Ιωάννου του κληρικού και κουβουκλείστου του Καμινιάτη εις την άλωσιν της Θεσσαλονίκης

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Εις την άλωσιν της Θεσσαλονίκης (904) α΄
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα.


1.1 Ὡς ἀρίστη τῶν ἀγαθῶν ἡ φιλοπονία καὶ πάσης ἀρετῆς κτῆσιν ἐν ἑαυτῇ μαρτυροῦσα.
1.2 σοῦ δὲ μετὰ τῶν ἄλλων πλεονεκτημάτων ἔκδηλον καὶ ἐν τούτῳ καθέστηκε τὸ φιλόπονον͵ ὦ ἀνδρῶν βέλτιστε καὶ πολυμαθέστατε Γρηγόριε͵ οἷς τε πρὸς ἡμᾶς γράφεις καὶ οἷς παρ΄ ἡμῶν ἐπιζητεῖς διὰ γραμμάτων μαθεῖν.
1.3 οὐκ ὀλίγης γὰρ ἀρετῆς καὶ φιλοπόνου σπουδῆς ἐπίδειξιν ἔχει τὸ πολλῶν ἐθέλειν εἰληφέναι πραγμάτων γνῶσιν͵ καὶ μάλιστα δι΄ ὧν ψυχὴ τὸν θεῖον φόβον ἐγκυμονεῖ καὶ οἷον χρειώδεις τινὰς ἀφορμὰς ἐκ τούτου τῷ θεωρητικῷ μέρει τοῦ νοὸς ἐμβιβάζει͵ ἐξ ὧν διδάσκεται τῆς μὲν ἁμαρτίας ἐκκλίνειν ὡς δημιουργοῦ τοῦ θανάτου͵ ἔχεσθαι δὲ τῆς ἀρετῆς͵ ἧς τὸ τέλος ζωὴ αἰώνιος τοῖς αἱρουμένοις αὐτήν.
3.2 καὶ σοί γε γνωσθεὶς ἄρτι τὴν περὶ αὐτῆς ἐκείνης γνῶσιν εἰσπράττομαι͵ πόλεως μεγάλης καὶ πρώτης τῶν Μακεδόνων͵ τἆλλα μὲν περιφανοῦς οἷς σεμνύνεται πόλις͵ καὶ μηδεμιᾷ τῶν ἔγγιστα παραχωρούσης μὴ ὅτι κατ΄ αὐτὴν ὀφθῆναι͵ περιφανεστέρας δὲ τὴν εὐσέβειαν͵ ἣν ἐξ ἀρχῆς ἐδέξατο καὶ δεξαμένη μέχρι τοῦ νῦν διεσώσατο.
3.3 αὐτὸν γὰρ αὐχεῖ Θεσσαλονίκη τὸν Παῦλον ἔχειν τῆς εὐσεβείας διδάσκαλον͵ τὸ σκεῦος τῆς ἐκλογῆς͵ ὃς ἀπὸ Ἱερουσαλὴμ κύκλῳ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τῷ εὐαγγελικῷ περιλαβὼν τὴν οἰκουμένην κηρύγματι ἐν αὐτῇ μᾶλλον τὸν τῆς θεογνωσίας σπόρον κατέβαλε καὶ πολύχουν ἀποδίδοσθαι τὸν τῆς πίστεως καρπὸν διεσπούδασε·
3.4 μετ΄ ἐκεῖνον δὲ τὸν μέγαν ἐν μάρτυσι καὶ ἀξιοθαύμαστον ἐν ἀθλοφόροις Δημήτριον τὸν μυροβλύτην͵ πολὺν ἀγῶνα καὶ αὐτὸν ὑπὲρ τῆς εὐσεβείας καταβαλλόμενον (καὶ γὰρ ἦν πρὸς τοῖς ἄλλοις τῆς ἀρετῆς αὐχήμασιν ἔτι καὶ θείοις ἐμπρέπων διδάγμασιν καὶ τῇ περὶ τῶν δογμάτων ἀκριβείᾳ κεκοσμημένος͵ ἐξ οὗ καὶ μᾶλλον τὸ περὶ αὐτοῦ διεδόθη κλέος τοῖς πέρασιν.
4.1 στιν οὖν ἡ πόλις͵ ὡς εἴρηται͵ μεγάλη τε καὶ εὐρεῖα͵ τείχεσι καὶ προβόλοις συχνοῖς κατωχυρωμένη καὶ τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν ὅσον ἐκ τῆς τούτων οἰκοδομῆς παρεχομένη͵ θαλάσσιον ἔχουσα κόλπον ἐκ νότου καθηπλωμένον͵ ᾧ καὶ περικλυζομένη τὴν ἐκ πλαγίου πλευρὰν ταῖς ἁπανταχόθεν εἰσρεούσαις ὁλκάσιν εὐεπίβατον τὴν πρὸς αὐτὴν πορείαν παρέχεται.
