Ζεύς ελεγχόμενος

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ζεὺς ἐλεγχόμενος (Iuppiter confutatus)
Συγγραφέας:
Ανήκει στην τριλογία: Θεῶν ἐκκλησία, Ζεὺς ἐλεγχόμενος, Ζεὺς τραγωδός

«Γιατί τέλος πάντων αφήνετε τους ιερόσυλους και τους ληστές, τους τόσους ακόλαστους, βίαιους και επίορκους και συχνά κατακεραυνώνεται μια δρυ, μια πέτρα ή κατάρτι πλοίου, που δεν έχει φταίξει σε τίποτα και καμιά φορά κάποιον τίμιο και ευλαβικό οδοιπόρο;»16
Henry George Liddell, Robert Scott, A Greek-English Lexicon


Κυνίσκος
1 ἐγὼ δέ, ὦ Ζεῦ, τὰ μὲν τοιαῦτα οὐκ ἐνοχλήσω σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δ᾽ οὐ πάνυ ῥᾴδια παρασχεῖν ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα εὐχομένων αὐτῶν. ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι.

Ζεύς
Τί τοῦτό ἐστιν, ὦ Κυνίσκε; οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος.

Κυνίσκος
ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν.

Ζεύς
μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος: ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς.

Κυνίσκος
ἰδοὺ ταῦτα, ὦ Ζεῦ· ἀνέγνως γὰρ δῆλον ὅτι καὶ σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα: εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ ἑκάστῳ;

Ζεύς
Καὶ πάνυ ἀληθῆ ταῦτα: οὐδὲν γάρ ἐστιν ὅ τι μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι.

Κυνίσκος

2 οὐκοῦν ὁπόταν ὁ αὐτὸς Ὅμηρος ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως λέγῃ, μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος καὶ τὰ τοιαῦτα, ληρεῖν, δηλαδὴ φήσομεν τότε αὐτόν;

Ζεύς
Καὶ μάλα· οὐδὲν γὰρ οὕτω γένοιτ᾽ ἂν ἔξω τοῦ νόμου τῶν Μοιρῶν, οὐδὲ ὑπὲρ τὸ λίνον. οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾅδωσιν, ἀληθῆ ταῦτά ἐστιν ὁπόταν δὲ ἀφῶσιν αὐτοὺς αἱ θεαὶ καὶ καθ᾽ αὑτοὺς ποιῶσι, τότε δὴ καὶ σφάλλονται καὶ ὑπεναντία τοῖς πρότερον διεξίασι· καὶ συγγνώμη, εἰ ἄνθρωποι ὄντες ἀγνοοῦσι τἀληθές, ἀπελθόντος ἐκείνου ὃ τέως παρὸν ἐρραψῴδει δι᾽ αὐτῶν.

Κυνίσκος
ἀλλὰ τοῦτο μὲν οὕτω φήσομεν. ἔτι δὲ κἀκεῖνό μοι ἀπόκριναι: οὐ τρεῖς αἱ Μοῖραί εἰσι, Κλωθὼ καὶ Λάχεσις, οἶμαι, καὶ Ἄτροπος;

Ζεύς Πάνυ μὲν οὖν.

Κυνίσκος
3 ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη — πολυθρύλητοι γὰρ πάνυ καὶ αὗται — τίνες πότ᾽ εἰσὶν ἤ τί δύναται αὐτῶν ἑκατέρα; πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας; ἀκούω γοῦν ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱμαρμένης δυνατώτερον.

Ζεύς
Οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε· τίνος δ᾽ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν;

Κυνίσκος
4 ἢν πρότερόν μοι, ὦ Ζεῦ, κἀκεῖνο εἴπῃς, εἰ καὶ ὑμῶν αὗται ἄρχουσι καὶ ἀνάγκη ὑμῖν ἠρτῆσθαι ἀπὸ τοῦ λίνου αὐτῶν.

