Μετάβαση στο περιεχόμενο

Εκκλησιαστική Ιστορία (Σωκράτη Σχολαστικού)/Βιβλίο 2

Από Βικιθήκη



Εκκλησιαστική Ιστορία, Βιβλίο 2ο
Σωκράτους Σχολαστικού



  • Στην αγγλική γλώσσα, το κείμενο του Δεύτερου Βιβλίου μπορεί να βρεθεί εδώ, στην ιστοσελίδα του Christian Classics Ethereal Library. (Post-Nicene Fathers of the Christian Church, Second Series, Vol. I-VII, υπό Φίλιπ Σαφ και Χένρι Γουέις, Eerdmans Publishing Company [1])




2.1 Προοίμιον͵ δι΄ ἣν αἰτίαν τὸ πρῶτον καὶ τὸ δεύτερον βιβλίον ἄνωθεν ἐλέχθη. Ρουφῖνος͵ ὁ τῇ Ρωμαίων γλώττῃ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντάξας͵ περὶ τοὺς χρόνους ἐπλανήσθη. Τὰ γὰρ κατὰ Ἀθανάσιον νομίζει μετὰ τὴν τελευτὴν τοῦ βασιλέως Κωνσταντίνου γεγενῆσθαι· ἀγνοεῖ δὲ καὶ τὴν ἐν Γαλλίαις γενομένην αὐτοῦ ἐξορίαν καὶ ἕτερα πλείονα. Ἡμεῖς οὖν πρότερον Ρουφίνῳ ἀκολουθήσαντες τὸ πρῶτον καὶ τὸ δεύτερον τῆς ἱστορίας βιβλίον ᾗ ἐκείνῳ ἐδόκει συν εγράψαμεν. Ἀπὸ δὲ τοῦ τρίτου ἄχρι τοῦ ἑβδόμου βιβλίου τὰ μὲν παρὰ Ρουφίνου λαβόντες͵ τὰ δὲ ἐκ διαφόρων συναγαγόντες͵ τινα δὲ καὶ παρὰ τῶν ἔτι ζώντων ἀκούσαντες ἐπληρώσαμεν. Ὕστερον μέντοι συντυχόντες Ἀθανασίου συντάγμασιν͵ ἐν οἷς τὰ καθ΄ ἑαυτὸν ὀδύρεται πάθη καὶ ὅπως διὰ τὴν διαβολὴν τῶν περὶ Εὐσέβιον ἐξωρίσθη͵ ἔγνωμεν δεῖν πιστεύειν μᾶλλον τῷ πεπονθότι καὶ τοῖς γινομένων τῶν πραγμάτων παροῦσιν͵ ἢ τοῖς καταστοχασαμένοις αὐτῶν καὶ διὰ τοῦτο πλανηθεῖσιν. Ἔτι μὴν καὶ ἐπιστολῶν τῶν τότε διαφόρων ἐπιτετυχηκότες͵ ὡς οἷόν τε τὴν ἀλήθειαν ἀνιχνεύσαμεν. Διὸ ἠναγκάσθημεν τὸ πρῶτον καὶ τὸ δεύτερον βιβλίον ἄνωθεν ὑπαγορεύσαι͵ συγχρώμενοι καὶ ἐν οἷς ὁ Ρουφῖνος οὐκ ἐκ πίπτει τοῦ ἀληθοῦς. Οὐ μὴν ἀλλὰ καὶ τοῦτο ἰστέον͵ ὅτι οὐ παρεθήκαμεν ἐν τῇ πρώτῃ ὑπαγορεύσει τὸ καθαιρετικὸν Ἀρείου οὔτε μὴν τὰς βασιλέως ἐπιστολὰς͵ ἀλλὰ τὰ γυμνὰ μόνον πράγματα͵ ὑπὲρ τοῦ μὴ πολυστίχου γενομένης τῆς ἱστορίας ὀκνηροὺς τοὺς ἀναγινώσκοντας ἀπεργάσασθαι. Ἐπεὶ δὲ πρὸς σὴν χάριν͵ ὦ ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε͵ καὶ τοῦτο ἔδει ποιῆσαι͵ ὥστε μὴ ἀγνοεῖν καὶ ὅσα αὐταῖς λέξεσιν οἱ βασιλεῖς ἐπέστειλαν͵ ἢ κατὰ διαφόρους συνόδους οἱ ἐπίσκοποι τὴν πίστιν καταβραχὺ μεταποιοῦντες ἐξέδωκαν͵ διὰ τοῦτο ὅσα ἀναγκαῖα ἡγησάμεθα ἐν τῇδε τῇ μετὰ ταῦτα ὑπαγορεύσει μετατεθείκαμεν. Καὶ τοῦτο ἐν τῷ πρώτῳ βιβλίῳ ποιήσαντες͵ καὶ ἐν τῷ μετὰ χεῖρας͵ λέγω δὲ τῷ δευτέρῳ͵ ποιῆσαι σπουδάζομεν. Ἀρκτέον δὲ ἤδη τῆς ἱστορίας.