4.2 ὑποκοιλαίνεται γάρ τις ἐκεῖσε θαυμαστὸς λιμήν͵ ἀσφαλῶς ὑπτιάζων τοῖς πλωτῆρσι τὴν εἴσοδον͵ ταῖς ἐκ πνευμάτων παντελῶς ἀπείρατος ταραχαῖς καὶ τὸν ὅρμον ἀκύμονα καθιστῶν.
4.3 ὃν ἐκ τῆς λοιπῆς θαλάσσης ὁ τεχνίτης ἀπέτεμε· μέσον γὰρ ἀπείρξας[3] διά τινος τείχους τὴν τῶν ὑδάτων ἐπίρροιαν͵ συναπεῖρξεν ἐκ τοῦ πρὸς θάλασσαν καὶ τῶν πνευμάτων τὸν κλύδωνα.
4.4 ἡ θάλασσα γὰρ τῷ βυθῷ φυσωμένη καὶ τὴν ἐκδρομὴν πρὸς τὴν χέρσον ἐρευγομένη͵ τῷ διαφράγματι τοῦ τῇδε τείχους κωλυομένη͵ μὴ ἔχουσα τίνι τὴν ἀπειλὴν ἐπαφήσει͵ χωρεῖ τοῖς ἐφ΄ ἑκάτερα τοῦ τείχους μέρεσι͵ καὶ τὸ ὕδωρ ἠρέμα πως ὀλισθῆσαν ζάλης ἁπάσης ἐκτὸς τὸν τοιοῦτον ὅρμον διατηρεῖ.
4.5 ὁ δὲ δὴ κόλπος ἐκ τῆς μεγάλης θαλάσσης ἀποτμηθεὶς διά τινος αὐχένος͵ ἀγκῶνος δίκην προβεβλημένου καὶ ἐπὶ μήκιστον τοῖς ὕδασι διικνουμένου͵ ὃν οἱ κατὰ χώρας Ἔκβολον ὀνομάζουσι διὰ τὸ πόρρω που τοῖς ὕδασιν ἐκβεβλῆσθαι͵ στενούμενός τε πρὸς τὴν ἑτέραν ἐξ ἐναντίας χέρσον τῇ τοῦ αὐχένος τούτου καινοτομίᾳ͵ ἕτερος λιμὴν πελάγιος γίνεται·
4.6 ἐξ οὗ δήπερ ἀγκῶνος μέχρις αὐτοῦ τοῦ τείχους τῆς πόλεως κύκλον πανευπρεπῆ τὸ ὕδωρ μιμεῖται͵ τοῖς ἐφ΄ ἑκάτερα μέρεσιν ἐπὶ πολὺ ἐκτεινόμενον καὶ πρὸς τὴν πόλιν κατὰ βραχὺ συστελλόμενον. 4.7 καὶ ἀφορᾷ μὲν ὁ κόλπος ἐκ νότου τὴν λοιπὴν θάλασσαν͵ ἀφορᾷ δὲ τοῦτον ὁμοίως ὁ λιμὴν καὶ τὸν λιμένα ἡ πόλις.
4.8 ἀλλ΄ ὁ μὲν λιμὴν τέτρασι γωνίαις ἐμπεριείληπται͵ ὁ δὲ κόλπος ἐστὶ περιφερής͵ τὸ κύτος ἔχων διὰ πλείστου βάθους χωροῦν͵ τὰ πέρατα δὲ καὶ πρὸ πολλοῦ τῆς χέρσου τὰ πολλὰ τῶν ὑδάτων συστείλαντα. 5.1 Ἀλλ΄ ἐν τούτοις τὸ κατὰ νότον μέρος τῆς πόλεως͵ τὸ πρὸς βορρᾶν δὲ ὡς λίαν τραχὺ καὶ δύσβατον 5.2 ὀλίγον μέρος καὶ αὐτῆς τῆς πόλεως τῆς λοιπῆς ὑπεραῖρον γῆς͵ ὡς τὸ μὲν αὐτῆς πεδιάσιμον εἶναι καὶ ταῖς χρείαις τῶν ἐνοικούντων κατάλληλον͵ τὸ δὲ τοῖς βουνοῖς καὶ ταῖς τῶν ὀρῶν ἀκρότησιν ἀνατείνεσθαι.