Ζεύς
ἀνάγκη, ὦ Κυνίσκε. τί δ᾽ οὖν ἐμειδίασας;

Κυνίσκος
ἀνεμνήσθην ἐκείνων τῶν Ὁμήρου ἐπῶν, ἐν οἷς πεποίησαι αὐτῷ ἐν τῇ ἐκκλησίᾳ τῶν θεῶν δημηγορῶν, ὁπότε ἠπείλεις αὐτοῖς ὡς ἀπὸ σειρᾶς τινος χρυσῆς ἀναρτησόμενος τὰ πάντα· ἔφησθα γὰρ αὐτὸς μὲν τὴν σειρὰν καθήσειν ἐξ οὐρανοῦ, τοὺς θεοὺς δὲ ἅμα πάντας, εἰ βούλοιντο, ἐκκρεμαμένους κατασπᾶν βιάσεσθαι οὐ μὴν κατασπάσειν γε, σὺ δέ, ὁπόταν ἐθελήσῃς, ῥᾳδίως ἅπαντας αὐτῇ κεν γαίῃ ἐρύσαι αὐτῇ τε θαλάσσῃ. τότε μὲν οὖν θαυμάσιος ἐδόκεις μοι τὴν βίαν καὶ ὑπέφριττον μεταξὺ ἀκούων τῶν ἐπῶν νῦν δὲ αὐτόν σε ἤδη ὁρῶ μετὰ τῆς σειρᾶς καὶ τῶν ἀπειλῶν ἀπὸ λεπτοῦ νήματος, ὡς φής, [p. 66] κρεμάμενον. δοκεῖ γοῦν μοι δικαιότερον ἂν ἡ Κλωθὼ μεγαλαυχήσασθαι, ὡς καὶ σὲ αὐτὸν ἀνάσπαστον αἰωροῦσα ἐκ τοῦ ἀτράκτου καθάπερ οἱ ἁλιεῖς ἐκ τοῦ καλάμου τὰ ἰχθύδια.

Ζεύς
5 Οὐκ οἶδ᾽ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα.

Κυνίσκος
ἐκεῖνο, ὦ Ζεῦ· καὶ πρὸς τῶν Μοιρῶν καὶ τῆς Εἱμαρμένης μὴ τραχέως μηδὲ πρὸς ὀργὴν ἀκούσῃς μου τἀληθῆ μετὰ παρρησίας λέγοντος. εἰ γὰρ οὕτως ἔχει ταῦτα καὶ πάντων αἱ Μοῖραι κρατοῦσι καὶ οὐδὲν ἂν ὑπ᾽ οὐδενὸς ἔτι ἀλλαγείη τῶν ἅπαξ δοξάντων αὐταῖς, τίνος ἕνεκα ὑμῖν οἱ ἄνθρωποι θύομεν καὶ ἑκατόμβας προσάγομεν εὐχόμενοι γενέσθαι ἡμῖν παρ᾽ ὑμῶν τἀγαθά; οὐχ ὁρῶ γὰρ ὅ τι ἂν ἀπολαύσαιμεν τῆς ἐπιμελείας ταύτης, εἰ μήτε τῶν φαύλων ἀποτροπὰς εὑρέσθαι δυνατὸν ἡμῖν ἐκ τῶν εὐχῶν μήτε ἀγαθοῦ τινος θεοσδότου ἐπιτυχεῖν.

Ζεύς
6 Οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων φασὶν ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπ᾽ ἀσεβείας, ἀποτρέποντες καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν· ἡμᾶς γὰρ οὔτ᾽ ἐπιμελεῖσθαι τῶν πραττομένων παρ᾽ ὑμῖν οὔθ᾽ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα. πλὴν οὐ χαιρήσουσί γε τὰ τοιαῦτα διεξιόντες.

Κυνίσκος
Οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ ὑπ᾽ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ λόγος αὐτὸς οὐκ οἶδ᾽ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας. Αὖθις δ᾽, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκνήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ.

Ζεύς
ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν.

Κυνίσκος
7 Πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι;

Ζεύς
Φημὶ γάρ.

