τὰ γὰρ τῶν πολλῶν τῆς

ψυχῆς ὄμματα καρτερεῖν πρὸς τὸ ἀληθὲς ἀφορῶντα ἀδύνατα φησὶν ὁ Ἐλεάτης σοφός. Ταύτην δὴ τὴν ἐν τοῖς θεοῖς πρώτως ὑφεστηκυῖαν ἀλήθειαν καὶ ὁ Ἀθηναῖος ξένος ἀνύμνησεν ἀλήθεια δή φάς πάντων μὲν ἀγαθῶν θεοῖς ἡγεῖται πάντων δὲ ἀνθρώποισ. Ὡς γὰρ τὰς ψυχὰς ἡ ἐν αὐταῖς ἀλήθεια συνάπτει πρὸς νοῦν ὡς τὰς νοερὰς πάσας τάξεις ἡ νοερὰ ἀλήθεια συνάγει πρὸς τὸ ἕν οὕτω δὴ καὶ ἡ τῶν θεῶν ἀλήθεια τὰς θείας ἑνάδας ἑνοῖ τῇ πηγῇ τῶν ὅλων ἀγαθῶν πρὸς ἣν δὴ συνενιζόμεναι πληροῦνται πάσης ἀγαθοειδοῦς δυνάμεως. Πανταχοῦ γὰρ δὴ συναγωγὸν ἔχει τοῦ πλήθους εἰς τὸ ἓν αἰτίαν ἡ τῆς ἀληθείας ὕπαρξις· ἐπεὶ καὶ τὸ ἐν Πολιτείᾳ προϊὸν ἀπὸ τοῦ ἀγαθοῦ φῶς τὸ συνάπ- τον τῷ νοητῷ τὸν νοῦν ἀλήθειαν ὁ Πλάτων καλεῖ.

κβ Ταύτην τοίνυν τὴν ἑνοποιὸν καὶ συνδετικὴν τῶν πληρούν- των τε καὶ πληρουμένων ἰδιότητα κατὰ πάσας τῶν θεῶν τὰς διακοσμήσεις τακτέον ἄνωθεν ἄχρι τῶν ἐσχάτων. Ἔσται δὲ ἡμῖν γνώριμον ὃ λέγομεν πρότερον περὶ τῶν ἐν Φαίδρῳ γεγραμμένων κοινῶν ὁμολογημάτων περὶ παντὸς τοῦ θείου τὸν λόγον ποιησαμένοις. Λέγει τοίνυν ὁ Σωκράτης ὡς ἄρα πᾶν ἐστὶ τὸ θεῖον

καλόν σοφόν ἀγαθόν καὶ τὴν τριάδα ταύτην διήκειν ἐπὶ πάσας ἐνδείκνυται τὰς τῶν θεῶν προόδους. Τί οὖν ἂν εἴη τὸ ἀγαθὸν τὸ τῶν θεῶν καὶ τίς ἡ σοφία καὶ τί τὸ κάλλος; Τὸ μὲν ἀγαθὸν καὶ πρότερον εἴπομεν ὅτι σωστικόν ἐστι τῶν ὅλων καὶ ὑποστατικόν καὶ ὡς ἀκρότατον ὑφέστηκε πανταχοῦ καὶ ὡς πληρωτικόν ἐστι τῶν ὑφειμένων καὶ ὡς ἀνάλογον ἐν ἑκάστῃ τάξει προϋπάρχει τῇ πρωτίστῃ τῶν θείων διακόσμων ἀρχῇ. Κατὰ γὰρ τοῦτο πάντες οἱ θεοὶ τῇ μιᾷ τῶν ὅλων αἰτίᾳ συνήνωνται καὶ τὸ εἶναι θεοὶ κατὰ τοῦτο πρώτως ἔχουσιν· οὔτε γὰρ τοῦ ἀγαθοῦ τελεώ- τερον ἅπασι τοῖς οὖσιν οὔτε τῶν θεῶν. Τοῖς οὖν ἀρίστοις καὶ κατὰ πάντα τελείοις τὸ ἄριστον μάλα προσήκει καὶ τελικώτατον τῶν ὄντων. Ἐν δέ γε τῷ Φιλήβῳ στοιχεῖα παραδίδωσιν ἡμῖν ὁ Πλάτων τῆς τοῦ ἀγαθοῦ φύσεως τρία τὰ κυριώτατα τὸ ἐφετόν τὸ ἱκανόν τὸ τέλειον· δεῖ γὰρ αὐτὸ καὶ πρὸς ἑαυτὸ πάντα ἐπιστρέφειν καὶ πληροῦν καὶ κατὰ μηδὲν ἐλλείπειν μηδὲ ἐλαττοῦν τὴν αὑτοῦ περιουσίαν. Τὸ μὲν τοίνυν ἐφετὸν μὴ τοιοῦτον νοείτω τις οἷον ἐν τοῖς αἰσθητοῖς προτείνεται πολλάκις ὀρεκτόν ἄγονον ὑπάρχον καὶ ἀνενέργητον τοιοῦτον γὰρ τὸ φαινόμενον καλόν μηδ' οἷον ἐνεργεῖν μὲν καὶ ἀνεγείρειν εἰς αὑτὸ τὰ δυνάμενα μετέχειν νοήσει δὲ ληπτὸν καὶ κατ' ἐπιβολὴν ἡμῖν καὶ κατ' ἐπέρεισιν τῆς διανοίας ἐκφερόμενον· ἄρρητον γάρ ἐστι καὶ πρὸ γνώσεως πάσης ἐπὶ πάντα διατείνει τὰ ὄντα. Πάντα γὰρ ἐφίεται τοῦ ἀγαθοῦ καὶ ἐπέστραπται πρὸς ἐκεῖνο τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον. Ἀλλ' εἰ δεῖ

συνελόντα φάναι τὴν ἰδιότητα τοῦ ἐφετοῦ· καθάπερ ὁ τοῦ φωτὸς χορηγὸς ταῖς ἀκτῖσι πρόεισιν εἰς τὰ δεύτερα καὶ πρὸς ἑαυτὸν ἐπιστρέφει τὰ ὄμματα καὶ ἡλιοειδῆ ποιεῖ καὶ ἑαυτῷ παραπλήσια καὶ διὰ τῆς ἑτερομοιότητος συνάπ- τει ταῖς ἑαυτοῦ μαρμαρυγαῖς οὕτως οἶμαι καὶ τὸ ἐφετὸν τῶν θεῶν ἀνέλκει πάντα καὶ ἀνασπᾷ πρὸς τοὺς θεοὺς ἀρρήτως ταῖς οἰκείαις ἐλλάμψεσι πανταχοῦ παρὸν πᾶσι καὶ μηδ' ἡντινοῦν ἀπολεῖπον τάξιν τῶν ὄντων· ἐπεὶ καὶ αὐτὴ ἡ ὕλη πρὸς τὸ ἐφετὸν τοῦτο τετάσθαι λέγεται καὶ διὰ τῆς ἐφέσεως ταύτης πληροῦται τοσούτων ἀγαθῶν ὅσων δύναται μετασχεῖν. Πάντων οὖν ἐστὶ τῶν ὄντων κέντρον καὶ περὶ αὐτὸ πάντα τὰ ὄντα καὶ πάντες οἱ θεοὶ τάς τε οὐσίας καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ἔχουσι. Καὶ ἡ πρὸς τοῦτο τάσις καὶ ἡ ἔφεσις τῶν ὄντων ἄσβεστός ἐστιν· ἄγνωστον γὰρ ὂν ποθεῖ τὰ ὄντα τὸ ἐφετὸν τοῦτο καὶ ἄληπτον. Μήτε οὖν γνῶναι μήτε ἑλεῖν ὃ ποθεῖ δυνάμενα περὶ αὐτὸ πάντα χορεύει καὶ ὠδίνει μὲν αὐτὸ καὶ οἷον ἀπομαντεύεται τὴν δὲ ἔφεσιν ἀκατάληκτον ἔχει καὶ ἄπαυστον τῆς ἀγνώστου καὶ ἀρρήτου φύσεως αὐτοῦ λειπόμενα καὶ περιπτύξασθαι καὶ ἐγκολπίσασθαι τὸ ἐφετὸν ἀδυνατοῦντα. Πάντων γὰρ ὁμοῦ τῶν ὄντων ἐξῃρημένον πᾶσι πάρεστιν ὁμοίως καὶ κινεῖ πάντα περὶ ἑαυτό πᾶσιν ἀκατάληπτον ὄν· καὶ τῇ μὲν κινήσει ταύτῃ καὶ τῇ ἐφέσει σῴζει τὰ πάντα τῇ δὲ ἀγνώστῳ τῶν ὅλων ὑπεροχῇ τὴν οἰκείαν ἕνωσιν ἄμικτον φυλάττει πρὸς τὰ δεύτερα. Τὸ μὲν οὖν ἐφετὸν τοιοῦτον· τὸ δέ γε ἱκανὸν δυνάμεώς ἐστι πλῆρες ἀγαθοειδοῦς καὶ πρόεισιν ἐπὶ πάντα