5.3 ἀλλ΄ οὐδὲν ἀδικεῖ τὴν πόλιν ἡ τοῦ ὄρους παράτασις ὡς ἐμπαρέχειν ἄδειαν τοῖς πολεμίοις ἀφ΄ ὕψους ἐπεμβαίνειν καὶ τοῦ τείχους κατεπαμύνεσθαι· ἔδωκε γὰρ ὀλίγην τινὰ σχολὴν ὁ βουνὸς ἐκεῖσε πρὸς τὸ φυλάττεσθαι πᾶσαν ἐπιβουλήν͵ τῷ διὰ μέσου χώρῳ τὴν εὐχερῆ προσβολὴν ἀποκρούσας.
5.4 τὸ δ΄ ἐντεῦθεν ἀνατείνεται μέχρι πολλοῦ τὸ ὄρος καὶ ὑπερίδρυται͵ τοῖς λόφοις καὶ ταῖς χαράδραις ἐντραχυνόμενον͵ τὴν μεσαιτάτην ἀνατολὴν ἀφορῶν͵ ἀλλ΄ ὅσον διήκει τὴν πρὸς ἀνατολὴν ἐπειγόμενον͵ τοσοῦτον τὰ ἐκ πλαγίου ἐφ΄ ἑκατέρου μέρους ὑποκείμενα διαφεύγει τῆς γῆς.
5.5 ἐν γὰρ ταῖς δυσὶ πλευραῖς τοῦδε τοῦ ὄρους͵ τοῦ τε πρὸς νότον φημὶ καὶ τοῦ πρὸς βορρᾶν͵ πεδία ὑφήπλωται βάσιμά τε καὶ χρήσιμα͵ πᾶσαν ἀφορμὴν εὐζωΐας τοῖς πολίταις δωρούμενα·
5.6 ὧν τὸ μὲν ὡς πρὸς νότον τοῦ ὄρους͵ πρὸς ἀνατολὴν δὲ τῆς πόλεως͵ ὡς λίαν ἐστὶ παγκαλλὲς καὶ ἐράσμιον. 5.7 κεκόσμηται γὰρ δένδρεσιν ἀμφιλαφέσι͵ παραδείσοις ποικίλοις͵ ὕδασιν ἀπείροις͵ τοῖς μὲν πηγαίοις͵ τοῖς δὲ ποταμίοις͵ οἷς αἱ λόχμαι τοῦ ὄρους τῷ πεδίῳ χαρίζονται καὶ αὐτὴν δὲ δεξιοῦνται τὴν θάλασσαν.
5.8 ἄμπελοι γὰρ ἀλλήλαις παραπεφυτευμέναι τὰ χωρία στεφανοῦσι καὶ τὸν φιλόκαλον ὀφθαλμὸν τῇ πληθύϊ τῶν καρπῶν εἰς εὐφροσύνην προτρέπονται·
5.9 μοναὶ δὲ μοναχῶν πολλαὶ καὶ συχναὶ τό τε ὑπτιάζον τοῦ ὄρους καὶ τὸ τῆς λοιπῆς γῆς ὑποκείμενον κατοικοῦσαι͵ καί τισι τερπνοτάτοις χωρίοις ἐγκαθεζόμεναι͵ καινόν τι χρῆμα τοῖς τε ὁδίταις καὶ αὐτοῖς τοῖς πολίταις πεφύκασι.
5.10 τὸ δὲ κατὰ λαιὰν πλευρὰν τοῦ ὄρους πεδίον ἐστὶ καὶ αὐτὸ τεταμένον εἰς μῆκος πολύ͵ εὐρύνεται δὲ μέχρις ἄλλων ὀρέων· οὗτινος ἐν μέσῳ πελαγίζονται δύο τινὲς εὐρεῖαι λίμναι͵ τὸ πλεῖστον τούτου διακατέχουσαι καί τινα μεγάλην καὶ αὖται συνεισφέρουσαι χρείαν.
5.11 τρέφουσι γὰρ ἰχθύας καὶ μικροὺς καὶ μεγάλους͵ καὶ τοῖς εἴδεσι διαφόρους καὶ πολλοὺς τῷ πλήθει͵ ταῖς τε γείτοσι κώμαις καὶ αὐτῇ δὲ τῇ πόλει δαψιλεστάτην ἀποπληροῦντας τράπεζαν. 5.12 καὶ γὰρ οἷον φιλονεικοῦσιν αἱ λίμναι ταῖς τούτων ἐπιδόσεσι πρὸς τὴν θάλασσαν͵ καὶ ἁμιλλῶνται τίς αὐτῶν τὸ πλεῖον παράσχηται.