Κυνίσκος
ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν;

Ζεύς
Οὐδαμῶς.

Κυνίσκος
Βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό;

Ζεύς
Δῆλον μέν. οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δὴ τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρ᾽ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον.

Κυνίσκος
ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον. Καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθ᾽ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. Οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς δι᾽ αὐτὸ ἀμείνους δοκεῖν: ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη.

Ζεύς
8 ἀλλ᾽, ὦ Κυνίσκε, τὸ ἀΐδιον τοῦτο καὶ ἄπειρον εὔδαιμον ἡμῖν ἐστι καὶ ἐν ἅπασιν ἀγαθοῖς ἡμεῖς βιοῦμεν.

Κυνίσκος
Oὐχ ἅπαντες, ὦ Ζεῦ, ἀλλὰ διώρισται καὶ παρ᾽ ὑμῖν τὸ πρᾶγμα καὶ πολλὴ ταραχὴ ἔνεστι: σὺ μὲν γὰρ εὐδαίμων, βασιλεὺς γάρ, καὶ δύνασαι ἀνασπᾶν τὴν γῆν καὶ τὴν θάλασσαν ὥσπερ ἱμονιὰν καθείς· ὁ δὲ Ἥφαιστος χωλός ἐστι, βαναυσός τις καὶ πυρίτης τὴν τέχνην ὁ Προμηθεὺς δὲ καὶ ἀνεσκολοπίσθη ποτέ. Τὸν γὰρ πατέρα σου τί ἂν λέγοιμι, πεδήτην ἔτι ἐν τῷ Ταρτάρῳ ὄντα; καὶ ἐρᾶν δὲ ὑμᾶς φασι καὶ τιτρώσκεσθαι καὶ δουλεύειν ἐνίοτε παρὰ τοῖς ἀνθρώποις, ὥσπερ ἀμέλει καὶ τὸν σὸν ἀδελφὸν παρὰ Λαομέδοντι καὶ παρ᾽ Ἀδμήτῳ τὸν Ἀπόλλω. ταῦτα δέ μοι οὐ πάνυ εὐδαίμονα δοκεῖ, ἀλλ᾽ ἐοίκασιν ὑμῶν οἱ μέν τινες εὐτυχεῖς τε καὶ εὔμοιροι εἶναι, οἱ δὲ ἔμπαλιν ἐῶ γὰρ λέγειν, ὅτι καὶ λῃστεύεσθε ὥσπερ ἡμεῖς καὶ περισυλᾶσθε ὑπὸ τῶν ἱεροσύλων καὶ ἐκ πλουσιωτάτων πενέστατοι ἐν ἀκαρεῖ γίγνεσθε: πολλοὶ δὲ καὶ κατεχωνεύθησαν ἤδη χρυσοῖ ἢ ἀργυροῖ ὄντες, οἷς τοῦτο εἵμαρτο δηλαδή.

Ζεύς
ὁρᾷς; ταῦτ᾽ ἤδη ὑβριστικά, ὦ Κυνίσκε, φής· καί σοι τάχα μεταμελήσει ποτὲ αὐτῶν.

Κυνίσκος
Φείδου, ὦ Ζεῦ, τῶν ἀπειλῶν, εἰδὼς οὐδέν με πεισόμενον ὅ,τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ ἔδοξεν ἐπεὶ οὐδ᾽ αὐτοὺς ἐκείνους ὁρῶ τοὺς ἱεροσύλους κολαζομένους, ἀλλ᾽ οἵ γε πλεῖστοι διαφεύγουσιν ὑμᾶς· οὐ γὰρ εἵμαρτο, οἶμαι, ἁλῶναι αὐτούς.