2.2 Ὡς οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον αὖθις τὸ Ἀρείου σπουδάσαντες εἰσαγαγεῖν δόγμα ταραχὰς ταῖς ἐκκλησίαις ἐκίνησαν. Τοῦ βασιλέως Κωνσταντίνου τελευτήσαντος͵ οἱ περὶ Εὐσέβιον τὸν Νικομηδέα καὶ Θέογνιν Νικαίας ἐπίσκοπον͵ καιροῦ δεδράχθαι εὐκαίρου νομίσαντες͵ ἀγῶνα ἔθεντο τὴν τοῦ ὁμοουσίου πίστιν ἐκβαλεῖν͵ ἀντεισάγειν δὲ τὴν Ἀρειανίζουσαν. Περιέσεσθαι δὲ τούτου οὐκ ἂν δύναιντο͵ εἰ μὴ ὑπονοστήσῃ Ἀθανάσιος. Ταῦτα δὲ κατεσκεύαζον ὑπουργῷ χρώμενοι τῷ πρεσβυτέρῳ͵ ὃς τῆς Ἀρείου ἀνακλήσεως αἴτιος μικρὸν ἔμπροσθεν ἐγεγόνει. Πῶς δὲ τοῦτο ἐπράχθη λεκτέον. Τὴν διαθήκην ὁ πρεσβύτερος καὶ τὰ ἐνταλθέντα παρὰ τοῦ κατοιχομένου βασιλέως προσφέρει Κωνσταντίῳ τῷ τοῦ βασιλέως υἱῷ· ὁ δὲ τοῦθ΄ εὑρηκὼς γεγραμμένον ὅπερ ἐβούλετο͵ τῆς γὰρ ἑῴας βασιλεύειν αὐτὸν ἐπέτρεπεν ἡ διαθήκη͵ διὰ τιμῆς ἦγε τὸν πρεσβύτερον͵ παρρησίας τε μετεδίδου πολλῆς͵ εἴς τε τὰ βασίλεια θαρροῦντα εἰσιέναι ἐκέλευεν. Ἡ τοίνυν δοθεῖσα παρρη σία γνώριμον αὐτὸν ταχέως κατέστησε τῇ τε τοῦ βασιλέως γαμετῇ καὶ τοῖς εὐνούχοις αὐτῆς. ῏Ην δὲ ἐν τῷ χρόνῳ τούτῳ πρωτότυπος τῶν κοιτώνων τοῦ βασιλέως εὐνοῦχος͵ ᾧ ὄνομα ἦν Εὐσέβιος· τοῦτον ὁ πρεσβύτερος συνθέσθαι τῇ Ἀρείου δόξῃ συνέπεισεν. Ἐκ δὲ τούτου καὶ οἱ λοιποὶ τῶν εὐνούχων τὰ αὐτὰ φρονεῖν ἀνεπεί θοντο· οὐ μὴν ἀλλὰ καὶ ἡ τοῦ βασιλέως γαμετὴ διὰ τῶν εὐνούχων καὶ τοῦ πρεσβυτέρου τῇ Ἀρείου δόξῃ προστίθεται. Μετ΄ οὐ πολὺ δὲ καὶ ἐπ΄ αὐτὸν διέβαινε τὸν βασιλέα τὸ ζήτημα. Τοῦτο γίνεται φανερὸν κατὰ βραχὺ πρῶτον μὲν τοῖς κατὰ τὰ βασίλεια στρατευο μένοις· ἔπειτα δὲ διεδόθη καὶ εἰς τὰ πλήθη τῆς πόλεως. Δι ελέγοντο δὲ περὶ τῆς δόξης ἐν μὲν τοῖς βασιλείοις οἱ ἐπικοιτωνῖται ἅμα ταῖς γυναιξίν· ἐν δὲ τῇ πόλει καθ΄ ἑκάστην οἰκίαν διαλεκτικὸς πόλεμος ἦν. Διέτρεχεν οὖν ταχέως τὸ κακὸν καὶ ἐπὶ τὰς ἄλλας ἐπαρχίας τε καὶ πόλεις. Καὶ ὡς σπινθὴρ ἐκ μικροῦ λαμβάνον τὴν ἀρχὴν͵ τὸ ζήτημα εἰς φιλονεικίαν τοὺς ἀκούοντας ἤγειρεν. Ἕκαστος γὰρ τῶν πυνθανομένων τῆς ταραχῆς τὴν αἰτίαν πρόφασιν εὐθὺς εἶχε ζητήσεως· καὶ ἅμα τῇ ἐρωτήσει ἐρίζειν ἐβούλετο͵ ἐκ δὲ τῆς ἔριδος πάντα ἀνατέτραπτο. Ταῦτα μὲν οὖν κατὰ τὰς ἀνατολικὰς πόλεις ἐγένετο· αἱ γὰρ ἐν Ἰλλυριοῖς καὶ τὰ ἑσπέρια μέρη τέως ἡσύχαζον· τοὺς ὅρους γὰρ τοὺς τῆς ἐν Νικαίᾳ συνόδου παρασαλεύειν οὐκ ἤθελον. Ὡς οὖν ἐξαφθὲν τὸ πρᾶγμα ἐπὶ τὸ χεῖρον ἐπέδωκε͵ τηνικαῦτα οἱ περὶ Εὐσέβιον τὸν Νικομηδέα ἕρμαιον ἡγοῦντο τὴν τῶν πολλῶν ταραχήν. Οὕτω γὰρ μόνως δύνασθαι τῆς Ἀλεξανδρείας ἐπίσκοπον ἀναδεῖξαι τῆς αὐτῶν δόξης ὁμόφρονα· ἀλλὰ τότε μὲν ἔφθασεν ἐπανελθὼν εἰς αὐτὴν Ἀθανάσιος ἑνὸς τῶν Αὐγούστων ὠχυρωμένος γράμμασιν͵ ἅπερ τῷ Ἀλεξανδρέων λαῷ Κωνσταντῖνος ὁ νέος͵ ὁ τῷ πατρὶ ὁμώνυμος͵ ἐκ τῆς ἐν Γαλλίᾳ Τριβέρεως ἔπεμψεν. Ἔστι δὲ τάδε τὰ γράμματα τὰ ὑποτεταγμένα.

2.3 ῞Ὃπως Ἀθανάσιος Κωνσταντίνου τοῦ νεωτέρου γράμμασι θαρρήσας τὴν Ἀλεξάνδρειαν κατέλαβεν. Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς Ἀλεξανδρέων ἐκκλησίας.

