Μετάβαση στο περιεχόμενο

Ομηρικοί Ύμνοι/XXIX. Εις Εστίαν

Από Βικιθήκη
(Ανακατεύθυνση από Εις Εστίαν (2))
Ὁμηρικοὶ ὕμνοι
Εἰς Ἑστίαν
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Ἑστίη ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων
ἕδρην ἀίδιον ἔλαχες πρεσβηίδα τιμὴν
καλὸν ἔχουσα γέρας καὶ τίμήν· οὐ γὰρ ἄτερ σοῦ
εἰλαπίναι θνητοῖσιν ἵν’ οὐ πρώτῃ πυμάτῃ τε 5
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·
καὶ σύ μοι Ἀργειφόντα Διὸς καὶ Μαιάδος υἱὲ
ἄγγελε τῶν μακάρων, χρυσόρραπι δῶτορ ἐάων,
ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν

ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε 10
Ἑστίῃ· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
εἰδότες ἔργματα καλά νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ.

Χαῖρε Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς.
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.