Ορφικοί ύμνοι/Αρτέμιδος
Εμφάνιση
Ὀρφικοὶ ὕμνοι Ἀρτέμιδος, θυμίαμα μάνναν |
Κλῦθί μευ, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρη,
Τιτηνίς, βρομίη, μεγαλώνυμε, τοξότι, σεμνή,
πασιφαής, δᾳδοῦχε, θεά Δίκτυννα, λοχείη,
ὠδίνων ἐπαρωγὲ καὶ ὠδίνων ἀμύητε,
λυσίζωνε, φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε, 5
εὔδρομος, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε,
κλῃσίη, εὐάντητε, λυτηριάς, ἀρσενόμορφε,
ὀρθίη, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον,
ἀμβροσίη, χθονίη, θηροκτόνος, ὀλβιόμοιρε,
ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή, 10
πότνια, παμβασίλεια, καλὸν θάλος αἰὲν ἐοῦσα,
δρυμονίη, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε·
ἐλθέ, θεὰ σώτειρα, φίλη, μύστῃσιν ἅπασιν
εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης
εἰρήνην τ’ ἐρατὴν καλλιπλόκαμόν θ’ ὑγίειαν· 15
πέμποις δ’ εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.