Οὐδὲ τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι τὴν γνῶσιν οἶμαι͵ διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι͵ ἵνα ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων καὶ πολεμίων αὐτοῦ ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε͵ μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. Πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην ἀφῃρέθη τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν͵ ὑπ΄ ἐμοὶ διάγειν κελευσθεὶς οὕτως͵ ὡς ἐν ταύτῃ τῇ πόλει ἐν ᾗ διέτριβεν πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν͵ εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ͵ ταῖς θείαις πεποιθυῖα βοηθείαις͵ καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν͵ ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστὸς ὁ ἐμὸς πατὴρ͵ τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρασχεῖν προῄρητο͵ ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο͵ ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως͵ διαδεξάμενος πληρῶσαι. Ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχῃ προσόψεως͵ ὅσης παρ΄ ἐμοῦ αἰδοῦς τετύχηκε γνώσεσθε· οὐ γὰρ θαυμαστὸν͵ εἴ τι δ΄ ἂν ὑπὲρ αὐτοῦ πεποίηκα. Καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἡ τοῦ ὑμετέρου πόθου εἰκὼν͵ καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. Ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξοι͵ ἀδελφοὶ ἀγαπητοί. Τούτοις θαρρῶν τοῖς γράμμασιν ὁ Ἀθανάσιος καταλαμβάνει τὴν Ἀλεξάνδρειαν· καὶ ἥδιστα μὲν αὐτὸν ἀνεδέξατο ὁ τῶν Ἀλεξανδρέων λαός· ὅσοι δὲ ἐτύγχανον Ἀρειανίζοντες ἐν αὐτῇ φατρίας συνίσταντο κατ΄ αὐτοῦ͵ δι΄ ὧν συνεχεῖς στάσεις ἐγίνοντο͵ αἵτινες ὑπόθεσιν παρεῖχον τοῖς περὶ Εὐσέβιον τοῦ διαβάλλειν αὐτὸν βασιλεῖ͵ ὅτι μὴ κρίναντος τοῦ κοινοῦ συνεδρίου τῶν ἐπισκόπων͵ ἑαυτῷ ἐπιτρέψας τὴν ἐκκλησίαν κατελάμβανεν. Ἐπὶ τοσοῦτον δὲ τὰς διαβολὰς ἐξέτεινον͵ ὡς ὀργισθέντα τὸν βασιλέα τῆς Ἀλεξανδρείας ἐκβαλεῖν. Πῶς μὲν οὖν τοῦτο ἐγένετο͵ μικρὸν ὕστερον λέξω.

2.4 Ὡς τελευτήσαντος Εὐσεβίου τοῦ Παμφίλου Ἀκάκιος τὴν ἐπισκοπὴν Καισαρείας διεδέξατο. Ἐν δὲ τῷδε τῷ χρόνῳ τελευτήσαντος Εὐσεβίου͵ ὃς τῆς ἐν Παλαιστίνῃ Καισαρείας ἐπίσκοπος ἦν καὶ τὴν Παμφίλου προσωνυμίαν ἐκέκτητο͵ Ἀκάκιος μαθητὴς αὐτοῦ τὴν ἐπισκοπὴν διαδέχεται· ὃς ἄλλα μὲν βιβλία πολλὰ ἐξέθετο͵ καὶ εἰς τὸν βίον δὲ τοῦ διδασκάλου αὐτοῦ συνέγραψεν.

2.5 Περὶ τῆς Κωνσταντίνου τοῦ νεωτέρου τελευτῆς. Μετ΄ οὐ πολὺ δὲ ὁ τοῦ βασιλέως Κωνσταντίου ἀδελφὸς ὃς ἦν ὁμώνυμος τῷ πατρὶ͵ ὁ νέος Κωνσταντῖνος͵ ἐπιὼν τοῖς μέρεσι τοῦ νέου ἀδελφοῦ Κώνσταντος͵ συμβαλών τε τοῖς στρατιώταις αὐτοῦ͵ ἀναιρεῖται ὑπ΄ αὐτῶν ἐν ὑπατείᾳ Ἀκινδύνου καὶ Πρόκλου.

2.6 Ὡς Ἀλέξανδρος ὁ Κωνσταντίνου πόλεως ἐπίσκοπος τελευτῶν ὑπόψηφον πεποίηκε Παῦλον καὶ Μακεδόνιον. Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον κατὰ τὴν Κωνσταντινούπολιν ἑτέρα ταῖς προτέραις ἐπισυμπλέκεται ταραχὴ ἐξ αἰτίας τοιαύτης. Ἀλέξανδρος ὁ κατὰ τήνδε τὴν πόλιν τῶν ἐκκλησιῶν προεστὼς͵ ὁ τὴν πρὸς Ἄρειον μάχην ἀγωνισάμενος͵ τὸν ἐνθάδε βίον ἀπέλειπεν͵ εἰκοσιτρία μὲν ἔτη κατὰ τὴν ἐπισκοπὴν διατρίψας͵ ἐνενήκοντα καὶ ὀκτὼ δὲ ἔτη τὰ πάντα βιοὺς͵ οὐδένα εἰς τὸν αὐτοῦ τόπον χειροτονήσας. Ἐνετείλατο δὲ τοῖς καθήκουσιν ἑλέσθαι δυοῖν τὸν ἕτερον ὧν ἂν αὐτὸς ὀνομάσειεν· καὶ εἰ μὲν βούλοιντο διδασκαλικὸν ἐν ταὐτῷ καὶ βίου χρηστοῦ μαρτυρούμενον͵ Παῦλον τὸν ὑπ΄ αὐτοῦ χειροτονηθέντα πρεσβύτερον͵ ἄνδρα νέον μὲν τὴν ἡλικίαν͵ προβεβηκότα δὲ ταῖς φρεσίν· εἰ δὲ μόνον ἐκ τοῦ προσχήματος τῆς εὐλαβείας δεικνύμενον͵ αἱρεῖσθαι Μακεδόνιον͵ διάκονον τυγχάνοντα μὲν ἤδη πάλαι τῆς ἐκκλησίας͵ τῇ ἡλικίᾳ δὲ γέροντα. Ἐκ τούτου μείζων φιλονεικία περὶ χειροτονίας γίνεται ἐπισκόπου͵ καὶ τὴν ἐκκλησίαν διετάραττεν. Ἐπεὶ γὰρ ὁ λαὸς εἰς δύο διετέτμητο μέρη͵ τῶν μὲν προσκειμένων τῷ Ἀρειανῷ δόγματι͵ τῶν δὲ φρονούντων καθ΄ ἃ ἡ ἐν Νικαίᾳ σύνοδος ὥρισε· καὶ ἕως μὲν Ἀλέξανδρος περιῆν͵ κατεκρά τουν οἱ φρονοῦντες τὸ ὁμοούσιον͵ τῶν Ἀρειανιζόντων διακρινομένων καὶ ὁσημέραι διαπληκτιζομένων περὶ τοῦ δόγματος͵ ἐπεὶ δὲ ἐκεῖνος τετελευτήκει͵ ἀμφήριστος ἡ τοῦ λαοῦ μάχη καθίστατο· διὸ οἱ μὲν τοῦ ὁμοουσίου τὴν πίστιν φυλάττοντες Παῦλον εἰς τὴν ἐπισκοπὴν προχειρίζονται͵ οἱ δὲ Ἀρειανίζοντες Μακεδόνιον ἔσπευδον. Καὶ ἐν μὲν τῇ τῆς Εἰρήνης ἐπωνύμῳ ἐκκλησίᾳ καὶ ἐχομένῃ τῆς νῦν μεγάλης καὶ Σοφίας ὀνομαζομένης χειροτονεῖται Παῦλος͵ ἐφ΄ οὗ καὶ μᾶλλον ἡ τοῦ ἀπελθόντος ψῆφος ἐδόκει κρατεῖν.