καὶ τὰς τῶν θεῶν δόσεις ἐκτείνει καὶ ἐπορέγει τοῖς οὖσι πᾶσι. Τοιαύτην γὰρ δὴ τὴν ἱκανότητα νομίζομεν εἶναι δύναμιν ἐπὶ τὰ ἔσχατα διικνουμένην καὶ διατείνουσαν καὶ τὴν ἄφθονον τῶν θεῶν βούλησιν ἐκφαίνουσαν καὶ μὴ ἱσταμένην ἐφ' ἑαυτῆς ἀλλὰ τὸ ὑπέρπληρες καὶ ἀνέκλειπτον καὶ ἄπειρον καὶ γεννητικὸν τῶν ἀγαθῶν τῆς θείας ὑπάρξεως συλλαβοῦσαν ἑνιαίως. Τοῦ γὰρ ἐφετοῦ μονίμως ἱδρυμένου καὶ τῶν ὅλων ὑπερέχοντος καὶ πάντα περὶ ἑαυτὸ τὰ ὄντα στήσαντος τὸ ἱκανὸν ἐξάρχει προόδου καὶ πολλαπλασιας- μοῦ τῶν ὅλων ἀγαθῶν καὶ τὸ πρωτουργὸν τῆς τοῦ ἐφετοῦ μονοειδοῦς ὑπάρξεως τῇ γονίμῳ περιουσίᾳ καὶ ταῖς ἐπὶ πάντα διηκούσαις ἀγαθουργοῖς ἀποπληρώσεσιν ἐκκαλεῖται καὶ προάγει καὶ πᾶσιν ἐνδίδωσιν ἀφθόνως ἵνα δὴ καὶ τὸ μόνιμον τῶν θείων καὶ τὸ προϊὸν ἀπὸ τῶν οἰκείων αἰτίων τῆς ἀγαθότητος πλῆρες ὑπάρχῃ καὶ πάντα ἁπλῶς ἀγαθύ- νηται τὰ ὄντα μένοντά τε καὶ προερχόμενα καὶ ταῖς ἀρχαῖς ἡνωμένα ταῖς ἑαυτῶν καὶ διακρινόμενα κατ' οὐσίαν ἀπ' ἐκείνων. Διὰ ταύτην δὴ οὖν τὴν δύναμιν καὶ τὰ νοερὰ γένη τῶν ὁμοίων ἐστὶ συστατικά καὶ αἱ ψυχαὶ γεννᾶν ἐφίενται καὶ μιμεῖσθαι τὰ πρὸ αὐτῶν καὶ αἱ φύσεις τοὺς αὑτῶν λόγους εἰς ἄλλην διάγουσι χώραν καὶ πάντα ἁπλῶς κατ' οὐσίαν ἔχει τὸν τῆς γεννήσεως ἔρωτα. Τὸ γὰρ ἱκανὸν τῆς ἀγαθότητος τῶν θεῶν ἀπ' αὐτῆς ὡρμημένον πᾶσιν ἐνέσπαρται τοῖς οὖσι καὶ πάντα κινεῖ πρὸς τὴν ἄφθονον μετάδοσιν τῶν ἀγαθῶν τὸν μὲν νοῦν τῶν νοερῶν τὴν δὲ ψυχὴν τῶν ψυχικῶν τὴν δὲ φύσιν τῶν φυσικῶν. Μένει τε οὖν πάντα διὰ τὸ ἐφετὸν τῆς ἀγαθότητος καὶ

γεννᾷ καὶ πρόεισιν εἰς δευτέρας καὶ τρίτας ἀπογεννήσεις διὰ τὸ ἱκανόν. Τὸ δὲ αὖ τρίτον τὸ τέλειον ἐπιστρεπ- τικόν ἐστι τῶν ὅλων καὶ συναγωγὸν ἐπὶ τὰ αἴτια κατὰ κύκλον οὗ μὲν τὸ θεῖον οὗ δὲ τὸ νοερόν οὗ δὲ τὸ ψυχικόν οὗ δὲ τὸ φυσικόν· πάντα γὰρ μετέχει τῆς ἐπιστροφῆς ἐπεὶ καὶ τὸ ἄπειρον τῆς προόδου διὰ ταύτης ἐπὶ τὰς ἀρχὰς αὖθις ἀνακαλεῖται. Καὶ ἔστι σύμμικτον τὸ τέλειον ἐκ τοῦ ἐφετοῦ καὶ τοῦ ἱκανοῦ. Πᾶν γὰρ τὸ τοιοῦτον ὀρεκτόν ἐστι καὶ γεννητικὸν τῶν ὁμοίων· ἢ οὐχὶ κἀν τοῖς τῆς φύσεως ἔργοις τὰ τέλεια πανταχοῦ καὶ ἐραστὰ διὰ τὴν τῆς ὥρας ἀκμὴν καὶ γόνιμα τυγχάνει ὄντα; Τό τε οὖν ἐφετὸν ἑδράζει τὰ πάντα καὶ ἐν ἑαυτῷ κατέχει καὶ τὸ ἱκανὸν εἰς προόδους καὶ ἀπογεννήσεις ἀνεγείρει καὶ τὸ τέλειον εἰς ἐπιστροφὰς καὶ συνελίξεις τελεσιουργεῖ τὰ προελθόντα· διὰ δὲ τούτων τῶν τριῶν αἰτίων τά τε θεῖα πάντα καὶ τὰ μετὰ θεοὺς γένη κεκόσμηται· πάντων ἄρα πρωτουργός ἐστι καὶ ἀρχηγικωτάτη πηγὴ καὶ ἑστία τῶν ὁπωσοῦν ὑφεστηκότων ἡ τῶν θεῶν ἀγαθότης ἐν τριάδι τοιαύτῃ πηξαμένη τὸ ἑνιαῖον κράτος τῆς οἰκείας ὑποστά- σεως.

κγ Μετὰ δὲ ταύτην ἡ σοφία δευτέραν ἔλαχε τάξιν νόησις οὖσα τῶν θεῶν μᾶλλον δὲ ὕπαρξις τῆς νοήσεως τῶν θεῶν. Ἡ μὲν γὰρ νόησις γνῶσίς ἐστι νοερά θεῶν δὲ ἡ σοφία γνῶσις ἄρρητος ἥτις ἥνωται πρὸς τὸ γνωστὸν καὶ τὴν

νοητὴν ἕνωσιν τῶν θεῶν. Δοκεῖ δέ μοι καὶ ταύτην ἐν τριάδι μάλιστα θεωρεῖν ὁ Πλάτων ὡς ἔστιν ἐκ τῶν πολλαχοῦ διεσπαρμένων περὶ αὐτῆς ἐννοιῶν συλλογίσασθαι. Λέγω δὲ ὅτι ἡ μὲν ἐν Συμποσίῳ Διοτίμα τὸ σοφὸν πλῆρες εἶναι βούλεται τοῦ γνωστοῦ καὶ οὐ ζητεῖν οὐδὲ θηρᾶν ἀλλ' ἔχειν τὸ νοητόν· θεῶν οὐδεὶς φιλοσοφεῖ οὐδὲ ἐπιθυμεῖ σοφὸς γενέσθαι ἔστι γάρ. Οὐκοῦν τὸ μὲν φιλόσοφον ἀτελές ἐστι καὶ ἐνδεὲς τῆς ἀληθείας τὸ δὲ σοφὸν πλῆρες καὶ ἀνενδεές καὶ πᾶν ὃ βούλεται παρὸν ἔχει καὶ οὐδὲν ποθοῦν ἀλλ' ἐφετὸν καὶ ὀρεκτὸν τῷ φιλο- σόφῳ προκείμενον. Ὁ δὲ ἐν τῇ Πολιτείᾳ Σωκράτης τὸ γεννητικὸν ἀλη- θείας καὶ νοῦ τῆς σοφίας παρέχεται γνώρισμα ταῖς μὲν ἡμετέραις ψυχαῖς διὰ γεννήσεως εἰς τὸ πλῆρες τῆσ ἀνόδου γινομένης τοῖς δὲ θεοῖς ἐκ τοῦ πλήρους τῆς γεννήσεως τοῦ νοῦ παρούσης. Οὐ γὰρ ἐκ τῆς ἀτελοῦς ἕξεως ἐπὶ τὸ τέλειον ἐν ἐκείνοις ἡ πρόοδος ἀλλ' ἐκ τῆς αὐτοτελοῦς ὑπάρξεως ἡ γόνιμος τῶν ὑποδεεστέρων δύναμις. Ἐν δὲ αὖ τῷ Θεαιτήτῳ τὸ τελεσιουργὸν τῶν ἀτελῶν καὶ τὸ προκλητικὸν τῶν κρυπτομένων ἐν ταῖς ψυχαῖς νοήσεων τῇ σοφίᾳ προσήκειν ἐνδείκνυται· μαιεύεσθαί με ὁ θεὸς ἀναγκάζει γεννᾶν δὲ ἀπεκώλυσε. Δῆλον οὖν ἐκ τούτων ὅτι τριαδικόν ἐστι τὸ τῆς σοφίας γένος πλῆρες μὲν ὂν τοῦ ὄντος καὶ τῆς ἀληθείας γεννη- τικὸν δὲ τῆς νοερᾶς ἀληθείας τελειωτικὸν δὲ τῶν κατ' ἐνέρ- γειαν νοερῶν καὶ αὐτὸ κατὰ δύναμιν ἑστώς. Ταῦτα τοίνυν καὶ τῇ τῶν θεῶν σοφίᾳ προσήκειν ὑπολάβωμεν· καὶ γὰρ

ἐκείνη τῆς μὲν ἀγαθότητός ἐστι τῆς θείας πλήρης γεννᾷ δὲ τὴν θείαν ἀλήθειαν τελειοῖ δὲ πάντα τὰ μεθ' ἑαυτήν.