Ζεύς
Οὐκ ἔλεγον ὡς ἄρ᾽ ἐκείνων τις εἶ τῶν ἀναιρούντων τὴν πρόνοιαν τῷ λόγῳ;

Κυνίσκος
Πάνυ, ὦ Ζεῦ, δέδιας αὐτούς, οὐκ οἶδα ὅτου ἕνεκα: πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις
9 ὁρᾷς; ταῦτ᾽ ἤδη ὑβριστικά, ὦ Κυνίσκε, φής: καί σοι τάχα μεταμελήσει ποτὲ αὐτῶν.

Κυνίσκος
Φείδου, ὦ Ζεῦ, τῶν ἀπειλῶν, εἰδὼς οὐδέν με πεισόμενον ὅ τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ ἔδοξεν ἐπεὶ οὐδ᾽ αὐτοὺς ἐκείνους ὁρῶ τοὺς ἱεροσύλους κολαζομένους, ἀλλ᾽ οἵ γε πλεῖστοι διαφεύγουσιν ὑμᾶς· οὐ γὰρ εἵμαρτο, οἶμαι, ἁλῶναι αὐτούς.

Ζεύς
Oὐκ ἔλεγον ὡς ἄρ᾽ ἐκείνων τις εἶ τῶν ἀναιρούντων τὴν πρόνοιαν τῷ λόγῳ;

Κυνίσκος
Πάνυ, ὦ Ζεῦ, δέδιας αὐτούς, οὐκ οἶδα ὅτου ἕνεκα: πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις
10 ἐκείνων παιδεύματα εἶναι. ἐγὼ δὲ — παρὰ τίνος γὰρ ἂν ἄλλου τἀληθὲς ἢ παρὰ σοῦ μάθοιμι; — ἡδέως δ᾽ ἂν καὶ τοῦτο ἐροίμην σε, τίς ἡ Πρόνοια ὑμῖν αὕτη ἐστί, Μοῖρά τις ἢ καὶ ὑπὲρ ταύτας θεὸς ὥσπερ, ἄρχουσα καὶ αὐτῶν ἐκείνων;

Ζεύς
ἤδη σοι καὶ πρότερον ἔφην οὐ θεμιτὸν εἶναι πάντα σε εἰδέναι. σὺ δ᾽ ἕν τι ἐν ἀρχῇ ἐρωτήσειν φήσας οὐ παύῃ τοσαῦτα πρός με λεπτολογούμενος: καὶ ὁρῶ ὅτι σοι τὸ κεφάλαιόν ἐστι τοῦ λόγου ἐπιδεῖξαι οὐδενὸς ἡμᾶς προνοοῦντας τῶν ἀνθρωπίνων.

Κυνίσκος
Οὐκ ἐμὸν τοῦτο, ἀλλὰ σὺ μικρὸν ἔμπροσθεν ἔφησθα τὰς Μοίρας εἶναι τὰς ἅπαντα ἐπιτελούσας· εἰ μὴ μεταμέλει σοι ἐκείνων καὶ ἀνατίθεσαι αὖθις τὰ εἰρημένα καὶ ἀμφισβητεῖτε τῆς ἐπιμελείας παρωσάμενοι τὴν Εἱμαρμένην;

Ζεύς
11 Οὐδαμῶς, ἀλλ᾽ ἡ Μοῖρα δι᾽ ἡμῶν ἕκαστα ἐπιτελεῖ.

Κυνίσκος
Μανθάνω: ὑπηρέται καὶ διάκονοί τινες τῶν Μοιρῶν εἶναί φατε. πλὴν ἀλλὰ καὶ οὕτως ἐκεῖναι ἂν εἶεν αἱ προνοοῦσαι, ὑμεῖς δὲ ὥσπερ σκεύη τινὰ καὶ ἐργαλεῖά ἐστε αὐτῶν.