5.13 πλὴν ἑκάτεραι νικῶνται ἐξ ἑκατέρων͵ καὶ ἡ νικῶσα οὐκ ἔχει τίνι τὴν ἧτταν καταψηφίσεται. 5.14 τὸ δὲ λοιπὸν τοῦ πεδίου ἀνεῖται τοῖς γεωργοῖς͵ παραχωρεῖται τοῖς ζῴοις͵ τοῖς τε πειθομένοις ταῖς τῶν ἀνθρώπων τέχναις καὶ τοῖς ἐλεύθερον ἀφιεῖσι τὸ ἴχνος τοῖς ὄρεσιν.
5.15 ἔλαφοι γὰρ τὰ ὄρη λιποῦσαι καὶ ταῖς λίμναις ὥσπερ τῶν ὑδάτων ἐπιτερ πόμεναι ὁμοῦ τε ἔχουσιν ἄφθονον τὸ ποτόν͵ καὶ ταῖς βουσὶν ἐν αὐτῷ συναγελαζόμεναι κοινὰ τὰ σῖτα προσφέρονται.
6.1 Ἀλλ΄ ἱκανῶς ἐν τούτοις τά τε πρὸς ἀνατολὴν καὶ βορρᾶν τῆς πόλεως͵ ἔτι γε μὴν καὶ τὰ πρὸς νότον διαγραψάμενοι τὴν πρὸς δύσιν αὐτῆς τοῦ χώρου θέσιν κατὰ τὸ δυνατὸν ἱστορήσωμεν.
6.6 ἐμπεριέχει δὲ τῷ διὰ μέσου χώρῳ τὸ πεδίον τοῦτο καὶ ἀμφιμίκτους τινὰς κώμας͵ ὧν αἱ μὲν πρὸς τῇ πόλει τελοῦσι͵ Δρουγουβῖταί τινες καὶ Σαγουδάτοι τὴν κλῆσιν ὀνομαζόμενοι͵ αἱ δὲ τῷ συνομοροῦντι τῶν Σκυθῶν ἔθνει οὐ μακρὰν ὄντι τοὺς φόρους ἀποδιδόασιν.
6.7 πλὴν γειτνιάζουσιν ἀλλήλαις αἱ κῶμαι τὴν οἴκησιν͵ καὶ ἔστι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις Θεσσαλονικεῦσιν οὐ μικρῶς συμβαλλόμενον͵ τὸ πρὸς τοὺς Σκύθας διὰ τῶν ἐμπορικῶν μεθόδων συναναμίγνυσθαι͵ καὶ μάλισθ΄ ὅταν ἔχωσι πρὸς ἀλλήλους καλῶς καὶ μὴ κινῶσιν ὅπλα τὴν μάχην ἐξαγριαίνοντα· ὃ δὴ καὶ πολλῷ τινι τῷ πάλαι χρόνῳ παρ΄ ἑκα τέρων μελετηθέν͵ κοινότητα ζωῆς τὰς χρείας ἀλλήλοις ἀμείβουσι͵ θαυ μασίαν τινὰ καὶ βαθεῖαν εἰρήνην ἐν ἑαυτοῖς συντηρούμενοι.
6.8 ποταμοὶ δέ τινες παμμεγέθεις ἐκ τῆς Σκυθῶν ἐξορμώμενοι καὶ τὸ προλεχθὲν πεδίον καθ΄ ἑαυτοὺς διελόμενοι πολλὴν δαψίλειαν καὶ αὐτοὶ τῇ πόλει παρέχονται ταῖς τε χορηγίαις ταῖς ἀπὸ τῶν ἰχθύων καὶ ταῖς δι΄ αὐτῶν ἀπὸ τῆς θαλάσσης τῶν νηῶν ἀναδρομαῖς͵ δι΄ ὧν ἐπινοεῖται ποικίλη τις πρόσοδος τῶν χρειῶν τῶν ὑδάτων ἐκείνων συγκαταρρέουσα.
7.1 Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν μακρόν͵ ἢ ὡς ἀπ΄ ἀρχῆς ὑπεσχόμην͵ τὸν περὶ τούτων παρατείνας λόγον. 7.2 πεποίηκε δὲ τοῦτο ὁ περὶ τὴν πατρίδα πόθος͵ ἡδέως τῇ τε μνήμῃ συνεφελκόμενος͵ καὶ ταῖς ἀνα τυπώσεσιν οἷον δοκῶν συνεῖναι τοῖς λεγομένοις͵ καὶ τὸ πρόθυμον καὶ ζητητικὸν τῆς σῆς φιλομαθοῦς ἀκοῆς͵ ἣν ἐξ ἀρχῆς παραθέσθαι πᾶσαν ἡμῖν καθυπέσχου͵ μηδενὸς ἄλλου περισπῶντος αὐτὴν ἢ τοῦδε τοῦ διηγήματος ὑποσύροντος.