κδ Τὸ δὴ καλὸν ἐπὶ τούτοις σκεψώμεθα τί ποτέ ἐστι καὶ ὅπως ἐν τοῖς θεοῖς πρώτως ὑφέστηκε. Λέγεται μὲν οὖν ἀγαθοειδὲς εἶναι κάλλος καὶ νοητὸν κάλλος καὶ πρεσβύτερον τῆς νοερᾶς καλλονῆς καὶ αὐτοκαλλονή καὶ τῶν ὄντων ἁπάντων αἰτία καλλοποιός καὶ πάντα τὰ τοιαῦτα καὶ ὀρθῶς λέγεται. Χωριστὸν δέ ἐστιν οὐ μόνον τῶν ἐν τοῖς σωματικοῖς ὄγκοις φαινομένων καλῶν οὐδὲ τῆς ἐν τούτοις συμμετρίας ἢ τῆς ψυχικῆς εὐαρμοστίας ἢ τοῦ νοεροῦ φέγγους ἀλλὰ καὶ αὐτῶν τῶν δευτέρων καὶ τρίτων ἐν τοῖς θεοῖς προόδων τὸ πρώτιστον καὶ ἑνιαῖον κάλλος· καὶ ἵδρυται μονοειδῶς ἐν τῇ νοητῇ περιωπῇ καὶ ἀπὸ ταύτης πρόεισιν ἐφ' ἅπαντα τὰ τῶν θεῶν γένη καὶ κατα- λάμπει τάς τε ὑπερουσίους αὐτῶν ἑνάδας καὶ τὰς ἐξηρτη- μένας ἁπάσας οὐσίας μέχρι καὶ τῶν ἐμφανῶν ὀχημάτων. καὶ Ὥσπερ οὖν διὰ τὴν πρωτίστην ἀγαθότητα πάντες ἀγαθοειδεῖς οἱ θεοί καὶ διὰ τὴν νοητὴν σοφίαν γνῶσιν ἔχουσιν ἄρρητον καὶ ὑπὲρ νοῦν ἱδρυμένην οὕτως οἶμαι καὶ διὰ τὴν ἀκρότητα τοῦ κάλλους ἐράσμιόν ἐστι τὸ θεῖον πᾶν. Ἐκεῖθεν γὰρ ἐποχετεύονται πάντες οἱ θεοὶ τὸ κάλλος καὶ πληρούμενοι τὰ μεθ' ἑαυτοὺς πληροῦσιν ἀνεγείροντεσ πάντα καὶ ἐκβακχεύοντεσ περὶ τὸν ἑαυτῶν ἔρωτα καὶ ἐπαντλοῦντεσ ἄνωθεν τοῖς πᾶσιν τὴν

ἔνθεον ἀπορροὴν τοῦ κάλλουσ. Ἔστι μὲν οὖν ὡς τὸ ὅλον εἰπεῖν τοιοῦτον τὸ θεῖον κάλλος τῆς θείας εὐφροσύνης χορηγὸν καὶ τῆς οἰκειότητος καὶ τῆς φιλίας· κατὰ γὰρ τοῦτο καὶ ἥνωνται ἀλλήλοις οἱ θεοὶ καὶ χαίρουσιν ἀλλήλοις καὶ ἄγανται καὶ εὐφραίνονται ταῖς πρὸς ἀλλήλους κοινωνίαις καὶ ταῖς πληρώσεσιν καὶ οὐκ ἀπολείπουσιν ἣν ἔλαχον ἀεὶ τάξιν ἐν ταῖς ἑαυτῶν διακοσμήσεσι. Τρία δὲ ὁ Πλάτων καὶ τούτου γνωρίσματα παραδίδωσιν. Ἐν Συμποσίῳ μὲν τὸ ἁβρόν· τὸ γὰρ τέλειον δήπου καὶ τὸ μακαριστὸν κατὰ τὴν τῆς ἀγαθότητος μετουσίαν ἐφήκει τῷ καλῷ· λέγει δὲ οὕτω πως ἐν ἐκείνοις· ἀλλὰ τὸ τῷ ὄντι καλόν τοῦτό ἐστιν ἁβρὸν καὶ τέλειον καὶ μακαριστόν. Τοῦτο μὲν οὖν τοιοῦτον τοῦ κάλλους ἕν τὸ ἁβρόν ἕτερον δὲ ἐκ τοῦ Φαίδρου λάβωμεν τὸ φανόν. Καὶ γὰρ τοῦτο τῷ κάλλει φέρων ἀνέθηκεν· κάλλος δὲ τότε ἦν ἰδεῖν λαμπρόν καὶ ἐφεξῆς· περὶ δὲ κάλλους ὥσπερ ἔφαμεν μετ' ἐκείνων τε ἔλαμπεν ὄν καὶ πάλιν ἐν τοῖς ἐχομένοις· δεῦρό τε ἐλθόντες κατειλήφαμεν αὐτὸ διὰ τῆς ἐναργεστάτης τῶν αἰσθήσεων στίλ- βον ἐναργέστατα καὶ τέλος ἐπὶ τούτοις· νῦν δὲ κάλλος μόνον ταύτην ἔσχε μοῖραν ἐκφανέστατόν τε εἶναι καὶ ἐρασμιώτατον. Δύο μὲν οὖν ταῦτα τοῦ κάλλους εἰλήφθω γνωρίσματα.

Τρίτον δὲ ἄλλο τὸ ἐραστόν ὃ καὶ νῦν οὗτος ἐρας- μιώτατον προσειρηκέναι μοι δοκεῖ καὶ ἄλλοθι πολλαχοῦ δεικνύει τὴν ἐρωτικὴν μανίαν περὶ τὸ καλὸν ἀφοριζόμενος καὶ ὅλως τὸν ἔρωτα τῆς τοῦ κάλλους ἐξάπτων μονάδος· Ἔρως γάρ ἐστι φησίν ἔρως περὶ τὸ καλόν. Διότι μὲν οὖν ἐπιστρέφει πάντα πρὸς ἑαυτὸ καὶ κινεῖ καὶ ἐνθουσιᾶν ποιεῖ καὶ ἀνακαλεῖται δι' ἔρωτος ἐραστόν ἐστι τὸ κάλλος πάσης ἡγεμονοῦν τῆς ἐρωτικῆς σειρᾶς καὶ ἐπ' ἄκροις τοῖσ ποσὶ βεβηκὸς καὶ ἐφ' ἑαυτὸ πάντα διὰ πόθου καὶ ἐκπλήξεως ἀνεγεῖρον. Διότι δὲ αὖ μετ' εὐφρο- σύνης καὶ τῆς θείας ῥᾳστώνης ἐπορέγει τοῖς δευτέροις τὰσ ἀφ' ἑαυτοῦ πληρώσεις κηλοῦν πάντα καὶ θέλγον καὶ μετεωρίζον τὰ ἀγόμενα καὶ ἐποχετευόμενα τὰς ἐκεῖθεν ἐλλάμψεις ἁβρόν ἐστί τε καὶ λέγεται παρὰ τοῦ Πλάτωνος. Διότι γε μὴν συμπεραίνει τὴν τριάδα ταύτην καὶ προκύπτει τῆς ἀρρήτου τῶν θεῶν ἑνώσεως καὶ οἷον ἐπινήχεται τῷ φωτὶ τῶν εἰδῶν καὶ τὸ νοητὸν φῶς ἐκλάμπει καὶ ἐξαγγέλλει τὸ τῆς ἀγαθότητος κρύφιον λαμπρόν τε καὶ στιλπνὸν καὶ ἐκφανὲσ ἐπονομάζεται. Τὸ μὲν γὰρ ἀγαθὸν τῶν θεῶν ἀκρότατόν ἐστι καὶ ἑνοειδέστατον· τὸ δὲ σοφὸν ὠδίνει πως ἤδη τὸ φῶς τὸ νοητὸν καὶ τὰ εἴδη τὰ πρώτιστα· τὸ δὲ αὖ κάλλος ἐπ' ἄκροις ἵδρυται τοῖς εἴδεσι καὶ προλάμπει τὸ θεῖον φῶς καὶ τοῖς ἀνιοῦσι πρῶτον ἐκφαίνεται παντὸς φωσφόρου στιλπνότερον καὶ ἐρασμιώτερον ἰδεῖν καὶ περιπτύξασθαι καὶ μετ' ἐκπλήξεως ἐκφαι-

νόμενον λαβεῖν.

κε Ταύτης τοίνυν τῆς τριάδος τὰ πάντα πληρούσης καὶ διὰ πάντων χωρούσης ἀνάγκη δήπου καὶ τὰ πληρούμενα διὰ τῶν συγγενῶν πρὸς ἕκαστον ἐπιστρέφειν καὶ συνάπ- τεσθαι καὶ μὴ διὰ τῶν αὐτῶν ἕκαστα τῶν μέσων· ἄλλη γὰρ μεσότης ἄλλων καὶ δυνάμεις ἄλλαι πρὸς ἄλλην τελειότητα θεῶν ἐπιστρέφουσι. Πρὸς μὲν οὖν τὸ θεῖον κάλλος τὸ συνάγον τὰ δεύτερα πάντα καὶ οἰκειοῦν καὶ τῆς πληρώσεως αἴτιον καὶ τῆς ἐκεῖθεν ἐποχετείας δῆλον οἶμαι παντί καὶ τοῦ Πλάτωνος πολλάκις λέγοντος ὡς οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ἔρωσ ὃς δὴ καὶ θεοὺς ἀεὶ τοὺς δευτέρους τοῖς πρὸ ἑαυτῶν καὶ τὰ κρείττονα γένη καὶ ψυχῶν τὰς ἀρίστας συνάπτει κατὰ τὸ καλόν. Πρὸς δὲ αὖ τὴν θείαν σοφίαν ἧς καὶ ὁ νοῦς πληρούμενος γινώσκει τὰ ὄντα καὶ ψυχαὶ μετέχουσαι νοερῶς ἐνεργοῦσιν ἀλήθεια δήπου καὶ ἀνάγει καὶ προσιδρύει τὰ ὄντα. Διὰ γὰρ ἀληθείας ἡ τῆς ὄντως οὔσης σοφίας πλήρωσις· φωτίζει γὰρ δὴ τὰ νοοῦντα πανταχοῦ καὶ συνάπτει τοῖς νοουμένοις ὥσπερ δὴ καὶ ἡ πρωτίστη νοῦ καὶ νοητοῦ συναγωγὸς ὑπῆρχε. Πρὸς δὲ αὖ τὸ ἀγαθὸν οὐ γνώσεως ἔτι καὶ ἐνεργείας δεῖ τοῖς συναφθῆναι σπεύδουσιν ἀλλ' ἱδρύσεως καὶ μονίμου καταστάσεως καὶ ἠρεμίας. Τί οὖν ἡμᾶς ἑνώσει πρὸς αὐτό;