Ζεύς
Πῶς λέγεις;

Κυνίσκος
ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην, οὐδεὶς δ᾽ ἂν εἴποι ὡς ταῦτα ὁ τεχνίτης ἐστίν, οὐδ᾽ ἡ ναῦς ἔργον τοῦ σκεπάρνου ἢ τοῦ τρυπάνου, ἀλλὰ τοῦ ναυπηγοῦ: ἀνάλογον τοίνυν ἡ μὲν ναυπηγουμένη ἕκαστα ἡ Εἱμαρμένη ἐστίν, ὑμεῖς δέ, εἴπερ ἄρα, τρύπανα καὶ σκέπαρνά ἐστε τῶν Μοιρῶν· καί, ὡς ἔοικεν, οἱ ἄνθρωποι δέον τῇ Εἱμαρμένῃ θύειν καὶ παρ᾽ ἐκείνης αἰτεῖν τἀγαθά, οἱ δ᾽ ἐφ᾽ ὑμᾶς ἴασι προσόδοις καὶ θυσίαις γεραίροντες· ἢ οὐδὲ τὴν Εἱμαρμένην τιμῶντες εἰς δέον ἂν αὐτὸ ἔπραττον οὐ γὰρ οἶμαι δυνατὸν εἶναι οὐδὲ αὐταῖς ἔτι ταῖς Μοίραις ἀλλάξαι τι καὶ μετατρέψαι τῶν ἐξ ἀρχῆς δοξάντων περὶ ἑκάστου· ἡ γοῦν Ἄτροπος οὐκ ἀνάσχοιτ᾽ ἄν, εἴ τις εἰς τὸ ἐναντίον στρέψειε τὸν ἄτρακτον ἀναλύων τῆς Κλωθοῦς τὸ ἔργον.

Ζεύς
12 σὺ δ᾽ ἤδη, ὦ Κυνίσκε, οὐδὲ τὰς Μοίρας τιμᾶσθαι πρὸς τῶν ἀνθρώπων ἀξιοῖς; ἀλλ᾽ ἔοικας ἅπαντα συγχεῖν προαιρεῖσθαι. ἡμεῖς δὲ εἰ καὶ μηδενὸς ἄλλου ἕνεκα, τοῦ γε μαντεύεσθαι καὶ προμηνύειν ἕκαστα τῶν ὑπὸ τῆς Μοίρας κεκυρωμένων δικαίως τιμῴμεθ᾽ ἄν. Κυνίσκος τὸ μὲν ὅλον, ἄχρηστον, ὦ Ζεῦ, προειδέναι τὰ μέλλοντα οἷς γε τὸ φυλάξασθαι αὐτὰ παντελῶς ἀδύνατον εἰ μὴ ἄρα τοῦτο φής, ὡς ὁ προμαθὼν ὅτι ὑπ᾽ αἰχμῆς σιδηρᾶς τεθνήξεται δύναιτ᾽ ἂν ἐκφυγεῖν τὸν θάνατον καθείρξας ἑαυτόν; ἀλλ᾽ ἀδύνατον ἐξάξει γὰρ αὐτὸν ἡ Μοῖρα κυνηγετήσοντα καὶ παραδώσει τῇ αἰχμῇ: καὶ ὁ Ἄδραστος ἐπὶ τὸν σῦν ἀφεὶς τὴν λόγχην ἐκείνου μὲν ἁμαρτήσεται, φονεύσει δὲ τὸν Κροίσου παῖδα, ὡς ἂν ἀπ᾽ ἰσχυρᾶς ἐμβολῆς τῶν Μοιρῶν φερομένου τοῦ13 ἀκοντίου ἐπὶ τὸν νεανίσκον. Τὸ μὲν γὰρ τοῦ Λαΐου καὶ γελοῖον, τό·

μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·
εἰ γὰρ τεκνώσεις (φησὶ) παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς.

Περιττὴ γάρ, οἶμαι, ἡ παραίνεσις πρὸς τὰ πάντως οὕτω γενησόμενα. τοιγάρτοι μετὰ τὸν χρησμὸν καὶ ἔσπειρεν καὶ ὁ φὺς ἀπέκτεινεν αὐτόν. ὥστε οὐχ ὁρῶ ἀνθ᾽ ὅτου ἀπαιτεῖτε τὸν μισθὸν ἐπὶ τῇ
14 Μαντικῇ. ἐῶ γὰρ λέγειν ὡς λοξὰ καὶ ἐπαμφοτερίζοντα τοῖς πολλοῖς χρᾶν εἰώθατε, οὐ πάνυ ἀποσαφοῦντες εἰ ὁ τὸν ἀποσαφοῦντες [1]· ἄμφω γὰρ δύναται ὁ χρησμός.