7.3 ταῦτα δὲ οὕτως ἔχει. φιλοῦσι γὰρ ἀεὶ τὰ ποθούμενα τῶν πραγμάτων ἀνάγκης δεσμοῖς καὶ τὸν λέγοντα περὶ αὐτῶν κατέχειν καὶ τὸν ἀκούοντα· καὶ οὐκ ἂν οὕτως εὐχερῶς καὶ ῥᾳδίως οὔτε ὄψις τῶν ἡδίστων θεαμάτων οὔτε ἀκοὴ τῶν τερπνῶν ἀποστήσεται ἀκουσμάτων͵ οὔτε λόγος ἡδὺς τῆς ὁρμῆς ἀνακοπήσεται͵ μέχρις ἂν φθάσῃ τὸ πέρας πρὸς ὃ κατ΄ ἀρχὰς ἐπείγεται.
7.4 πλὴν εἰ δοκεῖ͵ καὶ πάλιν ἀναδράμωμεν πρὸς αὐτὴν ἐκείνην τὴν πόλιν· μέχρι γὰρ τίνος ὡς ἐν κατόπτρῳ τὸν ἀνδριάντα διαμορφοῦμεν͵ καὶ ταῖς ἔξωθεν τῶν χρωμάτων ποικιλίαις ἀπεικονίζειν πειρώμεθα τὸ ἀρχέτυπον͵ ἐξὸν αὐτοῖς ἐκείνοις ἐντυχεῖν διὰ τῶν καιρίων διηγημάτων τοῖς πράγμασιν͵ ὡς ἂν γνωριμώτερον εἴη τὸ ἀμυδρῶς πως παραδηλούμενον;
7.5 Θεσσαλονίκην γάρ͵ ὁποία τυγχάνει͵ τῷ λόγῳ διαγράψαι καθ΄ ὅσον οἷόν τε κατ΄ ἀρχὰς ὑποσχόμενοι͵ καὶ τίς οὖσα πρότερον εἰς τί κεχώρηκεν ὕστερον͵ τοῖς περὶ αὐτὴν ὥσπερ ὑποκλαπέντες͵ καὶ τοῖς ἔξωθεν͵ ὡς ἂν εἴποι τις͵ μέχρι τοῦδε σχολάσαντες διηγήμασι͵ κινδυνεύομεν βραδύνοντες τὴν τῶν καιρίων ἐξήγησιν 7.6 χρεὼν οὖν ἐστι καὶ πάλιν πρὸς αὐτὴν ἐπανιέναι τῷ λόγῳ καὶ τὸ πρῶτον περὶ αὐτὴν καταμαθεῖν κάλλος͵ εἶθ΄ οὕτω γε τοῦ πάθους ἐξειπεῖν ἐν ὑστέρῳ τὸ μέγεθος͵ ἵνα ὅσον φανείη τῶν ἄλλων πόλεων ἀσυγκρίτως ὑπερτερεύουσα͵ τοσοῦτον ἀξία κριθείη παρὰ πασῶν θρηνεῖσθαι καὶ κατοικτίζεσθαι. 8.1 Εἴπομεν ὡς εὐρεῖά τίς ἐστι καὶ μεγάλη ἡ πόλις καὶ τῷ περιέχοντι πολὺν τὸν διὰ μέσου χῶρον ἐναποκλείσασα. 8.2 ἀλλ΄ ὅσον μὲν τοῦ τείχους τὴν χέρσον ἀποσκοπεῖ͵ ἐρυμνότατόν τέ ἐστι καὶ τῷ πάχει τῆς οἰκοδομῆς κατωχυρωμένον͵ τῷ ἔξωθέν τε προτειχίσματι τὸ ἀσφαλὲς πάντοθεν συντηροῦν͵ προβόλοις καὶ ἐπάλξεσιν ἅπαν καταπεπυκνωμένον͵ καὶ μηδεμίαν ἀνάγκην φόβου τοῖς οἰκήτορσι παρεχόμενον.
8.3 τὸ δὲ πρὸς νότον αὐτοῦ χθαμαλόν τέ ἐστι παντελῶς καὶ πρὸς πόλεμον ἀπαράσκευον· οἶμαι γὰρ τῷ μηδεμίαν ὑφορᾶσθαι προσβολὴν βλάβης ἐκ τοῦ πρὸς θάλασσαν ὁ τεχνίτης πάλαι τῆς οἰκοδομῆς κατημέλησε.