2.7 Ὡς ὁ βασιλεὺς Κωνστάντιος Παῦλον τὸν προσβληθέντα ἐπίσκοπον ἐκβάλλει· Εὐσεβίῳ δὲ ἐκ τῆς Νικομηδείας μεταπεμφθέντι τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως ἐνεχείρισεν. Μετ΄ οὐ πολὺ δὲ ἐπιστὰς ὁ βασιλεὺς τῇ Κωνσταντινουπόλει πρὸς ὀργὴν ἐκκάεται ἐπὶ τῇ γενομένῃ χειροτονίᾳ. Καὶ καθιστὰς συνέδριον τῶν τὰ Ἀρείου φρονούντων ἐπισκόπων͵ τὸν μὲν Παῦλον σχολάζειν ἐποίησεν͵ Εὐσέβιον δὲ ἐκ τῆς Νικομηδείας μεταστήσας τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον ἀναδείκνυσι. Καὶ ὁ μὲν βασιλεὺς ταῦτα πράξας ἐπὶ τὴν Ἀντιόχειαν ὥρμησεν.

2.8 Ὡς Εὐσέβιος ἑτέραν σύνοδον ποιησάμενος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἑτέραν ἔκθεσιν πίστεως ὑπαγορευθῆναι ἐποίησε. Εὐσέβιος δὲ οὐδενὶ τρόπῳ ἡσυχάζειν ἐβούλετο͵ ἀλλὰ͵ τὸ τοῦ λόγου͵ πάντα λίθον ἐκίνει͵ ὅπως ἂν ὃ προέθετο κατεργάσηται. Κατασκευάζει οὖν σύνοδον ἐν Ἀντιοχείᾳ τῆς Συρίας γενέσθαι͵ προφάσει μὲν τῶν ἐγκαινίων τῆς ἐκκλησίας͵ ἣν ὁ πατὴρ μὲν τῶν Αὐγούστων κατασκευάζειν ἤρξατο͵ μετὰ τελευτὴν δὲ αὐτοῦ ὁ υἱὸς Κωνστάντιος δεκάτῳ ἔτει ἀπὸ τῆς θεμελιώσεως συνετέλεσεν͵ τὸ δὲ ἀληθὲς ἐπὶ τῇ ἀνατροπῇ καὶ καθαιρέσει τῆς ὁμοουσίου πίστεως. Ἐν ταύτῃ δὲ τῇ συνόδῳ συνῆλθον ἐκ διαφόρων πόλεων ἐπίσκοποι ἐνενήκοντα. Μάξιμος μέντοι ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος͵ ὃς Μακάριον διεδέξατο͵ οὐ παρεγένετο ἐν αὐτῇ͵ ἐπιλογισάμενος ὡς εἴη συναρπαγεὶς καὶ τῇ καθαιρέσει ὑπογράψας Ἀθανασίου. Ἀλλὰ μὴν οὐδὲ Ἰούλιος παρῆν ὁ τῆς μεγίστης Ρώμης ἐπίσκοπος· οὐδὲ μὴν εἰς τὸν τόπον αὐτοῦ ἀπεστάλκει τινα· καίτοι κανόνος ἐκκλησι αστικοῦ κελεύοντος͵ μὴ δεῖν παρὰ τὴν γνώμην τοῦ ἐπισκόπου Ρώμης τὰς ἐκκλησίας κανονίζειν. Συγκροτεῖται οὖν αὕτη ἡ σύνοδος ἐν τῇ Ἀντιοχείᾳ παρουσίᾳ Κωνσταντίου τοῦ βασιλέως͵ ἐν ὑπατείᾳ Μαρκέλλου καὶ Προβίνου· ἦν δὲ πέμπτον ἔτος τοῦτο τῆς τελευτῆς τοῦ τῶν Αὐγούστων πατρὸς Κωνσταντίνου. Προ ειστήκει δὲ τότε τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας Πλάκιτος δια δεξάμενος Εὐφρόνιον. Οἱ περὶ Εὐσέβιον οὖν ἔργον τίθενται προ ηγουμένως Ἀθανάσιον διαβάλλειν͵ πρῶτον μὲν ὡς παρὰ κανόνα πράξαντα ὃν αὐτοὶ ὥρισαν τότε͵ ὅτι μὴ γνώμῃ κοινοῦ συνεδρίου τῶν ἐπισκόπων τὴν τάξιν τῆς ἱερωσύνης ἀνέλαβεν͵ ἐπανελθὼν γὰρ ἀπὸ τῆς ἐξορίας͵ ἑαυτῷ ἐπιτρέψας͵ εἰς τὴν ἐκκλησίαν εἰσεπήδησε· καὶ ὅτι ἐν τῇ εἰσόδῳ αὐτοῦ ταραχῆς γενομένης πολλοὶ ἐν τῇ στάσει ἀπέθανον· καὶ ὥς τινων αἰκισθέντων ὑπὸ Ἀθανασίου͵ τινῶν δὲ δικαστηρίοις παραδοθέντων. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τῇ Τύρῳ πεπραγμένα κατὰ Ἀθανασίου εἰς μέσον ἦγον.