Τί τῆς ἐνεργείας παύσει καὶ κινήσεως; Τί δὲ τὰ θεῖα πάντα καὶ τῇ πρωτίστῃ καὶ ἀρρήτῳ τῆς ἀγαθότητος ἑνάδι συνίστησι; Πῶς δὲ ἕκαστον ἐνιδρυμένον τῷ πρὸ αὑτοῦ κατὰ τὸ ἀγαθὸν ἐν ἑαυτῷ πάλιν ἑδράζει τὰ μεθ' ἑαυτὸ κατὰ τὴν αἰτίαν; Ὡς μὲν τὸ ὅλον εἰπεῖν τῶν θεῶν πίστισ ἐστὶν ἡ πρὸς τὸ ἀγαθὸν ἀρρήτως ἑνίζουσα τά τε τῶν θεῶν γένη σύμπαντα καὶ δαιμόνων καὶ ψυχῶν τὰς εὐδαίμονας. Δεῖ γὰρ οὐ γνωστικῶς οὐδὲ ἀτελῶς τὸ ἀγαθὸν ἐπιζητεῖν ἀλλ' ἐπιδόντας ἑαυτοὺς τῷ θείῳ φωτὶ καὶ μύσαντασ οὕτως ἐνιδρύεσθαι τῇ ἀγνώστῳ καὶ κρυφίῳ τῶν ὄντων ἑνάδι· τὸ γὰρ τοιοῦτον τῆς πίστεως γένος πρεσβύτερόν ἐστι τῆς γνωστικῆς ἐνεργείας οὐκ ἐν ἡμῖν μόνον ἀλλὰ καὶ παρ' αὐτοῖς τοῖς θεοῖς καὶ κατὰ τοῦτο πάντες οἱ θεοὶ συνήνωνται καὶ περὶ ἓν κέντρον μονοειδῶς τὰς ὅλας δυνάμεις τε καὶ προόδους αὐτῶν συνάγουσιν. Εἰ δὲ δεῖ καὶ καθ' ἕκαστον ἀφορίζεσθαι μή μοι τὴν τοιαύτην πίστιν τῇ περὶ τὰ αἰσθητὰ πλάνῃ τὴν αὐτὴν ὑπολάβῃς· αὕτη μὲν γὰρ ἐπιστήμης ἀπολείπεται καὶ πολλῷ μᾶλλον τῆς τῶν ὄντων ἀληθείας ἡ δέ γε τῶν θεῶν πίστις ἅπασαν ὑπεραίρει γνῶσιν καὶ κατ' αὐτὴν ἄκραν τὴν ἕνωσιν συνάπτει τὰ δεύτερα τοῖς πρώτοις. Μηδ' αὖ τῇ τῶν κοινῶν καλουμένων ἐννοιῶν ὁμοειδῆ τὴν νῦν ὑμνουμένην πίστιν νοήσῃς· καὶ γὰρ ταῖς κοιναῖς ἐννοίαις πρὸ παντὸς λόγου πιστεύομεν ἀλλὰ γνῶσίς ἐστι καὶ τούτων μεριστὴ καὶ πρὸς τὴν θείαν ἕνωσιν οὐδαμῶς ἰσοστάσιος καὶ οὐ τῆς πίστεως μόνον ἀλλὰ καὶ τῆς νοερᾶς ἁπλότητος ἡ τούτων ἐπιστήμη δευτέρα· νοῦς γὰρ ἐπέκεινα πάσης ἐπιστήμης ἵδρυται τῆς τε πρώτης ὁμοῦ καὶ τῆς μετ' ἐκείνην.

Μὴ τοίνυν μηδὲ τὴν κατὰ νοῦν ἐνέργειαν τῇ τοιαύτῃ πίστει τὴν αὐτὴν εἶναι λέγωμεν· πολυειδὴς γὰρ καὶ αὕτη καὶ δι' ἑτερότητος χωριζομένη τῶν νοουμένων καὶ ὅλως κίνησίς ἐστι νοερὰ περὶ τὸ νοητόν· δεῖ δὲ τὴν θείαν πίστιν ἑνοειδῆ καὶ ἤρεμον ὑπάρχειν ἐν τῷ τῆς ἀγαθότητος ὅρμῳ τελείως ἱδρυνθεῖσαν. Οὔτε γὰρ τὸ καλὸν οὔτε τὸ σοφὸν οὔτε ἄλλο τῶν ὄντων οὐδὲν οὕτω πιστόν ἐστιν ἅπασι τοῖς οὖσι καὶ ἀσφαλὲς καὶ πάσης ἀμφιβολίας καὶ διῃρημένης ἐπιβολῆς καὶ κινήσεως ἐξῃρημένον ὡς τὸ ἀγαθόν. Διὰ γὰρ τοῦτο καὶ ὁ νοῦς τῆς νοερᾶς ἐνεργείας πρεσβυτέραν ἄλλην καὶ πρὸ ἐνεργείας ἕνωσιν ἀσπάζεται· καὶ ψυχὴ τὴν τοῦ νοῦ ποικιλίαν καὶ τὴν τῶν εἰδῶν ἀγλαΐαν οὐδὲν εἶναι τίθεται πρὸς τὴν τοῦ ἀγαθοῦ τῶν ὅλων ὑπεροχήν καὶ τὸ μὲν νοεῖν ἀφίησιν εἰς τὴν ἑαυτῆς ὕπαρξιν ἀναδραμοῦσα τὸ δὲ ἀγαθὸν ἀεὶ διώκει καὶ θηρᾷ καὶ ἐφίεται καὶ οἷον ἐγκολπίσασθαι σπεύδει καὶ μόνῳ τούτῳ τῶν πάντων ἐπιδίδωσιν ἑαυτὴν ἀνενδοιάστως. Καὶ τί δεῖ τὴν ψυχὴν λέγειν; Ἀλλὰ καὶ τὰ θνητὰ ταῦτα ζῷα καθάπερ πού φησιν ἡ Διοτίμα πάντων ὑπερφρονεῖ τῶν ἄλλων καὶ τῆς ζωῆς αὐτῆς καὶ τοῦ ὄντος πόθῳ τῆς τοῦ ἀγαθοῦ φύσεως καὶ μίαν ἅπαντα ταύτην ἀκίνητον ἔχει καὶ ἄρρητον ἔφεσιν τοῦ ἀγαθοῦ τῶν δὲ ἄλλων ἕκαστα κἂν παρίδοι καὶ δεύτερα ποιήσαιτο καὶ ἀτιμήσειε τὴν τεῦξιν. Εἷς οὖν οὗτος ὅρμος ἀσφαλὴς τῶν ὄντων ἁπάντων καὶ τοῦτο μάλιστα τοῖς οὖσιν ἅπασι πιστόν. Καὶ διὰ τοῦτο

δήπου καὶ ἡ πρὸς αὐτὸ συναφὴ καὶ ἕνωσις ὑπὸ τῶν θεολόγων πίστις ἀποκαλεῖται· καὶ οὐχ ὑπ' ἐκείνων μόνον ἀλλ' εἰ δεῖ τὰ δοκοῦντα λέγειν καὶ ὑπὸ τοῦ Πλάτωνος ἐν Νόμοις ἡ τῆς πίστεως ταύτης πρός τε τὴν ἀλήθειαν καὶ τὸν ἔρωτα συγγένεια κεκήρυκται. Λανθάνει δὲ ἄρα τοὺς πολλοὺς ὡς οὐ ταῦτα διανοούμενος ἐπὶ τῶν ἐναντίων τὸν λόγον ποιούμενος καὶ τὰς ἀποπτώσεις τῆς τριάδος ταύτης εἰς ταὐτὸν συνάγων. Λέγει δ' οὖν καὶ αὐτὸς ἐν ἐκείνοις σαφῶς ὡς ὁ μὲν φιλοψευδὴς ἄπιστόσ ἐστιν ὁ δὲ ἄπιστος ἄφιλοσ. Ἀναγκαῖον ἄρα καὶ τὸν μὲν φιλαλήθη πιστὸν εἶναι τὸν δὲ πιστὸν εἰς φιλίαν εὐάρ- μοστον. Ἀπὸ δὴ τούτων θεωρήσωμεν ἀλήθειαν αὐτὴν καὶ πίστιν καὶ ἔρωτα καὶ τὴν μίαν αὐτῶν κοινωνίαν αὐτῷ τῷ λογισμῷ συνέλωμεν. Εἰ δὲ βούλει καὶ πρὸ τούτων ἀναμνης- θῶμεν ὅτι τὴν συναγωγὸν τῶν διαφερομένων ἀρετὴν καὶ τῶν μεγίστων πολέμων ἀναιρετικήν λέγω δὲ τῶν ἐν ταῖς πόλεσι στάσεων πιστότητα προσείρηκεν· ἑνώσεως γὰρ δὴ καὶ κοινωνίας καὶ ἠρεμίας ἐκ τούτων ἡ πίστις αἰτία καταφαίνεται· καὶ εἴπερ ἐν ἡμῖν ἐστὶ τοιαύτη τις δύναμις πολλῷ πρότερον ἐν αὐτοῖς ἐστὶ τοῖς θεοῖς. Καὶ γὰρ ὡς σωφροσύνη τις θεία καὶ δικαιοσύνη παρ' αὐτῷ λέγεται καὶ ἐπιστήμη πῶς οὐχὶ καὶ πίστις ἔσται παρ' ἐκείνοις ἡ τὸν ὅλον διάκοσμον συνέχουσα τῶν ἀρετῶν; Ἵν' οὖν συνελόντες εἴπωμεν τρία μέν ἐστι τὰ πληρωτικὰ ταῦτα τῶν θείων διὰ πάντων χωροῦντα τῶν κρειττόνων γενῶν ἀγαθότης σοφία κάλλος· τρία δὲ αὖ καὶ τῶν

