Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Ηφαίστου

Από Βικιθήκη
(Ανακατεύθυνση από Ηφαίστου)
Ὀρφικοὶ ὕμνοι
Ἡφαίστου, θυμίαμα λιβανομάνναν


Ἥφαιστ’ ὀμβριμόθυμε, μεγασθενές, ἀκάματον πῦρ,
λαμπόμενε φλογεραῖς αὐγαῖς, φαεσίμβροτε δαῖμον,
φωσφόρε, καρτερόχειρ, αἰώνιε, τεχνοδίαιτε,
ἐργαστήρ, κόσμοιο μέρος, στοιχεῖον ἀμεμφές,
παμφάγε, πανδαμάτωρ, πανυπέρτατε, παντοδίαιτε, 5
αἰθήρ, ἥλιος, ἄστρα, σελήνη, φῶς ἀμίαντον·
ταῦτα γὰρ Ἡφαίστοιο μέλη θνητοῖσι προφαίνει.
πάντα δὲ οἶκον ἔχεις, πᾶσαν πόλιν, ἔθνεα πάντα,
σώματά τε θνητῶν οἰκεῖς, πολύολβε, κραταιέ.
κλῦθι, μάκαρ, κλῄζω σε πρὸς εὐιέρους ἐπιλοιβάς, 10
αἰὲν ὅπως χαίρουσιν ἐπ’ ἔργοις ἥμερος ἔλθῃς.
παῦσον λυσσῶσαν μανίαν πυρὸς ἀκαμάτοιο
καῦσιν ἔχων φύσεως ἐν σώμασιν ἡμετέροισιν.