2.9 Περὶ Εὐσεβίου τοῦ Ἐμισηνοῦ. Ἐπὶ τούτοις τότε τῆς διαβολῆς γενομένης͵ προχειρίζονται τῆς Ἀλεξανδρείας ἐπίσκοπον͵ πρῶτον μὲν Εὐσέβιον τὸν ἐπικληθέντα Ἐμισηνόν. Τίς δὲ οὗτος ἦν διδάσκει Γεώργιος ὁ Λαοδικείας͵ ὃς τότε παρῆν ἐν τῇ συνόδῳ. Φησὶ γὰρ ἐν τῷ εἰς αὐτὸν πεπονημένῳ βιβλίῳ͵ ὡς εἴη Εὐσέβιος ἐκ τῶν εὐπατριδῶν τῆς ἐν Μεσοποταμίᾳ Ἐδέσης καταγόμενος· ἐκ νέας τε ἡλικίας τὰ ἱερὰ μαθὼν γράμματα. Εἶτα τὰ Ἑλλήνων παιδευθεὶς παρὰ τῷ τηνικαῦτα τῇ Ἐδέσῃ ἐπιδημήσαντι παιδευτῇ͵ τέλος ὑπὸ Πατροφίλου καὶ Εὐσεβίου τὰ ἱερὰ ἡρμηνεύσθη βιβλία· ὧν ὁ μὲν τῶν ἐν Καισαρείᾳ͵ ὁ δὲ τῆς ἐν Σκυθοπόλει προΐστατο ἐκκλησίας. Μετὰ ταῦτα δὲ ἐπιδημήσαντος αὐτοῦ τῇ Ἀντιοχείᾳ͵ συνέβη Εὐστάθιον ὑπὸ Κύρου κατηγορηθέντα τοῦ Βεροιέως καθαιρεθῆναι ὡς Σαβελλίζοντα. Εἶτα αὖθις τὸν Εὐσέβιον συνεῖναι Εὐφρονίῳ τῷ διαδεξαμένῳ Εὐστάθιον͵ φεύγοντά τε τὴν ἱερωσύνην καταλαβεῖν τὴν Ἀλεξάνδρειαν͵ κἀκεῖ μαθεῖν τὰ φιλόσοφα· ἐπανελθόντα τε εἰς τὴν Ἀντιόχειαν Πλακίτῳ τῷ μετὰ Εὐφρόνιον συνεῖναι͵ ὑπό τε Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου προβληθῆναι εἰς τὴν Ἀλεξανδρείας ἐπισκοπήν· ἀλλ΄ ἐκεῖ μὲν μηκέτι ὁρμῆσαι͵ διὰ τὸ σφόδρα ὑπὸ τοῦ Ἀλεξανδρέων λαοῦ ἀγαπᾶσθαι Ἀθανάσιον͵ πεμφθῆναι δὲ εἰς τὴν Ἐμισηνῶν πόλιν. Διαστασιασάντων δὲ τῶν Ἐμισηνῶν ἐπὶ τῇ χειροτονίᾳ αὐτοῦ ἐλοιδορεῖτο γὰρ ὡς μαθηματικὴν ἀσκούμενος φυγῇ χρῆται͵ καὶ ἄπεισιν εἰς Λαοδίκειαν πρὸς τὸν περὶ αὐτοῦ πολλὰ εἰπόντα Γεώργιον. Οὗτος δὲ αὐτὸν εἰς τὴν Ἀντιόχειαν καταστήσας͵ παρ εσκεύασεν αὖθις ὑπὸ Πλακίτου καὶ Ναρκίσσου καταχθῆναι εἰς τὴν ῎εμισαν· πάλιν τε μέμψιν ὑπομεῖναι ὡς τὰ Σαβελλίου φρονοῦντα αὐτόν. Καὶ τὰ μὲν περὶ τῆς καταστάσεως αὐτοῦ πλατύτερον διεξῆλθεν ὁ Γεώργιος· τελευταῖον δὲ ἐπάγει͵ ὅτι καὶ ὁ βασιλεὺς αὐτὸν ἐπὶ τοὺς βαρβάρους ἀπιὼν ἀπῆγε͵ καὶ ὅτι τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ ἐγένετο. Τὰ μὲν δὴ Γεωργίῳ εἰρημένα περὶ τοῦ Ἐμισηνοῦ Εὐσεβίου ἐπὶ τοσοῦτον λελέχθω μοι.

