Ορφικοί ύμνοι/Ηούς
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Ἠοῦς, θυμίαμα μάνναν |
Κλῦθι, θεά, θνητοῖς φαεσίμβροτον ἦμαρ ἄγουσα,
Ἠοῖ λαμπροφαής, ἐρυθαινομένη κατὰ κόσμον,
ἀγγελλιεια θεοῦ μεγάλου Τιτῆνος ἀγαυοῦ,
ἣ νυκτὸς ζοφόεντα κελαινόχρωτα πορείην
ἀντολίαις ταῖς σαῖς πέμπεις ὑπὸ νέρτερα γαίης· 5
ἔργων ἡγήτειρα, βίου πρόπολε θνητοῖσιν·
ᾗ χαίρει θνητῶν μερόπων γένος· οὐδέ τίς ἐστιν,
ὃς φεύγει τὴν σὴν ὄψιν καθυπέρτερον οὖσαν,
ἡνίκα τὸν γλυκὺν ὕπνον ἀπὸ βλεφάρων ἀποσείσῃς,
πᾶς δὲ βροτὸς γήθει, πᾶν ἑρπετὸν ἄλλα τε φῦλα 10
τετραπόδων πτηνῶν τε καὶ εἰναλίων πολυεθνῶν·
πᾶσι γὰρ ἐργάσιμον βίοτον θνητοῖσι πορίζεις.
ἀλλά, μάκαιρ’, ἁγνή, μύσταις ἱερὸν φάος αὔξοις.