Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Μειλινόης

Από Βικιθήκη
(Ανακατεύθυνση από Μηλινόης)
Ὀρφικοὶ ὕμνοι
Μειλινόης, θυμίαμα ἀρώματα


Μειλινόην καλέω, νύμφην χθονίην, κροκόπεπλον,
ἣν παρὰ Κωκυτοῦ προχοαῖς ἐλοχεύσατο σεμνὴ
Φερσεφόνη λέκτροις ἱεροῖς Ζηνὸς Κρονίοιο,
ᾗ ψευσθεῖς Πλούτων’ ἐμίγη δολίαις ἀπάτῃσι,
θυμῷ Φερσεφόνης δὲ δισώματον ἔσπασε χροιήν, 5
ἣ θνητοὺς μαίνει φαντάσμασιν ἠερίοισιν,
ἀλλοκότοις ἰδέαις μορφῆς τύπον ἐκπροφανοῦσα,
ἄλλοτε μὲν προφανής, ποτὲ δὲ σκοτόεσσα, νυχαυγής,
ἀνταίαις ἐφόδοισι κατὰ ζοφοειδέα νύκτα.
ἀλλά, θεά, λίτομαί σε, καταχθονίων βασίλεια, 10
ψυχῆς ἐκπέμπειν οἶστρον ἐπὶ τέρματα γαίης,
εὐμενὲς εὐίερον μύσταις φαίνουσα πρόσωπον.