2.10 Ὡς οἱ ἐν Ἀντιοχείᾳ συνελθόντες ἐπίσκοποι͵ διὰ τὸ παραιτήσασθαι τὴν Ἀλεξάν δρειαν Εὐσέβιον τὸν Ἐμισηνὸν͵ Γρηγόριον χειροτονήσαντες τὴν τῆς ἐν Νικαίᾳ πίστεως φράσιν μετεποίησαν. Τότε δὲ τοῦ Εὐσεβίου ἐν τῇ Ἀντιοχείᾳ προβληθέντος καὶ δεδοικότος τὴν εἰς Ἀλεξάνδρειαν ἄφιξιν͵ προχειρίζονται Γρηγόριον εἰς τὴν Ἀλεξανδρείας ἐπισκοπήν. Καὶ τοῦτο κατεργασάμενοι μεταποιοῦσι τὴν πίστιν͵ οὐδὲν μὲν τῶν ἐν Νικαίᾳ μεμψάμενοι͵ τὸ δὲ ἀληθὲς͵ ἐπὶ καθαιρέσει καὶ παρατροπῇ τῆς ὁμοουσίου πίστεως διὰ τοῦ συνεχεῖς ποιεῖσθαι συνόδους καὶ ἄλλοτε ἄλλως ὑπαγορεύειν τὸν ὅρον τῆς πίστεως͵ ὥστε κατὰ βραχὺ εἰς τὴν Ἀρειανὴν δόξαν παρατρέψωσι. Ταῦτα μὲν οὖν ὅπως ἐγένετο͵ προϊόντος τοῦ λόγου δηλώσομεν. Ἡ δὲ ὑπαγορευθεῖσα περὶ τῆς πίστεως ἐπιστολὴ ἔστιν ἥδε· Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν· πῶς γὰρ ἐπίσκοποι ὄντες ἀκο λουθήσομεν πρεσβυτέρῳ; οὔτε ἄλλην τινα πίστιν παρὰ τὴν ἐξ ἀρχῆς ἐκτε θεῖσαν ἐδεξάμεθα. Ἀλλὰ καὶ ἡμεῖς ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι͵ μᾶλλον αὐτὸν προσηκάμεθα ἤπερ ἠκολουθήσαμεν. Καὶ γνώσεσθε ἀπὸ τῶν λεγομένων. Μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς͵ εἰς ἕνα τὸν τῶν ὅλων Θεὸν πιστεύειν͵ τῶν πάντων νοητῶν τε καὶ αἰσθητῶν δημιουργόν τε καὶ προνοητήν· καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ μονογενῆ͵ πρὸ πάντων τῶν αἰώνων ὑπάρχοντα͵ καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν Πατρὶ͵ δι΄ οὗ καὶ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· τὸν καὶ ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν κατ΄ εὐδοκίαν τοῦ Πατρὸς κατελθόντα͵ καὶ σάρκα ἐκ τῆς ἁγίας παρθένου ἀνειληφότα͵ καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βουλὴν συνεκπεπληρωκότα͵ πεπονθέναι͵ καὶ ἐγηγέρθαι͵ καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι͵ καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεσθαι· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς͵ καὶ διαμένοντα βασιλέα καὶ Θεὸν εἰς τοὺς αἰῶνας. Πιστεύομεν καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Εἰ δὲ δεῖ προσθεῖναι͵ πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως͵ καὶ ζωῆς αἰωνίου. Ταῦτα μὲν ἐν τῇ πρώτῃ ἐπιστολῇ γράψαντες τοῖς κατὰ πόλιν ἔπεμπον. Ἐπιμείναντες δὲ μικρὸν ἐν τῇ Ἀντιοχείᾳ͵ καὶ ὥσπερ καταγνόντες ταύτης͵ αὖθις ἑτέραν ὑπαγορεύουσιν ἐν τοῖσδε τοῖς ῥήμασι·

Ἄλλη ἔκθεσις. Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει͵ εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα͵ τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν͵ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ Θεὸν͵ δι΄ οὗ τὰ πάντα ἐγένετο· τὸν γεννηθέντα πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς͵ Θεὸν ἐκ Θεοῦ͵ ὅλον ἐξ ὅλου͵ μόνον ἐκ μόνου͵ τέλειον ἐκ τελείου͵ βασιλέα ἐκ βασιλέως͵ Κύριον ἀπὸ Κυρίου͵ λόγον ζῶντα͵ σοφίαν͵ ζωὴν͵ φῶς ἀληθινὸν͵ ὁδὸν ἀληθείας͵ ἀνάστασιν͵ ποιμένα͵ θύραν͵ ἄτρεπτόν τε καὶ ἀναλλοίωτον͵ τὴν τῆς θεότητος͵ οὐσίας τε καὶ δυνάμεως͵ καὶ βουλῆς καὶ δόξης τοῦ Πατρὸς ἀπαρ άλλακτον εἰκόνα͵ τὸν πρωτότοκον πάσης κτίσεως͵ τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν Θεὸν͵ Λόγον Θεὸν͵ κατὰ τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ͵ καὶ Θεὸς ἦν ὁ Λόγος· δι΄ οὗ τὰ πάντα ἐγένετο͵ καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε͵ τὸν ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν͵ καὶ γεννηθέντα ἐκ παρθένου κατὰ τὰς γραφὰς͵ καὶ ἄνθρωπον γενόμενον͵ μεσίτην Θεοῦ καὶ ἀνθρώπων͵ ἀπόστολόν τε τῆς πίστεως ἡμῶν͵ καὶ ἀρχηγὸν τῆς ζωῆς͵ ὥς φησι͵ Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ͵ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν͵ ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· τὸν παθόντα ὑπὲρ ἡμῶν͵ καὶ ἀναστάντα ὑπὲρ ἡμῶν τῇ τρίτῃ ἡμέρᾳ͵ καὶ ἀνελθόντα εἰς οὐρανοὺς͵ καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς͵ καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως͵ κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον͵ τὸ εἰς παράκλησιν καὶ ἁγιασμὸν καὶ εἰς τελείωσιν τοῖς πιστεύουσι διδόμενον· καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς δι ετάξατο τοῖς μαθηταῖς λέγων͵ Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη͵ βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς͵ καὶ τοῦ Υἱοῦ͵ καὶ τοῦ Ἁγίου Πνεύματος· δηλονότι Πατρὸς ἀληθῶς ὄντος Πατρὸς͵ καὶ Υἱοῦ ἀληθῶς Υἱοῦ ὄντος͵ καὶ Πνεύματος Ἁγίου ἀληθῶς ὄντος Πνεύματος Ἁγίου· τῶν ὀνομάτων οὐχ ἁπλῶς οὐδὲ ἀργῶν κειμένων͵ ἀλλὰ σημαινόντων ἀκριβῶς τὴν ἰδίαν ἑκάστου τῶν ὀνομαζομένων ὑπόστασίν τε καὶ τάξιν καὶ δόξαν· ὡς εἶναι τῇ μὲν ὑποστάσει τρία͵ τῇ δὲ συμφωνίᾳ ἕν. Ταύτην οὖν ἔχοντες τὴν πίστιν͵ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ͵ πᾶσαν αἱρετικὴν ἀναθεματίζομεν κακοδοξίαν. Καὶ εἴ τις παρὰ τὴν ὑγιῆ τῶν γραφῶν ὀρθὴν πίστιν διδάσκει λέγων͵ ἢ καιρὸν ἢ αἰῶνα εἶναι ἢ γεγονέναι͵ πρὸ τοῦ τὸν Υἱὸν τοῦ Θεοῦ͵ ἀνάθεμα ἔστω. Καὶ εἴ τις λέγει τὸν Υἱὸν κτίσμα ὡς ἓν τῶν κτισμάτων͵ ἢ γέννημα ὡς ἓν τῶν γεννημάτων͵ καὶ μὴ ὡς αἱ θεῖαι γραφαὶ παραδεδώκασι τῶν προειρημένων ἕκαστα͵ ἢ εἴ τις ἄλλο διδάσκει ἢ εὐαγγελίζεται παρ΄ ὃ παρελάβομεν͵ ἀνάθεμα ἔστω. Ἡμεῖς γὰρ πᾶσι τοῖς ἐκ τῶν θείων γραφῶν παραδεδομένοις ὑπό τε τῶν προφητῶν καὶ ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφανῶς καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν. Τοιαῦται μὲν αἱ τῶν ἐν Ἀντιοχείᾳ τότε συνελθόντων περὶ τῆς πίστεως ἐκθέσεις ἐγένοντο· αἷς καὶ Γρηγόριος͵ μήπω τῆς Ἀλεξανδρείας ἐπιβὰς͵ ὡς ἐπίσκοπος αὐτῆς καθυπέγραψε. Καὶ ἡ μὲν ἐκεῖ τότε γενομένη σύνοδος ταῦτα πράξασα καὶ ἄλλα τινα νομοθετήσασα διελύθη. Ἐν δὲ τῷδε τῷ χρόνῳ καὶ τὰ δημόσια πράγματα συνέβη ταράσσεσθαι· ἔθνος͵ οἳ Φράγκοι καλοῦνται͵ τοῖς περὶ Γαλλίαν κατέτρεχον Ρωμαίοις. Ἐν ταὐτῷ δὲ καὶ σεισμοὶ μέγιστοι ἐν τῇ ἑῴᾳ ἐγένοντο· μάλιστα δὲ ἡ Ἀντιόχεια ἐπὶ ἐνιαυτὸν ὅλον ἐσείετο.