Ζεύς
ἦν τις, ὦ Κυνίσκε, τῷ Ἀπόλλωνι ὀργῆς αἰτία κατὰ τοῦ Κροίσου, διότι ἐπειρᾶτο ἐκεῖνος αὐτοῦ ἄρνεια κρέα καὶ χελώνην ἐς τὸ αὐτὸ ἕψων.

Κυνίσκος
ἐχρῆν μὲν μηδὲ ὀργίζεσθαι θεὸν ὄντα: πλὴν ἀλλὰ καὶ τὸ ἐξαπατηθῆναι τῷ Λυδῷ ἐπέπρωτο, οἶμαι, καὶ ὅλως τὸ μὴ σαφῶς ἀκοῦσαι τὰ μέλλοντα ἡ Εἱμαρμένη ἐπέκλωσεν ὥστε καὶ μαντικὴ ὑμῶν ἐκείνης μέρος ἐστίν.

Ζεύς
15 ἡμῖν δὲ οὐδὲν ἀπολείπεις, ἀλλὰ μάτην θεοί ἐσμεν, οὔτε πρόνοιάν τινα εἰσφερόμενοι εἰς τὰ πράγματα οὔτε τῶν θυσιῶν ἄξιοι καθάπερ τρύπανα ὡς ἀληθῶς ἢ σκέπαρνα; καί μοι δοκεῖς εἰκότως μου καταφρονεῖν, ὅτι κεραυνόν, ὡς ὁρᾷς, διηγκυλημένος ἀνέχομαί σε τοσαῦτα καθ᾽ ἡμῶν διεξιόντα.

Κυνίσκος
Βάλλε, ὦ Ζεῦ, εἴ μοι καὶ κεραυνῷ πληγῆναι εἵμαρται, καὶ σὲ οὐδὲν αἰτιάσομαι τῆς πληγῆς, ἀλλὰ τὴν Κλωθὼ τὴν διὰ σοῦ τιτρώσκουσαν οὐδὲ γὰρ τὸν κεραυνὸν αὐτὸν φαίην ἂν αἴτιον μοι γενέσθαι τοῦ τραύματος. πλὴν ἐκεῖνό γε ὑμᾶς ἐρήσομαι καὶ σὲ καὶ τὴν Εἱμαρμένην σὺ δέ μοι καὶ ὑπὲρ ἐκείνης ἀπόκριναι· ἀνέμνησας γάρ με ἀπειλήσας.
16 Τί δήποτε τοὺς ἱεροσύλους καὶ λῃστὰς ἀφέντες καὶ τοσούτους ὑβριστὰς καὶ βιαίους καὶ ἐπιόρκους δρῦν τινα πολλάκις κεραυνοῦτε ἢ λίθον ἢ νεὼς ἱστὸν οὐδὲν ἀδικούσης, ἐνίοτε δὲ χρηστόν τινα καὶ ὅσιον ὁδοιπόρον; τί σιωπᾷς, ὦ Ζεῦ; ἢ οὐδὲ τοῦτό με θέμις εἰδέναι;

Ζεύς
Οὐ γάρ, ὦ Κυνίσκε. σὺ δὲ πολυπράγμων τις εἶ καὶ οὐκ οἶδ᾽ ὅθεν ταῦτα ἥκεις μοι συμπεφορηκώς.