πληρουμένων συναγωγά δεύτερα μὲν ἐκείνων διήκοντα δὲ εἰς πάσας τὰς θείας διακοσμήσεις πίστις καὶ ἀλήθεια καὶ ἔρως. Σῴζεται δὲ πάντα διὰ τούτων καὶ συνάπτεται ταῖς πρωτουργοῖς αἰτίαις τὰ μὲν διὰ τῆς ἐρωτικῆς μανίας τὰ δὲ διὰ τῆς θείας φιλοσοφίας τὰ δὲ διὰ τῆς θεουργικῆς δυνάμεως ἣ κρείττων ἐστὶν ἁπάσης ἀνθρωπίνης σωφρο- σύνης καὶ ἐπιστήμης συλλαβοῦσα τά τε τῆς μαντικῆς ἀγαθὰ καὶ τὰς τῆς τελεσιουργικῆς καθαρτικὰς δυνάμεις καὶ πάντα ἁπλῶς τὰ τῆς ἐνθέου κατακωχῆς ἐνεργήματα.

κ Περὶ μὲν οὖν τούτων τάχ' ἂν καὶ εἰσαῦθις ἐγκαιρότερον διέλθοιμεν· πάλιν δὲ ἀλλαχόθεν εἰ βούλει τὰ κοινὰ περὶ τῶν θείων δόγματα τοῦ Πλάτωνος θηράσωμεν. Πόθεν οὖν δὴ καὶ ποῖα ληπτέον ἡμῖν κατὰ φύσιν πορευομένοις; Βούλει τῶν ἐν Φαίδωνι γεγραμμένων ἐφεξῆς τοῖς εἰρημένοις ἀναμνησθῶμεν; Λέγει τοίνυν ὁ Σωκράτης ἐν ταῖς ἀπὸ τῆς ὁμοιότητος τῆς πρὸς τὸ θεῖον τῆς ψυχικῆς ἀθανασίας ἀποδείξεσιν ὡς ἄρα ἐστὶ τὸ μὲν ἀνωτέρω τῆς ψυχῆς ᾧ δὴ καὶ ἔοικε φύσει καὶ ἐοικυῖα ἀθανάτου μετέχει μοίρας θεῖον καὶ ἀθάνα- τον καὶ νοητὸν καὶ μονοειδὲς καὶ ἀδιάλυτον καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον· τὸ δὲ καταδεέστερον αὐτῆς πᾶν τοὐναντίον ᾧ δὴ καὶ προσήκει φθείρεσθαι καὶ πάσχειν τὸ γὰρ τοιοῦτον αἰσθητόν ἐστι καὶ πολυειδὲς καὶ διαλυτὸν ταύτῃ ᾗπερ συνετέθη καὶ πάντα ὅσα

τῆς σωματικῆς ὑποστάσεως ἐν τούτοις κατηγόρησε. Ταῦτα τοίνυν σκοπῶμεν καθ' ἕκαστον ἐξετάζοντες ὅπῃ ποτὲ προσήκει τοῖς θεοῖς. Καὶ πρῶτον αὐτὸ τοῦτο ὃ λέγεται τὸ θεῖον πρὸς τί βλέποντές φαμεν; Οὐκοῦν ἐκ τῶν προειρημένων δῆλον ὅτι θεὸς μὲν πᾶς κατ' αὐτὴν ἄκραν ὑφέστηκεν τὴν ἕνωσιν τῶν ὄντων· ἑνάδες γὰρ ἡμῖν ἐφάνησαν ἀπὸ τῶν σωμάτων ἀνιοῦσιν οἱ θεοί ἑνάδες ὑπερούσιοι γεννητικαὶ τῶν οὐσιῶν καὶ τελειωτικαὶ καὶ μετρητικαὶ καὶ πάσας οὐσίας τὰς πρωτίστας εἰς ἑαυτὰς ἀναδησάμεναι. Τὸ δὲ θεῖον οὐκ αὐτὸ μόνον ἐστὶν ἡ ὕπαρξις καὶ τὸ ἓν τὸ ἐν ἑκάστῃ τάξει τοῦ ὄντος ἀλλ' ὁμοῦ τὸ μετέχον καὶ τὸ μετεχόμενον· ὧν τὸ μέν ἐστι θεός τὸ δὲ ἐκθεούμενον· εἰ δὲ καὶ πρὸ τῶν μετεχομένων ἑνάδων χωριστόν ἐστί τι καὶ μετεχόμε- νον ἐν τοῖς ὕστερον ἡμῖν ἔσται καταφανές. Νῦν δὲ ὅτι τὸ θεῖον τοιοῦτόν ἐστι διορισώμεθα τὸ ὂν τὸ τοῦ ἑνὸς μετέχον ἢ τὸ ἓν συνῃρημένως μετὰ τοῦ ὄντος. Πάντα γὰρ ἐπὶ τῶν θεῶν πλὴν τοῦ ἑνός ὡς ἐξηρτημένα καὶ δεύτερα παραλαμβάνομεν τὴν οὐσίαν τὴν ζωήν τὸν νοῦν· οὐ γὰρ ἐν τούτοις ἀλλὰ πρὸ τούτων ὑφεστήκασι καὶ παράγουσι ταῦτα καὶ συνέχουσιν ἀλλ' οὐκ ἐν αὐτοῖς ἀφορίζονται. Δεῖ δὲ μὴ λανθάνειν ὅτι κατ' ἀλήθειαν μὲν οὕτω ταῦτα διώρισται ἀπ' ἀλλήλων· πολλαχοῦ δὲ ὁ Πλάτων καὶ τὰ μετέχοντα τῶν θεῶν τοῖς αὐτοῖς ὀνόμασιν ἀποσεμνύνει καὶ θεοὺς ἐπονομάζει. Καὶ γὰρ τὴν ψυχὴν τὴν θείαν οὐκ ἐν Νόμοις μόνον ὁ Ἀθηναῖος ξένος ἀλλὰ καὶ ὁ Σωκράτης ὁ

ἐν Φαίδρῳ θεὸν ἀποκαλεῖ· θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν καὶ ἔτι διὰ τῶν ἑξῆς ἐναργέστερον· καὶ οὗτος μὲν θεῶν βίοσ. Καὶ οὔπω τοῦτο θαυμαστόν· τὰ γὰρ ἀεὶ συνηνω- μένα τοῖς θεοῖς καὶ μίαν συμπληροῦντα μετ' αὐτῶν σειράν πῶς οὐ θεμιτὸν προσονομάζειν θεούς; Ἀλλὰ καὶ τοὺς δαίμονας οἳ κατ' οὐσίαν δεύτεροι τῶν θεῶν εἰσὶ καὶ περὶ τοὺς θεοὺς ὑφεστήκασιν θεοὺς προσαγορεύει πολλα- χοῦ· καὶ γὰρ ἐν Φαίδρῳ καὶ ἐν Τιμαίῳ καὶ ἐν ἄλλοις εὕροις ἂν αὐτὸν ἐκτείνοντα καὶ μέχρι δαιμόνων τὴν τῶν θεῶν ἐπωνυμίαν. Ὃ δὲ τούτων ἐστὶ παραδοξότερον καὶ ἀνθρώπων τινὰς θεοὺς προσειπεῖν οὐκ ἀπηξίωσεν ὥσπερ ἐν Σοφιστῇ τὸν Ἐλεάτην ξένον. Ληπτέον τοίνυν ἐκ τούτων ἁπάντων ὅτι θεὸς ὁ μέν ἐστιν ἁπλῶς θεός ὁ δὲ καθ' ἕνωσιν ὁ δὲ κατὰ μέθεξιν ὁ δὲ κατὰ συναφήν ὁ δὲ καθ' ὁμοίωσιν· τῶν μὲν γὰρ ὑπερουσίων ἕκαστος πρώτως θεός τῶν δὲ νοερῶν ἕκαστος καθ' ἕνωσιν τῶν δὲ αὖ ψυχῶν ἑκάστη τῶν θείων κατὰ μέθεξιν δαίμονες δὲ οἱ θεῖοι κατὰ τὴν πρὸς ἐκείνους συναφὴν θεοί ψυχαὶ δὲ ἀνδρῶν δι' ὁμοιότητος τῆς προσηγορίας ταύτης μεταλαγχάνουσιν. Ἕκαστον δὲ τούτων ὥσπερ εἴρηται θεῖον μᾶλλόν ἐστιν ἢ θεός· ἐπεὶ καὶ τὸν νοῦν αὐτὸν ὁ Ἀθηναῖος ξένος θεῖον προσείρηκεν. Τὸ δὲ δὴ θεῖον δεύτερόν ἐστι τῆς πρωτίστης θεότητος ὥσπερ δὴ καὶ τὸ ἡνωμένον τοῦ ἑνός καὶ τὸ νοερὸν τοῦ νοῦ καὶ τὸ ἐψυχωμένον τῆς ψυχῆς καὶ προηγεῖται μὲν ἀεὶ τὰ