8.4 φέρεται δέ τις καὶ παλαιὸς λόγος μέχρις ἡμῶν φθάσας͵ ὡς ἀτείχιστος ἦν ἐξ ἐκείνου τοῦ μέρους ἡ πόλις χρόνους πολλούς͵ εἰ μὴ τῷ δέει ποτὲ τοῦ Μήδων Ξέρξου͵ πλωτὴν γῆν τεκτηναμένου καὶ κατὰ τῆς Ἑλλάδος στρατοπεδεύσαντος καὶ πολλῶν νηῶν πληθὺν ἐπιφερομένου͵ ὁ τῶν Ρωμαίων τὰ σκῆπτρα κατ΄ ἐκείνους τοὺς καιροὺς ἰθύνων μικρόν τινα καὶ ὡς ἐκ τοῦ παρατυχόντος φραγμὸν τῷ τῇδε περιέθηκε μέρει.
8.5 ἀφ΄ οὗ δὴ χρόνου καὶ μέχρι τοῦ δεῦρο τὸ αὐτὸ τοῦτο διαμεμένηκεν͵ οὐδέποτε τῆς ἐκεῖθεν βλάβης͵ ὡς ᾤετο͵ κἂν ἐν ὑπονοίᾳ τισὶν ἐσομένης.
8.6 εἰ γὰρ καὶ πολλοὺς πολλάκις ἀνέτλη πολέμους καὶ λίαν σφοδροτάτους ἡ πόλις͵ τούς τε ἐκ τῶν βαρβά ρων καὶ αὐτῶν δὲ τῶν συνομορούντων Σκυθῶν͵ πᾶν εἶδος ἀμυντηρίων κατ΄ αὐτῆς ἐπινοουμένων καὶ ψάμμου δίκην τῷ πλήθει τῆς στρατιᾶς εἰσρεόντων καὶ μηδὲν ὑποφέρειν τὴν ἀπειλὴν αὐτῶν φιλονεικούντων (καὶ γὰρ ὡς ἀληθῶς ἦσαν ἀκάθεκτοι ταῖς ὁρμαῖς καὶ ποικίλῃ τινὶ πανοπλίᾳ πεφραγμένοι).
8.7 ἀλλ΄ ἦν ἄρα περίγειος ὥσπερ ἡ μάχη καὶ διέφευγε τὰς ἐπιβουλὰς τῷ ἀσφαλεῖ τοῦ τείχους τὴν ἔφοδον ὑπεκκλίνασα καὶ τῷ συνήθως αὐτῇ καὶ θερμῶς ὑπερμαχοῦντι͵ λέγω δὴ τῷ πανενδόξῳ μάρτυρι Δημητρίῳ͵ τὴν ἑαυτῆς σωτηρίαν καταπιστεύουσα.
8.8 ἐκ πολλῶν γὰρ αὐτὴν κινδύνων ὁ σωσίπατρις οὗτος ἐρρύσατο καὶ τὸ νικᾶν αὐτῇ καὶ μήπω τοῦ πολέμου πειραθείσῃ πολλάκις συμπαθῶς ἐδωρήσατο.
8.9 ἀλλὰ ταῦτα ταῖς τῶν θαυμάτων αὐτοῦ βίβλοις ἐξηγεῖσθαι παραχωρήσαντες τοῖς ἑξῆς ἡμεῖς τῶν ἤδη λεχθέντων προΐωμεν.
9.1 ῏Ην οὖν ταῖς ῥηθείσαις αἰτίαις ἀνωτέρα κινδύνου παντὸς ἡ πόλις. 9.2 ἐξ ὅτου γὰρ ἡ κολυμβήθρα τοῦ θείου βαπτίσματος τὸ τῶν Σκυθῶν ἔθνος τῷ χριστωνύμῳ λαῷ συνεμόρφωσε καὶ τὸ τῆς εὐσεβείας γάλα κοινῶς ἀμφοτέροις διείλετο͵ πέπαυτο μὲν ἡ τῶν πολέμων στάσις͵ ἀνεῖτο δὲ τῆς ἐνεργείας ἡ τὰς σφαγὰς ἐπιτηδεύουσα μάχαιρα͵ καὶ τὰ προλεχθέντα τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἠσαΐᾳ ἐναργῶς ἐφ΄ ἡμῖν ἐπληροῦτο·
9.3 αἱ μάχαιραι γὰρ ἡμῶν μετῆλθον εἰς δρέπανα καὶ αἱ ζιβύνες εἰς ἄροτρα͵ καὶ πόλεμος ἦν οὐδαμοῦ͵ καὶ τὴν περίχωρον ἅπασαν εἰρήνη κατεπρυτάνευε͵ καὶ οὐδεμία ἦν εὐζωΐας ἀφορμὴ ἧς οὐκ εἰς κόρον ἡμεῖς ἀπελαύομεν͵ ἔνθεν αἱ τῆς γεωργίας ἀφθονίαι͵ ἐκεῖθεν αἱ τῆς ἐμπορίας χορηγίαι.
