Ορφικοί ύμνοι/Εστίας

Από Βικιθήκη
(Ανακατεύθυνση από Εστίας)
Ὀρφικοὶ ὕμνοι
Ἑστίας, θυμίαμα ἀρώματα


Ἱστίη εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια,
ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο, μεγίστου,
τούσδε σὺ ἐν τελεταῖς ὁσίαις μύστας ἀναδείξαις,
θεῖσ’ αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς·
οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν, 5
ἀιδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε·
μειδιόωσα, μάκαιρα, τάδ’ ἱερὰ δέξο προθύμως,
ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρον ὑγείαν.