Ορφικοί ύμνοι/Θέμιδος
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Θέμιδος, θυμίαμα λίβανον |
Οὐρανόπαιδ’ ἁγνὴν καλέω, Θέμιν εὐπατέρειαν,
Γαίης τὸ βλάστημα νέον, καλυκώπιδα κούρην,
ἣ πρώτη κατέδειξε βροτοῖς μαντήιον ἁγνὸν
Δελφικῷ ἐν κευθμῶνι θεμιστεύουσα θεοῖσι,
Πυθίῳ ἐν δαπέδῳ, ὅτε Πυθοῖ ἐμβασίλευεν· 5
ἣ καὶ Φοῖβον ἄνακτα θεμιστοσύνας ἐδίδαξε·
πάντιμ’, ἀγλαόμορφε, σεβάσμιε, νυκτιπόλευτε·
πρώτη γὰρ τελετὰς ἁγίας θνητοῖς ἀνέφηνας,
Βακχιακὰς ἀνὰ νύκτας ἐπευάζουσα ἄνακτα·
ἐκ σέο γὰρ τιμαὶ μακάρων μυστήριά θ’ ἁγνά. 10
ἀλλά, μάκαιρ’, ἔλθοις κεχαρημένη εὔφρονι βουλῇ
εὐιέρους ἐπὶ μυστιπόλου τελετὰς σέο, κούρη.