Ορφικοί ύμνοι/Παλαίμονος
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Παλαίμονος, θυμίαμα μάνναν |
Σύντροφε βακχεχόροιο Διωνύσου πολυγηθοῦς,
ὃς ναίεις πόντοιο βυθοὺς ἁλικύμονας, ἁγνούς,
κικλήσκω σε, Παλαῖμον, ἐπ’ εὐιέροις τελετῇσιν
ἐλθεῖν εὐμενέοντα, νέῳ γήθοντα προσώπῳ,
καὶ σώζειν μύστας κατά τε χθόνα καὶ κατὰ πόντον· 5
ποντοπλάνοις γὰρ ἀεὶ ναυσὶν χειμῶνος ἐναργὴς
φαινομένου σωτὴρ μοῦνος θνητοῖς ἀναφαίνῃ,
ῥυόμενος μῆνιν χαλεπὴν κατὰ πόντιον οἶδμα.