2.11 Ὡς Γρηγορίου μετὰ χειρὸς στρατιωτικῆς εἰς Ἀλεξάνδρειαν κατελθόντος Ἀθανάσιος ἔφυγεν. Τούτων γινομένων καὶ Γρηγόριον κατήγαγον ἐν Ἀλεξανδρείᾳ Συριανός τε ὁ στρατηγὸς͵ καὶ οἱ σὺν αὐτῷ ὁπλῖται στρατιῶται ἀριθμὸς ὄντες πεντακισχίλιοι. Συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ ἐκεῖ τὰ Ἀρείου φρονοῦντες. Ὅπως δὲ Ἀθανάσιος τῆς ἐκκλησίας ἐξωθούμενος τοῦ συλληφθῆναι αὐτὸν διέφυγε͵ λεκτέον. Ἑσπέρα μὲν ἦν· ὁ δὲ λαὸς ἐπαννύχιζε προσδοκωμένης συνάξεως. ῞Ηκει δὲ ὁ στρατηγὸς κατὰ φάλαγγα τοὺς στρατιώτας τάξας πανταχόθεν τῆς ἐκκλησίας. Ἀθανάσιος δὲ ἑωρακὼς τὰ γινόμενα φροντίδα ἔθετο ὅπως ἂν τῷ λαῷ μηδαμῶς βλάβη γένηται δι΄ αὐτόν· καὶ προστάξας διακόνῳ κηρύξαι εὐχὴν͵ αὖθις ψαλμὸν λέγεσθαι παρεσκεύασε. Συμφωνίας δὲ ἐκ τῆς ψαλμῳδίας γενομένης͵ διὰ μιᾶς τῶν πυλῶν τῆς ἐκκλησίας πάντες ἐξῄεσαν. Τούτου γινομένου οἱ στρατιῶται ἀπόμαχοι ἔμενον· ὁ δὲ Ἀθανάσιος ἐν μέσοις τοῖς ψαλμῳδοῦσιν ἀβλαβὴς διεσώζετο. Τοῦτον δὲ τὸν τρόπον διεκ φυγὼν ἐπὶ τὴν Ρώμην ἀνέδραμε· καὶ Γρηγόριος μὲν τότε τῆς ἐκκλησίας ἐκράτησεν. Ὁ δὲ Ἀλεξανδρέων λαὸς͵ οὐκ ἐνεγκόντες τὸ γεγονὸς͵ τὴν καλουμένην Διονυσίου ἐκκλησίαν ἐνέπρησαν. Το σαῦτα μὲν οὖν περὶ τούτων εἰρήσθω. Εὐσέβιος δὲ ὅσα ἐβούλετο κατεργασάμενος͵ διεπρεσβεύετο πρὸς Ἰούλιον τὸν Ρώμης ἐπίσκοπον͵ αὐτὸν κριτὴν τῶν κατὰ Ἀθανάσιον γενέσθαι παρακαλῶν͵ καὶ πρὸς ἑαυτὸν καλεῖν τὴν δίκην.

2.12 Ὡς Εὐσεβίου τελευτήσαντος ὁ ἐν Κωνσταντινουπόλει λαὸς Παῦλον αὖθις ἐνεθρόνισε· καὶ ὡς οἱ Ἀρειανοὶ Μακεδόνιον προεβάλλοντο. Ἀλλ΄ οὐκ ἔφθασε μαθεῖν Εὐσέβιος τὰ παρὰ Ἰουλίου περὶ Ἀθανασίου κριθέντα· μικρὸν γὰρ μετὰ τὴν σύνοδον ἐπιβιοὺς ἐτελεύτησε. Διόπερ καὶ ὁ ἐν Κωνσταντινουπόλει λαὸς αὖθις εἰς τὴν ἐκκλησίαν τὸν Παῦλον εἰσάγουσι. Κατὰ ταὐτὸν δὲ καὶ οἱ Ἀρει ανίζοντες ἐν τῇ λεγομένῃ ἐπὶ Παῦλον ἐκκλησίᾳ χειροτονοῦσι τὸν Μακεδόνιον. Καὶ τοῦτο δὲ ἐποίησαν οἱ πρώην Εὐσεβίῳ τῷ πάντα κυκῶντι συμπράττοντες͵ τότε δὴ τὴν αὐθεντίαν διαδεξάμενοι· εἰσὶ δὲ οὗτοι Θέογνις Νικαίας͵ Μάρις Χαλκηδόνος͵ Θεόδωρος Ἡρακλείας τῆς ἐν Θρᾴκῃ͵ Οὐρσάκιος Σιγγιδόνος τῆς ἄνω Μυσίας͵ Οὐάλης Μουρσῶν τῆς ἄνω Παννονίας. Οὐρσάκιος μὲν οὖν καὶ Οὐάλης ὕστερον μεταγνόντες͵ βιβλίον μετανοίας τῷ ἐπισκόπῳ Ἰουλίῳ ἐπιδόντες͵ τῇ ὁμοουσίῳ τε δόξῃ συντιθέμενοι ἐκοινώνησαν. Τότε δὲ διαπύρως τὴν Ἀρειανὴν συγκροτοῦντες θρησκείαν οὐ τοὺς τυχόντας κατὰ τῶν ἐκκλησιῶν πολέμους ἐτύρευσαν͵ ὧν εἷς ἦν ὁ διὰ Μακεδονίου ἐν τῇ Κωνσταντινουπόλει γενόμενος. Ὑπὸ γὰρ τοῦδε τοῦ ἐμφυλίου τῶν Χριστιανῶν πολέμου συνεχεῖς ἐγίνοντο κατὰ τὴν πόλιν στάσεις͵ πολλοί τε ἐκ τῶν γινομένων συντριβέντες ἀπώλοντο.

