Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Πανός

Από Βικιθήκη
(Ανακατεύθυνση από Πανός)
Ὀρφικοὶ ὕμνοι
Πανός, θυμίαμα ποικίλα


Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν,
οὐρανὸν ἠδὲ θάλασσαν ἰδὲ χθόνα παμβασίλειαν
καὶ πῦρ ἀθάνατον· τάδε γὰρ μέλε’ ἐστὶ τὰ Πανός,
ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονος Ὥραις,
αἰγομελές, βακχευτά, φιλένθεος, ἀντροδίαιτε, 5
ἁρμονίην κόσμοιο κρέκων φιλοπαίγμονι μολπῇ,
φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων,
αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούταις,
εὔσκοπε, θηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν,
παντοφυές, γενέτορ πάντων, πολυώνυμε δαῖμον, 10
κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν,
ἀντροχαρές, βαρύμηνις, ἀληθὴς Ζεὺς ὁ κεράστης.
σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται,
εἴκει δ’ ἀκαμάτου πόντου τὸ βαθύρροον ὕδωρ
Ὠκεανός τε πέριξ ἐν ὕδασι γαῖαν ἑλίσσων, 15
ἠέριόν τε μέρισμα τροφῆς, ζωοῖσιν ἔναυσμα,
καὶ κορυφῆς ἐφύπερθεν ἐλαφροτάτου πυρὸς ὄμμα.
βαίνει γὰρ τάδε ῥεῖα πολύκριτα σῇσιν ἐφετμαῖς·
ἀλλάσσεις δὲ φύσεις πάντων ταῖς σῇσι προνοίαις

βόσκων ἀνθρώπων γενεὴν κατ’ ἀπείρονα κόσμον. 20
ἀλλά, μάκαρ, βακχευτά, φιλένθεε, βαῖν’ ἐπὶ λοιβαῖς
εὐιέροις, ἀγαθὴν δ’ ὄπασον βιότοιο τελευτὴν
Πανικὸν ἐκπέμπων οἶστρον ἐπὶ τέρματα γαίης.