ἑνοειδέστερα καὶ ἁπλούστερα τελευτᾷ δὲ ἡ σειρὰ τῶν ὄντων εἰς αὐτὸ τὸ ἕν. Τὸ μὲν οὖν θεῖον τοιοῦτον ἡμῖν ἐχέτω διορισμόν τὸ δὲ ἀθάνατον μετὰ τοῦτο θεωρήσωμεν. Πολλαὶ γὰρ δὴ καὶ τῆς ἀθανασίας εἰσὶ παρ' αὐτῷ τάξεις ἄνωθεν ἄχρι τῶν ἐσχάτων διήκουσαι. Καὶ ἔστι τὸ μὲν τελευταῖον ἀπήχημα τῆς ἀθανασίας ἐν τοῖς ἀιδίοις τῶν φανερῶν ἃ δὴ καὶ ὁ Ἐλεάτης ξένος ἐν τοῖς περὶ τῆς ἀνακυκλήσεως λόγοις ἀθανασίας ἐπισκευαστῆσ μετειληχέναι φησὶν ἀπὸ τοῦ πατρός· πᾶν γὰρ σῶμα καὶ τὸ εἶναι καὶ τὸ ζῆν ἑτέρας αἰτίας ἠρτημένον ἔλαχεν αὐτὸ δὲ ἑαυτὸ συνέχειν ἢ κοσμεῖν ἢ σῴζειν οὐ πέφυκε. Τούτου δὲ ἐναργέστερον οἶμαι καὶ τελεώτερον τὸ τῶν μερικῶν ψυχῶν ἀθάνατον ὃ δὴ καὶ ἐν Φαίδωνι πολλαῖς ἀποδείξεσιν κατεδήσατο κἀν τῷ δεκάτῳ τῆς Πολιτείας· λέγω δὲ αὐτὸ καὶ κυριώτερον ὡς ἐν ἑαυτῷ τὴν αἰτίαν ἔχον τῆς αἰωνίου διαμονῆς. Πρὸ δὲ τούτων ἀμφοτέρων εἶναι τιθέντες τὴν τῶν δαιμόνων ἀθανα- σίαν οὐκ ἂν ἁμάρτοιμεν· ἀκήρατα γὰρ καὶ τὰ τούτων γένη δι' ὧν ὑπέστησαν καὶ οὔτε ῥέπουσιν εἰς τὸ θνητὸν οὔτε δὲ ἀναπίμπλανται τῆς τῶν γινομένων τε καὶ φθει- ρομένων φύσεως. Τούτων δ' ἔτι σεμνοτέραν καὶ κατ' οὐσίαν ὑπερέχουσαν εἶναι λογίζομαι τὴν τῶν θείων ψυχῶν ἀθανα- σίαν ἃς δὴ καὶ πρώτως αὐτοκινήτουσ εἶναί φαμεν καὶ πηγὰς καὶ ἀρχὰσ τῆς περὶ τοῖς σώμασι μεριζομένης ζωῆς δι' ἣν καὶ αὐτὰ τῆς ἐπισκευαστῆς ἀθανασίασ

μετείληχεν. Εἰ δὲ δὴ καὶ πρὸ τούτων αὐτοὺς τοὺς θεοὺς καὶ τὴν ἐν αὐτοῖς ἀθανασίαν ἐννοήσειας καὶ ὅπως ἐν Συμποσίῳ τῆς τοιαύτης ἀθανασίας οὐδὲ τοῖς δαίμοσιν ἡ Διοτίμα μεταδίδωσιν ἀλλ' ἐν μόνοις αὐτὴν ἀφορίζεται τοῖς θεοῖς παντελῶς χωριστὸν καὶ τῶν ὅλων ἐξῃρημένον σοι φανεῖται τὸ τοιοῦτον ἀθάνατον· ἐκεῖ γὰρ ὁ αἰών ἡ πηγὴ τῆς ὅλης ἀθανασίας καὶ δι' ἐκεῖνον πάντα καὶ ζῇ καὶ ἔχει ζωήν τὰ μὲν ἀίδιον τὰ δὲ εἰς τὸ μὴ ὂν σκεδαννυ- μένην. Ἔστιν οὖν ὡς συνελόντι φάναι τὸ θεῖον ἀθάνατον καθ' ὅσον ἐστὶ γεννητικὸν τῆς ἀιδίου ζωῆς καὶ συνεκτικόν. Οὐ γὰρ ὡς μετέχον τοῦ ζῆν ἀλλ' ὡς παρεκτικὸν τῆς θείας ζωῆς ἀθάνατόν ἐστι καὶ ὡς ἐκθεοῦν τὴν αὐτοζωήν εἴτε νοητὴν αὐτὴν εἴτε ὁπωσοῦν ἐθέλοις καλεῖν. Ἀλλὰ δὴ τὸ νοητὸν μετὰ τοῦτο σκεπτέον. Λέγεται μὲν οὖν καὶ πρὸς τὸ αἰσθητὸν ὡς ὁρατὸν καὶ δόξῃ μετ' αἰσθήσεωσ τὸ τὴν πρωτίστην ἔκφανσιν ἐν ταῖς ἀρχηγικωτάταις αἰτίαις ἔχον φανήσεται. Νοητὸν μὲν γὰρ καὶ ἡ ψυχή καὶ τῆς μοίρας ἐστὶ ταύτης καὶ τῶν αἰσθητῶν ἐξῃρημένη καὶ τὴν οὐσίαν λαχοῦσα χωριστὴν ἀπ' αὐτῶν. Νοητὸν δὲ καὶ πρὸ ταύτης ὁ νοῦς· ὅθεν δὴ καὶ τὴν ψυχὴν ἐν μέσῳ τάττειν ἀξιοῦμεν μᾶλλον ἢ τοῖς πρώτοις ἐνάριθμον ποιεῖν. Νοητὸν δὲ καὶ τὸ τοῦ νοῦ πρεσβύτερον τὸ πληρωτικὸν τῆς νοήσεως καὶ τελειωτικὸν αὐτὸ καθ' αὑτὸ ὑπάρχον· ὃ δὴ καὶ ὁ Τίμαιος ἐν παραδεί- γματος τάξει προτίθησι τοῦ δημιουργικοῦ νοῦ καὶ τῆς νοερᾶς ἐνεργείας. Ἐπέκεινα δὲ τούτων ἁπάντων τὸ θεῖόν ἐστι νοητόν ὃ κατ' αὐτὴν ἀφώρισται τὴν ὕπαρξιν καὶ ἕνωσιν

τὴν θείαν· καὶ γὰρ τοῦτο νοητόν ἐστιν ὡς ἐφετὸν τῷ νῷ καὶ ὡς τελεσιουργὸν καὶ ὡς συνεκτικὸν τοῦ νοῦ καὶ ὡς πλήρωμα τοῦ ὄντος. Ἄλλως οὖν νοητὸν τὴν ὕπαρξιν τῶν θεῶν φήσομεν ἄλλως τὸ ὄντως ὂν καὶ τὴν πρωτίστην οὐσίαν ἄλλως τὸν νοῦν καὶ τὴν νοερὰν πᾶσαν ζωήν ἄλλως τὴν ψυχὴν καὶ τὸν ψυχικὸν διάκοσμον· καὶ δεῖ μὴ τοῖς ὀνόμασιν ἑπομένους συγχεῖν τὰς διαφόρους τῶν πραγμάτων φύσεις.

κζ Ἡ μὲν οὖν τριὰς αὕτη τοιαύτην ἔχει τὴν τάξιν ὡς τὸ μὲν θεῖον ἀκρότατον εἶναι καὶ πρώτιστον τὸ δὲ ἀθάνατον δεύτερον τὸ δὲ νοητὸν τρίτον· οὗ μὲν γὰρ τὸ ὄν ἐστιν ἐκθεούμενον οὗ δὲ ἡ ζωὴ κατὰ τὴν ἀθανασίαν τῶν θεῶν ὑφέστηκεν οὗ δὲ ὁ νοῦς κατὰ τὴν πλήρωσιν τῆς ἑνώσεως νοητὸν ἐπονομάζεται. Μετὰ δὲ ταύτην ἐστὶν ἐφεξῆς τὸ μονοειδές τὸ ἀδιάλυτον τὸ ὡσαύτως ἔχον ἀπὸ τῶν αὐτῶν αἰτίων καὶ ταῦτα προθορόντα καὶ διὰ πάντων χωροῦντα τῶν θείων διακόσμων. Τὸ μὲν γὰρ μονοειδὲσ ἀκρότατόν ἐστι καὶ τῇ μονάδι τῇ θείᾳ παρ' ᾗ καὶ τὸ ὂν πρώτως ἐκφαίνεται μάλιστα προσῆκον· εἰς ὃ δὴ καὶ τελευτᾷ πᾶν τὸ μεθεκτὸν τῶν ἑνάδων γένος. Τὸ γὰρ ἓν καὶ πρὸ τούτων ἐστίν ὡς ἔσται προϊοῦσι δῆλον. Τὸ δὲ ἀδιάλυτον δεύτερον· συνεκτικὸν γάρ ἐστι καὶ συνδετικὸν τῶν ἄκρων κατὰ τὴν θείαν ἕνωσιν ἐπεὶ καὶ τὸ