2.13 Περὶ τῆς Ἑρμογένους τοῦ στρατηλάτου ἀναιρέσεως͵ καὶ ὅπως πάλιν διὰ τοῦτο ἐξεώθη ὁ Παῦλος τῆς ἐκκλησίας. ῏Ηλθε δὲ τὰ γινόμενα εἰς ἀκοὰς Κωνσταντίου τοῦ βασιλέως κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος. Ἐντέλλεται οὖν Ἑρμογένει τῷ στρατηλάτῃ͵ ἐπὶ τὰ Θρᾴκια πεμπομένῳ μέρη͵ ὁδοῦ πάρεργον ποιῆσαι͵ καὶ ἐξωθῆσαι τῆς ἐκκλησίας τὸν Παῦλον. Ὃς καταλαβὼν τὴν Κωνσταντινούπολιν͵ ὅλην διετάραξε βιαζόμενος ἐκβαλεῖν τὸν ἐπίσκοπον· στάσις γὰρ εὐθὺς ἐκ τοῦ δήμου παρηκολούθει͵ καὶ ἕτοιμοι ἦσαν ἀμύνεσθαι. Ὡς δὲ ἐπέκειτο ὁ Ἑρμογένης διὰ στρατιωτικῆς χειρὸς ἀπελάσαι τὸν Παῦλον͵ παροξυνθὲν τότε τὸ πλῆθος͵ οἷα ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι͵ ἀλογωτέρας ἐποιεῖτο κατ΄ αὐτοῦ τὰς ὁρμάς· καὶ ἐμπίπρησι μὲν αὐτοῦ τὴν οἰκίαν͵ αὐτὸν δὲ σύραντες ἀπέκτειναν. Ταῦτα δὲ πέπρακται ἐν ὑπατείᾳ τῶν δύο Αὐγούστων Κωνσταντίου τὸ τρίτον καὶ Κώνσταντος τὸ δεύτερον. Καθ΄ ὃν χρόνον Κώνστας μὲν Φράγκων ἔθνος νικήσας ὑποσπόνδους Ρωμαίοις ἐποίησε. Κωνστάντιος δὲ ὁ βασιλεὺς περὶ τῆς ἀναιρέσεως Ἑρμογένους πυθόμενος͵ ἐκ τῆς Ἀντιοχείας ἱππεὺς ἐλάσας καταλαμβάνει τὴν Κωνσταντινούπολιν· καὶ τὸν μὲν Παῦλον ἐξελαύνει τῆς πόλεως͵ ἐζημίωσε δὲ τὴν πόλιν ἀφελὼν τοῦ σιτηρεσίου τοῦ παρασχεθέντος παρὰ τοῦ πατρὸς αὐτοῦ ἡμερησίου ὑπὲρ τέσσαρας μυριάδας· ὀκτὼ γὰρ ἐγγὺς μυριάδες ἐχορηγοῦντο πρότερον τοῦ σίτου ἐκ τῆς Ἀλεξανδρέων κομιζομένου πόλεως. Μακεδόνιον δὲ ἀναδεῖξαι τῆς πόλεως ἐπίσκοπον ὑπερέθετο· ὠργίζετο γὰρ οὐ μόνον περὶ αὐτοῦ͵ ὅτι παρὰ γνώμην αὐτοῦ κεχειροτόνητο͵ ἀλλ΄ ὅτι καὶ διὰ τὰς μεταξὺ αὐτοῦ τε καὶ Παύλου γενομένας στάσεις πολλοί τε ἄλλοι καὶ ὁ στρατηλάτης Ἑρμογένης ἀνῄρητο. Ἐάσας οὖν αὐτὸν ἐν ᾗ ἐχειροτονήθη ἐκκλησίᾳ συνάγειν͵ αὖθις ἐπὶ τὴν Ἀντιόχειαν ἀνεχώρησεν.

2.14 Ὅτι οἱ Ἀρειανοὶ Γρηγόριον τῆς Ἀλεξανδρείας μεταστήσαντες Γεώργιον ἀνταπέστειλαν. Ἐν δὲ τῷδε καὶ οἱ Ἀρειανίζοντες μεθιστῶσιν ἐκ τῆς Ἀλεξανδρείας Γρηγόριον ὡς μισούμενον ἐν ταὐτῷ δὲ καὶ διὰ τὸν τῆς ἐκκλησίας ἐμπρησμὸν͵ καὶ ὅτι ἧττον τὴν αὐτῶν δόξαν συνεκρότει. Ἀντέπεμπον δὲ Γεώργιον͵ ὃς ἐκ Καππαδοκίας μὲν ὡρμᾶτο͵ δόξαν δὲ δεινοῦ περὶ τὴν αὐτῶν θρησκείαν ἐκέκτητο.

2.15 Ὡς Ἀθανάσιος καὶ Παῦλος εἰς τὴν Ρώμην παραγενόμενοι καὶ γράμμασιν ὀχυρωθέντες τοῦ ἐπισκόπου Ἰουλίου κατέλαβον αὖθις τοὺς ἰδίους θρόνους. ...