Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Νηρηίδων

Από Βικιθήκη
(Ανακατεύθυνση από Νηρηίδων)
Ὀρφικοὶ ὕμνοι
Νηρηίδων, θυμίαμα ἀρώματα


Νηρέος εἰναλίου νύμφαι καλυκώπιδες, ἁγναί,
φρικαλέαι, βύθιαι, χοροπαίγμονες, ὑγροκέλευθοι,
πεντήκοντα κόραι περὶ κύμασι βακχεύουσαι,
Τριτώνων ἐπ’ ὄχοισιν ἀγαλλόμεναι περὶ νῶτα
θηροτύποις μορφαῖς, ὧν βόσκει σώματα πόντος· 5
ἄλλοι θ’ οἳ ναίουσι βυθόν, Τριτώνιον οἶδμα,
ὑδρόδομοι, σκιρτηταί, ἑλισσόμενοι περὶ κῦμα,
ποντοπλάνοι δελφῖνες, ἁλιρρόθιοι, κυαναυγεῖς·
ὑμᾶς κικλήσκω πέμπειν μύσταις πολὺν ὄλβον·
ὑμεῖς γὰρ πρῶται τελετὴν ἀνεδείξατε σεμνὴν 10
εὐιέρου Βάκχοιο καὶ ἁγνῆς Φερσεφονείης,
Καλλιόπῃ σὺν μητρὶ καὶ Ἀπόλλωνι ἄνακτι.