9.4 γῆ γὰρ καὶ θάλασσα λειτουργεῖν ἡμῖν ἐξ ἀρχῆς ταχθεῖσαι πλουσίαν καὶ ἀδάπανον τὴν περὶ ἕκαστον ἐδωροφόρουν. ὧν γὰρ ἦν ἐνδεῶς ἢ καὶ ἀνεπιτηδείως ἔχουσα πρὸς καρπογονίαν ἡ γῆ͵ τούτων παρ΄ ἑαυτῆς ἡ θάλασσα τὴν κτῆσιν μηχανωμένη καὶ ταῖς ὁλκάσι συνεισκομίζουσα ἀνενδεὲς τὸ λεῖπον ἐδίδου τοῖς χρῄζουσι.
9.5 τί δὲ τῶν ἁπανταχόθεν ἐπιδημούντων εἴποιμι πρῶτον͵ καὶ μάλιστα οἷς ἐφιλοτιμοῦντο τοὺς πολί τας ἡμᾶς͵ τὰ παρ΄ ἑαυτῶν διδόντες καὶ τὰ παρ΄ ἡμῶν ἀντιλαμβάνοντες;
9.6 λεωφόρου γὰρ δημοσίας τῆς πρὸς ἀνατολὴν ἀγούσης ἀπὸ τῆς δύσεως διὰ μέσου τῆσδε χωρούσης τῆς πόλεως καὶ ἀναγκαίως πειθούσης τοὺς παροδεύοντας πρὸς ἡμᾶς ἐνδιατρίβειν καὶ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι͵ πᾶν ὁτιοῦν ἂν εἴποι τις τῶν καλῶν ἐξ αὐτῶν ἐκαρπούμεθά τε καὶ προσ εκτώμεθα. 9.7 ἔνθεν καὶ παμμιγής τις ὄχλος ἀεὶ περιεστοίχει τὰς ἀγυιὰς τῶν τε αὐτοχθόνων καὶ τῶν ἄλλως ἐπιξενουμένων͵ ὡς εὐχερέστερον εἶναι ψάμμον παράλιον ἐξαριθμεῖν ἢ τοὺς τὴν ἀγορὰν διοδεύοντας καὶ τῶν συναλλαγμάτων ποιουμένους τὴν μέθοδον.
9.8 ἐντεῦθεν χρυσίου καὶ ἀργυρίου καὶ λίθων τιμίων παμπληθεῖς θησαυροὶ τοῖς πολλοῖς ἐγίνοντο͵ καὶ τὰ ἐκ Σηρῶν ὑφάσματα ὡς τὰ ἐξ ἐρίων τοῖς ἄλλοις ἐπινενόητο.
9.9 περὶ γὰρ τῶν ἄλλων ὑλῶν͵ χαλκοῦ καὶ σιδήρου κασσιτέρου τε καὶ μολύβδου καὶ ὑέλου͵ οἷς αἱ διὰ πυρὸς τέχναι τὸν βίον συνέχουσι͵ καὶ μνησθῆναι μόνον παρέλκον ἡγοῦμαι͵ τοσούτων ὄντων ὡς ἄλλην τινὰ δύνασθαι πόλιν δι΄ αὐτῶν δομεῖσθαί τε καὶ ἀπαρτίζεσθαι.
11.1 Ναοὶ γάρ τινες παμμεγέθεις καὶ περικαλλεῖς τῇ ποικίλῃ διακοσμήσει͵ διὰ μέσου προβεβλημένοι τῆς πόλεως ὥσπερ τινὰ κοινὰ πρὸς τὸ θεῖον ἐξιλαστήρια͵ καὶ τούτων μάλιστα ὁ τῆς παντουργοῦ καὶ θείας τοῦ ὑπερουσίου λόγου σοφίας οἶκος͵ καὶ ὁ τῆς ἀειπαρθένου πανάγνου καὶ θεομήτορος͵ ἀλλὰ μὴν καὶ ὁ τοῦ προλεχθέντος πανενδόξου καὶ καλλινίκου μάρτυρος Δημητρίου͵ ἔνθα τοὺς θείους ἄθλους διήνυσε καὶ τὸ βραβεῖον τῆς νίκης ἐδέξατο͵ οἱ καὶ τὸν ἅπαντα δῆμον ταῖς κατὰ περίοδον ἐπανιού σαις τῶν ἑορτῶν ἡμέραις ἐν ἑαυτοῖς ἐκκλησιάζοντες͵ ἀνεκλάλητον εὐφροσύνην καὶ πνευματικὴν χαρμονὴν τοῖς συνιοῦσιν ἐβράβευον.
