Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Διός

Από Βικιθήκη
(Ανακατεύθυνση από Διός)
Ὀρφικοὶ ὕμνοι
Διός, θυμίαμα στύρακα


Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς,
μαρτυρίην τιθέμεσθα λυτήριον ἠδὲ πρόσευξιν.
ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε ῥεῖα,
γαῖα θεὰ μήτηρ ὀρέων θ’ ὑψηχέες ὄχθοι,
καὶ πόντος καὶ πάνθ’, ὁπόσ’ οὐρανὸς ἐντὸς ἑέργει· 5
Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε,
παντογένεθλ’, ἀρχὴ πάντων, πάντων τε τελευτή,

σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα,
ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ·
κλῦθί μευ, αἰολόμορφε, δίδου δ’ ὑγίειαν ἀμεμφῆ 10
εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.