Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Εις Πλούτωνα

Από Βικιθήκη
(Ανακατεύθυνση από Εις Πλούτωνα)
Ὀρφικοὶ ὕμνοι
Εἰς Πλούτωνα


Ὦ τὸν ὑποχθόνιον ναίων δόμον, ὀβριμόθυμε,
Ταρτάριον λειμῶνα βαθύσκιον ἠδὲ λιπαυγῆ,
Ζεῦ χθόνιε, σκηπτοῦχε, τάδ’ ἱερὰ δέξο προθύμως·
Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης,
πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν· 5
ὃς τριτάτης μοίρης ἔλαχες χθόνα παμβασίλειαν,
ἕδρανον ἀθανάτων, θνητῶν στήριγμα κραταιόν·
ὃς θρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον,
τηλέπορον τ’, ἀκάμαντα, λιπόπνοον, ἄκριτον ᾅδην,
κυάνεόν τ’ Ἀχέρονθ’, ὃς ἔχει ῥιζώματα γαίης· 10
ὃς κρατέεις θνητῶν θανάτου χάριν, ὦ πολυδέγμον·
Εὔβουλ’, ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα

νυμφεύσας λειμῶνος ἀποσπαδίην διὰ πόντου
τετρώροις ἵπποισιν ὑπ’ Ἀτθίδος ἤγαγες ἄντρον
δήμου Ἐλευσῖνος, τόθι περ πύλαι εἴσ’ Ἀίδαο. 15
μοῦνος ἔφυς ἀφανῶν ἔργων φανερῶν τε βραβευτής,
ἔνθεε, παντοκράτωρ, ἱερώτατος, ἀγλαότιμε,
σεμνοῖς μυστιπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς·
ἵλαον ἀγκαλέω σε μολεῖν κεχαρηότα μύσταις.