Κυνίσκος
Οὐκοῦν μηδὲ ἐκεῖνο ὑμᾶς ἔρωμαι, σέ τε καὶ τὴν Πρόνοιαν καὶ τὴν Εἱμαρμένην, τί δήποτε Φωκίων μὲν ὁ χρηστὸς ἐν τοσαύτῃ πενίᾳ καὶ σπάνει τῶν ἀναγκαίων ἀπέθανε καὶ Ἀριστείδης πρὸ αὐτοῦ, Καλλίας δὲ καὶ Ἀλκιβιάδης, ἀκόλαστα μειράκια, ὑπερεπλούτουν καὶ Μειδίας ὁ ὑβριστὴς καὶ Χάροψ ὁ Αἰγινήτης, κίναιδος ἄνθρωπος, τὴν μητέρα λιμῷ ἀπεκτονώς, καὶ πάλιν Σωκράτης μὲν παρεδόθη τοῖς ἕνδεκα, Μέλητος δὲ οὐ παρεδόθη, καὶ Σαρδανάπαλλος μὲν ἐβασίλευε θῆλυς ὤν, Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς

17 αὐτοῦ, διότι μὴ ἠρέσκετο τοῖς γιγνομένοις· ἵνα ὑμῖν μὴ τὰ νῦν λέγω καθ᾽ ἕκαστον ἐπεξιών, τοὺς μὲν πονηροὺς εὐδαιμονοῦντας καὶ τοὺς πλεονέκτας, ἀγομένους δὲ καὶ φερομένους τοὺς χρηστοὺς ἐν πενίᾳ καὶ νόσοις καὶ μυρίοις κακοῖς πιεζομένους.

Ζεύς
Οὐ γὰρ οἶσθα, ὦ Κυνίσκε, ἡλίκας μετὰ τὸν βίον οἱ πονηροὶ τὰς κολάσεις ὑπομένουσιν, ἢ ἐν ὅσῃ οἱ χρηστοὶ εὐδαιμονίᾳ διατρίβουσιν;

Κυνίσκος Ἅιδην μοι λέγεις καὶ Τιτυοὺς καὶ Ταντάλους. ἐγὼ δέ, εἰ μέν τι καὶ τοιοῦτόν ἐστιν, εἴσομαι τὸ σαφὲς ἐπειδὰν ἀποθάνω: τὸ δὲ νῦν ἔχον ἐβουλόμην τὸν ὁποσονοῦν χρόνον τοῦτον εὐδαιμόνως διαβιοὺς ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι τὸ ἧπαρ ἀποθανών, ἀλλὰ μὴ ἐνταῦθα διψήσας ὥσπερ ὁ Τάνταλος ἐν Μακάρων νήσοις πίνειν μετὰ τῶν ἡρώων ἐν τῷ Ἠλυσίῳ λειμῶνι κατακείμενος.

Ζεύς
18 τί φής; ἀπιστεῖς εἶναί τινας κολάσεις καὶ τιμάς, καὶ δικαστήριον ἔνθα δὴ ἐξετάζεται ὁ ἑκάστου βίος; Κυνίσκος ἀκούω τινὰ Μίνω Κρῆτα δικάζειν κάτω τὰ τοιαῦτα καί μοι ἀπόκριναί τι καὶ ὑπὲρ ἐκείνου: σὸς γὰρ υἱὸς εἶναι λέγεται.

Ζεύς
Τί δὲ κἀκεῖνον ἐρωτᾷς, ὦ Κυνίσκε;

Κυνίσκος
Τίνας κολάζει μάλιστα;

Ζεύς
Τοὺς πονηροὺς δηλαδή, οἷον ἀνδροφόνους καὶ ἱεροσύλους.

Κυνίσκος
Τίνας δὲ παρὰ τοὺς ἥρωας ἀποπέμπει;

Ζεύς
Τοὺς ἀγαθούς τε καὶ ὁσίους καὶ κατ᾽ ἀρετὴν βεβιωκότας.

Κυνίσκος
Τίνος ἕνεκα, ὦ Ζεῦ;

Ζεύς
Διότι οἱ μὲν τιμῆς, οἱ δὲ κολάσεως ἄξιοι.

Κυνίσκος
Εἰ δέ τις ἀκούσιόν τι δεινὸν ἐργάσαιτο, κολάζεσθαι καὶ τοῦτον δικαιοῖ;

Ζεύς
Οὐδαμῶς.