διαλυτὸν συνοχῆς ἐνδείᾳ καὶ δυνάμεως εἰς ἓν τὸ πλῆθος συναγούσης τοιοῦτον. Τὸ δὲ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον αἰώνιόν ἐστι καὶ τῆς ἀιδιότητος τῶν θεῶν πλῆρες· παρ' οὗ καὶ τοῖς ἄλλοις ἡ τῆς ἀθανασίας καὶ τῆς αἰωνίου ταὐτότητος μέθεξις. Εἰς ταὐτὸν ἄρα τῷ θείῳ ἥκει τὸ μονοειδές τῷ δὲ ἀθανάτῳ τὸ ἀδιάλυτον τῷ δὲ νοητῷ τὸ ὡσαύτως ἔχον ἀνοίσομεν. Καὶ ὁρᾷς ὅπως ἕκαστα συνήρμοσται κατὰ τρόπον ἀλλή- λοις; Τὸ μὲν γὰρ διὰ τὴν ἑνάδα τὴν πρώτην ὑπὸ τοῦ ὄντος μετεχομένην μονοειδές ἐστιν εἰκότως· εἰ γὰρ κατὰ τὸ ἓν ὁ θεός ἑνοειδὲς δήπου τὸ θεῖον ἔσται τὸ δὲ ἑνοειδὲς τῷ μονοειδεῖ ταὐτόν. Τὸ δὲ διὰ τὴν μίαν τῆς ζωῆς αἰτίαν ἀθάνατον ὂν καὶ ἀδιάλυτόν ἐστιν ὁμοίως· δεσμὸς γὰρ ἡ ζωὴ τῶν φύσει διαλυτῶν ὃ καὶ ὁ Τίμαιος ἡμῖν ἐνδεικνύ- μενος τῷ ἀθανάτῳ τὸ διαλυτὸν ἀνθίστησιν ἀθάνατοι μὲν γὰρ οὐκ ἐστέ φησίν οὔτι μὲν δὴ διαλυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρασ· ἔστιν ἄρα τὸ μὲν θνητὸν πᾶν διαλυτόν τὸ δὲ ἀθάνατον ἀδιάλυτον τὸ δὲ ἐπισκευαστὴν ἀθανασίαν ἔχον οὔτ' οὖν ἀδιάλυτον οὔτε οὖν θνητόν κατὰ τὸν αὐτὸν λόγον· ἐν μέσῳ γὰρ ὂν ἀμφοτέρων οὐδέτερόν ἐστι τῶν ἄκρων καθ' ἑκατέραν ἀντίθεσιν. Τὸ δὲ αὖ τρίτον κατὰ τὸ πλήρωμα τῶν ὅλων νοητῶν ἱδρυμένον ὁμοῦ καὶ ὡσαύτως ἔχον ἐστί· ταὐτό- τητος γὰρ καὶ τῆς αἰωνίου διαμονῆς αἴτιον τὸ νοητόν ἐστι καὶ ὁ νοῦς διὰ τοῦτο πάντως αἰώνιος. Ἀπὸ τῶν πρωτίστων ἄρα καὶ ἀρχοειδεστάτων αἰτίων αἱ τριάδες αὗται καθή- κουσιν ὥσπερ δὴ καὶ περὶ τῶν ἔμπροσθεν ἐδείκνυμεν.

κη Ἀλλὰ ταῦτα μὲν εἰς ὕστερον· διωρισμένων δὲ τούτων τὸ ἀγέννητον τῶν θείων νοήσωμεν οἷόν ποτε λέγομεν εἶναι. Καὶ γὰρ τὸ ὂν πᾶν γένεσιν οὐκ ἔχειν φαμέν καὶ τὰς ψυχὰς ἀγεννήτους ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ἀποδείκνυσι καὶ πρὸ τούτων αὐτοὶ οἱ θεοὶ γενέσεως ὑπερίδρυνται καὶ τῆς κατὰ χρόνον ὑποστάσεως. Πῶς οὖν ἀγέννητον τὸ θεῖον ἀφοριζόμεθα καὶ κατὰ τίνα λόγον; Ἢ ὅτι πάσης ἐξῄρηται γενέσεως οὐ τῆς ἐν μορίῳ τοῦ χρόνου γινομένης οἵαν δὴ λέγοιμεν ἂν τὴν τῶν ἐνύλων γένεσιν οὐδὲ τῆς εἰς πάντα τὸν χρόνον ἐκτεινομένης ὁποίαν τὴν τῶν οὐρανίων σωμάτων γένεσιν ὁ Τίμαιος ὑποδείκνυσιν ἀλλὰ καὶ τῆς ψυχικῆς γενέσεως ἐπεὶ καὶ ταύτην ἀγέννητον μὲν κατὰ χρόνον ἀρίστην δὲ τῶν γεννηθέντων ὁ Τίμαιος ἀποκαλεῖ καὶ πάσης ἁπλῶς διαιρέσεως καὶ διακρίσεως οὐσιώδους· ἡ γὰρ τῶν θεῶν πρόοδος καθ' ἕνωσίν ἐστιν ἀεί τῶν δευτέρων ἑνοειδῶς ἐν τοῖς πρὸ ἑαυτῶν ἱδρυμένων καὶ τῶν παραγόντων ἐν αὑτοῖς τὰ παραγόμενα συνεχόντων. Τὸ τοίνυν ἀδιαίρετον καὶ ἀδιάκριτον καὶ ἡνωμένον ἀγέννητόν ἐστιν ὡς ὁ ἀληθὴς λόγος. Ὥστε καὶ εἴ τινες γενέσεις ἐπὶ θεῶν ἐν μυθικοῖς πλάς- μασιν ὑπὸ τοῦ Πλάτωνος λέγοιντο καθάπερ ἐν τῷ μύθῳ τῆς Διοτίμας ἡ τῆς Ἀφροδίτης γένεσις ὕμνηται καὶ τοῦ

Ἔρωτος ἐν γενεθλίοις Ἀφροδίτης ἀπογεννωμένου δεῖ μὴ λανθάνειν ὅπως τὰ τοιαῦτα λέγεται καὶ ὡς ἐνδείξεως ἕνεκα συμβολικῆς ταῦτα σύγκειται καὶ διότι τὴν ἀπὸ τῶν αἰτίων ἄρρητον ἔκφανσιν ἐπικρυπτόμενοι γένεσιν οἱ μῦθοι καλοῦσιν. Τοῖς μὲν γὰρ Ὀρφικοῖς καὶ διὰ τοῦτο τὸ πρώτιστον αἴτιον Χρόνοσ προσείρηται - καὶ γὰρ αὖ δι' ἄλλας αἰτίας - ἵνα τὸ κατ' αἰτίαν τῷ κατὰ χρόνον ᾖ ταὐτόν καὶ ἡ πρόοδος ἡ τῶν θεῶν ἀπ' αἰτίας προϊοῦσα τῆς ἀρίστης κατὰ χρόνον γένεσισ κυρίως ἐπονομά- ζεται· Πλάτωνι δὲ ἄρα μυθολογοῦντι μὲν τὰ τοιαῦτα πλάττειν ἑπομένως τοῖς θεολόγοις ἥρμοζε διαλεκτικευο- μένῳ δὲ καὶ νοερῶς ἀλλ' οὐ μυστικῶς τὰ θεῖα ζητοῦντι καὶ ἀφηγουμένῳ τὸ ἀγέννητον ὑμνεῖν τὸ τῶν θεῶν· πρώτως γὰρ οἱ θεοὶ τῆς ἀγεννησίας ἐν αὑτοῖς ἱδρύσαντο τὸ παρά- δειγμα δευτέρως δὲ ἡ νοερὰ φύσις ἀγέννητος καὶ μετὰ ταύτην ἡ ψυχικὴ σύστασις ἔσχατον δὲ ἴνδαλμα κἀν τοῖς σώμασίν ἐστι τῆς ἀγεννήτου δυνάμεως ὃ καὶ τῶν μετὰ Πλάτωνά τινες συνιδόντες ἀγέννητον ἀδιορίστως ἀποφαί- νονται τὸν ὅλον οὐρανόν. Ἀγέννητοι μὲν οὖν οἱ θεοί τάξις δέ ἐστιν ἐν αὐτοῖς πρώτων τε καὶ μέσων καὶ τελευταίων προόδων καὶ ὑπεροχαὶ δυνάμεων καὶ ὑφέσεις καὶ τῶν μὲν αἰτίων ἑνοειδεῖς περι- λήψεις τῶν δὲ αἰτιατῶν ἀπογεννήσεις πολυειδεῖς· καὶ πάντα μὲν συνυφέστηκεν ἐν ἀλλήλοις ὁ δὲ τῆς ὑποστά- σεως τρόπος ἐξήλλακται καὶ τὰ μὲν ὡς πληροῦντα προϋ- πάρχει τῶν δευτέρων τὰ δὲ ὡς πληρούμενα τῶν τελειοτέρων ἐφίεται καὶ μεταλαμβάνοντα τῆς δυνάμεως αὐτῶν γεννητικὰ τῶν μεθ' ἑαυτὰ καὶ τελεσιουργὰ τῆς ὑπάρξεως αὐτῶν