11.2 ἐκεκλήρωντο γὰρ ἐν ἑκάστῳ τούτων τάγματα ἱερέων͵ δι΄ ὧν ἡ μυστικὴ τελεῖται λατρεία͵ καὶ ἀναγνωστῶν συστήματα͵ δι΄ ὧν ἡ τῶν ᾀσμάτων σπουδάζεται ὑμνῳδία͵ ἀμοιβαδὸν τοὺς στίχους ἀλαλάζοντες͵ καὶ ταῖς χειρονομίαις τῶν μελῶν τὸν φθόγγον διατιθέντες͵ καὶ μεγάλην τινὰ καὶ ἀξιοθέατον χορείαν συνιστῶντες͵ τῷ τε εἴδει τῆς ἀστραπτούσης στολῆς τὰς τῶν ὁρώντων θέλγοντες ὄψεις͵ καὶ τῇ τεχνωμένῃ τῶν ψαλμῶν λύρᾳ τὴν ἀκοὴν κατατέρποντες.
14.3 πρῶτον μὲν τὴν ἤδη λεχθεῖσαν γείτονα πόλιν͵ τὴν Βέρροιαν λέγω͵ ἐπι κατασεισθῆναι πεποίηκε τοῖς περιοίκοις ὡς πολλοὺς τῶν ἐκεῖσε συλλη φθέντων ἐξαναλῶσαι͵ τί διοικούμενος ἐκ τούτου; 14.4 ἵν΄ ἡμεῖς πάντας τῶν ἑτέροις ἀπειλουμένων τὴν αἴσθησιν λαβόντες͵ τῶν ἰδίων κακῶν ἀποχὴν κἂν ὀψὲ γοῦν ποιησώμεθα καὶ πρὸς ἀρετὴν τὰς πράξεις ἰθύνωμεν.
14.5 εἶτα ἐπειδὴ τούτου γενομένου οὐκ ἐνεδώκαμεν τῆς κρατούσης ἐν ἡμῖν παλαιᾶς συνηθείας͵ ἐφ΄ ἕτερον εἶδος μηχανῆς μεταβαίνει͵ τὴν καὶ ἡμῖν αὐτοῖς ἔσεσθαι μέλλουσαν ἀμεταμέλητα πράττουσι συμφορὰν ἐν ἄλλοις προϋπο δείξας.
14.6 Δημητριὰς γὰρ οὕτω καλουμένη τῆς Ἑλλάδος ἑτέρα πόλις͵ οὐ μακρὰν ἡμῶν ἀπῳκισμένη͵ πολλῷ πλήθει τῶν οἰκητόρων καὶ τοῖς ἄλλοις οἷς μέγα καυχῶνται πόλεις τῶν ἔγγιστα ὑπεραιρομένη͵ οὐ πρὸ πολλοῦ τῆς ἡμῶν ἁλώσεως ἔργον ἐγένετο τῶν βαρβάρων.
22.3 κατειληφότες γὰρ τὸν προλεχθέντα πανευπρεπέστατον οἶκον τοῦ πανεν δόξου μάρτυρος Δημητρίου͵ ὅσοι τε τὴν πόλιν οἰκοῦμεν καὶ ὅσοι ἐξ ἀλλοδαπῆς ἦσαν ἐπήλυδες͵ ἀξία πᾶσα καὶ ἡλικία͵ καὶ θρηνώδεις χοροὺς συστησάμενοι ἐπεβοῶμεν τῷ μάρτυρι προστάτην ἡμῖν γενέσθαι κατὰ τῆς προσδοκωμένης ἀπειλῆς τῶν βαρβάρων.
22.4 ἔδειξας λέγοντες͵ ὦ γενναῖε μάρτυς͵ τὸ θερμὸν τῆς σῆς ἀντιλήψεως ἐν πολλοῖς κινδύνοις πολλάκις ἐπελθοῦσι τῇ πόλει σου͵ καὶ πᾶσαν ἐναντίων ἐπιβουλὴν διεσκέδασας͵ καὶ ὀλέθρου παντὸς ἀπείρατον αὐτὴν διετήρησας.
38.3 οὐδ΄ εὐσχημονεῖν ἔτι βουλόμεναι νικηθεῖσαι τῷ πάθει͵ οὐδὲ τῆς ὄψεως τῶν ἀνδρῶν ἑαυτὰς ὑπεκκλίνειν͵ ἀλλ΄ ἀναιδῶς φερόμεναι͵ τὰς κόμας ἔχουσαι λελυμένας καὶ τῶν πρὸς συστολὴν ἀμελήσασαι͵ ἤγοντο συνεκβοῶσαι τοὺς θρήνους καὶ τοῦ κινδύνου καταστενάζουσαι