Μετάβαση στο περιεχόμενο

Ορφικοί ύμνοι/Γης

Από Βικιθήκη
(Ανακατεύθυνση από Γης)
Ὀρφικοὶ ὕμνοι
Γῆς, θυμίαμα πᾶν σπέρμα πλὴν κυάμων καὶ ἀρωμάτων


Γαῖα θεά, μῆτερ μακάρων θνητῶν τ’ ἀνθρώπων,
πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,
αὐξιθαλές, φερέκαρπε, καλαῖς ὥρῃσι βρύουσα·
ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη,
ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ, 5
ἀιδίη, πολύσεπτε, βαθύστερν’, ὀλβιόμοιρε,
ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον,
ὀμβροχαρές, περὶ τὴν κόσμος πολυδαίδαλος ἄστρων
εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς.
ἀλλά, μάκαιρα θεά, καρποὺς αὔξοις πολυγηθεῖς 10
εὐμενὲς ἦτορ ἔχουσα, σὺν εὐόλβοισιν ἐν ὥραις.