ἀποτελεῖται. Πρὸς ταῦτα τοίνυν ἀποβλέποντες καὶ τὰσ πατρικὰς αἰτίας τῶν μύθων καὶ τὰς γονίμους τῶν μητέρων δυνάμεις ἐξηγησόμεθα. Πανταχοῦ γὰρ δὴ τὸ μὲν τῆς κρείττονος καὶ ἑνοειδεστέρας φύσεως αἴτιον πατρικὸν καὶ ὑποθησόμεθα τὸ δὲ τῆς καταδεεστέρας καὶ μερικωτέρας ἐν μητρὸς τάξει προϋπάρχειν φήσομεν· ἀνάλογον γὰρ μονάδι μὲν καὶ τῇ τοῦ πέρατος αἰτίᾳ παρὰ τοῖς θεοῖς ὁ πατήρ δυάδι δὲ καὶ τῇ ἀπείρῳ δυνάμει τῇ γεννητικῇ τῶν ὄντων ἡ μήτηρ. Ἀλλὰ τὸ μὲν πατρικὸν μονοειδὲς ἀεὶ παρὰ Πλάτωνι καὶ τῶν ἀπ' αὐτοῦ προϊόντων ὑψηλότερον ἵδρυται καὶ ἐν ἐφετοῦ μοίρᾳ τῶν τικτομένων προϋφέστηκε τὸ δὲ αὖ μητρικὸν δυοειδὲς καὶ ποτὲ μὲν ὡς κρεῖττον τῶν γεννημάτων ποτὲ δὲ ὡς ὑφειμένον κατὰ τὴν οὐσίαν ἐν τοῖς μύθοις προτείνεται καθάπερ ἐν Συμποσίῳ τὴν Πενίαν τοῦ Ἔρωτος μητέρα λέγουσι· καὶ οὐκ ἐν τοῖς μυθικοῖς πλάσμασι μόνον ἀλλὰ κἀν τῇ φιλοσόφῳ θεωρίᾳ τῶν ὄντων ὥσπερ ἐν Τιμαίῳ γέγραπται· καὶ γὰρ ἐκεῖ τὸ μὲν ὂν πατέρα τὴν δὲ ὕλην μητέρα καὶ τιθήνην ἐπονομάζει τῆς γενέσεωσ. Αἱ μὲν οὖν γόνιμοι καὶ τελεσιουργοὶ τῶν δευτέρων δυνάμεις καὶ ζωῆς χορηγοὶ καὶ διακρίσεως αἴτιοι μητέρες εἰσὶν ὑπεριδρυμέναι τῶν παραγομένων ἀφ' ἑαυτῶν· αἱ δὲ ὑποδεχόμεναι τὰ προϊόντα καὶ πολλαπλασιάζουσαι τὰς ἐνεργείας αὐτῶν καὶ ἐκτείνουσαι καὶ τὴν χείρονα μοῖραν τῶν ἀπογεννη- θέντων ἀποκαλοῦνται δὲ καὶ αὗται μητέρες. Τὰ δὲ αὖ γεννήματα τῶν τοιούτων αἰτίων ὁτὲ μὲν

καθ' ἕνωσιν ἀπὸ τῶν οἰκείων πρόεισιν ἀρχῶν καὶ πληροῦται παρ' ἀμφοῖν ὁτὲ δὲ συνέχει τὸν σύνδεσμον αὐτῶν ἐν μέσῳ τεταγμένα καὶ διαπορθμεύοντα τὰς τῶν πατέρων δόσεις ἐπὶ τοὺς μητρικοὺς κόλπους καὶ ἐπιστρέφοντα τὰς αὐτῶν ὑποδοχὰς εἰς τὰς τῶν πρωτουργῶν αἰτίων ἀποπληρώσεις· τῶν δὲ ὑφισταμένων ἀπὸ τῶν διττῶν ἀρχῶν τῶν προϋπ- αρχουσῶν τῆς ἀπογεννήσεως τὰ μὲν πρὸς τὴν πατρικὴν ἀφομοιοῦται καὶ ἔστι ποιητικὰ καὶ φρουρητικὰ καὶ συνεκτικὰ τὰ τοιαῦτα γένη τῶν θεῶν καὶ γὰρ τὸ ποιεῖν καὶ τὸ συνέχειν καὶ τὸ φρουρεῖν τῇ τοῦ πέρατος αἰτίᾳ προσήκει τὰ δὲ πρὸς τὴν μητρικὴν καὶ ἔστι γόνιμα καὶ ζωοποιὰ καὶ κινήσεως χορηγὰ καὶ πολλαπλασιασμοῦ τῶν δυνάμεων καὶ ποικιλίας καὶ προόδων· ἅπαντα γὰρ ταῦτα τῆς ἀπειρίας ἐστὶν ἔκγονα καὶ τοῦ πρωτίστου πλήθους.

κθ Περὶ μὲν οὖν τῆς ἀγεννήτου τῶν θεῶν ὑπάρξεως καὶ ταῦτα ἱκανά· λείπεται δὲ οἶμαι καὶ περὶ τῶν ὀνομάτων τῶν θείων εἰπεῖν. Καὶ γὰρ ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης τὴν ὀρθότητα τῶν ὀνομάτων ἐν τοῖς θείοις διαφερόντως ἐκφαίνειν ἀξιοῖ· καὶ ὁ Παρμενίδης κατὰ μὲν τὴν πρώτην ὑπόθεσιν ὥσπερ τἆλλα πάντα γνωστὰ καὶ τὰς γνώσεις ἁπάσας οὕτω δὴ καὶ τὸ ὄνομα καὶ τὸν λόγον ἀποφάσκει τοῦ ἑνός· κατὰ δὲ τὴν δευτέραν ἐφ' ἅπασι τοῖς ἄλλοις καὶ ὅτι

λόγοσ ἐστὶ τοῦ ἑνὸς τούτου καὶ ὄνομα δείκνυσιν. Ἵν' οὖν συλλήβδην εἴπωμεν τὰ μὲν πρώτιστα καὶ κυριώτατα καὶ ὄντως θεῖα τῶν ὀνομάτων ἐν αὐτοῖς ὑποθε- τέον ἱδρῦσθαι τοῖς θεοῖς· τὰ δὲ δεύτερα καὶ τούτων ὁμοιώματα νοερῶς ὑφεστηκότα τῆς δαιμονίας μοίρας εἶναι λεκτέον· τὰ δ' αὖ τρίτα μὲν ἀπὸ τῆς ἀληθείασ λογικῶς δὲ πλαττόμενα καὶ τῶν θείων ἔμφασιν ἐσχάτως καταδεχόμενα παρὰ τῶν ἐπιστημόνων ἐκφαίνεσθαι φήσο- μεν ὁτὲ μὲν ἐνθέως ὁτὲ δὲ νοερῶς ἐνεργούντων καὶ τῶν ἔνδον θεαμάτων εἰκόνας ἐν κινήσει φερομένας ἀπογεννών- των. Ὡς γὰρ ὁ νοῦς ὁ δημιουργικὸς τῶν ἐν αὑτῷ πρωτίστων εἰδῶν περὶ τὴν ὕλην ἐμφάσεις ὑφίστησι καὶ τῶν αἰωνίων ἔγχρονα καὶ τῶν ἀμερίστων μεριστὰ καὶ οἷον ἐσκιαγραφη- μένα τῶν ἀληθινῶς ὄντων εἴδωλα παράγει κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ παρ' ἡμῖν ἐπιστήμη τὴν νοερὰν ἀποτυπουμένη ποίησιν διὰ λόγου δημιουργεῖ τῶν τε ἄλλων πραγμάτων ὁμοιώματα καὶ δὴ καὶ αὐτῶν τῶν θεῶν τὸ μὲν ἀσύνθετον αὐτῶν διὰ συνθέσεως τὸ δὲ ἁπλοῦν διὰ ποικιλίας τὸ δὲ ἡνωμένον διὰ πλήθους ἀπεικάζουσα. Καὶ οὕτω δὴ τὰ ὀνόματα πλάττουσα τῶν θείων εἰκόνας ἐσχάτως ἐπιδείκνυσιν· ἕκαστον γὰρ ὄνομα καθάπερ ἄγαλμα τῶν θεῶν ἀπογεννᾷ· καὶ ὥσπερ ἡ θεουργία διὰ δή τινων συμβόλων εἰς τὴν τῶν τεχνητῶν ἀγαλμάτων ἔλλαμψιν προκαλεῖται τὴν τῶν θεῶν ἄφθονον ἀγαθότητα κατὰ τὰ αὐτὰ δὴ καὶ ἡ νοερὰ τῶν θείων ἐπιστήμη συνθέσεσι καὶ διαιρέσεσι τῶν ἤχων ἐκφαίνει τὴν ἀποκεκρυμμένην

οὐσίαν τῶν θεῶν. Εἰκότως ἄρα καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης περὶ τὰ τῶν θεῶν ὀνόματα πέρα τοῦ μεγίστου φόβου τῆς περὶ αὐτὰ χάριν εὐλαβείας ἐλαύνειν φησί. Δεῖ γὰρ καὶ τὰ ἔσχατα τῶν θεῶν ἀπηχήματα σεμνύνειν καὶ σεβομένους καὶ ταῦτα τοῖς πρωτίστοις αὐτῶν ἐνιδρύεσθαι παραδεί- γμασι. Τοσαῦτα καὶ περὶ τῶν θείων ὀνομάτων ὥς γε πρὸς τὸ παρὸν ἐξαρκέσει τοῖς τῆς τοῦ Πλάτωνος θεολογίας ἀντιλήψεσθαι μέλλουσι· τὸ δὲ ἀκριβὲς περὶ τῶν αὐτῶν ἀποδώσομεν ὁπότε περὶ τῶν μερικῶν δυνάμεων τὸν λόγον προάγωμεν.