Ορφικοί ύμνοι/Διός Αστραπίου
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Διὸς Ἀστραπίου, θυμίαμα λιβανομάνναν |
Κικλῄσκω μέγαν, ἁγνόν, ἐρισμάραγον, περίφαντον,
ἠέριον, φλογόεντα, πυρίδρομον, ἠεροφεγγῆ,
ἀστράπτοντα σέλας νεφέων παταγοδρόμῳ αὐδῇ,
φρικώδη, βαρύμηνιν, ἀνίκητον θεὸν ἁγνόν,
ἀστράπιον Δία, παγγενέτην, βασιλῆα μέγιστον, 5
εὐμενέοντα φέρειν γλυκερὴν βιότοιο τελευτήν.