Επιγράμματα (Σαπφώ)
Επιγράμματα Σαπφούς Συγγραφέας: |
Επιγράμματα της Σαφούς που σώζονται στην Παλατινή Ανθολογία |
- VI 269: Παῖδες, ἄφωνος ἐοῖσα τότ' ἐννέπω
- VII 489 Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν
- VII 505 Τῷ γριπεῖ Πελάγωνι
VI 269 Σαπφούς[Επεξεργασία]
- Παῖδες, ἄφωνος ἐοῖσα τότ' ἐννέπω, αἴ τις ἔρηται, φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν·
- "Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα Ἑρμοκλειδαία τῶ Σαυναιάδα,
- σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα πρόφρων ἁμετέραν εὐκλέισον γενεάν."
VII 489 Σαπφούς[Επεξεργασία]
- Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν δέξατο Φερσεφόνας κυάνεος θάλαμος,
- ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν.
VII 505 Σαπφούς[Επεξεργασία]
- Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος κύρτον καὶ κώπαν, μνᾶμα κακοζοίας.