Εις Σελήνην

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ομηρικοί Ύμνοι

Εἲς Σελήνην



μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς:
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
κρατὸς ἀπ' ἀθανάτοιο, πολὺς δ' ὑπὸ κόσμος ὄρωρεν
αἴγλης λαμπούσης: στίλβει δέ τ' ἀλάμπετος ἀὴρ        5
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ' ἐνδιάονται,
εὖτ' ἂν ἀπ' Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
ἐσσυμένως προτέρωσ' ἐλάσῃ καλλίτριχας ἵππους,        10
ἑσπερίη, διχόμηνος: ὃ δὲ πλήθει μέγας ὄγμος
λαμπρόταταί τ' αὐγαὶ τότ' ἀεξομένης τελέθουσιν
οὐρανόθεν: τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.

τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ:
ἣ δ' ὑποκυσαμένη Πανδείην γείνατο κούρην,        15
ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.

χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
πρόφρον, ἐυπλόκαμος: σέο δ' ἀρχόμενος κλέα φωτῶν
ᾄσομαι ἡμιθέων, ὧν κλείουσ' ἔργματ' ἀοιδοί,
Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.        20