Κυνίσκος
Οὐδ᾽ ἄρα εἴ τις ἄκων τι ἀγαθὸν ἔδρασεν, οὐδὲ τοῦτον τιμᾶν ἀξιώσειεν ἄν;

Ζεύς Οὐ γὰρ οὖν.

Κυνίσκος
Οὐδένα τοίνυν, ὦ Ζεῦ, οὔτε τιμᾶν οὔτε κολάζειν αὐτῷ προσήκει.

Ζεύς
Πῶς οὐδένα;

Κυνίσκος
ὅτι οὐδὲν ἑκόντες οἱ ἄνθρωποι ποιοῦμεν, ἀλλά τινι ἀνάγκῃ ἀφύκτῳ κεκελευσμένοι, εἴ γε ἀληθῆ ἐκεῖνά ἐστι τὰ ἔμπροσθεν ὡμολογημένα, ὡς ἡ Μοῖρα πάντων αἰτία· καὶ ἢν φονεύσῃ τις, ἐκείνη ἐστὶν ἡ φονεύσασα, καὶ ἢν ἱεροσυλῇ, προστεταγμένον αὐτὸ δρᾷ. ὥστε εἴ γε τὰ δίκαια ὁ Μίνως δικάζειν μέλλοι, τὴν Εἱμαρμένην ἀντὶ τοῦ Σισύφου κολάσεται καὶ τὴν Μοῖραν ἀντὶ τοῦ Ταντάλου. τί γὰρ ἐκεῖνοι ἠδίκησαν πεισθέντες τοῖς ἐπιτάγμασιν;

Ζεύς
19 Οὐκέτ᾽ οὐδὲ ἀποκρίνεσθαί σοι ἄξιον τοιαῦτα ἐρωτῶντι· θρασὺς γὰρ εἶ καὶ σοφιστής. καί σε ἄπειμι ἤδη καταλιπών.

Κυνίσκος
ἐδεόμην μὲν ἔτι καὶ τοῦτο ἐρέσθαι, ποῦ αἱ Μοῖραι διατρίβουσιν ἢ πῶς ἐφικνοῦνται τῇ ἐπιμελείᾳ τῶν τοσούτων ἐς τὸ λεπτότατον, καὶ ταῦτα τρεῖς οὖσαι. ἐπίπονον γάρ τινα καὶ οὐκ εὔμοιρόν μοι δοκοῦσι βιοῦν τὸν βίον τοσαῦτα ἔχουσαι πράγματα, καὶ ὡς ἔοικεν οὐ πάνυ οὐδὲ αὗται ὑπὸ χρηστῇ Εἱμαρμένῃ ἐγεννήθησαν. ἐγὼ γοῦν, εἴ μοι αἵρεσις δοθείη, οὐκ ἂν ἀλλαξαίμην πρὸς αὐτὰς τὸν ἐμαυτοῦ βίον, ἀλλ᾽ ἑλοίμην ἂν ἔτι πενέστερος διαβιῶναι ἢπερ καθῆσθαι κλώθων ἄτρακτον τοσούτων πραγμάτων μεστόν, ἐπιτηρῶν ἕκαστα. Eἰ δὲ μὴ ῥᾴδιόν σοι ἀποκρίνασθαι πρὸς ταῦτα, ὦ Ζεῦ, καὶ τούτοις ἀγαπήσομεν οἷς ἀπεκρίνω: ἱκανὰ γὰρ ἐμφανίσαι τὸν περὶ τῆς Εἱμαρμένης καὶ Προνοίας λόγον τὰ λοιπὰ δ᾽ ἴσως οὐχ εἵμαρτο ἀκοῦσαί μοι.

  1. εἰ ὁ τὸν Ἅλυν διαβὰς τὴν αὑτοῦ ἀρχὴν καταλύσει ἢ τὴν τοῦ Κύρου «διφορούμενος χρησμός»